Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λειτουργίας [41]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λειτουργίας


000-00-00 Serial Number=0159380674
Commentaria in Isaiam Ante [Go Back]  
 [00767]  Ὁ μὲν γὰρ ἀναιδῶς τῆς μηδαμόθεν αὐτῷ προση κούσης κατετόλμησε λειτουργίας, αἱ δὲ ἀόρατοι δυνάμεις τὴν ἐπουράνιον ὑμνῳδίαν πεπιστευμέναι τῷ σχήματι τὸ δέος ἐμήνυον·
 [00802]  ὁ μὲν γὰρ τοῦ θυσιαστηρίου λίαν ἀναιδῶς κατε τόλμησεν, τὸ δὲ σεραφὶμ καὶ πυρὸς ἔχον προσηγορίαν καὶ θείας λειτουργίας ἠξιωμένον οὐ γυμνῇ τῇ χερὶ τῇ δὲ λαβίδι τὸν ἄνθρακα ἔλαβε καὶ τοῦτον ἐπιθὲν τῷ τοῦ προφήτου στόματι ἐμήνυσεν αὐτῷ τὴν τῆς ἁμαρτίας ἀπαλλαγήν.
 [02421]  ∆ῆλος τοίνυν οὗτός ἐστιν, ὡς ἱερατικὴν λαχὼν ἀξίαν τῆς θείας κατημέλησε λειτουργίας εἰς π λοῦ τον καὶ τρυφὴν τὴν σπουδὴν μεταθείς.
000-00-00 Serial Number=0269153535
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02475]  Καὶ μέντοι καὶ τὰς θείας λειτουργίας ἐν ταῖς Ἐκκλησίαις ἐπιτελοῦντες, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, καὶ αὐτὴν δὲ τὴν ἡμέραν κατὰ τριτημόριον διαιροῦντες δοξάζομεν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.
 [02655]  Τοῦτο δὲ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῆς μυστικῆς ἐστι λειτουργίας προοίμιον.
000-00-00 Serial Number=0643143058
Graecarum affectionum curatio Ante [Go Back]  
 [01234]  Οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ [4.35] θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας.
 [02270]  Οὐ γὰρ χρείας ἕνεκα ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων οἰκείας λειτουργίας.
000-00-00 Serial Number=0598750174
Historia ecclesiastica Ante [Go Back]  
 [00114]  τῆς δὲ Κωνσταντινου πόλεως κατὰ τοῦτον αὐτὸν τὸν καιρὸν Ἀλέξανδρος τῆς ἀρχιερατικῆς ἠξιοῦτο λειτουργίας, ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος.
 [00739]  τοῦ δὲ βασιλέως τετελευτηκότος, τῷ παιδὶ τῷ ἐκείνου συνῆσαν πλείονος τιμῆς ἀπο λαύοντες, εὐσεβείᾳ δὲ συντεθραμμένοι τοὺς αὐτόσε τῶν ἐμπόρων ἀφικνουμένους κατὰ τὸ Ῥωμαίων ἔθος συναγείρεσθαί τε καὶ τὰς θείας ἐπιτελεῖν λειτουργίας προέτρεπον.
 [01553]  ταῦτα δείσας ὁ Λεόντιος τῆς μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δέ γε ἄλλης αὐτὸν θεραπείας ἠξίου.
 [01554]  Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ' ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας.
 [01599]  ὁ δέ, καὶ τὸν Κύριλλον αἰδούμενος καὶ τὸ πλῆθος ὑφορώμενος (ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας ἀπήλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας.
 [01872]  οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ' ἑαυτοὺς συνηθροίζοντο, καὶ οἱ μετὰ Μελε τίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ καλουμένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας.
 [02377]  ἥν, οὐδ' ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ τὸ δίκαιον ἐπιβαλλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως .
000-00-00 Serial Number=0936701775
Historia religiosa Ante [Go Back]  
 [00159]  Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
 [00257]  [2.6] Εἰώθει δὲ καὶ αὐτὸς ὁ Πρεσβύτης ἕνα τινὰ τῶν ἐπιση μοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν.
 [00390]  Ἀστέριον γὰρ ἔφασκον ἐν σοφιστικῇ ψευδολογίᾳ τραφέντα, εἶτα ἑαυτὸν εἰς τὴν τῶν αἱρετικῶν ἐκκλησίαν εἰσφρήσαντα καὶ ἐπισκοπικῆς λειτουργίας ἀξιωθέντα, δεινῶς τῷ ψεύδει συνηγορεῖν καὶ κακοτεχνίᾳ κατὰ τῆς ἀληθείας κεχρῆσθαι·
 [00421]  Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων ἡμερῶν σιτίων μεταλαγχάνων, ἀσθενέστερον μὲν ἐν ταῖς τῆς ἀπαστίας ἡμέραις τὰς δεσπο τικὰς λειτουργίας ἐπιτελεῖ·
 [00636]  ∆ιηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους, ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν.
 [00690]  πλείονα γὰρ ἢ ἐνενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι τὸν ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν θεὸν ἀντιβολοῦντες καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες.
 [00818]  ∆ιανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε αὐτοῖς καὶ ψαλμῳδίας κοινωνήσας καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπέπεμψε τὸ καινὸν θέαμα τεθηπότας.
 [01136]  Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε, τὰς μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν, τὸν δὲ μεταξὺ χρόνον ἀπονέμων τῇ ἐργασίᾳ.
 [01496]  εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας μετρίᾳ φωνῇ κεχρημένος.
000-00-00 Serial Number=0996028125
Interpretatio in Danielem Ante [Go Back]  
 [01500]  τουτέστι, μέθης ἐποίη σεν ὄργανα τῆς θείας λειτουργίας τὰ ὄργανα, καὶ τὰς τῆς ἀκολασίας αὐτὸν ἐμφορούσας διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν.
 [03658]  ἐναλλαγὴν δὲ τοῦ ἐνδελεχισμοῦ, τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴν τάξιν, ὑπὸ τῆς ἐκείνου μανίας καὶ λύττης σκεδαννυμένην τε καὶ παυομένην.
000-00-00 Serial Number=0536005616
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02892]  Τούτους γὰρ ὠνόμασε παροικοῦντας, ἅ τε δὴ ἔνδον ἐν τῷ θείῳ νεῷ διά γοντας, καὶ τὰς ἱερατικὰς λειτουργίας πεπιστευμέ νους.
 [03172]  Παρανόμως, φησὶν, ἐπετέλουν τὰς λειτουργίας·
 [04329]  Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο.
000-00-00 Serial Number=0949703515
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [05203]  καὶ τὰς θείας λειτουργίας ἐπιτελεῖν.
000-00-00 Serial Number=0045218706
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00548]  ἀμέλει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Πα ραλειπομένων.
000-00-00 Serial Number=0436346471
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02392]  ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι [140] καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην·
 [02830]  Οὐ παντάπασιν ἀπηγόρευσε τοῦτο, ἀλλὰ κατὰ τὸν τῆς λειτουργίας και ρόν·
 [03078]  ἐκέλευσε δὲ μηδένα παρεῖναι ταύτης ὑπὸ τοῦ ἀρχιερέως γινομένης τῆς λειτουργίας.
 [04140]  λειτουργίας ἐπιτελοῦντες, οὐκ ἐν ἑνὶ μέντοι τόπῳ ταύτας ἐπετέλουν, ἀλλ' [239] ἐν ἑκάστῳ σταθμῷ.
 [04144]  παρεγγυᾷ δὲ ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τὰς θείας ἐπι τελεῖν λειτουργίας, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός.
 [04836]  θείας τοίνυν ἐντολῆς καὶ τῶν ὅρκων μέσος ἀποληφ θείς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν.
000-00-00 Serial Number=0167443156
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02302]  καὶ τὰς διαιρέσεις τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευϊτῶν, εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν λατρείας οἴκου Κυρίου·
 [03869]  Τῆς δὲ σκηνῆς ἐμνημόνευσεν, ἐπειδὴ ὑπὸ Σαμουὴλ καὶ ∆αβὶδ οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, ἀλλ' ἐν τῇ σκηνῇ ἐπετέλουν τὰς ἱερὰς λειτουργίας.
 [03874]  Καὶ τὰ σκεύη δὲ τῆς λειτουργίας ἕτεροι ἦσαν Λευῖται πεπιστευμένοι.
 [03875]  Καὶ ἐξ αὐτῶν γὰρ, φησὶν, ἐπὶ τὰ σκεύη τῆς λειτουργίας·
 [03936]  ∆ιηνεκῶς δὲ τῆς ὑμ νῳδίας ἐπετέλουν τὰς λειτουργίας, τῇ διαδοχῇ τὸν πόνον συλῶντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»