Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαβεῖν [226]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λαβεῖν


000-00-00 Serial Number=0493683100
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00119]  «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·
000-00-00 Serial Number=0271617353
Commentaria in Isaiam Ante [Go Back]  
 [00068]  Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ἔπεισε λαβεῖν εὐγνώμονα γνώμην.
 [00602]  κόρον γὰρ οὐκ ἀνέχονται τοῦ πλούτου λαβεῖν.
 [02112]  τῷ γὰρ Ἰωσὴφ ἄγγελος παρηγγύησε τὴν Αἴγυπτον κατα λαβεῖν σὺν τῷ παιδίῳ καὶ τῇ τούτου μητρί.
 [03034]  ὃ ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν.
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05488]  Εἰ δὲ καὶ ἐπ' αὐτῆς βούλοιτό τις λαβεῖν τὸ ῥητὸν τῆς Βαβυλῶνος, συνίδοι ἂν καὶ αὐτὴν πλ ειόνων ἁμαρτημάτων ἀπαλλαγεῖσαν διὰ τῆς τιμωρίας·
 [06113]  Εἶτα τῆς εὐγενείας αὐτὴν ἀναμιμνῄσκει καὶ τὴν θείαν κηδεμονίαν εἰς νοῦν λαβεῖν παρεγγυᾷ καὶ ἀπορρῖψαι τὸ δέος·
 [06759]  Ἐπὶ πολύ φησιν ἐπλανήθης καὶ παῦλαν τῆς πλάνης λαβεῖν οὐκ ἠθέλησας.
 [06764]  ὅτε δὲ παρεγενόμην ἐγώ, ἐφοβήθης φόβον, οὗ οὐκ ἦν φόβος, καὶ τὰς περὶ ἐμοῦ προρρήσεις λαβεῖν εἰς νοῦν οὐκ ἠθέλησας.
000-00-00 Serial Number=0119638324
De incarnatione domini Ante [Go Back]  
 [00212]  Τούτου χάριν μετὰ τὸν προειρημένον ἀριθμὸν τῶν ἡμερῶν, τῆς ἀνθρωπείας φύσεως τὸ πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν λαβεῖν, λαβὴν ἐκείνῳ διὰ τῆς πείνης διδούς·
 [00291]  Αὐτὸς, ὦ ∆έσποτα, ἐν σαρκὶ παραγέγονας, καὶ σάρκα μὲν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς κωλύοντα τῆς ἀρετῆς τὴν κτῆσιν, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέῤῥιψας, καὶ οὐκ ἠνέσχου λαβεῖν·
 [00379]  «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·
000-00-00 Serial Number=0217604220
De providentia orationes decem Ante [Go Back]  
 [01249]  Ἐν τούτοις ὁ ταύτης υἱὸς, ἅτε δὴ ταύτης υἱὸς, ὁ μέγας Ἰακὼβ, εἴκοσι διετέλεσεν ἔτη, ποιμαίνων καὶ θηρίοις παλαίων, καὶ τῶν τῆς ἀκτῖνος λυπηρῶν ἀνεχόμενος, καὶ ὕπνου κόρον λαβεῖν οὐδὲ νύκτωρ δυνάμενος·
 [01913]  Οὐδὲ γὰρ οὕτως αὐτοῦ δείκνυσι τὴν ἀμέτρητον ἀγαθότητα οὐρανὸς, καὶ γῆ, καὶ θάλαττα, καὶ ἀὴρ, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, καὶ πᾶσα ἡ ὁρωμένη καὶ ἀό ρατος κτίσις, λόγῳ μόνῳ δημιουργηθεῖσα, μᾶλλον δὲ ἅμα τῷ βουληθῆναι τῷ λόγῳ φανεῖσα, ὡς τὸ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, (τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς ὑποστάσεως, τὸν ἐν ἀρχῇ ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, δι' οὗ τὰ πάντα ἐγέ [83.748] νετο), τὴν τοῦ δούλου λαβόντα μορφὴν, ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι, καὶ σχήματι ἀνθρώπου εὑρεθῆ ναι ὡς ἄνθρωπον, καὶ ἐπὶ τῆς γῆς ὀφθῆναι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, καὶ τὰς ἀσθενείας ἡμῶν λαβεῖν, καὶ τὰς νόσους βαστάσαι.
000-00-00 Serial Number=0435120106
De sancta trinitate Ante [Go Back]  
 [00443]  Εἰ δὲ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, ταύτην ἔχοι τὴν δόξαν, πῶς αἰτεῖ λαβεῖν ὃ εἶχεν ἀεί;
000-00-00 Serial Number=0935831726
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00041]  Ἡμεῖς δὲ τῆς μὲν γραφῆς τὸ κέρδος οὐκ ἐπισ τάμεθα, τὴν δὲ σὴν ἐπαινοῦμεν θεοσέβειαν, πανταχόθεν ἐμπορίας ἀφορμὰς θηρωμένην, καὶ εὐχόμεθα μέχρι τέλους ὑμᾶς διαδραμεῖν καὶ τὸ βραβεῖον τῆς νίκης λαβεῖν.
 [00357]  Μαθέτωσαν τοίνυν οἱ ζητοῦντες, ὡς χρήματα μὲν λαβεῖν [ἰσ]χύουσιν, [ἀρε]τὴν δὲ [συ]λῆσαι οὐ δύνανται πώποτε.
 [00533]  Οἶδα καὶ φίλοις αἰτοῦσι παρέχειν, ἐπειδὴ κἀγὼ τούτου δεόμενος ἐθέλω λαβεῖν.
000-00-00 Serial Number=0911419034
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00550]  Τίς γὰρ τοσαύ την ἀναλγησίαν νοσεῖ, ὡς μὴ λαβεῖν αἴσθησιν τῆς θείας ὀργῆς;
 [00699]  Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου τέλεόν με τῆς πικρᾶς ταύτης ζάλης ἀπαλλαγῆναι, καὶ παρὰ τοῦ φιλανθρώπου ∆εσπότου λήθην τινὰ τῆς ἀχθηδόνος λαβεῖν.
 [01693]  Εἰ Παῦλος, τῆς ἀληθείας ὁ κήρυξ, ἡ τοῦ παναγίου Πνεύ ματος σάλπιγξ, πρὸς τὸν μέγαν ἔδραμε Πέτρον, ὥστε τοῖς ἐν Ἀντιοχείᾳ περὶ τῆς κατὰ νόμον πολιτείας ἀμφισβητοῦσι παρ' αὐτοῦ κομίσαι τὴν λύσιν, πολλῷ μᾶλλον ἡμεῖς οἱ εὐτελεῖς καὶ σμικροί, πρὸς τὸν ἀποστολικὸν ὑμῶν τρέχομεν θρόνον, ὥστε παρ' ὑμῶν λαβεῖν τοῖς τῶν Ἐκκλησιῶν ἕλκεσι θεραπείαν.
 [01837]  Προσήκει δὲ τοὺς πλεῖον ἀλγοῦντας πλείονα σπουδήν τε καὶ προθυμίαν εἰσενεγκεῖν, ὥστε τὰ δυσσεβῶς καὶ παρανόμως γεγενημένα λύσιν λαβεῖν, τὸ δὲ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς Ἐκκλησίας εἰς τὴν προτέραν συμφωνίαν ἐπανελθεῖν.
 [02175]  τῶν τοῦ Ἰσραὴλ βασιλέων τὸ φιλάνθρωπον λογισάμενον, ἱκέτου σχῆμα λαβεῖν, καὶ μὴ διαμαρτεῖν τῆς αἰτήσεως·
 [02306]  μέχρι δὲ τοῦ παρόντος οὐκ ἐγράψαμεν, οὐ τῶν τῆς ἀγάπης νόμων ὀλιγω ροῦντες, ἀλλ' ἀφορμήν τινα λαβεῖν γραμμάτων προσμένοντες.
 [02534]  Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
000-00-00 Serial Number=0738990605
Eranistes Ante [Go Back]  
 [00012]  Τὸ δὲ τὴν ἐκ παρθένου μὲν γέννησιν ὁμολογεῖν, παροδικὴν δὲ ταύτην γενέσθαι λέγειν, καὶ μηδὲν ἐκ τῆς παρθένου τὸν θεὸν λόγον λαβεῖν, ἐκ τῆς Βαλεντίνου καὶ Βαρδησάνου καὶ τῶν τούτοις ἀγχιθύρων τερατο [62] λογίας ἐσύλησαν.
 [00103]  τὸ σάρκα λαβεῖν ἢ τὸ εἰς σάρκα τραπῆναι;
 [01769]  Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·
 [02409]  Ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν, Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
 [03664]  ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
 [03739]  ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
 [03872]  ἀλλ' ὢν ὅπερ ἦν, συνεχώρησε τὸ θεῖον σῶμα θανάτου πεῖραν λαβεῖν.
 [04130]  Εἰ δέ που καὶ πόαν εὕροις οὐκ ἐδώδιμον οὔτε γλυκεῖαν, ὁποῖος οὗτος Ἀπολινάριος καὶ Εὐσέβιος, ἔχουσαν δέ τι πρόσφορον εἰς μελιττουργίαν, οὐδὲν ἀπεικὸς τὸ μὲν χρειῶδες λαβεῖν, καταλιπεῖν δὲ τὸ βλαβερόν.
000-00-00 Serial Number=0430775404
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00955]  Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰ ώνων.
 [01299]  τὸ γὰρ μὴ λαβεῖν τὴν αἴτησιν ὠφελιμώτερον ἦν.
 [01300]  ∆ιὸ διδασκόμενος ὃ ἠγνόει, μεθ' ἡδονῆς τὸ μὴ λαβεῖν ἃ ᾔτηκε δέχεται·
 [01594]  Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώ πων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ.
 [01607]  Ἐξουσίαν γὰρ ἔχω θεῖναι τὴν ψυ χήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
 [02536]  Ἐπείγεται τοίνυν ἡ νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γο νῶν ἀφορμὰς, καί φησιν·
000-00-00 Serial Number=0519422472
Graecarum affectionum curatio Ante [Go Back]  
 [00053]  μόνην δ' ἄρα τῆς ἀληθείας τὴν μάθησιν ἀπεριέργως λαβεῖν οὐκ ἐθέλου σιν, ἀλλ' ἀτιμίαν ὑπολαμβάνουσιν, εἰ βάρβαρος αὐτοὺς ταύτην τὴν γλῶτταν παιδεύοι·
 [00226]  οὐκ ἔστιν πελάσασθαι ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν·
 [00431]  Ἀλλ' ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγμάτων ἀνασπῶντες πονοῦσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἰρήκασιν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ.
 [02326]  [8.19] Καὶ τὸν Ἀσκληπιὸν δέ φησιν Ἀπολλόδωρος κατὰ μέν τινας Ἀρσινόης εἶναι υἱόν, κατὰ δὲ ἄλλους Κορωνίδος, λάθρα μὲν Ἀπόλλωνι ξυνελθεῖν βιασθείσης, κυησάσης δὲ καὶ τεκούσης καὶ ἐκθεμένης τὸ βρέφος, τοῦτο δὲ κυνηγέτας τινὰς εὑρηκότας ὑπὸ κυνὸς τρεφόμενον λαβεῖν καὶ κομίσαι λέγει Χείρωνι τῷ Κεν ταύρῳ, εἶτα ἐκεῖ τραφῆναί τε καὶ ἀσκηθῆναι τὴν ἰατρικὴν ἐπισ τήμην, ἐν Τρίκκῃ δὲ πρῶτον καὶ Ἐπιδαύρῳ δοῦναι πεῖραν τῆς [8.]
 [02382]  [8.34] Εἶτα ἐξηγεῖται, ὅπως ὁ τῶν ψυχῶν ξυνέθεεν ὅμιλος καὶ μετα λαβεῖν ἠπείγετο τῶν χοῶν.
 [02834]  Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω, καθ' Ἡρόδοτον·
 [03647]  Οὐ γὰρ δὴ ἄκοντας τὰς θείας λαβεῖν ἀναγκάζομεν δωρεάς, ἀλλὰ παρακαλοῦντες καὶ λιπαροῦντες καὶ τὸ μέγεθος τούτων ἐπιδεικνύντες.
 [03727]  Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτίας ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν [12.17] μέλλοντος τοὺς ὑπεναντίους.
 [03922]  Καὶ τὴν μὲν Ξανθίπ πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς ὁ Λαμπροκλῆς ἐγένετο·
000-00-00 Serial Number=0698976874
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00077]  Ἔπειτα δὲ, τοὺς ἀποστόλους ἰδὼν ἀληθεῖς ὄντως καὶ θείας θαυμα τουργίας ἐπιτελοῦντας, καὶ τοῖς προσιοῦσι δωρουμέ νους τὴν χάριν τοῦ Πνεύματος, ἀξιῶν τὴν ἴσην παρ' αὐτῶν ἐξουσίαν λαβεῖν, ἐπειδὴ ὁ μέγας Πέτρος ἐφώ ρασεν αὐτοῦ τὴν παμπόνηρον γνώμην, καὶ τοῖς τῆς μετανοίας θεραπεῦσαι φαρμάκοις τὰ δυσίατα τῆς διανοίας προσέταξε τραύματα, εὐθὺς ἐκεῖνος πρὸς τὴν προτέραν ἐπανῆλθε κακοτεχνίαν, καὶ τὴν Σα μάρειαν καταλιπὼν, ὡς δεξαμένην τὰ σωτήρια σπέρματα, πρὸς τοὺς μηδέπω γεωργηθέντας ὑπὸ τῶν ἀποστόλων ἐξέδραμεν, ἵνα ταῖς μαγγανείαις ἐξαπατήσας τοὺς εὐχειρώτους, καὶ ταῖς οἰκείαις μυθολογίαις προσδήσας, δυσπαράδεκτα τῶν ἱερῶν ἀποστόλων ἀποφήνῃ τὰ δόγματα.
 [00259]  Τὸν ἐπιφανέντα Σωτῆρα λαβεῖν φησιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ ∆ημιουργοῦ τὸν ψυχικὸν ἐνδεδύ σθαι Χριστὸν, ἀπὸ δὲ τῆς Οἰκονομίας περιθέσθαι σῶμα ψυχικὴν ἔχον οὐσίαν, ἀῤῥήτῳ δὲ σοφίᾳ πε ποιημένον πρὸς τὸ ἁπτὸν καὶ ὁρατὸν γενέσθαι καὶ παθητόν.
 [00461]  ὁ δὲ ἀγαθὸς ἐν τοῖς Εὐαγγελίοις κελεύει τῷ ῥαπίζοντι τὴν σιαγόνα τὴν δεξιὰν, στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ τὸν χιτῶνα βουλομένῳ λαβεῖν, προσδοῦναι καὶ τὸ ἱμάτιον.
 [00475]  Τὸν δὲ δημιουργὸν περιγενόμενον τοῦ κακοῦ, τὴν ὕλην λαβεῖν τε καὶ ἐκ ταύτης δημιουργῆσαι τὰ σύμπαντα·
 [00496]  Οἶδα δὲ τούτων ἕνα τινὰ πρεσβύτην ἐννενηκοντούτην, ὃς ἕωθεν ἀνιστάμενος τῷ τοῦ πτύσματος περιττώματι τὸ οἰ κεῖον ἀπένιπτε πρόσωπον, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, ἔφησεν ὡς οὐ βούλεται δεηθῆναι τοῦ ∆ημιουργοῦ, καὶ ὕδωρ ἐκ τῶν ἐκείνου ποιημάτων λαβεῖν.
 [00661]  Ὁ δὲ ἀντίθεος δαίμων τοῦ κατὰ τῆς εὐσεβείας πολέμου κόρον λαβεῖν οὐκ ἠθέλησεν·
 [01017]  Βα σιλικοῖς δὲ γράμμασιν ἐκεῖθεν ἐξελαθεὶς, καὶ κατα λαβεῖν τὴν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἀθροιζομένην σύνοδον κελευσθεὶς, ἀφίκετο μὲν ὡς προσετάχθη, εἰς τὸ συνέδριον δὲ εἰσελθεῖν οὐκ ἐθάῤῥησεν, ἀλλ' εἰς τὴν Κωνσταντίνου πόλιν ἔδραμε, καὶ τοὺς βασιλικοὺς θωπεύσας θαλαμηπόλους, ἔπεισεν αὐτόθι συναθροισθῆναι τὴν σύνοδον.
 [01249]  Οὐδὲν γὰρ ἔφη τὸν Θεὸν Λόγον ἀνθρώπειον ἐκ τῆς Παρθένου λαβεῖν, ἀλλ' αὐτὸν ἀτρέπτως τραπέντα καὶ σάρκα γενόμενον·
 [02220]  Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
 [02327]  Ἐπειδὴ γὰρ ἤκουσεν ὁ παμμίαρος τοῦ νόμου διαγο ρεύοντος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, κατάκαυμα ἀντὶ κατακαύματος, μώλωπα ἀντὶ μώλωπος, τοῦ δὲ Κυρίου ἐγγυῶντος τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ βουλομένῳ κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν, προσ δοῦναι καὶ τὸ ἱμάτιον, ὑπέλαβεν ὁ ἐμβρόντητος, δί καιον μὲν ἐκεῖνον, ἀγαθὸν δὲ τοῦτον.
000-00-00 Serial Number=0011326849
Historia ecclesiastica Ante [Go Back]  
 [00463]  ἀλλ' ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάν των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων (καὶ αὐτὸς δὲ καθάπερ εἷς [43] ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ' ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι.
 [00616]  καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει.
 [00761]  ἀλλ' ὑπὸ τῆς χρείας ἐκείνη βιαζομένη τὴν βασιλικὴν ἀξίαν εἰς νοῦν λαβεῖν οὐκ ἠθέλησεν, ἀλλ' αὐτὴ πρὸς τὴν δορυάλωτον ἔδραμεν.
 [01016]  ταύτην ὁ πανεύφημος Κωνσταντῖνος μετὰ τὴν τοῦ δυσ σεβοῦς ἀνδρὸς τελευτὴν παντοδαπῆς κηδεμονίας ἠξίου καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ εἴα λαβεῖν, καὶ παρ' αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων.
 [01863]  εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω·
 [01980]  τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ' ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερό μενον τεθεᾶσθαι.
 [02556]  Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκη θέντων οὐκ εἴασε λυπηρῶν·
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
 [03174]  ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν † δεῖ [ἣν μόλις ποτὲ] πρε σβυτάτην τε οὖσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δηλαδὴ θεότητος καὶ δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ πα τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑπο στάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις, ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων εἴτ' οὖν τῶν ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ τριάδι μεταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγο μένης.
 [03448]  ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν.
 [03475]  ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν·
 [03487]  εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ' ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξο μαι.
 [03655]  ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ προγόνων θεός·
 [03715]  αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ὀριγνώμενοι θάνατον.
000-00-00 Serial Number=0958737373
Historia religiosa Ante [Go Back]  
 [00128]  Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον προσίασί τινες πένητες, ἕνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες.
 [00214]  Καὶ τούτων ἀπλήστως ἀπολαύων, κόρον λαβεῖν οὐκ ἐβούλετο, ἀλλ' ἀεὶ μὲν ἐνεπίμ πλατο, ἀεὶ δὲ ἐβόα·
 [00250]  Καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα καὶ ἐπ' ὀλίγον ἡμῖν ἐπιτήδεια, ἐκεῖνα δὲ αἰώνια καὶ πέρας λαβεῖν οὐ δυνάμενα.
 [00344]  Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ.
 [00371]  πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι.
 [00414]  Καὶ τοσαύτης ἀεὶ τρυφῆς ἀπολαύων κόρον λαβεῖν οὐκ ἐβούλετο.
 [00420]  Ἐκεκρίκει γὰρ ἑσπέρας καθ' ἑκάστην ἐσθίειν ἡμέραν, κόρον δὲ μὴ λαβεῖν μηδέποτε, ἀλλ' ἀεὶ μὲν πεινῆν, ἀεὶ δὲ διψῆν, προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα.
 [00598]  ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον.
 [00615]  Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον.
 [00641]  Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀνα λαβεῖν ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος.
 [00736]  Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου πολιτείας δεικνύντες.
 [00793]  [6.7] Ἀλλὰ πάλιν τῆς ἡσυχίας ἐρῶν τὸ Σίναιον ὄρος κατα λαβεῖν ἐπεθύμησεν.
 [00824]  Ἐπειδὴ δὲ καὶ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως καταφαγεῖν·
 [00876]  [8.3] Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παρ' ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο·
 [00881]  Ὦ πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δὲ τὴν σὴν εὐλογίαν ἀντιλαβεῖν.
 [01199]  Ἀπὸ δὲ τῶν βασιλείων εἴς τινα τάφον ὁρμήσας πολλοὺς δὲ ἔχει τὸ τῇ Ἀντιοχείᾳ παρακείμενον ὄρος , μόνος διῆγε, τὴν ψυχὴν ἐκκαθαίρων καὶ τὸ ταύτης ὀπτικὸν ἀεὶ ἀπορρύπτων καὶ τὴν θείαν φανταζόμενος θεωρίαν καὶ τὰς τοῦ θεοῦ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος καὶ πτέρυγας λαβεῖν ὡσεὶ περιστερᾶς ἐφιέμενος καὶ εἰς τὴν θείαν κατάπαυσιν ἀναπτῆναι ποθῶν.
 [01291]  Κἀγώ, ἔφη, τὸν ἐμὸν θηρεύω θεὸν καὶ λαβεῖν ἐφίεμαι καὶ θεωρῆσαι ποθῶ καὶ τῆς καλῆς ταύτης οὐκ ἀφέξομαι θήρας.
 [01341]  καὶ πάμπαν ἀπαλλαττομένη τοῦ πάθους τὸν θεῖον ἐπεγίνωσκεν ἄνδρα καὶ τὴν δεξιὰν λαβεῖν ἱκέτευε καὶ τοῖς ὀφθαλμοῖς ἐπετίθει καὶ τῷ στόματι προσέφερε·
 [01363]  Τῆς δὲ μητρὸς σωτηρίαν ψυχῆς μόνην ἀντι βολούσης λαβεῖν καὶ τὴν τῆς γεέννης ἀπαλλαγήν·
 [01514]  Ἐπεὶ δὲ ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον, δέχεται δὴ τῆς ἱερωσύνης τὴν χάριν.
 [01817]  Ταῦτά μοι διηγησάμενος, παρηγγύησε μόνον εἰδέναι καὶ μὴ λαβεῖν ἄλλους συνίστορας.
 [01992]  ὁρῶν αὐτὸν καὶ γήρᾳ κατὰ ταὐτὸν καὶ ἀσθενείᾳ παλαίοντα καὶ θεραπείας οὐδεμιᾶς ἀπολαύοντα, ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν καὶ τῆς παρὰ τούτων παραψυχῆς ἀπολαύειν.
 [02015]  ἐγὼ δὲ ἀντελιπάρουν λαβεῖν ἵνα κλέψω τοῦ πόνου τὴν πρόφασιν.
 [02022]  τὸ δὲ ἀνέβλυσεν ὡς δύο καὶ τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας καὶ πεπληρω μένας ταύτας τοῦ ἐλαίου λαβεῖν.
 [02137]  οἱ μὲν παρειμένους τὸ σῶμα προσφέροντες, οἱ δὲ ἀρρώστοις ὑγιείαν αἰτοῦντες, οἱ δὲ πατέρες γενέσθαι παρακαλοῦντες καί, ὃ παρὰ τῆς φύσεως οὐκ ἔλαβον, ἱκέτευον δι' ἐκείνου λαβεῖν.
 [02148]  καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν, καὶ αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα·
 [02166]  αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε καὶ παρ' ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν, μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος.
000-00-00 Serial Number=0150624454
Interpretatio in Danielem Ante [Go Back]  
 [00162]  ∆ηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρ χοντας.
 [00701]  οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠβουλήθησαν, καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος ἀτιμίας ἀφορ μὴν ἐποιήσαντο, ἀντικρὺς τοῖς σοῖς ἀντιλέγοντες νόμοις, καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα.
 [01192]  Τῶν θείων, φησὶ, θαυμάτων αὐτόπτης γενόμενος, νενόμικα δίκαιον κοινωνοὺς ὑμᾶς ἅπαν τας τῆς τούτων θεωρίας λαβεῖν.
 [01660]  Εὐθὺς δὲ ἀκούσας Βαλτάσαρ τῶν ὑπὸ τοῦ ∆ανιὴλ ἑρ μηνευθέντων, ἐκέλευσεν αὐτὸν τὸ προκείμενον ἆθλον λαβεῖν, τὴν πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυ σοῦν·
 [01775]  Καὶ ἵνα μὴ δῆλον γένηται τὸ κακούργημα, προστιθέασι τὸ μηδὲ παρὰ ἀνθρώπου αἰτῆσαί τι καὶ λαβεῖν ἐντὸς τῶν τριάκοντα ἡμερῶν·
 [01860]  Ἀνόσιον ἡγησάμενος τοσαύτην κρύψαι θαυματουρ γίαν, καὶ μὴ πάντας ἀνθρώπους κοινωνοὺς τῆς εὐ σεβείας λαβεῖν.
 [02040]  Πάντα γὰρ, φησὶ, πραγματεύεται, κοινωνοὺς τῆς πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους λαβεῖν ἐφιέμενος.
 [02653]  Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν·
 [03436]  Καὶ γὰρ οὗτος, φησὶ, προγινώσκων τὸ ἑαυτοῦ τέ λος, πολλῇ χρήσεται σπουδῇ εἰς ἀσέβειαν ἅπαντας ἐκκαλούμενος, καὶ πολλοὺς κοινωνοὺς τῆς τιμωρίας λαβεῖν βουλόμενος.
000-00-00 Serial Number=0410107255
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00096]  Μετ' ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττε ται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης.
 [01980]  Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ' οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ.
 [02012]  Ηὔξησας, φησὶν, ἐπινοίαις τὰ πο νηρὰ ἐκείνων ἐπιτηδεύματα, καὶ κινδυνεύεις τὰ νι κητήρια τῆς ἀσεβείας λαβεῖν.
 [02143]  Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς πεδίον σπόριμον, λαβεῖν ῥίζωσιν φυτῶν·
 [02344]  Οὐκ ἀρκεῖ γὰρ τὸ μὴ ἁρπάσαι, ἀλλὰ δεῖ καὶ κοινωνοὺς τῶν ὄντων τοὺς δεομένους λαβεῖν.
 [03115]  ἐπειδὴ γὰρ, φησὶν, ἐπελάθου μου, καὶ οὐδὲ τῶν εὐεργεσιῶν μου, οὐδὲ τῶν νόμων λαβεῖν ἠθέλησας μνήμην, τοιαῦτά σοι, φησὶν, ἐπάξω δεινὰ, ὥστε τὰς μὲν χεῖρας διαλυθῆναι, τὴν δὲ καρδίαν θορύβου παντὸς ἀναπλησθεῖσαν ἀπογνῶναι τὴν σωτηρίαν.
 [03578]  Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν·
 [05312]  Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς.
 [05533]  ∆ιὰ τοῦτο δύο ῥάβδους προσέταξεν ὁ Θεὸς τῷ προφήτῃ λαβεῖν, καὶ τὴν μὲν ἐπιγράψαι τοῦ Ἐφραῒμ, προσθεῖναι δὲ καὶ τὰς ὑπηκόους φυλάς·
 [05673]  Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυ λεῦσαι σκῦλα μεγάλα.
 [06068]  Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν·
 [06093]  καὶ μερίδα μὴ λαβεῖν μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ διανομῇ τῆς γῆς.
 [06250]  Εἶτα κελεύει πρώτην μὲν λαβεῖν τὴν φυλὴν ∆ᾶν ἀπὸ βοῤῥᾶ, δευτέραν τὴν Ἀσὴρ, τρίτην τὴν Νεφθα λεὶμ, τετάρτην τὴν Μανασσὴ, πέμπτην τὴν Ἐφραῒμ, ἕκτην τὴν Ῥουβὴν, ἑβδόμην τὴν Ἰούδα·
 [06256]  Εἶτα μετὰ τοῦ τον, τὸν κλῆρον κελεύει λαβεῖν τὸν Βενιαμὶν, μετ' ἐκεῖνον δὲ τὸν Συμεὼν, εἶτα τὸν Ἰσσάχαρ, καὶ τὸν Ζαβουλὼν μετὰ τοῦτον, τὸν δὲ Γὰδ τελευταῖον.
000-00-00 Serial Number=0313726723
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01021]  Εἶτα θρηνῆσαι παρακελεύεται, καὶ πενθῆρες σχῆμα λαβεῖν, καὶ τὴν κεφαλὴν ἀποκεῖραι, ὡς ἀποδοκιμασθέντος τοῦ ἐκλεγέντος λαοῦ.
 [02052]  Ταῦτα εἰπὼν, καὶ τὰ τούτοις παραπλήσια, κε λεύεται λαβεῖν βῖκον ὀστράκινον, καὶ ἐξελθεῖν εἰς τὸ πολυάνδριον, μετὰ τῶν ἱερέων καὶ τῶν τοῦ λαοῦ πρεσβυτέρων, καὶ ἀπειλῆσαι πάλιν τῇ πό λει τὸν ὄλεθρον, καὶ τῆς τῶν εἰδώλων ἀναμνῆσαι θεραπείας.
 [02169]  Μετὰ ταῦτα κελεύει πάλιν τῷ προφήτῃ κατα λαβεῖν τὰ βασίλεια, καὶ εἰσηγήσασθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ὥστε δικαίως δι κάζειν, καὶ ἀδέκαστον ἐκφέρειν τὴν ψῆφον, τῶν χη ρείαν ὀδυρομένων καὶ πατέρων ἐστερημένων προμη θεῖσθαι σπουδαίως, καὶ μιαιφονίας ἀπέχεσθαι, καὶ φεύγειν τὴν προτέραν ἀσέβειαν·
 [02446]  Αὐτίκα τοί [81.637] νυν κελεύεται λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρὸς Κυρίου, καὶ ποτίσαι σύμπαντα τὰ ἔθνη, Πὸς ἃ ἐγώ σε, φησὶ, ἐξαποστελῶ πρὸς αὐτά.
 [03029]  Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα προστεθεικὼς, καὶ τῶν ἐν Αἰγύπτῳ γεγενημένων μνημονεύσας θαυ μάτων, καὶ τῶν μετὰ τὴν ἐκεῖθεν ἀπαλλαγὴν παρα σχεθεισῶν δωρεῶν, καὶ μέντοι καὶ τῆς τῶν εὐεργετη θέντων ἀχαριστίας, πυνθάνεται, τί δή ποτε τῶν πο λεμίων προκαθημένων, καὶ τὴν πόλιν πολιορκούντων, καὶ τῶν ἔνδον ὑπὸ τοῦ λιμοῦ καὶ λοιμοῦ φθειρομέ νων, ἀγρόν μοι προσέταξας πρίασθαι, καὶ τὴν περὶ τούτου λαβεῖν συγγραφὴν, ἀναστάτου γιγνομένης τῆς πόλεως;
 [03426]  Ἐν τοίνυν τῇ Τάφνας (πόλις δὲ αὕτη τῆς Αἰγύπτου) προστάτ τεται ὁ προφήτης λίθους λαβεῖν, καὶ τούτους πρὸ τῶν πυλῶν κατακρύψαι τῶν βασιλείων, τῶν Ἰου δαίων ὁρώντων, καὶ ταῦτα προαγορεῦσαι.
 [03762]  καὶ οὐκ ἀποχρήσει αὐτοῖς τὰ ἐν τοῖς ἀγγείοις λαβεῖν, ἀλλὰ καὶ ταῦτα συντρίψουσι.
 [04005]  Ἐμὰς, φησὶ, πόλεις καὶ κώμας λαβεῖν ἐπεχείρησε·
 [05211]  Ὅτι ἔσονται ἄχρηστοι, ὡς κεράμιον συντριβὲν εἰς λεπτὰ ἐν οἷς οὐκ ἔστιν ὕδωρ ἀρύσασθαι, ἢ πῦρ λαβεῖν ἀπὸ καύστρας.
000-00-00 Serial Number=0994164705
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00012]  Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προ θυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ' ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες.
 [01552]  Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν·
 [01759]  ἀλλὰ κόρον λαβεῖν τῆς ἀγάπης οὐκ ἀνεχόμενος·
 [02507]  Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν.] Οὐκ ἔστι γὰρ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, [80.1017] καὶ δοῦναι τοῖς κυναρίοις.
 [03296]  Τοῦτο δὲ, φησὶ, ποιήσας, οὐκ ἐάσει λοιπὸν χώραν λαβεῖν τὴν ἀσέ βειαν, ἀλλ' εἰς αἰῶνα βασιλεύσει.
 [03489]  Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
 [03771]  Εἶτα εἰρηκὼς ὅτι ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν, ἱκετεύει λαβεῖν ἰσόμετρον τῇ ἐλπίδι τὸν ἔλεον.
000-00-00 Serial Number=0466461599
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00992]  καὶ τοσαύτην ἀγωνίαν συνεχώρησεν ἡ θεία φύσις τὴν ἀνθρωπείαν λαβεῖν, ὡς ἱδρῶσαι μὲν αἵματος θρόμβους, ὑπ' ἀγγέλου δὲ στηριχθῆναι, καὶ νικῆσαι τὸ δέος.
 [01001]  Θαυμάσαι δὲ ἄξιον τὸν μέγαν ∆αβὶδ, περιστερᾶς καὶ οὐκ ἄλλου ὀρνέου πτέ ρυγας λαβεῖν ἐθελήσαντα.
 [01234]  Ἐπειδὴ γὰρ δυνάμενος ἀνελεῖν τὸν Σαοὺλ, καὶ τῇ σφαγῇ καταλῦσαι τὸν πολέμιον, καὶ τὴν ἡγεμονίαν λαβεῖν, οὐκ ἠνέσχετο, μονονουχὶ πρὸς ἑαυτὸν εἰρηκὼς, Μὴ δια φθείρῃς τῆς ἀμνησικακίας τὴν ἀρετήν.
 [03099]  Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν.
 [03560]  Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμα θηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γε νέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν.
 [04008]  Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσα λὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη.
 [04311]  καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.
 [04409]  Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐερ γεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι' ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας.
000-00-00 Serial Number=0446238399
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02442]  Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰ γύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον·
 [02539]  Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα πόντων.
 [02555]  οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν·
 [02627]  Πρῶτον μὲν γὰρ, τῶν Ἰου δαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ πᾶ σαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν.
 [02985]  Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρ έξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν.
 [03122]  Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται.
 [03189]  Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει.
 [04287]  Ζητεῖ δὲ τρυγῆσαι τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν.
 [04515]  ∆ιὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δι καιωμάτων τὴν γνῶσιν.
 [05059]  καὶ παρακαλεῖ σύνεσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λογίων τὴν γνῶσιν.
 [05094]  ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασιν.
 [05238]  ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶ κον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπο λαβεῖν ἐφιέμενος.
 [05680]  Ἀψευδὴς, φησὶν, ὁ ὑποσχό μενος, καὶ ἀληθείας ὑπάρχει πηγὴ, καὶ τῶν ἀδυ νάτων μὴ πέρας λαβεῖν τὴν ὑπόσχεσιν.
 [06445]  καὶ εὔχεται μηδεμίαν πρόφασιν εἰς ἁμαρτίαν λαβεῖν.
 [07282]  Εἰ γὰρ ἀπὸ [80.1996] φυτῶν, καὶ θηρίων, καὶ ἑρπετῶν, πρόφασιν εἰς εὐ χαριστίαν λαβεῖν προσετάχθημεν, πολλῷ μᾶλλον εἰς τοὺς ἁγίους ἀφορᾷν, καὶ τὸν τούτων Θεὸν ἀνυμνεῖν δικαιότερον.
000-00-00 Serial Number=0504405558
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00083]  Ἀντὶτοῦ, Οὐδὲν πρὸ τούτου μοι προσέταξεν ὁ ∆εσπότης, ἀλλὰ τῶν πρὸς ἐμὲ λόγων ἀρξάμενος, ἐκέλευσέ με γυναῖκα πορνείας λαβεῖν, καὶ τέκνα πορνείας παι δοποιῆσαι.
 [00096]  τῷ δὲ Ἰεζεκιὴλ, ἐπὶ τῆς εὐωνύμου κατακλιθῆναι πλευρᾶς πεντήκοντα καὶ ἑκατὸν ἡμέ ρας προσέταξε, καὶ ἐπὶ τῆς δεξιᾶς τεσσαράκοντα, καὶ φαγεῖν τὸν ἄρτον ἐν βολβίτοις κόπρου ἀνθρω πίνης, καὶ λαβεῖν σκεύη αἰχμαλωσίας, καὶ διορύξαι τὸν τοῖχον, καὶ εἰκόνα διαγράψαι φευγόντων, καὶ οὕτω προαγορεῦσαι τὸν τοῦ Σεδεκίου δρασμόν.
 [00102]  Οὕτω τοίνυν καὶ τὸν μακάριον Ὡσηὲ παρασκευάζει τῶν ὅλων ὁ Κύριος, γυναῖκα λαβεῖν ἀκόλαστον, ἵνα διὰ τοῦ γινομένου, καὶ τοῦ λαοῦ τὴν ἀσέβειαν ἐλέγξῃ, καὶ τὴν οἰκείαν, ἐπιδείξῃ μακροθυμίαν.
 [00355]  Ἐπάλληλα, φησὶν, αὐτοῖς ἐπάξω κακὰ, καθάπερ τοῖς κόρον σιτίου λαβεῖν οὐκ ἐθέλουσι πλείονα προσφέρεται τὰ ἐδέσματα.
 [00391]  ἐν ταύτῃ δὲ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τοὺς ἀπεριτμήτους τοῦ λαοῦ περιέτεμε ταῖς πετρίναις μαχαίραις χρησάμενος ἐν αὐτῇ καὶ τοὺς δώδεκα λίθους ἀπέθετο, οὓς ἐκ μέσου τοῦ Ἰορ δάνου λαβεῖν προσέταξεν ὁ Θεὸς, ἵν' ὦσι μνημόσυνον τῆς γενομένης εὐεργεσίας, καὶ δι' ἐκείνων μάθωσιν οἱ εἰς ὕστερον ἐσόμενοι, ὡς ξηρῷ τῷ πόρῳ χρησά μενος ὁ λαὸς τὴν πάροδον ἐποιήσατο.
 [01648]  Ἐπειδὴ γὰρ περιφανεῖς λίαν καὶ περίβλεπτοι μετὰ τὴν ἐπάνοδον ἐγεγόνεισαν, τοῦ τηνικάδε τῆς οἰκουμένης κρατοῦντος (Κύρος δὲ ἦν ὁ πρῶτος Περσῶν βασιλεύσας), μετὰ δώρων αὐτοὺς καὶ τιμῆς ἁπάσης προπέμψαντος, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι παρεγγυήσαντος, φθόνῳ βαλλόμενοι πλήθη μυρία πανταχόθεν συνήθροισαν, αὔτανδρον λαβεῖν τὴν πόλιν ἐλπίσαντες.
 [01849]  οὐδὲ γὰρ τὴν φύσιν αὐτὴν εἰς νοῦν λαβεῖν ἠβουλήθη, οὐδὲ ὅτι κατὰ ταὐτὸν μίαν ᾤκησαν γαστέ ρα, ἀλλὰ διετέλεσε μιαιφόνον κατ' αὐτοῦ γνώμην ἐπιδεικνύμενος·
 [01890]  λαβεῖν δὲ οὐκ ἠβουλήθησαν εἰς διάνοιαν, ὡς θʹ.
 [01973]  Ὥσπερ γὰρ, φησὶ, λέων ἁρπάσας πρόβατον, καὶ ὅλον καταφαγὼν, μόνα τὰ εἰς βρῶσιν ἄχρηστα καταλιπὼν ἀφίσταται, ἃ λαβεῖν ὁ ποιμὴν ἀναγκάζεται τοῖς τῶν προβάτων ἐπιδεικνὺς κυρίοις, ὡς θηριάλωτον ἐκεῖνο γεγένηται·
 [02394]  οἱ δὲ τὰς ὑποσχέσεις δε χόμενοι, παρανομίᾳ χαίροντες, πέρας λαβεῖν τὰς ὑπο σχέσεις κωλύουσιν.
 [02397]  Ἡμᾶς δὲ εἴη ταῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων εὐχαῖς τὸν ἑαυτῶν βίον κατὰ τοὺς θείους νόμους εὐθύνοντας, καὶ τῇ μεταμελείᾳ τὸν τῶν ἁμαρτημάτων ἀποῤῥίπτοντας ῥύπον, πεῖραν μὲν ἀλγεινοῦ μηδενὸς λαβεῖν·
 [02508]  καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει, λαβεῖν τὸ ποτή ριον προσταχθεὶς, καὶ ποτίσαι πάντα τὰ ἔθνη.
 [02808]  Εἰ γὰρ οὐκ ἔδει, φησὶ, δέξασθαι τὴν τῶν ἁμαρτωλῶν μετάνοιαν, ἐχρῆν γοῦν οἶκτόν τινα λαβεῖν τοσούτων μυριάδων, οἷς διὰ τὸ νέον τῆς ἡλικίας, οὐ τῆς δεξιᾶς καὶ ἀρι στερᾶς χειρὸς ἡ γνῶσις ἐνετέθη.
 [02860]  ἀντὶ δὲ ἀγορῶν καὶ ἀγυιῶν, καὶ οἰκιῶν, τοὺς τῶν ἀμπέλων λαβεῖν ὀρχάτους, ὥστε καὶ σκηνάς τινας τῶν ἀμπέλων τοὺς φύλακας ἐν αὐτῇ καταπῆξαι.
 [02999]  Αὕτη δὲ, φησὶν, ἡ ἐξαπάτη, ἡ παρὰ τῶν δαιμόνων διὰ τῶν ψευδοπροφητῶν ἐν ὑμῖν γινομένη, παρασκευάσει καὶ ὑμᾶς τὰς δέκα φυλὰς εἰς τὴν αἰχμαλωσίαν κατα λαβεῖν·
 [03004]  Εἶτα προλέγει τὰ ὑπὸ Σεδεκίου γε γενημένα, ἃ καὶ ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης προείρηκεν, ἡνίκα σκεύη αἰχμαλωσίας ὑπὸ τοῦ Θεοῦ λαβεῖν προσετάχθη, καὶ διὰ τῶν πραγμάτων προ αγορεῦσαι τὴν ἐκείνου τοῦ βασιλέως φυγήν.
 [03190]  Καὶ τοῦτο δὲ οἱ νῦν Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ λαβεῖν τετολμήκασι, προφανῶς τῇ ἀληθείᾳ μαχόμενοι.
 [03622]  Τοῦτο, οὐχ ὥς τινες ὑπέλαβον, πρὸς τὸν Ἀσσύριόν φησιν, ἀλλ' ἔτι τῷ Ἰούδᾳ προσδιαλέγεται, καὶ παρακελεύεται αὐτὸν περισκοπεῖν τὰς ὁδοὺς, καὶ τοὺς ἀγγέλους καραδο κεῖν, καὶ τὰ παρ' ἐκείνων κομιζόμενα εὐαγγέλια δέ χεσθαι, καὶ ἀντὶ τῆς προτέρας δειλίας ἀνδρείαν ἀνα λαβεῖν.
 [03738]  Φασὶ δὲ καὶ Ἀλέξανδρον, τὸν τῶν Μακεδόνων βασιλεύσαντα πρῶτον, οἱ τὰ ἐκείνου συγγεγραφότες, πρὸς ἐκεῖ νον δραμεῖν, καὶ χρησμοὺς ἐκεῖθεν λαβεῖν.
 [03968]  Ἅδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμ πίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν.
 [03974]  θρηνήσει δὲ αὐτὸν, ἐξ ἀλλοτρίων κακῶν τὴν περιουσίαν αὔξοντα, καὶ κό ρον λαβεῖν οὐκ ἐθέλοντα, ἀλλὰ τῷ δασμῷ καὶ τῷ φόρῳ τοὺς ἀρχομένους βαρύνοντα·
 [04211]  Ἄτοπον δὲ ᾠήθην, τῆς ἀληθείας κρατού σης, καὶ τῆς σκιᾶς ὑπὸ τοῦ σώματος καλυφθείσης, εἰς ἕτερα τὴν προφητείαν λαβεῖν, μηδὲ παντελῶς ἐκείνοις ἁρμόττουσαν.
 [04857]  ἐκεῖ νοι δὲ τὴν ἐντεῦθεν ἄδειαν εἰληφότες, κόρον λαβεῖν τῶν κατ' αὐτῆς κακῶν οὐκ ἠθέλησαν·
 [05194]  Μετὰ ταύτας τὰς θεωρίας, ὁ προφήτης κελεύεται τὰ κομισθέντα παρὰ τῶν αἰχ μαλώτων δῶρα λαβεῖν, ἀλλ' οὐχ ἁπλῶς παρὰ πάν των, ἀλλὰ παρὰ τῶν ἀρχόντων, καὶ παρὰ τῶν χρη σίμων αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν.
 [05197]  Κελεύεται δὲ καὶ εἰς τὸν οἶκον εἰσελθεῖν Ἰωσίου τοῦ Σοφονίου, τοῦ νῦν ἥκοντος ἐκ Βαβυλῶ νος, καὶ λαβεῖν ἀργύριον καὶ χρυσίον, καὶ στέφανον ἐκ τούτων κατασκευάσαι, καὶ τὴν τοῦ ἀρχιερέως Ἰησοῦ κεφαλὴν ταινιῶσαι, καὶ τοὺς θείους αὐτῷ λόγους διαπορθμεῦσαι, καὶ εἰπεῖν·
 [05577]  ἑλομένῳ λαβεῖν τὴν τοῦ δούλου μορφὴν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ τῶν ἀνθρώπων τὴν φύσιν.
 [05658]  ἐπειδὴ δὲ λαβεῖν αὐτοὺς ἐκεῖνοι οὐκ ἠβουλήθησαν, ῥίψας αὐτοὺς ἀνεχώρησε, τὸν δίκαιον τῆς ἀδικίας μισθὸν, τὴν ἀγχόνην φημὶ, παρὰ τοῦ κριτοῦ τῆς ἀδικίας τοῦ διαβόλου δεξάμενος.
 [06003]  ἀλλὰ καὶ τοῦ πατρὸς τοῖς τῆς φύσεως νόμοις ἀκολουθοῦντος, καὶ τῷ Ἡσαῦ δοῦναι τὰ πρωτοτόκια φιλονεικοῦντος, τὸν Ἰακὼβ ἀντ' ἐκείνου τὰ πρεσβεῖα λαβεῖν ᾠκονόμησα.
000-00-00 Serial Number=0774911404
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00420]  χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλογίαν θεωρεῖν βουλόμενον τὸν ὑπὲρ τὴν φύσιν ὄντα, ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας, τὰ ἁρμόττοντα τῷ διὰ τῆς ἀναλογίας θεωρουμένῳ.
 [00527]  Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύ πτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτή σαντος, τοῦ νόμου μὴ παρακουομένου·
 [01371]  καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου, τοῦτον ἐθανάτωσεν ὁ θεὸς διὰ τὸ εἶναι τέκνα μοι χῶν ἀτέλεστα, τοὺς δὲ μετὰ τοῦτον γεννηθέντας οὐκ ἐθανάτωσε διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἔννομον.
 [01419]  ἃ δὲ προσέταξε τῷ Ἁβραὰμ λαβεῖν ζῷα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριόν, ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προ σήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτων θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκεν προμηνυτικῆς τῶν ἐσομένων·
 [01486]  Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας·
 [01797]  οὐ χρὴ οὖν ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν τοῦ περὶ τοῦ ἐνδύματος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύμα τος αὐτοῦ.
 [02028]  μετανοεῖν δὲ καὶ τῶν ἐπταισμένων λαβεῖν τὴν συγχώρησιν εὐχῆς καὶ βουλή σεως ἐκτὸς ἀδύνατον.
000-00-00 Serial Number=0315871894
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01186]  ἐκείνῃ τῇ προρρήσει πιστεύουσα, πάντα ἐκίνησεν πόρον, ὥστε τὸν Ἰακὼβ τὴν πατρικὴν εὐλογίαν λαβεῖν.
 [01387]  παιδοποιΐας τὰς ἀφορμάς, ἐπειδὴ προφανῶς λαβεῖν αὐτὰς ἐκωλύετο.
 [01886]  οὓς ἐχρῆν συνιδεῖν, ὅτι πεῖσαι τὸν κηδεστὴν βουλόμενος, ὡς οὐ καταφρονήσει τῆς γυναικὸς οὐδὲ ἑτέραν αὐτῆς προτιμήσει, λαβεῖν αὐτὴν ἠναγκάσθη, ἀλλ' οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι.
 [01984]  ἠβουλήθη τοίνυν μισθὸν αὐτοὺς τῶν πόνων λαβεῖν ὁ δεσπότης Θεός.
 [02003]  παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵν' ὅταν εἰσέλθῃ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν ἑβραίων τὰς οἰκίας.
 [02005]  κελεύει τοί νυν αὐτοῖς λαβεῖν οὐ μόνον ἐκ τῶν προβάτων ἄρνας ἐνιαυσίους, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους·
 [02009]  παρεγγυᾷ δὲ τοῦτο λαβεῖν τῇ δεκάτῃ τοῦ πρώτου μηνός, ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς·
 [02781]  εἶθ' οὕτως ὑπὲρ τῆς πλημμελείας κριὸν πεντήκοντα σίκλων ἄξιον προσενεγκεῖν εἰς ἱερουργίαν, καὶ οὕτως λαβεῖν τῆς ἁμαρτίας τὴν ἄφεσιν.
 [03021]  καὶ ταῦτα μὲν ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν, ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ δύο τράγους περὶ ἁμαρτίας λαβεῖν, καὶ ἕνα κριὸν εἰς ὁλοκαύτωμα.
 [03069]  οὐ γὰρ ἂν εἴπερ ἔνδον ἦν, εἰς τὸ πυρεῖον τοὺς ἄνθρακας λαβεῖν ἐκελεύσθη, καὶ τοῦτο εἴσω τοῦ καταπετάσματος ἐμβαλεῖν τὸ θυμίαμα.
 [03750]  τινὲς δέ φασιν ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν, εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς λευΐτας ὡς οὐ βούλεται αὐτοὺς κλῆρον λαβεῖν, ὡς τὰς ἄλλας φυλάς·
 [03928]  μετὰ γὰρ τὸ λαβεῖν τὴν χάριν τοῦ πνεύματος, τότε τοῦ βαπτίσματος ἠξιώθησαν.
 [04148]  εἶτα ἀπαγορεύσας τὸ ἐν παν τὶ τόπῳ τὰς θυσίας προσφέρειν, εἰ κρεῶν μεταλαβεῖν ἐπιθυμήσαιεν, μετα λαβεῖν συνεχώρησεν, ἐν αἷς κατοικοῦσι πόλεσι, τοῦ μὲν ἱερέως θύοντος, τοῦ δὲ αἵματος εἰς τὴν γῆν ἐκχεομένου.
 [04228]  τούτου χάριν προσέταξε καιρὸν αὐτὴν τοῦ πένθους λαβεῖν τριάκοντα ἡμέρας, εἶθ' οὕτω τοῦ πένθους ἀπαλλαγεῖσαν, μεταλαχεῖν τῆς γαμικῆς ὁμιλίας.
 [04236]  ΞΞΙ Τί δήποτε τὸν νεοττοὺς ὀρνίθων εὑρηκότα, τούτους μὲν κελεύει λαβεῖν, τοὺς δὲ γεγεννηκότας ἀφεῖναι;
 [04838]  ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόρ ρησιν πέρας λαβεῖν.
 [04986]  εἰκὸς δὲ τότε μὲν προρρηθῆναι τὴν τούτων ἀναίρεσιν, ὕστερον δὲ λαβεῖν τὴν πρόρρησιν τέλος.
000-00-00 Serial Number=0573056340
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00681]  Πῶς ἠνέσχετο τῶν ἀφιερωμένων ἄρτων μετα λαβεῖν ὁ ∆αβίδ;
 [01059]  Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς [80.604] παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνε λεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν.
 [01078]  Τοῦ νόμου διαγορεύοντος, τὴν ἀφισταμένην τοῦ ἀνδρὸς γυναῖκα, καὶ ἑτέρῳ συναπτομένην, μὴ ἐπανιέναι πρὸς τὸν πρότερον ἄνδρα, πῶς ὁ μακάριος ∆αβὶδ ἠνέσχετο τὴν Μελχὸλ πάλιν λαβεῖν γημαμένην ἑτέρῳ;
 [01176]  Εἰκὸς τοίνυν ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γενέσθαι παράταξιν, καὶ λαβεῖν ἐκ τούτων τὴν ἐπωνυμίαν τὸν τόπον.
 [01878]  ταῦτα δὲ εἰπὼν ὁ προφήτης τῷ προφήτῃ καὶ βασιλεῖ, ἤπειξε λαβεῖν τὴν ἀπόκρισιν·
 [02413]  Ἀχιὰ γὰρ ὁ προφήτης ὁ Σι λωνίτης διελὼν τὴν ἀμπεχόνην εἰς δυοκαίδεκα μόρια, δέκα λαβεῖν προσέταξε τῷ Ἱεροβοάμ.
 [02582]  Καὶ γὰρ Ὠσηὲ πόρνην μὲν προσετάχθη λαβεῖν, εἰς ἔλεγχον τῆς προφανοῦς ἀσεβείας τῶν δέκα φυλῶν·
 [03216]  Ὁ δὲ θαυμάσιος [80.760] ἐκεῖνος ἀνὴρ, καὶ αὐτὴν τοῦ Ἰσραὴλ τὴν γῆν ἡγιᾶ σθαι πιστεύων, ἠξίωσε δύο γόμους ἡμιονικοὺς ἐκ ταύτης λαβεῖν, ὥστε ἐπὶ ταύτης μόνῳ προσ φέρειν τῷ ∆εσπότῃ Θεῷ τὰς νενομισμένας θυσίας.
 [04237]  Καὶ νῦν γενέσθω ὁ φόβος Κυρίου ἐφ' ὑμᾶς, καὶ φυλάσσετε, καὶ ποιεῖτε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ὑμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»