Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λόγῳ [278]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λόγῳ


000-00-00 Serial Number=0520412803
Commentaria in Isaiam Ante [Go Back]  
 [01523]  Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
 [01643]  οὐ συμφωνοῦσι δὲ τῷ λόγῳ οἱ τῶν τόπων αὐτόπται.
 [02219]  Εἰ δὲ καὶ ἀριθμόν τις βούλεται ὡρισμένον εἶναι τὸν τῶν πέντε πόλεων ἀριθμόν, οὐδὲ οὕτως ψεῦδος περιθήσει τῷ λόγῳ·
 [03254]  Ταῦτα καὶ κοινὴν ἔχει κατηγορίαν κατὰ τῶν οἰομένων λήσειν τὸν τῶν ὅλων ἔφορον ὀφ θαλμὸν καὶ ἰδίαν γραμματέων καὶ Φαρισαίων, οἳ δόλῳ χρησάμενοι συνεργῷ πολλὰς ἐρωτήσεις τῷ σωτῆρι προσέ φερον πειρώμενοι, ᾗ φησιν ὁ εὐαγγελιστής, παγιδεῦσαι αὐτὸν ἐν λόγῳ, ἀλλὰ καὶ συμβούλιον πολλάκις ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.
 [03285]  Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ [21καὶ] οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ.
 [03393]  Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγογγύσατε καὶ πεποιθότες ἐγένεσθε ἐν τῷ λόγῳ τούτῳ, [13διὰ] τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα·
 [03436]  Ἔοικε ταῦτα τῷ εὐαγγελικῷ λόγῳ ὃν ὁ κύριος ἔφη·
 [03497]  Ῥᾴδιον γάρ μοί φησι καὶ φλογὶ παραδοῦναι καὶ κεραυνοὺς καὶ πρηστῆρας ἐπαγαγεῖν καὶ λίθους ἀφεῖναι χαλάζης, ἀλλὰ τῆς δυνάμεως δεικνὺς τὴν ὑπερβολὴν λόγῳ μόνῳ ποιοῦμαι τὸν ὄλεθρον·
 [03499]  Ἀρκεῖ μοι καὶ ὁ λόγος εἰς τιμωρίαν καὶ μαρτυρήσει τῷ λόγῳ τὸ ἔργον.
 [03836]  «Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.».
 [04705]  Καὶ μαρτυρεῖ τῷ λόγῳ τὸ τέλος·
 [05183]  λόγῳ γὰρ καὶ τὴν κτίσιν παρήγαγον.
 [05334]  Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα·
 [05844]  Ὅρκῳ βεβαιοῖ τὴν πρόρρησιν ὁ δεσπότης πείθων τοὺς ἀπειθεῖς ὡς ἀκο λ ουθήσει τῷ λόγῳ τὸ ἔργον.
 [06223]  Αὐτίκα δὲ τοῦτο ποιήσω καὶ ἐπιθήσω τῷ λόγῳ τὸ πέρας.
 [07778]  Οὐ τῆς ὑμετέρας δέομαι συνεργίας ὁ ταῦτα πάντα τεκτη νάμενος λόγῳ καὶ οὐ διὰ τὴν ἐμαυτοῦ χρείαν ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν πεποιηκώς.
000-00-00 Serial Number=0228659689
De incarnatione domini Ante [Go Back]  
 [00272]  τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας·
 [00312]  καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον·
 [00504]  Ἐκεῖ θεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρ ειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δεί κνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι' ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων ἐπίβουλον ὀμμά των θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρη ται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι·
000-00-00 Serial Number=0261816978
De providentia orationes decem Ante [Go Back]  
 [00009]  Εἰ δὲ καὶ παῖδας πατέ ρων, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολίτας, καὶ βασιλέων δορυφόρους προκινδυνεύειν ἡ φύσις διαγο ρεύει, πολλῷ μᾶλλον ὁσιώτερόν τε καὶ δικαιότερον τοῦ Θεοῦ, τοὺς ὑπὸ τοῦ Θεοῦ καὶ γεγενημένους καὶ σεσωσμένους μὴ λόγῳ μόνον ὑπερμαχεῖν, ἀλλὰ καὶ θάνατον αἱρεῖσθαι τὸν ἔσχατον.
 [00027]  Ἡ μὲν γὰρ ποιητικὴ φάλαγξ, εἰς πολλὰ τὸ Θεῖον τῷ λόγῳ καταμερί σασα, καὶ τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κε ράσασα, καὶ οἷόν τινα κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν.
 [00051]  Οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ, ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου.
 [00054]  Καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως.
 [00068]  Ἡμεῖς δὲ ἐξ αὐτῆς τῆς βαλβίδος τῶν ἀντιπάλων πυθώμεθα, τί δήποτε τῷ τῆς προνοίας ἀντιλέγουσι λόγῳ, καὶ ταῦτα ποιητὴν αὐτῶν εἶναι φάσκοντες.
 [00085]  Ἀλλ' ὅμως καὶ παθητὴν ἔχων καὶ φθαρτὴν τὴν οὐσίαν, ἔμεινεν οἷός περ ἦν, τῷ τοῦ πε ποιηκότος κατεχόμενος λόγῳ.
 [00098]  ἀλλ' ἐκ γειτόνων ἀλλήλοιν οἰκοῦντες, τὰς πολεμίας κρύπτουσιν ἐνεργείας, καὶ τῷ τοῦ πεποιηκότος λόγῳ πεισθέντες, τὴν δι' αἰῶνος φιλίαν ἐσπείσαντο, καὶ ταῦτα ἄψυχα ὄντα, καὶ νοῦν κυβερνήτην οὐκ ἔχοντα, ἀλλ' ὅμως μένει τὸν ἐξ ἀρχῆς ὅρον φυλάττοντα.
 [00116]  Οὕτω τῶν ὑδάτων τὴν φύσιν, ῥοώδη τε καὶ χαύνην οὖσαν, ἄγει καὶ φέρει μετέωρον, καὶ κάτωθεν ἀνέλκων, μέσην οὐρανοῦ καὶ γῆς ἵστησιν, ἐπ' οὐδενὸς ἐρηρεισμένην, ἀλλὰ λόγῳ μόνῳ ᾐωρημένην καὶ κρεμαμένην.
 [00155]  Ἀλλὰ τὴν περὶ τούτων ἀπολο γίαν ἐν τῷ περὶ τῶν θηρίων ἀναμενέτω λόγῳ·
 [00189]  Ἀρχομένου μὲν γὰρ χειμῶνος, σπέρ ματα καταβάλλομεν, ὁ δὲ ταύτην ἡμᾶς διδάξας τὴν τέχνην, τρέφει ταῦτα, ὕων ἐκ νεφῶν, καὶ τὸ θαλάτ τιον ὕδωρ ἀνέλκων τῷ λόγῳ, καὶ μετέωρον ἄγων, καὶ τὴν ἁλμυρὰν ἐκείνην εἰς γλυκεῖαν μεταβάλλων ποιό τητα, καὶ τὰς ψεκάδας διακρίνων, καὶ νῦν μὲν σμι κρὰς ἀφιεὶς, νῦν δὲ μεγάλας καὶ κρουνηδὸν φερομέ νας, καὶ οἷόν τινι κοσκίνῳ διαιρῶν τῶν νεφῶν τὰς ὠδῖνας.
 [00253]  Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρω ρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφά νειαν·
 [00325]  Οἶδα γάρ σου τὰς ἀντιθέ σεις, ἐγὼ δὲ οὔτε ταύτας τῷδε τῷ λόγῳ προσ θήσω, οὔτε τὰς λύσεις προσαρμόσω.
 [00368]  Λογικὸν γὰρ ἐργασά μενος, πεποίηκε πρόσφορα τῷ λόγῳ τὰ ὄργανα.
 [00452]  Ἀλλ' ἐκείνων τὴν μνήμην ἐν τῷ μετὰ ταῦτα ποιησόμεθα λόγῳ·
 [00571]  Τὸ μὲν γὰρ στόμα, καὶ λόγῳ διακονεῖν, καὶ τροφὴν ὑποδέχεσθαι, καὶ παραπέμ πειν τῇ γαστρὶ πεπιστευμένον, πλησίον ἔθηκε τῶν ὀμμάτων·
 [00657]  Τὰς ἄλλας τοίνυν ἁπά σας καταλιπὼν, ἐπὶ τὴν γραμματικὴν βαδιοῦμαι τέχνην τῷ λόγῳ, ἣ τῶν ἄλλων ἐστὶ λογικωτέρα, καὶ ἐμπρέπουσα τῷ ζώῳ τῷ λογικῷ.
 [00665]  Καὶ ἀργεῖ μὲν ἡ γλῶττα, τὸ πρῶτον ὄρ γανον τοῦ λόγου, ὑπουργεῖ δὲ τῷ λόγῳ ἡ δεξιὰ, καὶ μεταχειριζομένη τὸν κάλαμον, ἐγχαράττει τῷ χάρτῃ τὴν πρὸς τὸν φίλον διάλεξιν·
 [00723]  Κατηγορεῖ τοίνυν τῶν λόγῳ τετιμημένων τὰ φυσικὰ τῶν ἀλόγων πλεονεκτήματα.
 [01130]  Περὶ μὲν οὖν πλούτου καὶ πενίας, καὶ τῆς ἐν τούτοις δοκούσης ἀνωμαλίας, ἀποχρώντως ἐν τῷ πρὸ τοῦδε λόγῳ διεξήλθομεν, καὶ ταύτης καὶ τούτου δεικνύντες τὸ χρήσιμον.
 [01259]  Ἀπεδείξαμεν τοίνυν, ὡς μίαν ἐξ ἀρχῆς ὁ Ποιητὴς ἐδημιούργησε φύσιν, καὶ ταύτην αὐτεξουσίας λόγῳ τετίμηκεν·
 [01337]  καὶ μετὰ πόνου τὸ ὕδωρ ἀνιμωμένη, λογικῶν καὶ ἀλόγων θε ραπεύει τὸ δίψος, ἀνδρίαν ὁμοῦ καὶ φιλανθρωπίαν ἐπιδεικνυμένη, καὶ τῆς ἐν τῷ λόγῳ τῆς εὐχῆς ζω γραφηθείσης κόρης ἀρχέτυπον φαινομένη, καὶ τῆς Ἀβραμιαίας οἰκίας ἀξία δεικνυμένη, καὶ τῷ φιλοξένῳ κηδεστῇ συνομολογοῦσαν κεκτημένη τὴν γνώμην.
 [01465]  Καὶ οὐδὲ τῆς ἀνάγκης καλεσάσης, τὴν τῶν ἀδελ φῶν ἐγύμνωσε πονηρίαν, ἀλλὰ πρόσωπον ὑποδεικνύει τὸ τῆς κλοπῆς δρᾶμα, καὶ τοὺς ἔργῳ δοῦλον πεποιη κότας, λόγῳ παροινεῖν οὐκ ἀνέχεται, ἀλλ' αἰδοῖ τῆς φύσεως συγκαλύπτει τὴν ἀδικίαν·
 [01586]  Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συν έπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκά λους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν.
 [01646]  Ταῦτα τοίνυν τοῖς φιλομαθέσι καταλιπὼν ἐρευνᾷν, ὡς μῆκος ἄπει [83.724] ρον ἐμποιοῦντα τῷ λόγῳ, ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τοῦ λόγου.
 [01798]  Ὁ ταῦτα λόγῳ πεποιηκὼς, ῥᾷον κἀκ τούτων πολλῷ τὴν τοῦ σώματος ἀνίστησι φύσιν·
 [01811]  καὶ κατὰ μέρος δὲ τῷ προειρημένῳ τρέφει λόγῳ, καὶ τήν τε καλάμην εἰς ὕψος παραπέμπει, καὶ τὸν μὲν ἄσταχυν ἐκφέρει, κεκρυμμένον ἔχοντα τὸν καρπὸν, οἷον δέ τινας δορυφόρους τοὺς ἀνθέρικας περι κείμενον.
 [01878]  Μὴ δυσχεράνωμεν, ὦ φιλότης, ἀλλὰ πι στεύσωμεν αὐτοὺς μὲν καλῶς ἀγωνίζεσθαι τῆς καρ τερίας τὸν ἆθλον, ἀνακηρύττεσθαι δὲ διὰ τούτου εἰς τὸν προσδοκώμενον βίον, ὡς ἐν τῷ πρὸ τοῦδε διεξ εληλύθαμεν λόγῳ·
 [01889]  Τοῖς φιλομαθέσι τοίνυν καταλιπὼν τὴν τῆς ἱστορίας ἀνάγνωσιν, καὶ καταμαθεῖν ἀκριβῶς τὴν τούτου καὶ τὴν ἐκ τούτου ἀνδρίαν, καὶ καρτερίαν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, φιλοπονίαν τε καὶ φιλοθεΐαν, καὶ ἁπαξαπλῶς τὸ ὕψος τῆς ἀρε τῆς, ἐπὶ τοὺς τῆς Νέας ∆ιαθήκης βαδιοῦμαι τῷ λόγῳ.
 [01913]  Οὐδὲ γὰρ οὕτως αὐτοῦ δείκνυσι τὴν ἀμέτρητον ἀγαθότητα οὐρανὸς, καὶ γῆ, καὶ θάλαττα, καὶ ἀὴρ, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, καὶ πᾶσα ἡ ὁρωμένη καὶ ἀό ρατος κτίσις, λόγῳ μόνῳ δημιουργηθεῖσα, μᾶλλον δὲ ἅμα τῷ βουληθῆναι τῷ λόγῳ φανεῖσα, ὡς τὸ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, (τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς ὑποστάσεως, τὸν ἐν ἀρχῇ ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, δι' οὗ τὰ πάντα ἐγέ [83.748] νετο), τὴν τοῦ δούλου λαβόντα μορφὴν, ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι, καὶ σχήματι ἀνθρώπου εὑρεθῆ ναι ὡς ἄνθρωπον, καὶ ἐπὶ τῆς γῆς ὀφθῆναι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, καὶ τὰς ἀσθενείας ἡμῶν λαβεῖν, καὶ τὰς νόσους βαστάσαι.
 [01974]  Γραφικῷ δὲ λόγῳ κατατοξεύει τὸν τύραννον, καί φησι·
 [01983]  Καὶ οἶνον μὲν ἐξ ὕδατος κλημάτων δίχα καὶ γῆς δημιουργήσας, ἐκ πέντε δὲ ἄρτων πολλὰς χιλιάδας κορέσας, καὶ λόγῳ χωλοὺς μὲν ἀρτίποδας ἀποφήνας, λεπρῶν δὲ τὴν λέ πραν ἀποξέσας, καὶ χεῖρας ἀργὰς γοργοὺς ἐργασάμε νος, καὶ ὀφθαλμοῖς τὸ βλέπειν ἀφῃρημένοις ὑγειᾶ τὴν αἴσθησιν δωρησάμενος, καὶ τάφους ἀνοίξας, καὶ πεπεδημένον καὶ δυσώδη νεκρὸν τρέχοντα δείξας, φεύγοντα μὲν τοῦ θανάτου τὰς χεῖρας, πρὸς δὲ τὸν καλέσαντα ∆ημιουργὸν ἐπειγόμενον, καὶ μήθ' ὑπὸ τῶν τοῦ θανάτου πυλῶν, μήθ' ὑπὸ τῶν δεσμῶν κατ εχόμενον.
000-00-00 Serial Number=0376151264
De sancta trinitate Ante [Go Back]  
 [00008]  Τούτου γὰρ χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χο ρὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκό τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα βάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ·
 [00014]  μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα, μὴ ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποβάλ λων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν ἀπαιτῶν·
 [00054]  ταῦτα δὲ πάντα, καὶ τὰ ἐν τούτοις, ὁ Θεὸς [75.1153] Λόγος εὐδοκίᾳ τοῦ Πατρὸς ἐδημιούργησε λόγῳ.
000-00-00 Serial Number=0329229951
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00013]  βοᾷ δὲ τὰ πράγματα μαρτυ ροῦντα τῷ λόγῳ.
 [00181]  ∆ιεκόσμησε μὲν τῷ λόγῳ τῶν ἀνθρώπων τὴν φύσιν ὁ τῶν ὅλων θεός·
 [00351]  Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλο σοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέ μενος.
 [00408]  καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται.
000-00-00 Serial Number=0769249260
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00032]  Ὑπέθεσθε τῷ λόγῳ δυσσεβῆ δικαστήν, αἵρεσιν δεδωκότα δύο τισὶν ἀθληταῖς εὐσεβείας, ὥστε δυοῖν θάτερον δρᾶσαι, ἢ θῦσαι δαίμοσιν, ἢ σφᾶς εἰς τὸ πέλαγος ῥῖψαι·
 [00036]  Οὕτω ταῦτα τῷ λόγῳ διασκευάσαντες, ἤρεσθε πότε ρος αὐτοῖν ἄμεινον δεδρακέναι δοκεῖ.
 [00042]  ἀλλ' ὑπέδειξε τὴν σαργάνην τῷ λόγῳ καὶ τὸ τεῖχος καὶ τὴν θυρίδα, αὐχῶν ἐπὶ τούτοις καὶ σεμνυνόμενος.
 [00212]  Ἀρκεῖ δὲ καὶ μόνος ὁ θεοφιλέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, πᾶσαν τῇ πιστοτάτῃ σου ψυχῇ παραψυχὴν πραγματεύσασθαι καὶ λόγῳ καὶ ἔργῳ καὶ θέᾳ καὶ κοινωνίᾳ φροντίδων καὶ τῇ πνευματικῇ αὐτοῦ καὶ θεοσδότῳ σοφίᾳ, δι' ἧς κατευνασθήσεσθαι πιστεύω τῆς ἀθυμίας τὴν ζάλην.
 [00754]  Πολλῷ δὲ δήπουθεν δικαιότε ρον τοὺς τῷ λόγῳ τετιμημένους πάντοθεν καρποῦσθαι τὴν ὠφέλειαν.
 [01025]  ∆ιὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέ θεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίε ται.
 [01555]  Ψυχαγωγεῖ δὲ ἡμᾶς τὰ τῶν ἁγίων παθήματα προφητῶν, ἀποστόλων, μαρτύρων καὶ τῶν ἐν ταῖς Ἐκκλησίαις διαπρεψάντων ἐν τῷ λόγῳ τῆς χάριτος·
 [02354]  Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν.
 [02361]  Εἰ δέ τινες ἀντιλέγουσι τῷδε τῷ λόγῳ, ἔρεσθε αὐτούς, εἰ δύναται ψεύσασθαι ὁ τῶν ὅλων Θεὸς τῆς ἀληθείας ὁ νομοθέ της·
 [02646]  Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ .
000-00-00 Serial Number=0988925219
Eranistes Ante [Go Back]  
 [00565]  καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὑτοῦ καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ.
 [00568]  ἡ δὲ λόγῳ γινομένη τοῦ ἀσεβοῦς ἀναίρεσις καὶ τῆς γῆς ἐπὶ τὸ κρεῖττον μετάθεσις τὸ παντοδύναμον αἰνίττεται τῆς θεότητος.
 [00689]  Λέγει δὲ ταῦτα ἐν τῷ περὶ πίστεως λόγῳ·
 [00789]  Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ' ἀτιμάζοντας τὴν σάρκωσιν τῆς καθαρᾶς γεννήσεως τοῦ λόγου τοῦ θεοῦ, καὶ ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς θεὸν ἀνόδου, καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι λόγῳ τοῦ θεοῦ.
 [00934]  Φαμὲν τοίνυν, ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ᾠκοδομηκέναι ἑαυτῇ οἶκον, τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν τῷ λόγῳ αἰνίσσεται.
 [00960]  Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ.
 [01378]  ἔδει λόγῳ καὶ δίχα πόνου πάντα τεκταίνειν·
 [01604]  {ΕΡΑΝ.} Τῷ μὲν θεῷ λόγῳ ταῦτα προσήκειν φημί·
 [01806]  ἀλλὰ τὴν ἕνωσιν ἐκείνην, καὶ τὴν πολυθρύλητον κρᾶσιν καὶ σύγχυσιν, οὐ διχῆ μόνον, ἀλλὰ καὶ τριχῆ τῷ λόγῳ διέλυσας·
 [02069]  ∆εῖξον τοίνυν ἐκείνους μετὰ τὴν ἕνωσιν διαιροῦντας τῷ λόγῳ τὰς φύσεις.
 [02181]  Πῶς οὖν οἷόν τε τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν;
 [02316]  Τοῦ αὐτοῦ ἐν τῷ βʹ λόγῳ τῷ περὶ υἱοῦ.
 [02486]  Ποίῳ χρήσομαι λόγῳ, ποίοις φθέγξομαι ῥήμασιν, ἀγνοῶ.
 [02496]  Τίς ἂν λόγῳ παραστήσειε τῆς εἰς ἡμᾶς εὐεργεσίας τὸ μέγεθος;
 [02514]  Ἐν τῷ περὶ πίστεως θʹ λόγῳ.
 [02522]  Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ.
 [02538]  [180] Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ.
 [02551]  Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐκθέσεως τῆς πίστεως.
 [02813]  {ΟΡΘ.} Ἀορίστως ἀποφαινόμενος συμπεριλαμβάνεις τῷ λόγῳ καὶ ὅσα προσήκει τῇ τοῦ διαβόλου μερίδι.
 [02946]  {ΟΡΘ.} Καὶ μὴν ἐπί γε τοῦ Ἰσαὰκ καὶ τῶν προφητῶν καὶ τοῦ παραλύτου καὶ τῶν ἄλλων τοῦτο δράσαντες τὴν φυσικὴν τῆς ψυχῆς καὶ τοῦ σώματος οὐκ ἐλύσαμεν ἕνωσιν, οὐδέ γε ἀπὸ τῶν οἰκείων σωμάτων τὰς ψυχὰς ἐχωρίσαμεν, ἀλλὰ τῷ λόγῳ μόνῳ διέγνωμεν, τί μὲν ἴδιον ψυχῆς, τί δὲ σώματος.
 [03030]  τοῦ δὲ υἱοῦ τοῦ θεοῦ τὸ πάθος ἀκούοντας, μὴ οὕτω ποιεῖν, ἀλλὰ τοῦ μὲν σώματος, ᾧ προσήκει τὸ πάθος, ἥκιστα μνημονεύειν, τὴν δὲ θείαν φύσιν, τὴν ἀπαθῆ καὶ ἄτρεπτον καὶ ἀθάνατον θνητὴν τῷ λόγῳ καὶ παθητὴν ἀποφαίνειν·
 [03250]  Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον.
 [03348]  {ΟΡΘ.} Καὶ ποίας οὐκ ἂν εἴητε ἄξιοι τιμωρίας, τὴν μὲν ψυχήν, ἣ κτιστὴν ἔχει τὴν φύσιν, ἀθάνατον λέγοντες, θνητὴν δὲ τῷ λόγῳ τὴν θείαν οὐσίαν κατασκευάζοντες;
 [03396]  Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ, καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς.
 [03813]  Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστή σας τῷ λόγῳ;
 [03817]  Φανερὰ γὰρ ταῦτα, κἂν μηδεὶς ἑρμηνεύῃ τῷ λόγῳ.
 [03834]  Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκη καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώ πῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ.
 [03840]  Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ.
 [03889]  Αἰδοῦ τοίνυν ἃ μὴ δύνασαι βλάψαι, καὶ τίμησον θεότητα, τῷ τῆς ἀνάγκης συνεχόμενος λόγῳ.
 [04220]  Οἱ μίαν φύσιν θεότητός τε καὶ ἀνθρωπότητος μετὰ τὴν ἕνωσιν γεγενῆσθαι πιστεύοντες ἀναιροῦσι τῷδε τῷ λόγῳ τὰς τῶν φύσεων ἰδιότητας·
 [04387]  Οἱ ζωοποιὸν τοῦ κυρίου τὴν σάρκα προσαγορεύοντες τὴν ζωὴν αὐτὴν θνητὴν τῷ λόγῳ κατασκευάζουσιν.
 [04447]  Ὡς τριστόμῳ γοῦν ἠκονημένῳ ξίφει, Οἱ δυσσεβοῦντες, τοῖς τρισὶ τούτοις λόγοις Βάλλοισθε, καὶ σφάζοισθε, καὶ πίπτοιτέ μοι, Ὅσοι τροπήν, σύγχυσιν, ἀλλὰ καὶ πάθος, Κακῶς προσάπτειν οὐ πτοεῖσθε τῷ λόγῳ, Καὶ σπαρτίον δέ, Σολομὼν ὥς που γράφει, Ἀρραγὲς ὡς ἔντριτον ἡμῖν ἀγχόνης Ἡ τριὰς ἔστω τῶν σοφῶν τούτων λόγων.
000-00-00 Serial Number=0398195684
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00354]  Ἀλλὰ γὰρ φιλονεικῶ ψάμμον ἀριθμεῖν, ἢ ὑετοῦ σταγόνας, ἢ τὴν θάλασσαν κυάθῳ μετρεῖν, τῆς θείας φιλαν θρωπίας ἐφικέσθαι λόγῳ τολμῶν.
 [00897]  ἅμα γὰρ τῷ ἀκοῦσαι πάσας τῷ λόγῳ τὰς αἰσθήσεις προσφέρομεν.
 [01893]  ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ.
 [02258]  Ἐν μὲν οὖν τοῖς πρὸ τούτου ῥητοῖς ὁ νυμφίος τῆς νύμφης τὸ κάλλος τῷ λόγῳ διέγραψε, καὶ χωρὶς μὲν ἕκα στον εὐφήμησε μέλος, κοινὴν δὲ πάλιν τὴν εὐφημίαν προσήνεγκε, καὶ ὡς ἐγκωμίου κατὰ τέχνην συγγραφο μένου, καὶ τὴν σύγκρισιν ἐποιήσατο, παρεξετάσας τὴν νύμφην, καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ πολλῷ τῷ μέτρῳ κρείττονα.
 [02458]  Τὴν γὰρ ἀκολα σίαν αὐτῆς θριαμβεύων, καὶ τὴν πολλὴν αὐτῆς δημο σιεύων ἀσέβειαν, ὡς καὶ ἐν τῷ πρώτῳ λόγῳ διεξελη λύθαμεν, τῷ προφήτῃ φησί·
 [02721]  Καὶ ἵνα δείξῃ πάντων αὐτὴν δυνατωτέραν, καὶ τῶν ὁρωμένων, καὶ τῶν ἀοράτων, τὴν μὴ οὖσαν κτίσιν ἀναπλάττεται τῷ λόγῳ, καὶ ταύτῃ πάλιν παρ εξετάζει, καὶ δείκνυσι ταύτης τὴν περὶ τὸν Θεὸν ἀγάπην ἰσχυροτέραν.
 [02741]  Καὶ ἐπειδὴ μέλλει τῷ μεγάλῳ συνάπτε σθαι βασιλεῖ, καὶ ὥσπερ τεῖχος εἶναι τῆς οἰκίας αὐ τοῦ, οἰκουροῦσα τὰ ἔνδον καὶ φυλάττουσα, καὶ θύρας τύπον ἔχειν φρουρούσης τὰ ἀποκείμενα, οἰκοδομή σωμεν ὡς ἐν τείχει ἐπάλξεις ἀργυρᾶς, τουτέστι λογικὰς καὶ διαλαμπούσας ἐν λόγῳ.
000-00-00 Serial Number=0902989268
Graecarum affectionum curatio Ante [Go Back]  
 [00181]  Καὶ γὰρ ὁ Πυθαγόρας ἐκεῖνος ὁ πολυθρύλητος, ὁ Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, ὁ τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες.
 [00252]  Ὡς ἐγώ, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν οὐδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνοιτο.
 [00253]  ∆ηλοῖ δὲ διὰ τούτων, ὡς λόγῳ χρώμενος ἐξευρεῖν ἐπόθει τὸ ξυμφέρον καὶ οὔ τι νόμον [1.84] εἶχε τὸ τῇ προλήψει δουλεύειν.
 [00299]  τοῦτο δέ γε λόγῳ οὐδεὶς ἂν ἀποδείξαι ποτέ·
 [00306]  οὐδὲ γὰρ περὶ σμικροῦ τινος αὐτοῖς μέτρου γέγονεν ἡ διχόνοια, ἀλλὰ περὶ ἀπείρου, καὶ ὅσον οὐκ ἄν τις παραστήσαι τῷ λόγῳ.
 [00386]  Ὑμεῖς δὲ μεμαθηκότες ὡς ἀναγκαῖον τὸ τῆς πίστεως χρῆμα, τὴν Πυθαγόρειον σιωπὴν ἀγα πήσατε καὶ τὰς ἀκοὰς ἡσυχῇ τῷ λόγῳ παράσχετε, πιστῶς δεχό μενοι τὰ λεγόμενα·
 [00433]  οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσι μον εἶναι·
 [00625]  Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
 [00690]  Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ [2.87] πᾶσα ἡ δύναμις αὐτῶν.
 [00809]  ∆ιὸ δὴ μάλα γε ἁρμοδίως τὸ ἀναλόγως τῷ λόγῳ προστέθεικεν.
 [01026]  Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμα σιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαν τοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυ νούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ ∆ιονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργια ζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον.
 [01045]  Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τούτων κἀκείνων ἡ ποίησις.
 [01330]  ἐπειδὴ δὲ καὶ οἱ τούτων ἄρχον τες ταὐτὸ τοῦτο δρῶσι, καὶ λόγῳ τιμηθέντες κατὰ τοῦ πεποιηκότος λυττῶσι, διὰ δὴ τοῦτο καὶ αὐτοὶ στασιάζονται, ὅπως δι' ὧν πάσχουσι μάθωσιν, ὡς σχέτλιον καὶ παμπόνηρον τὸ παραβαίνειν [4.57] τὴν τάξιν καὶ τοὺς κειμένους ὅρους ἀδεῶς ὑπερβαίνειν.
 [01442]  ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης·
 [01497]  Ξυμφωνεῖ δὲ καὶ ὁ Νικομάχου τῷδε τῷ λόγῳ, καίτοι θνητὴν εἶναι ἀποφηνάμενος τὴν ψυχήν·
 [01652]  Τῷδε μέντοι καὶ Ἕλληνες ξυμφωνοῦσι τῷ λόγῳ.
 [01688]  οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους·
 [01772]  Τού των δὲ εἵνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ, ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς·
 [01793]  Ἀναξαγόρας δὲ καὶ ∆ημόκριτος καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.
 [02052]  καὶ Ξενοφῶντι τῷ Σω κρατικῷ καὶ Ἐπικτήτῳ τῷ Στωϊκῷ καὶ ἄλλοις πλείοσι μάρτυσι δυνάμενος χρήσασθαι καὶ φυσικαῖς ἀποδείξεσιν οἷός τε ὢν δι ελέγξαι τῶν ἀπιστούντων τῷδε τῷ λόγῳ τὴν ἄνοιαν, ἀποχρῆν οἶμαι τὰ ξυνειλεγμένα εἴς γε τὴν τῆς ἀληθείας βεβαίωσιν.
 [02064]  Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν.
 [02079]  Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ καὶ θάλαττα τῆς προτέρας ἀγνοίας ἀπηλλαγμέναι, πεπαυμέ νος τῶν εἰδώλων ὁ πλάνος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ τῆς γνώσεως φωτὸς αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ τοῦ σταυροῦ τὸ σημεῖον γεραίροντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῇ δεδομημέ ναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς σηκοὶ μαρτύ ρων εἰς κάλλος ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρέων κορυφὰς ἁγιάζουσαι καὶ τὰς ἀοικήτους ἐρήμους οἰκίζουσαι.
 [03443]  ἐν μὲν γὰρ τοῖς πρόσθεν εἰρημένοις εἰς μακάρων αὐτοὺς ἀπέπεμψε νήσους, τὰς δὲ τῶν φιλοσόφων οἰκήσεις οὐδὲ λόγῳ ῥητὰς ἔφησεν εἶναι·
 [03481]  [11.47] Ὁποῖα μὲν οὖν τῶν φιλοσόφων τὰ δόγματα, καὶ ὡς οἱ μὲν αὐτῶν τῇ γαστρὶ τὴν εὐδαιμονίαν ἐμέτρησαν, οἱ δὲ καὶ τελειοτέ ρων ἥψαντο λόγων, καὶ οἱ μὲν μέχρι τῶν τάφων ἐνόμισαν εἶναι τῶν ἀνθρώπων τὸν βίον, οἱ δὲ καὶ τὰς τῶν βεβιωμένων ὠνειροπό λησαν ἀντιδόσεις καὶ ὑπέδειξαν, ὡς ἐνῆν τῷ λόγῳ, τὰ φρίκης γέμοντα κολαστήρια, οὐδὲ ταῦτα τῶν μύθων καταλελοιπότες ἐλεύθερα, δι' ὧν εἰρήκαμεν, μεμαθήκατε.
 [03741]  Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ·
 [03793]  Τὸν γὰρ τοιοῦτόν φησι θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα.
 [03866]  Ἃ γὰρ δὴ τῷ Χείρωνι καὶ τοῖς Ἱππημολγοῖς προσεμαρτύρησεν Ὅμηρος, καὶ ἅπερ Ἀνάχαρσις ἔργῳ μετῆλθεν ὁ Σκύθης, ταῦτα λόγῳ παρῄνεσαν οἱ ἐπαινούμενοι ποιηταί.
 [03869]  Τῆς τούτου διδασκαλίας τετύχηκε ∆ιογένης ὁ Σινωπεύς, λόγῳ μὲν καὶ αὐτὸς τὴν φιλοσοφίαν ζηλώσας, ἡδονῆς δὲ δοῦλος γενόμενος καὶ δημοσίᾳ ταῖς ἑταίραις μιγνύμενος καὶ κάκιστον τοῖς θεωμέ νοις προσφέρων παράδειγμα·
 [03881]  Καὶ οἱ Περιπατητικοὶ δὲ λόγῳ μὲν εὐφήμουν τὴν ἀρετήν, ἐκύδαινον δὲ ἔργῳ τὴν ἡδο νήν·
000-00-00 Serial Number=0378293574
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00402]  καὶ τὸ μὲν ἓν μέρος, οἷόν τινα πηγὴν εἶναι μεγά [83.369] λην, εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον.
 [00471]  Τέτταρας γὰρ ἀγεννήτους οὐσίας τῷ λόγῳ διέπλασε·
 [00966]  Μαρτυροῦσι δὲ τῷ λόγῳ πόλεις καὶ κῶμαι τούτων ἀπηλλαγμέναι.
 [01150]  Ἀλλὰ τὸν περὶ τῆς οἰκονομίας λόγον ἐν τῷ μετὰ τοῦτον φυλά ξομεν λόγῳ.
 [01964]  τἄλλα μὲν εἶπε λόγῳ πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν, τὸν δὲ ἄνθρωπον, ταῖς χερσὶ διαπλά σαι.
 [01984]  Τοὺς δὲ Περιπα τητικούς φασι καὶ τὴν ἀθανασίαν τῶν ψυχῶν ἀφαι ρεῖσθαι τῷ λόγῳ.
 [02041]  Χρὴ δὲ διαιρεθῆναι τῷ λόγῳ, τίνα μὲν τῶν τῆς Προνοίας πηδαλίων ἐξήρτηται, τίνα δὲ τῷ τῆς ψυχῆς ἀπονενέ μηται λογικῷ, καὶ τίνα μὲν φυσικὰ, τίνα δὲ ὁμωνύ [83.485] μως καλεῖται, οὐκ ὄντα μὲν, νομιζόμενα δὲ εἶναι κακά.
 [02494]  Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.
 [02510]  Εἰ δὲ καὶ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ταῦτα προὔλεγον οἱ προφῆται, ποίαν οὐκ ἂν εἰκότως τίσαιεν δίκην οἱ μετὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, καὶ τὰ τῶν ἀπο στόλων κηρύγματα, διαπιστοῦντες τῷ λόγῳ τῆς ἀναστάσεως;
000-00-00 Serial Number=0420825481
Historia ecclesiastica Ante [Go Back]  
 [00321]  οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώ πους πάντων εἶναι ἀκατάληπτον πεπιστεύκαμεν.
 [00335]  ὁ μὲν γὰρ θεός, τὰ δὲ πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ' ἑκουσιασμὸν γενόμενα·
 [00465]  Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἧς τὴν τῆς ἀθα νασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι;
 [00549]  Ἤδη δὲ ὁ θεοφιλέ στατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος τοῦ πατρὸς ἀεὶ πατρός, ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος καὶ δυνάμει πάντα ὄντος, ἀεί τε καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος.
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [00613]  πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
 [01115]  οὔτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ τοῦ θεοῦ λόγῳ, οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ ἀλλὰ καὶ τὴν βασιλείαν ἄν αρχον καὶ ἀκατάπαυστον εἶναι τὴν τούτου ἔγραψεν.
 [01178]  οὐ συνιᾶσιν ᾧ λόγῳ εἴρηται ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι .
 [01501]  Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων θεμελιωθεῖσαν ταύτην ὑμᾶς κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ, θεοῦ ἱερεῖς, ὑφ' ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς παι δεύεσθαι.
 [01920]  οἱ δὲ λαβόντες οὔτε ᾤκτειραν ὡς πρεσβύτην οὔτε ᾐδέσθησαν ὡς ἀρετῆς φροντιστήν, ἀλλὰ καὶ βίῳ καὶ λόγῳ τὸν ἄνδρα κοσμούμενον πρῶτον μὲν ᾐκίσαντο, τὸ σῶμα γυμνώσαντες καὶ τοῖς μέλεσιν ἅπασιν ἐπιθέντες τὰς μάστιγας·
 [02350]  ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρ τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν.
 [02538]  ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συρρέοντα πλήθη (ἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν λόγῳ τὰς νόσους ἐξήλαυνεν), εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν.
 [02760]  καθόλου τοίνυν παρὰ πάντων ἀπορούμενοι, ἕνδεκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν [260] ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐ σεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας καὶ τὰ τῆς εὐσεβείας γαλουχη θέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπάραντας ἀρετῇ δυσωποῦντας τὸν ἀντίπαλον, καὶ τὴν Ἀρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αἵρεσιν, ὄργανον ὠμότητος τὸν προειρημένον ἔχοντες, ὑπερορίους πεποιήκασιν ἐν οἰκουμένῃ παρὰ τῶν κυριοκτόνων Ἰου δαίων πόλει, τοὔνομα ∆ιοκαισαρείᾳ.
 [03039]  ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῷ λόγῳ συγκατεληλυθέναι ἔφη σεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα.
 [03142]  παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας καὶ [288] Εὐλόγιος ὁ Ἐδέσσης καὶ Ἀκάκιος καὶ Ἰσίδωρος ὁ ἡμέτερος καὶ Κύριλλοςὁ τῶν Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί.
 [03196]  Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τὸν μαθη τὴν τοῦ Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ [296] τοῦ λοιποῦ ἰσχύειν.
 [03642]  ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον.
 [03700]  οὐδὲ γὰρ ὁ θεῖος ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικόμενος καὶ [343] τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ' ἐκείνων τιμωμένων κατέλυσεν, ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξε.
000-00-00 Serial Number=0575395286
Historia religiosa Ante [Go Back]  
 [00103]  καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον, καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο καὶ ἐῴκεσαν νεοφύτοις δένδρεσιν ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις.
 [00117]  Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν.
 [00386]  Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο καί, τὸν κοινὸν ἱκετεύσας δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν τῷ θεῷ παρηγγύα.
 [00587]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
 [00618]  Ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφα λαιοῦνται, ἐν τῷ·
 [00854]  Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυ δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον.
 [00872]  Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει.
 [00875]  Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας.
 [00926]  Ἡσυχίᾳ γὰρ συντεθραμμένος καὶ καθ' ἑαυτὸν ζῆν προῃρημένος καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ' εἰς καιρὸν τῇ ἡσυχίᾳ ἐρρῶ σθαι φράσας πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ καὶ λόγῳ καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε.
 [01147]  [10.7] Ὑπὸ δὲ τῆς τοῦ λόγου ῥύμης ἑλκόμενος, παρῆκα διηγήσασθαι θαῦμα ὑπὸ τοῦ θεσπεσίου τούτου γενόμενον, ὃ τάχα τοῖς πολλοῖς καὶ ἄπιστον εἶναι δόξει, διαμένει μέντοι μέχρι καὶ νῦν μαρτυροῦν τῷ λόγῳ καὶ δεικνῦον οἵας ἔτυχεν ὁ θαυμάσιος οὗτος ἀνὴρ παρὰ τῷ θεῷ χάριτός τε καὶ παρρησίας.
 [01467]  Ἡμᾶς δὲ εἴη καὶ λόγῳ καὶ ἔργῳ παιδευομένους καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
 [01705]  Ταῦτά μοι λέγοντι παρῆν καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος Πολυχρόνιος ὃς τῷ λόγῳ συναγωνιζόμενος, αὐτὸς πρῶτος μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα ὄρθρου ὄντος, ὃς δι' ἑπτὰ πολλάκις ἡμερῶν τὸ σῶμα διέτρεφεν.
 [01846]  Ἐγὼ μὲν οὖν ταῦτα ἔφην, αἱ δὲ φροῦδοι ἐγίγνοντο καὶ τῷ λόγῳ συνεπληροῦτο τῆς θέας ἡ φαντασία.
 [02152]  Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους μηδὲ τῆς προφητείας ἐπαΐειν ἀνεχο μένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων.
 [02403]  [30.8] Ἱκετεύω δὲ καὶ τούτους ὧν τὸν βίον συνέγραψα μὴ περιϊδεῖν με πόρρω τῆς πνευματικῆς αὐτῶν χορείας διάγοντα, ἀλλ' ἀνελκῦσαι κάτω κείμενον καὶ πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναγαγεῖν καὶ τῷ ἰδίῳ χορῷ συνάψαι ὡς ἂν μὴ μόνον εὐφημοίην τὸν ἀλλότριον πλοῦτον, ἀλλὰ καὶ αὐτὸς σχοίην τινὰς ἀφορμὰς εὐφημίας, ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ δοξάζων τὸν σωτῆρα τῶν ὅλων, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
000-00-00 Serial Number=0202689290
Interpretatio in Danielem Ante [Go Back]  
 [00976]  Καὶ γὰρ ὁ μα κάριος Μωσῆς, πρῶτα μὲν φῦναι τῷ θείῳ λόγῳ τὰ δένδρα συνέγραψεν, εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη, καὶ πρὸς τούτοις καὶ σὺν τούτοις τῶν ἀερο πόρων ὀρνίθων τὴν φύσιν, μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη, τελευταῖον δὲ τὸν ἄνθρωπον.
 [01389]  Εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα, καὶ παραυτίκα, φησὶ, τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησεν.
 [01710]  Εἰ δέ τις ἀντιλέγει, Μῆδον τὸν ∆αρεῖον ὀνομάζεσθαι λέγων, μαθέτω ὡς οὐδὲν τοῦτο τῷ λόγῳ λυμαίνεται.
 [02239]  καὶ οἱ ἄλλοι δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξιὼν, μῆκος ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο.
 [03068]  Καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησε.
 [03531]  Ὃν ὁ Κύριος, φησὶν, ἀναλώσει τῷ λόγῳ τοῦ στόματος αὑτοῦ.
000-00-00 Serial Number=0235297024
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00258]  τοῦτο δ' ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ [81.829] ἑτέρῳ σταυροειδῶς ἐνείρας·
 [00380]  Τίς ἂν λόγῳ με τρήσειε τὴν θείαν φιλανθρωπίαν;
 [01474]  ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λό γων.
 [01795]  ἀλλ' ἀξιόχρεως ὢν καὶ λόγῳ μόνον ὑπισχνού μενος, καὶ ὅρκον τῷ λόγῳ προστέθεικα.
 [02309]  καὶ τοῦτον πάσης τῆς οἰκουμένης ἀναδεικνύμενον βασιλέα, γνώσονται πάντες, ὅτι ἐγὼ Κύριος προλέγων, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπάγων.
 [04097]  καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους·
 [04111]  Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζο νείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπι δείκνυται.
 [04664]  Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον.
 [05470]  ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ.
000-00-00 Serial Number=0831504583
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00772]  οὗτοι δὲ λόγῳ τιμηθέντες, τὴν ἀλογίαν ἠγά πησαν.
 [01858]  καὶ γὰρ ἐγὼ λόγῳ τὰ μὲν ὄντα ἐποίησα, καὶ σὺ λόγῳ τοὺς τῆς κακίας ἐργάτας μετα βάλῃς εἰς ἀρετήν.
 [02086]  Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγένετο ὁ λόγος Κυρίου ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευα σμὸν πᾶσαν ἡμέραν.
 [02227]  Τῷ εὐαγγελικῷ τοῦτο ἔοικε λόγῳ·
 [02505]  ἕπεται γὰρ τῷ θείῳ λόγῳ καὶ τὸ ἔργον.
 [02636]  Τούτῳ συμβαίνει τῷ λόγῳ καὶ ἡ τοῦ Ἀπο στόλου νομοθεσία, παρεγγυῶσα ποιεῖσθαι προσ ευχὰς καὶ ἐντεύξεις, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν τῇ ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι.
000-00-00 Serial Number=0648289621
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01384]  οἱ δὲ εἶναι μὲν τῷ λόγῳ ὑποστησάμενοι, μὴ μὴν δὲ προνοεῖν
 [01395]  πῶς οὐκ ἂν εἰσὶν πρόδηλοι, ὅτι κἂν μυρίους ἐπιγράφωνται θεοὺς τῷ λόγῳ·
 [03282]  Τούτῳ κρατυνθέντες τῷ λόγῳ, τοὺς ἀπατεῶνας τῆς οἰκουμένης ἐξήλασαν δαί μονας, καὶ τῶν εἰδώλων ἐγύμνωσαν τὴν ἀσθένειαν·
 [03690]  ὰʹ, Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθη σαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
 [03927]  Ἐπειδὴ γὰρ ὅπλων ὁ προφήτης ἐμνημόνευσεν, εἰκότως ἐδίδαξεν, ὡς οὐ χρῄζει τοιούτων ὑπουρ γῶν ὁ Θεὸς, ἀλλὰ λόγῳ μόνῳ κἀκείνους κολά ζει, καὶ τούτους εὐεργετεῖ.
 [05265]  Εἶτα προδιαγρά φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων.
 [05273]  ἃ τῷ διδασκαλικῷ πληρωθήσεσθαι προεθέσπισε λόγῳ.
000-00-00 Serial Number=0319211364
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00001]  φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων.
 [00009]  ἃ τῷ διδασκαλικῷ πληρωθήσεσθαι προεθέσπισε λόγῳ.
 [01544]  Ἀντὶ γὰρ τοῦ, ∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, οὕτως ἔφη, Ἀνα στάτωσον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κάθελε αὐτοὺς, ὑπερασπιστὰ ἡμῶν, Κύριε, τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, τῷ λόγῳ τῶν χειλέων αὐτῶν.
 [02730]  Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους.
 [04294]  Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ.
000-00-00 Serial Number=0130115569
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01123]  ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ·
 [01493]  Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήτ τοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας.
 [01997]  Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κήτη, λόγῳ μόνῳ χρησάμενος.
 [02094]  ὡς αὐτοφυᾶ, καὶ οὐ χειρό κμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα.
 [02121]  Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώ μενος·
 [02533]  Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.
 [02584]  Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ.
 [03612]  Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν.
 [03674]  Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ' αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λα βεῖν.
 [04381]  Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει·
 [05162]  Ὁ γὰρ ταῦτα τεκτηνάμενος λόγῳ ἱκανὸς ἐπαρκέσαι κἀμοί.
 [05457]  Οὐ γὰρ λόγῳ μόνῳ ἔσῃ ζηλωτὸς καὶ περί βλεπτος·
 [05912]  ἀλλ' εὐλογεῖ μὲν ἔργῳ, εὐλογεῖται δὲ λόγῳ.
 [06930]  Συντόμως ἅπα σαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν.
 [07116]  Τοῦτο γὰρ αὐτῷ παρὰ τῶν ποιημάτων τὸ χρέος ὀφείλεται, καὶ πᾶν ὑπ' αὐτοῦ γενόμενον, καὶ λόγῳ τετιμημένον, προσήκει τοῦτο διὰ παντὸς ἐκτίνειν τὸ ὄφλημα.
 [07157]  Ἄξιον γὰρ, φησὶν, ὑμνεῖν τὸν λόγῳ πάντα ταῦτα τεκτηνάμενον.
 [07165]  μόνη δὲ τῶν ἀνθρώπων ἡ φύσις, ἡ λόγῳ τετιμημένη, παραβαίνει τοὺς νόμους.
000-00-00 Serial Number=0663894653
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00017]  Εἰκὸς δὲ, ὅτι καὶ ἡμεῖς οἷόν τινι λύχνῳ τῷ θείῳ κεχρημένοι λόγῳ, εὑρήσομεν ἑρμηνείαν τῆς ἀληθείας ἐχομένην.
 [01420]  Ἰστέον δὲ, ὅτι τῇ γῇ καὶ τοῖς κτήμασιν, οὐχ ὡς λογικοῖς θρηνεῖν παρακελεύεται, ἀλλὰ διὰ τῶν ἀψύχων τοὺς λόγῳ τετιμημένους διεγεῖραι πειρώμε νος·
 [02204]  Οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες·
 [02978]  οὐδὲ λόγῳ τὴν παρανομίαν ὁμολογεῖν, ἀλλ' ἔργῳ δεικνύναι τὴν τῶν πραγμάτων μεταβολήν·
 [03252]  οἱ δὲ τῶν εὐαγγελικῶν ὑποφῆται δογμάτων, λεόντειον ἐνδεικνύμενοι φρόνημα, σὺν παῤῥησίᾳ πολλῇ τῷ τῆς ἀληθείας καταγωνίζονται λόγῳ τοὺς συνηγόρους τοῦ ψεύδους.
 [05118]  Ἐπειδὴ γὰρ ὅλος ὁ νόμος καὶ οἱ προφῆ ται ἐν τούτῳ τῷ λόγῳ κρέμανται, ἐν τῷ, Ἀγα πήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, διὰ τῆς ἐπιορκίας, καὶ τῆς κλοπῆς, πᾶν εἶδος ἁμαρτίας συνήγαγεν.
 [06260]  καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐ τοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς.
000-00-00 Serial Number=0850582302
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00098]  τὴν θείαν καὶ πάντα περι έχουσαν ἐδήλωσεν οὐσίαν, πρὸς ἡμᾶς τῷ τῆς οἰκονο μίας κατιοῦσαν λόγῳ, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῇ φύσιν πρὸς τὸν πατρικὸν ἄγουσαν θρόνον, κατὰ τὸ εἰρημένον τῷ θεσπεσίῳ Παύλῳ·
000-00-00 Serial Number=0863944650
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00019]  Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι καὶ ἑξῆς;
 [00454]  Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐν ανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι, τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τοῦ θεοῦ λόγου ἀδιαίρετον ἔχοντος;
 [00455]  πῶς οὖν τὰ τῇ ὁμοουσίῳ τριάδι διὰ τὸ ἀδιαίρετον διαφέροντα τῷ ἑνὶ προσώπῳ, τουτέστι τῷ θεῷ λόγῳ, ἀκολούθως ἁρμόττειν δυνήσεται;
 [00458]  ἐπειδὴ οὖν ἡ ἔνσαρ κος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας.
 [00476]  Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχο μένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέ [23] λων τε καὶ ἀνθρώπων, οἶκος οἰκούντων σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀξίας;
 [01030]  Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκά τερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν ἐστιν ἐπαινετόν.
 [01301]  οὐδὲν δὲ τῶν κτιστῶν [80] κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός, ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώ τερος τῶν ποδῶν.
 [01787]  ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος ὁ μάρτυς καὶ ἐπί σκοπος Λουγδούνων ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνη ται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσο δυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.
000-00-00 Serial Number=0291081727
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00098]  εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι.
 [00104]  συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους.
 [00411]  καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρό εισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρ τοῦν δὲ ἀεὶ τῷ λόγῳ, καὶ συμπροϊὸν γεννωμένῳ.
 [00469]  Καὶ πῶς οἱόν τε ἦν τοὺς λόγῳ τετιμημένους καὶ κατ' εἰκόνα θείαν γεγε νημένους, οὐκ ἔχειν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ;
 [00695]  μετέθηκεν εὐαρεστήσαντα τὸν Ἐνὼχ ὁ τῶν ὅλων Θεός, καὶ τῆς τῶν θνητῶν ἐχώρισε βιοτῆς, ἵνα ἕκαστος τῶν εὐσεβεῖν προαιρουμένων λογίζηται, οἷα δὴ λόγῳ τετιμημένος, ὡς ὁ τοῦτον τετιμηκώς, ἀγέραστον οὐκ ἐάσει τὸν Ἄβελ, ἅτε δὴ δίκαιος ὢν καὶ δικαίως ἰθύνων τὰ σύμπαντα.
 [00935]  οὐδὲν γὰρ τῷ λόγῳ τῆς εὐσεβείας λυμαίνε ται, κἄν τε τοῦτο, κἄν τε ἐκεῖνο δεξώμεθα.
 [01086]  τοῦ δὲ Θεοῦ κελεύσαντος, εὐθὺς τῷ λόγῳ τὸ ἔργον ἐπέθηκε·
 [01213]  τούτῳ συμ φωνεῖ τῷ λόγῳ καὶ τὰ ἑξῆς·
 [01279]  χρὴ τοίνυν μὴ μόνον προσέχειν τῷ λόγῳ, ἀλλὰ καὶ τῷ προσώπῳ τοῦ λέγοντος·
 [01756]  πρῶτον μὲν γὰρ εὐλαβέστερον αὐτὸν τῷδε τῷ λόγῳ καθίστησιν, ὥστε μετὰ δέους τῶν προσταττομένων ἀκοῦσαι·
 [02076]  οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ.
 [02615]  Ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ [152] τῷδε τῷ λόγῳ τῶν δένδρων ἡ βλάστησις·
 [02766]  Θεῷ τι προσοίσειν καὶ ὅρκῳ τὴν ὑπόσχεσιν βεβαιώσαντα, τὸ δὲ ἔργον μὴ ἐπι θέντα τῷ λόγῳ·
 [02914]  οὐκοῦν ὁ νόμος τῷ τῆς ἀκαθαρσίας λόγῳ τὴν ὄρεξιν σβέννυσι.
 [03643]  μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ [8] ἡ ψῆφος τοῦ δικαιοτάτου κριτοῦ·
 [04243]  λόγῳ γὰρ ἡμᾶς τιμήσας, βούλεται τούτῳ εἰς δέον κεχρῆσθαι, καὶ πάντων προ μηθεῖσθαι, καὶ μὴ ἀνοήτως πάντων παραχωρεῖν τῷ Θεῷ·
 [04703]  πᾶς, γὰρ ἔφασαν, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ λόγῳ σου τού τῳ .
 [04842]  ∆ιδάξας ἡμᾶς ὁ συγγραφεὺς τοῦ προφήτου τὴν δύναμιν, ὅτι λόγῳ μόνῳ χρησάμενος προβῆναι τοὺς μεγάλους φωστῆρας κεκώλυκεν, ἕως κατὰ κράτος ἐνίκησεν, ὑπειδόμενος μή τις ἀπιστήσῃ τῷ λόγῳ, ἔφη τοῦτο ἐν τῷ παλαιῷ εὑρηκέναι συγγράμματι.
000-00-00 Serial Number=0045498133
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01215]  Ἦραν γὰρ, φησὶ, τὴν κιβωτὸν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ, ἐπ' ἀναφορεῦσι, κατὰ τὴν γραφὴν, ἐν ὤμοις αὐτῶν.
 [01278]  Καὶ ὅτε ἠγέρθη ἐκ τῶν νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
 [01456]  Πλὴν ὅτι παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον ἐν τῷ λόγῳ τού τῳ.
 [01852]  Οὐ τοίνυν λόγῳ προσέταξε τὸν Ἰσ ραὴλ ἀριθμῆσαι, ἀλλ' ἐνδέδωκε τούτῳ χρήσασθαι τῷ λογισμῷ τὸν ∆αβίδ.
 [02525]  ὑπολαβὼν ἔφη, Κἀγὼ προφήτης εἰμὶ ὡς σὺ, καὶ ἄγγελος ἐλάλησε πρός με ἐν λόγῳ Κυρίου λέγων, Ἐπίστρεψον αὐτὸν μετὰ σοῦ εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ.
 [02911]  Πάταξόν με ἐν λόγῳ Κυρίου;
 [03089]  Ῥᾴδιον γὰρ τῷ ∆εσπότῃ Θεῷ καὶ βουλήσει, καὶ λόγῳ, καὶ δι' ὧν ἐθέλει, μεταβάλλειν τῶν στοιχείων τὰς φύσεις.
 [03333]  Τοὺς γὰρ λόγῳ τιμηθέντας εἰς δέον προσήκει κεχρῆσθαι τῷ λόγῳ.
 [03920]  Ἦραν γὰρ αὐτὴν, φησὶν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν γραφὴν ἐν ἀναφορεῦσιν ἐπ' ὤμοις αὐτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»