Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κτηνῶν [40]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κτηνῶν


000-00-00 Serial Number=0608909488
De incarnatione domini Ante [Go Back]  
 [00015]  Εἶτα βασιλέα κτηνῶν, καὶ τετραπόδων, καὶ ἑρ πετῶν, νηκτῶν, καὶ ἀμφιβίων, καὶ τῶν ἀεροπόρων ὀρνίθων ἐχειροτόνησε.
 [00305]  εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκο σμημένος, βραχύς τις καὶ νέος δημιουργὸς, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ ∆ημιουργοῦ μιμητὴς, βασι λεὺς τῆς ὁρωμένης κτίσεως, ἢ βασιλέως εἰκὼν, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐκ προ βάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος·
 [00320]  οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ' ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ' ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων.
000-00-00 Serial Number=0357212603
De providentia orationes decem Ante [Go Back]  
 [00303]  Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας.
 [00765]  Οὐκ ἤρκεσε δέ σοι τῶν πετεινῶν καὶ κτηνῶν ἡ φύσις εἰς θήραν, ἀλλ' ἤδη καὶ τῶν θαλατ τίων κατετόλμησας ζώων, καὶ κύρτους, καὶ πάναγρα, καὶ ἀμφίβληστρα, καὶ σαγήνας, καὶ ὅσα τοιαῦτα κατασκευάσας, τὴν νηκτὴν φύσιν ἀγρεύεις, καὶ τὴν ὑποβρύχιον τῇ τέχνῃ μετέωρον φέρεις, καὶ τοὺς τῶν ὑδάτων τροφίμους θηρεύεις, καὶ χερσαῖος ὢν ἀνάγεις παρὰ σαυτὸν τοὺς τὸν βυθὸν ἔχοντας ἐν διαίτημα·
 [00777]  ταύτῃ συνεργῷ κεχρη μένος, ταῦρον ἰσχύϊ καὶ κέρασιν ὡπλισμένον ὑπὸ ζυγὸν ἄγεις, καὶ δουλεύειν ἀναγκάζεις, καὶ πόνοις διηνεκέσιν ὑποβάλλεις, ἄρουραν τέμνειν, ἅμαξαν σύρειν, τὰ τοῖς ἀχθοφοροῦσι τῶν κτηνῶν ἀδύνατα μεταφέρειν, οἰκοδόμοις μετακομίζειν τὰς ὕλας.
000-00-00 Serial Number=0194029331
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00559]  Ψυχῶν δὲ μετενσωματώσεις λέγουσι γίνεσθαι, καὶ τὰς μὲν εἰς πτηνῶν, τὰς δὲ εἰς κτηνῶν, καὶ θη ρίων, καὶ ἑρπετῶν σώματα καταπέμπεσθαι.
 [01703]  Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, ἐπλήρωσεν αὐτὴν κτηνῶν καὶ τετραπόδων.
000-00-00 Serial Number=0125900924
Historia ecclesiastica Ante [Go Back]  
 [01728]  εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλε φάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵπ πων καὶ τῶν ἄλλων κτηνῶν τά τε ὦτα καὶ τὰς ῥῖνας.
000-00-00 Serial Number=0940820813
Interpretatio in Danielem Ante [Go Back]  
 [01278]  ἀλλὰ δραπετεύων ἐν ἐρήμοις διέτριβεν, ὑπαίθριος ταλαιπωρῶν, καὶ κτηνῶν δίκην τὴν πόαν σιτούμενος.
000-00-00 Serial Number=0851957142
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01061]  τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν;
 [03490]  Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν.
 [03493]  καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν, τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμέ νους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς·
 [03928]  (κʹ, καʹ.) ∆αιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρ ματα.
000-00-00 Serial Number=0488360167
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00992]  ἀπειλεῖ γὰρ, οὐ μόνον ἀνθρώπων ὄλεθρον, ἀλλὰ καὶ κτηνῶν, καὶ φυτῶν διαφθορὰν, καὶ γῆς ἐρημίαν·
 [01160]  Οὐ γὰρ μόνον, φησὶ, τῶν ἀνθρώπων ἐστέ ρηνται, ἀλλὰ καὶ τῶν κτηνῶν, καὶ τῶν πετεινῶν.
 [02855]  Ὑπισχνεῖται δὲ καὶ γῆς εὐ καρπίαν, καὶ κτηνῶν πολυγονίαν, καὶ ψυχῆς εὐ φροσύνην.
 [02938]  Τὸ δὲ, Σπερῶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, σπέρμα ἀνθρώπων, καὶ σπέρμα κτηνῶν, τὸ πλῆθος σημαίνει.
 [03065]  Καὶ κτηθήσονται ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις ὅτι ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, καὶ παραδοθήσεται ἐν χειρὶ Χαλδαίων.
 [04669]  Ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλη σεν αὐτὴν κτηνῶν τετραπόδων.
000-00-00 Serial Number=0157215059
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03627]  Ἐντεῦθεν ὁ προφητικὸς παραινεῖ λόγος, τοῖς μὲν παρανομίᾳ συ ζῶσι, μὴ μιμεῖσθαι τὴν τῶν κτηνῶν ἀλογίαν, τοῖς δὲ δικαίοις, τὴν θείαν εὐφροσύνην ἔχειν ἀεί.
 [04132]  Μέχρι γὰρ καὶ τῶν κτηνῶν ἡ σὴ διήκει φιλανθρωπία, καὶ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τὰ διὰ τὸν ἄν θρωπον γεγενημένα τρέφεις, τοὺς ἀνθρώπους καὶ διὰ τούτων εὐεργετῶν.
000-00-00 Serial Number=0353958488
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01729]  Τοὺς δὲ καρποὺς τῆς γῆς διὰ τούτων παραδηλοῖ, καὶ τῶν κτηνῶν τὴν εὐπάθειαν·
 [04891]  Κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ, ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς.
 [05307]  ∆ιότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως.
 [05308]  Ἡνίκα μὲν γὰρ τῆς οἰκοδομίας κατημελεῖτε, φησὶν, ἀκερδὴς μὲν ἦν τῶν ἀνθρώπων ὁ πόνος, ἀνόνητος δὲ τῶν κτηνῶν ὁ μισθὸς, ἐν δέει δὲ διηνεκεῖ καθειστή κεισαν ἅπαντες, καὶ ἀποδημοῦντες, καὶ ἐνδημοῦντες.
 [05478]  πῶς γὰρ, ὅς γε καὶ τῶν κτηνῶν τὸ αἷμα, καὶ τοῖς πρὸ νόμου, καὶ τοῖς ἐν νόμῳ, ἐσθίειν ἀπαγορεύει;
000-00-00 Serial Number=0341303885
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00033]  οἱ δὲ τὰ τῶν κτηνῶν ἰνδάλματα ῥᾳδίως οὕτω θεοποιήσαντες, τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο;
 [00266]  πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγω νίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμ βολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν.
 [00378]  τινὲς δέ, κατ' εἰ κόνα Θεοῦ κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν, τεκμηρίῳ κεχρημένοι σαφεστάτῳ, τῷ τὸν ποιητὴν ἐπαγαγεῖν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πε τεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς ·
 [00792]  ἀπὸ πάντων, φησί, τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν , ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῷον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας.
 [00808]  δήλην δὲ αὐτοῦ ποιῶν τὴν ἄφραστον ἀγαθότητα, προστέθεικεν ὅτι καὶ πάντων τῶν κτηνῶν καὶ πάν των τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ .
 [01832]  τοῦτο καὶ ἐπὶ τοῦ λοιμοῦ γεγένηται τῶν κτηνῶν·
 [01833]  εἶδε, φησί, Φαραώ, ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲ ἕν, καὶ ἐβαρύνθη ἡ καρ δία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν ·
 [02060]  ἡνίκα δὲ ἐσκλή [121] ρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύ ριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρω τοτόκου ἀνθρώπου, ἕως πρωτοτόκων κτηνῶν.
 [03310]  τῶν μέντοι ἀκαθάρτων κτηνῶν ὁρίσαι τὴν τιμὴν τὸν ἱερέα ἐκέλευσε.
 [03367]  καὶ ἀντὶ τῶν πρωτοτόκων τῶν ὑμετέρων κτηνῶν, τῶν λευϊτῶν τὰ πρωτότοκα.
 [03743]  τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας τὰ λύτρα.
 [04265]  ἄλλως δὲ οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν κτηνῶν ἀπαγορεύει τὰ τοιαῦτα ποιεῖν·
000-00-00 Serial Number=0084040642
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04146]  Καί γε τὰς σκηνὰς κτηνῶν, καὶ τοὺς Ἀμαζονεὶμ ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ, καὶ καμήλους, καὶ ὑπ έστρεψαν εἰς Ἱερουσαλήμ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»