Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κρύβδην [26]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κρύβδην


000-00-00 Serial Number=0248091042
Commentaria in Isaiam Ante [Go Back]  
 [03255]  Ἀλλ' ὅμως καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οἰομένοις ἀγνοεῖν τὸν θεὸν τὰ κρύβδην γινόμενα τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου φησίν·
 [06818]  Τὰς τοῦ λαοῦ παρανομίας ἐλέγξαι τῷ προφήτῃ παρεγγυᾷ τῶν ὅλων ὁ κύριος καὶ μὴ κρύβδην τοῦτο καὶ λάθρᾳ ποιῆσαι ἀλλ' ἀναφανδὸν δρᾶσαι παρακε λεύεται μεγάλῃ χρώμενον τῇ φωνῇ.
000-00-00 Serial Number=0105134249
De providentia orationes decem Ante [Go Back]  
 [01166]  ∆ιὰ τοῦτο τὸ δέος, καὶ τοιχωρύχοι, καὶ λω ποδύται, οὐ προφανῶς, ἀλλὰ κρύβδην τὴν ἀδικίαν μετίασι, καὶ τῷ πειρᾶσθαι λανθάνειν, τὸ δέος κηρύτ τουσιν.
 [01570]  ὅπως δὲ οὗτος πρότερον ἐννόμως εὐχόμενος, καὶ κρύβδην τοῦτο ποιῶν, ἐπειδὴ δὲ ὁ δυσσεβὴς νόμος ἐτέθη, προ φανῶς τὸν Θεὸν ἀντιβολῶν διετέλει, τοῦ νόμου κα ταγελῶν, καὶ τοῦ νομοθέτου καταφρονῶν.
 [01678]  Μαρτυροῦσι δὲ οἱ τῆς κακίας ἐργάται, καὶ κρύβδην αὐτὴν μετιόντες, καὶ ἐὰν φω ραθῶσιν, ἀπολογίας σφίσιν αὐτοῖς μηχανώμενοι.
000-00-00 Serial Number=0391365469
De sancta trinitate Ante [Go Back]  
 [00565]  Ἐπειδὴ γὰρ ἐκεῖνον ᾠήθη λανθάνειν ὡς ἀνθρώπους τοὺς ἀποστόλους ὑφελόμενος τῆς τοῦ κτήματος τιμῆς, ὃ ἠθέλησεν, ὁ κορυφαῖος αὐτὸν διδάσκει τῶν ἀποστόλων, ὅτι τοῦ Πνεύματος τὴν χάριν οἱ ἔχοντες, πάντα σαφῶς ἐπίστανται τὰ κρύβδην γινόμενα.
000-00-00 Serial Number=0898089290
Historia ecclesiastica Ante [Go Back]  
 [01758]  ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ' αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προ στάτην ἀντ' ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτ ἀνεμνήσθησαν εἰρημένων σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν , πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύ ουσιν εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ .
000-00-00 Serial Number=0469165385
Historia religiosa Ante [Go Back]  
 [00026]  Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα.
 [01831]  [21.24] Ἀλλὰ πάλιν κρύβδην διετέλει λυττῶν.
000-00-00 Serial Number=0919694424
Interpretatio in Danielem Ante [Go Back]  
 [01785]  Οὐ γὰρ κρύβδην, φησὶ, τὰς εὐχὰς ἐποιεῖτο, ἀλλὰ προφανῶς, καὶ πάντων ὁρώντων, οὐ φιλοτιμούμενος, ἀλλὰ τῆς δυσσεβείας τοῦ νόμου καταφρονῶν.
 [02213]  Εἶτα συμβουλεύσας τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς, καὶ δι' ἐκείνων πᾶσιν ἀνθρώποις, μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν Χριστὸν, οὐκέτι γὰρ κρύβδην καὶ λάθρα, ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπήγαγε·
000-00-00 Serial Number=0764335334
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01055]  ∆είξας αὐτῷ ὁ ∆εσπότης τὴν προφανῶς ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ὑποδείκνυσι καὶ τὰ κρύβδην γιγνόμενα.
 [02525]  Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ·
 [05217]  Ἐγ καλεῖ τοὺς Ἰδουμαίους μνησικακίαν, καὶ ἐπιβουλὰς κρύβδην κατὰ τοῦ Ἰσραὴλ γεγενημένας.
000-00-00 Serial Number=0579228520
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00355]  ∆ιδάσκων δὲ, ὡς οὐδὲ κρύβδην ταῦτα εἰργάζοντο, ἀλλ' ἀναφανδὸν ἐτόλμων, ἐπήγαγεν·
 [01635]  δουλεύοντες γὰρ τοῖς πολεμίοις, οὐδὲ προφανῶς δακρύσαι τολμήσετε, ἀλλὰ κρύβδην τοῦτο πράξετε.
 [03232]  συχνῶν δὲ διελθου σῶν ἡμερῶν, μεταπέμπεται μὲν αὐτὸν κρύβδην ὁ Σεδεκίας, καὶ ἔρεται, εἰ ἔστι λόγος παρὰ Κυρίου·
 [03353]  καὶ ὡς Ἰωανὰν κρύβδην ἐζήτησε κατασφάξαι τὸν Ἰσμαήλ·
000-00-00 Serial Number=0275601208
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03871]  Ὁ γὰρ εἰρηνικὸς εἰρήνην πρὸς ἅπαντας ἀσπαζόμενος, οὔτε κρύβδην τὰ τοῦ πέλας [80.1108] ὑφαιρεῖται·
 [03948]  Αἰνίττεται δὲ τὸν κρύβδην κατασκευαζό μενον ὄλεθρον.
000-00-00 Serial Number=0200826406
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00530]  ∆ιόπερ καὶ συγγενείας κατα φρονεῖς, καὶ τῆς φύσεως τοὺς νόμους πατεῖς, καὶ κρύβδην τὰς κατὰ τῶν ἀδελφῶν ἐνέδρας ὑφαίνεις, καὶ διατελεῖς καὶ λόγοις διαβάλλων, καὶ ἔργοις ἐπιβουλεύων.
 [02073]  οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκό ποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος].
000-00-00 Serial Number=0069621027
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03025]  οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας.
000-00-00 Serial Number=0467326522
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00373]  Ἃ γὰρ κρύβδην παρ' ὑμῶν ἐτολμᾶτε, ταῦτα ἀναφανδὸν συγ χωρήσω γενέσθαι.
 [00553]  Καθάπερ γὰρ οἱ πειραταὶ κρύβδην τοῖς ναυ τιλλομένοις ἐπιᾶσιν, οὕτως οἱ τῶν εἰδώλων θερα πευταὶ, μὴ δυνάμενοι δεῖξαι προφανῶς τὴν τούτων ἐνέργειαν, διὰ τῶν μεμηχανημένων αὐτοῖς τεχνα σμάτων ἐξαπατῶσι τοὺς ἀνοήτους.
 [04159]  ∆ήλης δέ σου πᾶσιν ἀνθρώποις τῆς δυνάμεως γενομένης, καὶ οἱ τὰς μεγάλας περικείμενοι δυναστείας ἐν δέει τοσούτῳ γενήσονται, ὡς τοὺς ἐναντίους λόγους μὴ σὺν παῤ ῥησίᾳ προφέρειν, ἀλλ' ἐν παραβύστῳ καὶ κρύβδην, οὓς εἰκότως ἄν τις παραβάλοι πτωχῷ τινι προφανῶς μεταλαβεῖν οὐ τολμῶντι τροφῆς, ἀλλὰ μεμυκότος τοῦ στόματος ταύτην ἔνδον λεπτύνοντι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»