Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κλήματα [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κλήματα


000-00-00 Serial Number=0861235797
Commentaria in Isaiam Ante [Go Back]  
 [02093]  οὐδεὶς <γὰρ> οἰκείαν τρυγῶν ἄμπελον ἀνθοῦντας ἔτι τοὺς βότρυας ἢ ὀμφακίζοντας ἀλλὰ πεπείρους τρυγᾷ οὔτε μὴν σὺν τοῖς βότρυσι καὶ τὰ κλήματα ἐκτέμνει.
 [02094]  Τροπικῶς τοίνυν τὰ ὑπὸ τῶν πολεμίων ἐσόμενα προλέγει καὶ καλεῖ κλήματα μὲν τοὺς γεγεννηκότας, βοτρύδια δὲ μικρὰ τὰ ἐκείνων βρέφη, δρέπανα δὲ τὰ πολεμικὰ ὄργανα, τὰ δὲ καταλιμπανόμενα οἰωνοῖς καὶ θηρίοις τοὺς πίπτοντας νεκρούς.
000-00-00 Serial Number=0725538850
De providentia orationes decem Ante [Go Back]  
 [00191]  Ἔαρος δὲ πάλιν ἀρχομένου, οἱ μὲν τῶν γηπόνων τέμνουσι τὰς ἀμπέλους, οἱ δὲ ἑτέρας φυτεύουσι, χαυνούμενα δὲ τῇ τοῦ ἀέρος θερ [83.573] μότητι τὰ κλήματα, πρὸς ὠδῖνας ἐπείγεται.
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
 [01815]  Καὶ τί λέγω κλήματα, καὶ δένδρα, καὶ σπέρματα;
000-00-00 Serial Number=0025635064
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00056]  Ἡμεῖς δὲ λόγων πενίᾳ συζῶντες, καὶ τὴν σὴν εὐωχίαν ἀμεί ψασθαι ποθοῦντες, τὸν ἄριστόν σοι καρπὸν τῆς πατρίδος πεπόμ φαμεν, ὃν κλήματα μὲν ἀμπέλων τίκτει, ταῖς ἀπὸ τῶν νεφῶν ἀρδείαις τρεφόμενα, χρόνος δὲ καὶ γῆρας ποιεῖ τιμιώτατόν τε καὶ ἥδιστον, προσηνῆ τε καὶ πρᾶον, καὶ ταῖς τῶν πινόντων κεφαλαῖς οὐ μαχόμενον·
000-00-00 Serial Number=0883830309
Eranistes Ante [Go Back]  
 [00845]  Εγὼ ἡ ἄμπελος, κλήματα·
 [00850]  Καὶ ὥσπερ εἰσὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου, καὶ ἐξ αὐτῆς, οὕτω καὶ ἡμεῖς, ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου, ἐκ τοῦ [102] πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν.
 [00854]  Ἄμπελος δὲ ἐκλήθη ὁ κύριος διὰ τὴν περὶ τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, συγγένειαν σωματικήν.
000-00-00 Serial Number=0721292913
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01145]  Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα·
000-00-00 Serial Number=0910260081
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01103]  ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ.
 [01109]  Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην·
 [02150]  Ἀνέτειλε, φησὶ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, τοῦ ἐπι φαίνεσθαι τὰ κλήματα αὑτῆς ἐπ' αὐτὴν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν·
 [02154]  ∆ιὰ τοῦτο λέγει, ὅτι Ἐγέ νετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέ θει, καὶ τὰ κλήματα αὐτῆς ἐπ' αὐτήν.
 [02160]  Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγα λοπτέρυγος, καὶ πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπε λος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὑτῆς ἐξ απέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ ἀπὸ τοῦ πρέμνου τῆς φυτείας αὑτῆς.
 [02167]  Τὸ δὲ, Ἐξαπέστειλεν αὐτῷ τὰ κλήματα αὑτῆς, τὰ χρήματα σημαίνει τὰ παρὰ τοῦ Σεδεκίου τῷ βασιλεῖ τῶν Αἰγυπτίων πεμ φθέντα.
 [02249]  Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ ἅπαν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνα παύσεται, καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθή σεται.
 [02296]  Καὶ τὰ κλήματα αὐτοῦ, φησὶν, ἀποκατασταθήσεται.
 [02299]  οὗτος γὰρ ὁ αἰώνιος βασιλεὺς ἐκεῖθεν ὁρμώμενος βασιλεύσει, καὶ ἐξ αὐτῆς λήψεται κλήματα·
 [05148]  Ἐγώ εἰμι ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα.
000-00-00 Serial Number=0426793635
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00278]  τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας κλήματα προσηγόρευσεν.
000-00-00 Serial Number=0064387798
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04756]  Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης·
 [04801]  Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
 [04804]  Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενη μένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προσ ενεγκούσης, αὐτὸς ἀληθινὴ γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πε πιστευκότων τὸ πλῆθος.
 [04806]  Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.
000-00-00 Serial Number=0277520835
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01404]  ∆ιηγεῖται δὲ καὶ τὰ παρὰ τούτων ἐσόμενα, ἀμπέλους ὑποδεικνὺς διαφθει ρομένας, καὶ τὰ τούτων κλήματα λευκαινόμενα, καὶ συκᾶς γυμνουμένας τῆς κόμης, ὅπερ εἴωθε συμ βαίνειν ἐπισκηπτούσης ἀκρίδος.
 [03634]  ∆ιότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν.
 [03636]  Ὃν τρόπον οἱ τὰ τῆς ἀμ πέλου, φησὶν, ἐκτινάσσοντες κλήματα, πάντα δια φθείρουσι τὸν καρπόν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»