Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καταλαβεῖν [45]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καταλαβεῖν


000-00-00 Serial Number=0301004171
Commentaria in Isaiam Ante [Go Back]  
 [02546]  Ἀλλὰ τὴν Βα βυλῶνα καταλαβεῖν ἐβουλεύσω τῇ ἀρχαίᾳ συγγενείᾳ θαρροῦσα;
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0913618982
De providentia orationes decem Ante [Go Back]  
 [00656]  Ἀλλὰ [83.621] γὰρ ἔοικα τοῖς ἐν πελάγει νηχομένοις, καὶ παντα χόθεν περικλυζομένοις τοῖς κύμασι, καὶ τὴν ἤπειρον καταλαβεῖν ἐπιθυμοῦσι, τοῦ πελάγους τῆς τῶν τε χνῶν σοφίας κατατολμήσας, φιλονεικῶν μὲν διαφυ γεῖν τῶν ἐπιόντων ἐνθυμημάτων οἷόν τινων κυμά των τὴν προσβολὴν, ἐπὶ δὲ τὸ τέλος δραμεῖν, καὶ ὡς ἀκτὴν θαλαττίαν καταλαβεῖν.
 [01576]  ∆υνατὸν γὰρ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας κατα μαθεῖν, καὶ γνῶναι σαφῶς, ὡς δυνατὸν πονηροῖς δεσπόταις δουλεύοντας μηδεμίαν ἐκεῖθεν ἐκμάξασθαι πονηρίαν, ἀλλὰ τὴν ἄκραν τῆς ἀρετῆς καταλαβεῖν κορυφὴν, καὶ τούτους τῆς πλάνης ἐλευθεροῦν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν, καὶ πολλοῖς ἑτέροις προκεῖσθαι σωτηρίας ἀρχέτυπον.
 [01633]  [83.721] ∆ιαλύουσι γὰρ τοῖς ἐπαίνοις τῆς προθυμίας τὸ σύν τονον, καὶ καταλαβεῖν οὐκ ἐῶσι τὴν νύσσαν.
000-00-00 Serial Number=0501738906
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00209]  Εἷς τούτων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος, ὁ κύριος Φλωρέντιος, ὃς τὴν μεγίστην μὲν πόλιν καταλαβεῖν ἐπείγεται, διὰ δὲ τῆς σῆς ἁγιότητος τὴν πορείαν ποιεῖται·
 [00547]  οὗ δὴ χάριν καὶ τὴν βασιλίδα καταλαβεῖν ἐπείγεται πόλιν.
000-00-00 Serial Number=0646986067
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01828]  Ἵνα δὲ μή τις τῶν ἀγνοούντων ἡμᾶς ἀληθὲς εἶναι πιστεύσῃ τὰς καθ' ἡμῶν γεγενημένας διαβολάς, καὶ σκανδαλισθῇ νομί σας ἕτερα παρὰ τὴν εὐαγγελικὴν διδασκαλίαν φρονεῖν, ἀντι βολῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν, ταύτην αἰτῆσαι τὴν χάριν τὴν καλλίνικον κορυφήν, ὥστε με τὴν Ἑσπέραν καταλαβεῖν καὶ παρὰ τοῖς ἐν ἐκείνῃ θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις δικάσασθαι·
 [02244]  Τὰ βασιλικὰ μὲν γὰρ ἡμᾶς γράμματα καταλαβεῖν τὴν πολυθρύλητον ἐκείνην ἐκώλυσε σύν οδον·
 [02267]  καὶ βασιλικοῖς γράμμασι κωλυ θέντες καταλαβεῖν τὴν Ἔφεσον, τὴν δικαιοτάτην τῶν ἱερῶν δικαστῶν ἐδεξάμεθα ψῆφον.
000-00-00 Serial Number=0919923782
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01082]  τοῦ γὰρ κηδεστοῦ καταλαβεῖν αὐτὸν σπουδάζοντος καὶ ἀνελεῖν προθυμουμένου, ἐπιφαίνεται πάλιν διὰ τῶν δικτύων, καὶ τὸν μὲν Ἰακὼβ παραθαῤῥύνει, τὸν δὲ Λάβαν δεδίττεται.
 [01327]  Ἤγουν, Μὴ ὃν καταλαβεῖν μὲν ἐπόθησα, οὐκ ἠδυνήθην δὲ, κἂν αὐτοὶ, οἱ τοῦτον περιχορεύοντες ὡς λειτουργικὰ πνεύματα, ἐθεάσασθε ὅπως φύσεως ἔχει, ἵνα κἀμὲ ταύτην ἀναδιδάξητε;
000-00-00 Serial Number=0662573040
Historia ecclesiastica Ante [Go Back]  
 [00506]  οὕτω παραινέσας καὶ τοσαύτης ἀξιώσας τοὺς ἱερέας τιμῆς, καταλαβεῖν ἕκαστον τὴν οἰκείαν παρηγ γύησε ποίμνην.
 [00846]  ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῷ τὴν ὀργὴν ὑπο φαίνων καὶ καταλαβεῖν τὴν Τύρον παρεγγυῶν.
 [00903]  τὴν γὰρ δὴ σύνοδον [88] ἅπασαν ἀπὸ τῆς Τύρου καταλαβεῖν τὴν Αἰλίαν βασιλεὺς παρηγγύησε.
 [01031]  ὁ δὲ τῷ τῆς ἐκ [98] κλησίας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε.
 [01880]  καὶ Λουκίφερα μὲν ὁ Εὐσέβιος τὴν Ἀλεξάνδρειαν ἠξίου καταλαβεῖν καὶ Ἀθανασίῳ τῷ μεγάλῳ περὶ τούτου κοινώσασθαι, αὐτὸς δέ γε τὸν περὶ τῆς συμβάσεως ἤθελεν ἀναδέξασθαι πόνον.
 [02007]  ἡ δὲ ἔλεγεν χρῆναι τὸν πατέρα φυγεῖν καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου δημιουργόν, καὶ πόλιν ἑτέραν καταλαβεῖν ἐν ᾗ λαθεῖν δυνατὸν καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας·
 [02492]  Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξά μενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον [234] οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν.
 [02550]  μεμά θηκα, ἔφη, τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας ἐπιβου λὰς καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ὀριγνωμένη ἵνα σὺν ἐκεί νοις δέξωμαι τὰς ὑφ' ὑμῶν ἐπιφερομένας σφαγάς.
 [03482]  Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντι νούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν·
 [03489]  ταύ την αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς τὴν [323] ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε.
 [03616]  [335] σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον.
000-00-00 Serial Number=0687738061
Historia religiosa Ante [Go Back]  
 [01143]  [10.6] ∆είσαντες δ' ὅμως τῶν ἐκκλησιῶν οἱ προέδροι μὴ χρημάτων ἔρωτα τοῖς βαρβάροις ἐκείνοις ἐμβαλὼν ὁ διά βολος δοριάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν ἐκεῖνον φωστῆρα καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθή σεσθαι αὐτοῖς , παρακαλέσαντες πείθουσι τὴν Ἀντιόχου καταλαβεῖν.
 [01236]  Ἐπειδὴ γὰρ κοινὰ ἦν τά τε χρήματα καὶ τὰ κτήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν τὴν ἐνεγκοῦσαν οὐκ ἠθέλησεν, ἑτέρῳ δὲ τῆς οὐσίας ἀποδόσθαι τὸ μέρος ἐδεδίει μὴ πλεονεξίᾳ οἱ ὠνούμενοι κατὰ τῶν ἀδελφιδῶν χρησάμενοι, βλασφημίαις αὐτὸν περιβάλωσι, τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς πολὺν τὴν ἀπόδοσιν ἀνεβάλετο χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων μυρίων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα διένειμε·
 [02294]  Τοιαύτη ἐν κεφαλαίῳ καὶ ἡ τοῦδε φιλοσοφία, ἣν αὐξομένην γένοιτο τοῦ δρόμου τὴν νύσσαν καταλαβεῖν·
 [02330]  Ταῖς δὲ τούτων εἴη πρεσβείαις καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ τέρμα καταλαβεῖν καὶ ἡμᾶς, ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς γενέσθαι θερμοὺς τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων.
 [02354]  Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι κάλλος εὐπετῶς μάλα καὶ ῥᾳδίως φέρουσι τοῦ δρόμου τὸν πόνον καὶ καταλαβεῖν ἐπείγονται τῶν ἀγώνων τὸ τέλος, ἐν ἐκείνῳ τὸν ἐρώμενον ἑστῶτα βλέπουσαι καὶ τῆς νίκης ὑποδεικνύντα τὸν στέφανον.
 [02543]  ἐπόθησε δὲ ὑπόπτερος γενόμενος διὰ τοῦ ἀέρος ὅτι τάχιστα καταλαβεῖν τὴν ἀκτήν.
 [02686]  Αἱ γὰρ νεανικαὶ ψυχαί, τῆς σῆς εὐωδίας μεταλαμβάνουσαι, θέουσι καταλαβεῖν σε ποθοῦσαι·
000-00-00 Serial Number=0040404618
Interpretatio in Danielem Ante [Go Back]  
 [00091]  Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢν [81.1268] καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος·
 [02910]  μᾶλλον δὲ, εἴ τις προσέχειν ἐθελήσειε τῇ τε τοῦ μακαρίου Ἱερεμίου προφητείᾳ, καὶ τῇ τῶν Παραλειπομένων ἱστορίᾳ, καὶ τῇ τοῦ Ἔσδρα συγγραφῇ, εὑρήσει τὸν Κῦρον ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας, ἅπασι τοῖς βουλομένοις τῶν Ἰουδαίων παρεγγυήσαντα τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν, ὥστε πανταχόθεν θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην.
000-00-00 Serial Number=0135420084
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00125]  οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησό μεθα.
000-00-00 Serial Number=0078828275
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01968]  Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγ γυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ [81.608] τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν·
 [04127]  Παρακελεύεται τοίνυν αὐτοῖς περιγενέσθαι τῶν Βαβυλωνίων, καὶ τὴν ἐνεγ [81.741] κοῦσαν καταλαβεῖν·
000-00-00 Serial Number=0500739932
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [05266]  Κύρου τοῦ Περσῶν βασιλεύ σαντος κατὰ τὴν Ἡσαΐου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν.
000-00-00 Serial Number=0666096270
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02729]  Οὔτε γὰρ Ἰουδαῖοι δια φυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν·
 [03741]  Λέγει τοίνυν, ὅτι πολλοῖς καὶ παντοδαποῖς περιστοι χηθεῖσι δεινοῖς, ὡς παρ' αὐτὸν γενέσθαι τὸν θά νατον, καὶ αὐτὰς καταλαβεῖν τοῦ ᾅδου τὰς πύ λας.
000-00-00 Serial Number=0314253330
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02031]  Τούτοις προστίθησιν, ὅτι καὶ τὸν Ἀσσύριον φεύγοντας, καὶ τὴν Αἴγυπτον καταλαβεῖν σπεύδοντας, τῇ τοῦ Ἀσσυ ρίου παραδέδωκα ῥομφαίᾳ, καθάπερ τινὶ πυρὶ τῇ ὀργῇ κεχρημένος·
 [02709]  Ἀλλὰ πάλιν εὐθὺς παρηγγύησεν ἐκεῖνα δρᾶσαι, ἃ πρότερον ἤκουσε, καὶ τὴν μεγάλην πόλιν ἐκείνην καταλαβεῖν, καὶ τὸ κήρυγμα προσενεγκεῖν τῆς φοβε ρᾶς ἀπειλῆς·
 [04579]  Κύρος μὲν, ὁ πρῶτος Περσῶν βασιλεύσας, εὐθὺς τὴν βασιλείαν παραλαβὼν, ἐλευθερίαν τοῖς τῶν Ἰου [81.1861] δαίων δορυαλώτοις ἐκήρυξε, καὶ τοῖς βουλομένοις ἐπέτρεψε τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεών.
 [04623]  Εἶτα πάλιν αὐτοῖς παρακελεύεται σώφρονι χρήσασθαι λογισμῷ, καὶ πάντων προελέσθαι τοῦ θείου ναοῦ τὴν ἐπιμέλειαν, καὶ τὰς ἀμφιλαφεῖς καταλαβεῖν κορυφὰς, καὶ τὰ ἁρμόδια τῇ οἰκοδομίᾳ ξύλα τεμεῖν·
000-00-00 Serial Number=0624603927
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04756]  εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινά, ῥᾴδιον ἦν τὸ σημεῖον ἰδεῖν καὶ τὴν ἀγέλην καταλαβεῖν·
000-00-00 Serial Number=0866586804
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01510]  διαλῦσαι δὲ ταύτην οὐδενὸς ἐθελήσαντος, θάτερον ὑπὸ θατέρου πληγέντα τοῦ βίου τὸ τέλος καταλαβεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»