Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καιρὸς [66]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καιρὸς


000-00-00 Serial Number=0186191559
Commentaria in Isaiam Ante [Go Back]  
 [04044]  οὐκ ἔστιν ὁ καιρὸς λόγων ἀλλ' ἔργων, οὐ πρεσβείας ἀλλὰ παρατάξεως.
 [06441]  Καὶ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ περιέβαλα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ συνεκάλυψα τὴν ἀσχημοσύνην σου καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ εἰσῆλθον πρὸς σὲ ἐν διαθήκῃ μου, καὶ ἐγένου μοι» καὶ ἐγέννησάς μοι υἱοὺς καὶ θυγατέρας.
 [07572]  «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.».
000-00-00 Serial Number=0678222835
De incarnatione domini Ante [Go Back]  
 [00624]  Ἀλλὰ καιρὸς ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον.
000-00-00 Serial Number=0197429299
De providentia orationes decem Ante [Go Back]  
 [01068]  Εἰ δὲ θέρους εἴη καιρὸς, ἕτεροι τοῦτον οἶκοι πάλιν ὑποδέχονται, ἀναπεπταμένοι, καὶ τὰς τῶν ἀνέ μων αὔρας ῥᾳδίως ὑποδεχόμενοι·
000-00-00 Serial Number=0841409028
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00109]  τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι.
 [00408]  καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται.
 [00498]  Ταῦτα γράφω, ἐπειδή με ὁ τῆς ἑορτῆς καιρὸς ἐνταῦθα προσε δρεύειν παρεγγυᾷ.
000-00-00 Serial Number=0742172480
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00443]  Ἰδοὺ καιρὸς τὴν ὑμετέραν ἀκαδημίαν δεῖξαι τῶν λόγων τὴν ὠφέλειαν.
 [00955]  Ὁ γὰρ τοιοῦτος καιρὸς δείκνυσι, τίς μὲν ποιμήν, τίς δὲ μισθωτός, καὶ τίς μὲν φιλοπόνως ποιμαίνει, τίς δὲ τὸ μὲν γάλα ἐσθίει, καὶ τὰ ἔρια περιβάλλεται, τῆς δὲ τῶν προβάτων καταφρονεῖ σωτηρίας.
 [02249]  Ἀλλ' ὅμως ὁ χαλεπὸς ἐκεῖνος καιρὸς τῶν μὲν τὴν προδοσίαν, τῶν δὲ τὴν δειλίαν διήλεγξεν·
000-00-00 Serial Number=0229274213
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00094]  καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων·
 [00190]  καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων·
 [01045]  Ἀλλὰ γὰρ καιρὸς ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν.
 [01118]  καιρὸς τῆς τομῆς ἔφθασε·
 [01141]  Ἀλλὰ καὶ Ὁ καιρὸς τῆς τομῆς ἔφθακεν·
 [01150]  Καὶ ὁ καιρὸς τῆς τομῆς ἔφθακεν.
 [01421]  οὐ γὰρ νῦν καιρὸς τὸν ψαλμὸν ἑρμηνεύειν.
000-00-00 Serial Number=0137292743
Graecarum affectionum curatio Ante [Go Back]  
 [03531]  καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
000-00-00 Serial Number=0492765963
Historia ecclesiastica Ante [Go Back]  
 [00852]  ἐπειδὴ δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀναξίως) τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέ οντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν καὶ πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρῄ ζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς ὁμό νοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημ μελούμενα ὡς καιρὸς ἐπιτρέπει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία.
 [01454]  ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν.
 [01461]  ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων.
 [02763]  Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας·
 [03355]  ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη·
000-00-00 Serial Number=0625259876
Historia religiosa Ante [Go Back]  
 [01849]  ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει οὔτε ὀχημάτων ἡ ὁδὸς ἦν οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος.
 [02441]  Ποιμέσι μὲν γὰρ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, τροφῆς καιρὸς ἅπας καιρός·
000-00-00 Serial Number=0318537414
Interpretatio in Danielem Ante [Go Back]  
 [00326]  (θʹ.) Ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἐπαγγείλητέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν, καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ·
 [01708]  ἔδωκα πᾶσαν τὴν γῆν τῷ βασιλεῖ Ναβουχο δονόσορ Βαβυλῶνος, δουλεύειν αὐτῷ, καὶ δουλεύ σουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτῶν.
 [02145]  Ἕως οὗ ἦλθεν ὁ Παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.
 [03555]  Καὶ ἔσται καιρὸς θλίψεως, οἵα οὐ γέγονεν ἀφ' οὗ γέγονε τὸ ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου.
000-00-00 Serial Number=0903926969
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00882]  Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύ λου·
 [00906]  Ἐνέστηκε, φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων.
 [01382]  ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
 [01465]  Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως.
 [01789]  καὶ ἰδοὺ ὁ καιρός σου, καὶ καιρὸς καταλυόντων·
 [04346]  Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται.
 [04552]  Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν·
000-00-00 Serial Number=0339591801
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01057]  Κατὰ μέντοι τὴν Ἑλλάδα φωνὴν, νοη τέον ὅτι καὶ τοῦ δρόμου οὐκ ἔστι καιρὸς καὶ κόρος·
 [02586]  Καὶ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτοῦ.
 [03635]  Ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ' αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
 [04192]  Ὅτι ἥκει ἡμέρα τῆς πτώσεώς σου, καὶ καιρὸς ἐκδικήσεώς σου.
 [05268]  Ταῦτα δὲ, φησὶν, ὑπεμείναμεν, ὅτι ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπλη-ρώθησαν αἱ ἡμέραι ἡμῶν.
000-00-00 Serial Number=0894596815
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00459]  Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν·
 [00664]  Ἐπειδὴ μακρός μοι γέγονεν ὁ τῆς μετανοίας καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον ὁ θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι·
 [00736]  Ὁ καιρὸς γὰρ οὐ φιλανθρωπίας, ἀλλὰ δικαίας ὀργῆς.
 [04347]  Ἔστι γὰρ καιρὸς, ἐν ᾧ τοῖς ἁπλότητι καὶ εὐθύτητι κεχρημένοις ἀποδο θήσεται ὁ προσήκων μισθός.
000-00-00 Serial Number=0331083238
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03969]  ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει.
 [04910]  Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν·
 [04943]  Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
 [04945]  εἰρηκὼς γὰρ, [80.1528] Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγα γεν, Ἀλλ' ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
000-00-00 Serial Number=0654619575
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01722]  Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν.
 [01740]  ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.
 [01742]  ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ.
 [01746]  Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει και ρός.
000-00-00 Serial Number=0972523749
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00987]  Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον, ἕως τοῦ ἐλθεῖν ὑμῖν γεννήματα δικαιο σύνης.
 [01638]  Ἀλλὰ γὰρ καιρὸς εἰπεῖν τὴν ἀποστολικὴν ἐκείνην φωνήν·
 [02106]  ∆ιὰ τοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιω πήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστι.
 [02955]  Ἰδοὺ ἐγὼ λο γίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστι.
 [04607]  Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
 [04610]  Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;
 [05951]  ἐπιτήδειος γὰρ εἰς ἀποδημίας ὁ ταύτης καιρὸς, θέρους ὑπάρχων καιρός.
000-00-00 Serial Number=0590771675
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02193]  Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιγῆσαι φησὶν ὁ Σολομών·
000-00-00 Serial Number=0707646549
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00714]  καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐ τῶν·
000-00-00 Serial Number=0379665971
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02799]  ὡς Ἐγένετο γὰρ, φησὶν, ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν·
 [03319]  Ἔσται γὰρ, φησὶ, καιρὸς, ἡνίκα ἂν καθέλῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»