Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καθάπερ [316]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καθάπερ


000-00-00 Serial Number=0700459838
Commentaria in Isaiam Ante [Go Back]  
 [00440]  ἐνταῦθα δὲ τῇ ἐκείνων ἀνομίᾳ τὴν παρανομίαν αὐτῶν παρατίθησιν, οὐκ ἐπειδὴ τὰ αὐτὰ ἐκείνοις δεδράκασιν ἀλλ' ὅτι, καθάπερ ἐκείνων κεκήρυκται πανταχοῦ γῆς καὶ θαλάττης καὶ τῆς ἀκολασίας καὶ τῆς τιμωρίας τὸ δρᾶμα, οὕτως καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἀνθρώποις ἐγένετο φανερά.
 [00714]  καθάπερ γὰρ δεσπότης οἰκέτην συρίζων καλεῖ, ὁ δὲ μετὰ δέους τρέχει πρὸς τὴν ἠχήν, οὕτως ὁ τῶν ὅλων θεὸς νεύει φησὶ καὶ ςυντρέχουσι Ῥωμαῖοι.
 [00870]  Σαφῶς γὰρ διὰ τούτων δεδήλωκεν ὅτι κατεβοσκήθη ὑπὸ ἀλλογενῶν ἀνθρώπων καθάπερ ὑπὸ χοίρων αἱ βάλανοι καὶ μεμένηκεν ἔρημος τῶν ἀγαθῶν ὡς δρῦς καὶ βάλανος καρπῶν καὶ φύλλων γεγυμνωμέναι.
 [01050]  Καὶ καθάπερ τὴν ἁγίαν παρθένον τὸ τῶν εὐαγγελίων δεξαμένην παράδοξον καὶ πυθομένην·
 [01213]  Τὴν δὲ τούτων δυναστείαν κατέλυσε δι' ὀλίγων τινῶν καὶ τούτων γυμνῶν, καθάπερ πάλαι διὰ τοῦ Γεδεὼν καὶ τῶν τριακοσίων λαμπαδηφόρων τὰς πολλὰς τοῦ Μαδιὰμ κατηκόντισε χιλιάδας.
 [01328]  καὶ καθάπερ ὁ σίδηρος τὸν ἰὸν τίκτει καὶ ὑπὸ τοῦ ἰοῦ καταναλίσκεται, οὕτως ὁ
 [01593]  Ταῦτα τοίνυν τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου προείρηκεν ὅτι οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὴν θάλατταν προνομεύσουσι καὶ καθάπερ τινὲς στρατηγοὶ ἔθνη τινὰ ἀποστάντα καὶ πρὸς τύραννον αὐτομολήσαντα, περιγενόμενοι καὶ κρατήσαντες τῷ τῶν ὅλων προσάξουσι βασιλεῖ καὶ διαπεράσουσι τὰ πελάγη οὐκ Ἰουδαίους ἔχοντες κυβερνήτας καὶ ναύτας ἀλλ' ἀλλογενεῖς καὶ ἀλλοφύλους.
 [01635]  Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀπο βλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θερα πεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02030]  Ὀλίγοι φησὶν τὰς τῶν δυσμενῶν διαφεύξονται χεῖρας, καθάπερ τινὲς εὐτελεῖς καὶ εὐαρίθ μητοι ἐλαῖαι διαφεύγουσι τοὺς τρυγῶντας διὰ τὸ ἐν τοῖς ἄκροις μετεωρισθῆναι τῶν κλάδων ὑπ' ἐκείνων καταφρο νούμεναι ἢ καλάμη τις ἐν φάραγγι ὀλίγῃ στερεᾷ τε καὶ δια β όρῳ καταλιμπανομένη.
 [02065]  Πτέρυγας μέντοι τὰ πλοῖα ἐκάλεσεν, ἐπειδήπερ οἱ ἐν τῇ γῇ κατοικοῦντες ἄνθρωποι, ταχέως κατορθῶσαι τὰς προ κει μένας βουλόμενοι χρείας, καθάπερ τισὶ πτεροῖς κεχρημένοι τοῖς πλοίοις τάχιστα καὶ μακρὰν ὁδὸν ἐξανύουσιν.
 [03541]  καθάπερ γὰρ λέοντος ἐν τοῖς ὄρεσι βρυχωμένου πτήσσει φησὶ τὰ ὑποκείμενα ζῷα, οὕτως τῆς ἐμῆς ἐπιφαι νομένης δυνάμεως καταλυθήσεται τὸ πλῆθος τῶν πολεμίων.
 [04031]  Ἐπειδὴ γὰρ πλεῖστα ἐν τοῖς ἔμπροσθεν ἐθέ σπισε περί τε Βαβυλωνίων καὶ Τυρίων καὶ Αἰγυπτίων καὶ πολλῶν ἄλλων ἐθνῶν, διαφερόντως δὲ περὶ <τῆς> τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς Ἰουδαίων ἀπιστίας καὶ τιμωρίας καὶ τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ σωτηρίας, προηγόρευσε δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ἐπενεχθέντα αὐτοῖς θεήλατον ὄλεθρον, ἐνταῦθ α εἰκότως μέμνηται τῆς ἱστορίας, ἵνα δείξῃ τῆς προφητείας τὸ ἀψευδὲς καὶ ὅτι, καθάπερ τὰ κατὰ τὸν Σενναχηρὶμ τετύ χηκε πέρατος, οὕτω δὴ καὶ τὰ ἄλλα πάντα ὅσα προείρηκεν εἰς ἔργον ἀχθήσεται.
 [04425]  Καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄνθος ἐκρεῖ, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος καὶ ἡ δυναστεία καὶ ἡ περιφάνεια σβέννυται.
 [04426]  Γίνεται δὲ τοῦτο διὰ τοῦ θείου θελήματος καθάπερ τινὸς προσβαλόντος πνεύματος.
 [04648]  καθάπερ γὰρ ἡ πριονοειδὴς ἅμαξα λεπτύνει τὸ δράγμα, |150 b| οὕτω καὶ ὑμεῖς ἅπασαν τὴν κατέχουσαν πλάνην τὴν καὶ τὸ ὕψος τῶν ὀρῶν καὶ τῶν βουνῶν μιμουμένην καὶ λεπτυνεῖτε καὶ λικμήσετε καὶ οἷόν τινι καταιγίδι διασκεδάσαντες παραδώσετε λήθῃ εὐφραινό μενοι καὶ γανύμενοι διὰ τὸ πλῆθος τῶν σῳζομένων.
 [04745]  δέρεις;» Καὶ δυνάμενος σκηπτοῖς ἀναλῶσαι τοὺς κατ' αὐτοῦ λυττῶντας καὶ οἷόν τινα κάλαμον συντεθλασμένον συντρῖψαι καὶ καθάπερ λίνον καπνιζόμενον σβέσαι, τῆς ἐκείνων μανίας ἠνέσχετο·
 [04810]  τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλυσε καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶν φιλοσό φων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματ
 [05248]  Ἐνταῦθα τοίν υν τούτους ὁ λόγος παρεγγυᾷ καθάπερ τινὰ ὑετὸν τὸν περὶ τῆς δικαιοσύνης προσφέρειν λόγον.
 [05560]  Ὁρῶντες γὰρ οἷ<α> τῆς κακίας τἀπίχειρα καὶ τὴν ἐναντίαν ὁδεύοντες πολιτείαν καὶ καθάπερ ἄγκυραν ἱερὰν τὴν εἰς τὸν <τῶν> ὅλων θεὸν ἐλπίδα ἔχοντες, καὶ κατὰ τὸν παρόντα βίον τῆς αὐτοῦ κηδεμονίας τευξόμεθα καὶ ἐν τῷ μέλλοντι τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν χάριτι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05612]  καθάπερ γὰρ ἐν καμίνῳ τὸ μὲν πῦρ ἐστι κεκ ρυμ μένον, ὁ δὲ καπνὸς ἄνωθεν φαίνεται μόνος, οὕτως οἱ δορυάλωτοι θρηνεῖν μὲν προφανῶς οὐ τολ μῶσιν, ἔνδοθεν δὲ <τῇ> τῆς ἀθυμίας φλογὶ πυρπολούμενοι οἷόν τινα καπνὸν τὸν στεναγμ ὸν ἀνα πέμπουσιν.
 [05671]  Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ εῖθρα προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν.
 [05801]  Οὐδὲ γάρ, καθάπερ τὴν παλαιὰν λατρείαν τῷ ἐν Ἱεροσολύμοις ναῷ περιέγραψεν, οὕτω καὶ τὴν καινὴν λειτουργίαν ἑνὶ περιορίζει χωρίῳ, ἀλλὰ καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς καὶ ἐν ὄρεσι καὶ ἐν παντὶ τόπῳ τοῖς θείοις προβάτοις τὴν τροφιμωτάτην προσφέρει νομήν.
 [06053]  ∆ηλοῖ δὲ καὶ τοῦ καινοῦ νόμου ἡ μνήμη, ὃν οὐκ Ἰουδαίοις ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλ λεται δώσειν καθάπερ ἡλιακὴν αὐτοῖς καταπέμπων ἀκτῖνα καὶ τῆς ἀγνοίας ἀφανίζων τὸ σκό τος .
 [06139]  καρωτικὴ γὰρ καὶ αὐτὴ καθάπερ ἡ μέθη.
 [06453]  οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι.
 [06493]  εἶδον γάρ σε πεπλανη μένην καὶ τῇδε κἀκεῖσε καθάπερ ὑπό τινων καταιγίδων τῶν τῆς ἀπάτης πνευμάτων
 [06613]  Τοῦτο δὲ τὸ σημεῖον αἰώνιον ἔσται καὶ οὐκ ἐκλείψει, καθάπερ τῶν Ἰουδαίων ἐξέλιπεν ἡ δόξα.
 [06749]  καθάπερ γὰρ τὸ συγκείμενον μύρον ἐκ πολλῶν εἰδῶν ἐρανίζεται διὰ τῆς τέχνης τὴν εὐκοσμίαν, οὕτω καὶ τὰ εἴδωλα ἐκ πολλῶν ὑλῶν καὶ τεχνῶν δέχεται τὴν κατα σκευήν.
 [07175]  Ἢ ποίων ἐθνῶν καθάπερ γάλα τὴν τῶν ἀγαθῶν ἐθήλασεν ἀφθονίαν;
 [07401]  καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν.
 [07465]  καθάπερ <γὰρ> τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων διωκ όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως, οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν, ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν.
 [07898]  Καὶ καθάπερ πάλαι ὁ Ἰσραὴλ τὰς κατὰ νόμον μοι θυσίας προσέφερεν ᾄδων τε καὶ χορεύων, οὕτω μοι τὰ λογικὰ ταῦτα προσοίσουσι θύματα τῆς ἀληθείας οἱ κήρυκες, ἐξ ὧν κατὰ τόνδε τὸν βίον ἱερέας τε καὶ Λευίτας χειροτονήσω.
000-00-00 Serial Number=0259807646
De incarnatione domini Ante [Go Back]  
 [00033]  οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς [75.1424] διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησά μενος, τὴν γυναικείαν φύσιν ποιεῖ·
 [00167]  ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοι νωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα.
 [00179]  [75.1437] καὶ δεῖ, καθάπερ ἐκείνῳ τῆς κοινωνίας ἐκοινωνή σαμεν, οὕτως ἡμᾶς συναπολαῦσαι τῶν ἀγαθῶν τῷ ἐξ ἡμῶν μὲν ἀναληφθέντι, ὑπὲρ ἡμῶν δὲ στεφανωθέντι·
 [00225]  Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥί ψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσα λέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος.
 [00257]  ἄγγελοι δὲ τῷ νικητῇ προσ ιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμο δούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπά λου τὴν ἧτταν ὁρῶντες.
 [00296]  Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀν ίσχουσι φύσεως;
 [00323]  Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι·
 [00536]  τὸ δὲ τρέφει γεννηθέντας ἐν τῇ τραπέζῃ τῇ θείᾳ, καθάπερ τὰ βρέφη τὸ γάλα.
 [00547]  Καὶ καθάπερ ποιμὴν τὰ πρόβατα διεσκεδασμένα θεωρῶν, ἓν τῶν προβάτων κατέχων, καὶ ἐφ' ἣν βούλεται νομὴν ἄγων, ἕλκει τὰ λοιπὰ δι' ἐκείνου πρὸς ἑαυτόν·
000-00-00 Serial Number=0454505920
De providentia orationes decem Ante [Go Back]  
 [00103]  καὶ καθάπερ τὰ βρέφη τὸ πρῶτον τοῦ βαδίζειν ἀρξάμενα, τῆς δεξιᾶς σου λαβόμενοι, κατὰ βραχὺ τὴν κτίσιν περι νοστῆσαι παρασκευάσωμεν.
 [00127]  Κατὰ βραχὺ δὲ ὅμως, καθάπερ ἔλαβεν, ἀποδίδωσιν ὅπερ ἔλαβεν.
 [00214]  Ἵνα δὲ μή τις τῶν τὴν σελήνην ὅρον τῇ Προνοίᾳ τεθεικότων, καὶ μέχρι ταύ της αὐτὴν διήκειν εἰρηκότων, καὶ λίαν αὐτὴν σμι κρολόγον ἀποφηναμένων, ἐφόδιον εἰς βλασφημίαν λάβῃ τῶν λόγων τὴν συμμετρίαν, δεῦρο δή σε πάλιν, ὦ φιλότης, ἐκεῖθεν διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν κατα βιβάσωμεν, καὶ κατὰ βραχύ σε πάλιν καθάπερ τῇ προτεραίᾳ ποδηγήσαντες, ὑποδείξωμεν καὶ ἐν τοῖς βραχυτάτοις τῆς κτίσεως μορίοις φαινομένην ταύτην καὶ δεικνυμένην τοῖς προσέχειν ἐθέλουσι, καὶ ἁπα ξαπλῶς τοῖς γεννητὴν λαχοῦσι φύσιν, κοινῇ καὶ ἰδίᾳ συμπαρομαρτοῦσαν ἀεί.
 [00349]  Ὁ δὲ λόγος, τῆς γλώττης οἷόν τινος δεξιᾶς ἐπειλημμένος, ταύτην τοῖς ὀδοῦσι καθάπερ τοῖς χαλκοῖς ἐκείνοις προσφέρει καλάμοις, καὶ ἄνω καὶ κάτω διαθέειν καὶ διολισθαίνειν εὐπετῶς καὶ μάλα ῥᾳδίως κατασκευάζει·
 [00376]  Καὶ καθάπερ ἡ τέχνη μιμεῖται τὸ ζῶον, καὶ τὸν χαλκὸν ἢ τὸν λίθον εἰς ἀνθρωπείαν ἐντυποῖ μορφὴν, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ ἀκοὰς, τράχηλόν τε καὶ χεῖρας, καὶ στήθη καὶ κοιλίαν, μηρούς τε καὶ σκέλη καὶ πόδας περιτίθησιν, αἴσθησιν δὲ καὶ λογισμὸν, καὶ τὴν ἑκού σιον κίνησιν οὐκέτι ἰσχύει χαρίσασθαι·
 [00383]  [83.593] Ταύτην τοίνυν κυριώτατον οὖσαν μόριον, καὶ τὴν ἡγεμονίαν τοῦ σώματος πεπιστευμένην, καθάπερ τινὰ βασιλέα πάντοθεν περιφράττει, καὶ περίβολον αὐτῇ ἰσχυρὸν τὸν θώρακα περιτίθησιν, ἵνα μηδὲν αὐτὴν ῥᾳδίως τῶν ἔξωθεν προσπιπτόντων λυπῇ.
 [00418]  ἡ δὲ γαστὴρ, οἷόν τις ῥίζα, ταύτην ὑποδεχο μένη, καθάπερ τινὶ τῶν κλάδων ὑποβάθρᾳ, παρα πέμπει τῷ ἥπατι.
 [00470]  Ὁ μὲν οὖν ἐγκέφαλος, οἷόν τις πλοῦτος, ὡς ἔφην, ἐν τῇ κε φαλῇ καθάπερ ἐν ἀκροπόλει φυλάττεται.
 [00475]  Ἐπειδὴ δὲ καὶ πανοπλίας οἱ φύλακες ἐδέοντο, περιτίθησι μὲν αὐτοῖς τοὺς τῶν βλεφάρων χιτῶνας, καθάπερ δὲ δόρατα καὶ βέλη τὰς βλεφαρίδας συντίθησιν, οὐκέτι ὁμοίως ταῖς ὀφρύσι κεκλιμένας, ἵνα μὴ ἀντὶ προμά χων ἐπίβουλοι γίνωνται·
 [00478]  ἐπίασι δὲ καὶ κώνωπες, καὶ ὅσα τοιαῦτα ζωΰφια, καὶ τὰς βλεφαρίδας ὁρῶντα καθάπερ σκόλοπας, δραπετεύει.
 [00522]  καὶ καθάπερ οἰκίαν ὁρῶντες τεχνικῶς μάλα γεγε νημένην, καὶ ἐπὶ στεῤῥᾶς κρηπῖδος ἐρηρεισμέ νην, καὶ γωνίαις εὐθείαις συνηρμοσμένην, εὖρός τε καὶ μῆκος ἔχουσαν, καὶ ὕψος, τὴν πρὸς ταῦτα δια σῶζον ἀναλογίαν, καὶ φωταγωγοὺς ἐν ῥυθμῷ καὶ τάξει γεγενημένας, καὶ τὰ ἄλλα ὅσα τὰς τοιαύτας οἰκίας λαμ πρύνειν φιλεῖ, εὐθὺς τὸν τεχνίτην θαυμάζομεν, καὶ τὸν οὐ παρόντα ζωγραφοῦμεν τῇ διανοίᾳ, καὶ εἰς τὴν ἐκείνου τέχνην πᾶσαν ἐκείνης τῆς εὐπρεπείας ἀναφέ ρομεν τὴν εὐμορφίαν·
 [00604]  τῇ γὰρ θεοσδότῳ σοφίᾳ τὴν ναυπηγικὴν εὑράμενος τέ χνην, παρὰ τῆς χαλκευτικῆς, ἣν πρὸ ταύτης ἐμη χανήσατο πέλεκυν λαβὼν, πρίονά τε, καὶ σκέπαρ νον, καὶ ὅσα τεκτονικῆς ὄργανα, καὶ παρὰ τῆς πρε σβυτέρας αὐτῆς ἀδελφῆς τῆς γεωργίας τῶν ξύλων τὰ ἄκαρπα τοῖς ὀργάνοις ἐκείνοις τεμὼν, καὶ τὴν μὲν τρόπιν οἷόν τινα θεμέλιον ὑποθεὶς, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰς τοίχους τὰς σανίδας ὑφήνας, καὶ τοῖς γόμφοις ἄριστα συναρμόσας, τῇ δὲ τῆς πίσσης ἀλοιφῇ καταχρίσας, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίσας, ὄχημα θαλάτ τιον τὸ σκάφος ἀπέφηνε.
 [00607]  Ἐπειδὴ δὲ ἔδει καὶ ἡνίας ἔχειν τὸ σκάφος, τὰ πηδάλια ταύτας μιμεῖται, καὶ τῶν οἰάκων ἐπειλημμένος ὁ κυβερνήτης, οἷά τις ἡνίοχος, καθάπερ ἴτυν ἅρματος τὴν πρύμναν ἔχων, μεταφέρει ῥᾳδίως τῇδε κἀκεῖσε τὸ σκάφος·
 [00844]  Τῶν μὲν γὰρ ἰοβόλων τὴν φύσιν χηραμοῖς τισιν ἐγκατέκρυψε, καὶ ταῖς ὑπὸ γῆν καταδύσεσιν ἐνδιαι τᾶσθαι πεποίηκεν, οὐκ ἐπιτρέψας αὐτοῖς ἀδεῶς κατὰ τῶν ἀνθρώπων χωρεῖν, ἀλλὰ κρύπτεσθαι μὲν ἀεὶ, φαίνεσθαι δὲ ὀλιγάκις κελεύσας, καὶ φαινόμενα φεύ γειν τῶν ἀνθρώπων τὴν θέαν, καθάπερ τινῶν δεσπο τῶν, νομοθετήσας, λωβᾶσθαι δὲ μάλα ὀλίγους καὶ ὀλιγάκις, οὐκ ἄρχοντα μάχης, ἀλλ' ἀμυνόμενα.
 [00865]  Καὶ καθάπερ δικαίῳ νόμος οὐ κεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις, καὶ τοῖς τοιούτοις·
 [00866]  οὕτω καὶ τῶν θηρίων ἡ φύσις οἷόν τις παιδεία πρόκειται τοῖς ἀνθρώποις, τοὺς μὲν εὐκόλους πρὸς ἁμαρτίαν ἐκδειματοῦσα καὶ δεδιττο μένη, ὑπὸ δὲ τῶν τῆς ἀρετῆς τροφίμων, καθάπερ τις παιδιὰ καταφρονεῖται.
 [01142]  Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέ σθαι.
 [01155]  τούτου δὲ τοῦ χαλινοῦ τὰς ἡνίας, καθάπερ ἡνιόχοις, τοῖς ἄρχου σιν ἐνεχείρισεν.
 [01189]  Ὁ μὲν γὰρ δεσπότης, καθάπερ τις κυβερνήτης, τῶν τῆς οἰκίας οἰάκων ἐπειλημμέ νος, τοῖς πᾶσιν ἐφέστηκεν·
 [01309]  Ἐγὼ δὲ τῇ τῆς ὑποθέ σεως δυνάμει θαῤῥήσας, οὐκ ἐμέτρησα ταύτῃ τὰ [83.688] τῆς ἐννοίας κυήματα, οὐδ' ἐλογισάμην τὰς μικρὰς αὐτῆς καὶ ἐξιτήλους ὠδῖνας, ἀλλ' ἐσκόπησα μόνον, ὡς δῆλόν ἐστι τοῖς εἰδέναι θέλουσι τῆς ἀληθείας τὸ φῶς, καθάπερ ἥλιος τοῖς ἐῤῥωμένοις τὰς ὄψεις.
 [01312]  Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξα μεν.
 [01369]  καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ.
 [01373]  Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώ μης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ.
 [01429]  Οὐ γὰρ ᾐσχύ νετο, καθάπερ Ἀδὰμ μετὰ τὴν παράβασιν, ἀλλ' ἢν εἶχεν ἐκεῖνος πρὸ τῆς παραβάσεως διάθεσιν περὶ τὴν γύμνωσιν τοῦ σώματος, ταύτην ἔχων οὗτος ἐξελήλυθε.
 [01586]  Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συν έπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκά λους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν.
 [01810]  Ὑποδεχόμενα γὰρ τὴν νοτίδα, καὶ εὐρυ νόμενα, καὶ οὕτω πως διασηπόμενα, γεννᾷ μὲν τὰς τῶν ῥιζῶν προβολὰς, ἐπιλαμβάνεται δὲ ταῦτα τῆς παρακειμένης γῆς, εἶτα τὴν ἐκ ταύτης νοτίδα, καθάπερ δι' αὐλῶν τινων τῶν ῥιζῶν ἕλκει πρὸς ἑαυτὰ, καὶ τίκτει τὴν ἄνω φυομένην βοτάνην·
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
 [02140]  Καὶ καθάπερ εἰς τοῦδε τοῦ ἔθνους ἐπιμέλειαν, νῦν μὲν ἐξελέξατο τὸν Μωϋσῆν, νῦν δὲ τὸν Ἰησοῦν, καὶ πάλιν τὸν Σαμουὴλ, ἄλλοτε δὲ ἄλλον τῶν προφητῶν, καὶ δι' ἑνὸς ἀνθρώπου φιλοσοφίαν ἀσκοῦντος, ἅπαντας εὐηργέτει τοὺς ὁμοφύλους·
 [02176]  Οὕτω τὸν Ἰωνᾶν Νινευΐταις μετανοίας ἀπέστειλε κήρυκα, καὶ τὸ κελευσθὲν ποιεῖν οὐ βουλόμενον, ἀλλὰ φυγεῖν ἀνοήτως ἐπιχει ρήσαντα, δεσμεῖ μὲν τοῖς κύμασι, καθάπερ δέ τινι δεσμωτηρίῳ, παραδίδωσι τῷ κήτει.
000-00-00 Serial Number=0939686000
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00116]  Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπι στήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ' ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους·
 [00124]  Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων.
 [00378]  καθάπερ οὐδὲ τὰ εὖ πεφυκότα τῶν σωμά των χρῄζει τῶν ἐπεισάκτων χρημάτων.
 [00617]  Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς.
 [01718]  Εἶχε δὲ καὶ τοῦτο τὰ γράμματα, ὡς εἷς μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ἀπαθὴς δὲ αὐτοῦ ἡ θεότης, καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος, καθάπερ ὁ γεννήσας αὐτὸν Πατήρ, καὶ τὸ Πανάγιον Πνεῦμα·
 [01964]  Ὑμεῖς δὲ εἰς ἕνα Μονογενῆ πιστεύετε, καθάπερ εἰς ἕνα Πατέρα, καὶ εἰς ἓν ἅγιον Πνεῦμα.
 [01984]  καθάπερ γὰρ τῷ Ἀδὰμ ἐκοινωνήσαμεν τῆς τελευτῆς, οὕτως δὴ καὶ τῷ Σωτῆρι Χριστῷ κοινωνήσομεν τῆς ζωῆς.
 [02016]  Γενέσθωσαν τοίνυν τινὲς ἐπίκουροι τῆς ἀσθενείας, καθάπερ πάλαι ποτὲ Ὢρ καὶ Ἀαρὼν ὑπεστήριζον τοῦ νομοθέτου τὰς χεῖρας, ἵνα καὶ τὸν Ἀμαλὴκ καταλεύσῃς, καὶ τὸν Ἰσραὴλ διασώσῃς.
 [02231]  ∆ιὰ τοῦτο γαννύμεθα καὶ γεγήθαμεν καὶ τὸν μεγαλόδωρον Κύριον ὑμνοῦμεν, καὶ τὴν ὑμε τέραν θεοσέβειαν τοῦτο σὺν ἡμῖν παρακαλοῦμεν ποιεῖν, καὶ ὑμνοῦντας ἱκετεῦσαι σπουδαίως, ἵνα καὶ τοὺς νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντας, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλομέ νους, καθάπερ οἱ χαμαιλέοντες τὴν τῶν φύλλων μεταμφιέσ κονται χρόαν, ὁ φιλάνθρωπος βεβαιώσῃ Κύριος, καὶ ἐπὶ τῆς πέτρας ἐρείσῃ, καὶ δοίη πάντων προτιμᾶν τὴν ἀλήθειαν.
 [02872]  Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ .
000-00-00 Serial Number=0213821054
Eranistes Ante [Go Back]  
 [00017]  Τὰ δέ γε τῶν ἐρωτώντων καὶ ἀποκρινο μένων ὀνόματα οὐ τῷ σώματι τοῦ λόγου συντάξω, καθάπερ οἱ πάλαι τῶν Ἑλλήνων σοφοί, ἀλλ' ἔξωθεν παραγράψω ταῖς τῶν στίχων ἀρχαῖς.
 [00976]  Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν;
 [01780]  Εἶτα συλλογιζόμενος φαίη ἄν, ὅτι καθάπερ ἐν τῇ παλαιᾷ ψυχὴν οὐκ ἔχων ἐμνημόνευσε ψυχῆς, οὕτω κἀνταῦθα πεποίηκεν.
 [02165]  Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λουκᾶς·
 [02168]  Οὔτε δὲ ὁ λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκο φάνται δοξάζουσιν, αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα καὶ ἁγιάζων.
 [02342]  Καὶ τίς τοῦτό φησιν, ὅτι τῇ περιγραφῇ τῆς σαρκός, καθάπερ ἀγγείῳ τινί, τὸ ἄπειρον τῆς θεότητος περιελήφθη;
 [02405]  ἀδύνατον ἄρα καὶ τὸν υἱὸν καὶ τὴν ψυχὴν αὐτοῦ ἓν εἶναι, καθάπερ αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι.
 [02438]  Πάντα ἀπέ βαλεν ὅσα εἶχεν ὁ ἄνθρωπος, τὴν παρρησίαν, τὴν πρὸς θεὸν ὁμιλίαν, τὴν ἐν παραδείσῳ διαγωγήν, τὸν ταλαίπωρον βίον ἀντηλλάξατο, καὶ καθάπερ ἐκ ναυαγίου γυμνός, οὕτως ἐξῆλθεν ἐκεῖθεν.
 [02473]  Καὶ καθάπερ τις, ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας, ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις.
 [02620]  Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος.
 [03081]  Καὶ καθάπερ κατελθόντι τῷ Ἀδὰμ εἰς τὸν ᾅδην ἠκολούθησαν οἱ μετασχόντες τῆς φύσεως, οὕτως ἀναστάντι τῷ δεσπότῃ Χριστῷ κοινωνήσει τῆς ἀνα βιώσεως πᾶσα τῶν ἀνθρώπων ἡ φύσις.
 [03657]  Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων, ἐπειδὴ καὶ κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτόν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν·
 [03682]  καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλον ἢ περιέχουσι τὰς θήκας.
 [03804]  ὥσπερ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος ἡ τοῦ ἑνὸς τῶν αἰσθητηρίων ἐνέργεια πρὸς πᾶσαν τὴν συναίσθησιν ἄγει τὸν ἡνωμένον τῷ μέρει, οὕτως καθάπερ ἑνός τινος ὄντος ζῴου πάσης τῆς φύσεως, ἡ ἐκ τοῦ μέρους ἀνάστασις ἐπὶ τὸ πᾶν διεξέρχεται, τὸ συνεχές τε καὶ ἡνω μένον τῆς φύσεως, ἐκ τοῦ μέρους ἐπὶ τὸ ὅλον συνδιδόμενον.
000-00-00 Serial Number=0389890015
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00217]  τροχίσκους δὲ ὤτων τὴν τῶν θείων λογίων ἀκρόασιν, ὧν ἔχεσθαι δεῖ καθάπερ ἡ ἀκοὴ τοῦ τροχίσκου·
 [00710]  Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
 [00824]  ∆ιὰ τοῦτο οὐ λέγει, ὡσεὶ περιστερᾶς, ἀλλὰ περιστεραὶ, τουτ έστι πνευματικοὶ, χάριτος θείας πεπληρωμένοι, ἀχλύος ἐλεύθεροι, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, καὶ δυνάμενοι λέγειν·
 [01617]  Γένοιτο δὲ ἡμᾶς ἀνα κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρι ζομένους τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δό ξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02264]  καὶ καθάπερ ὁ ὄρθρος νυκτός ἐστι καὶ ἡμέρας μεθόριον, καὶ τῆς μὲν τὴν ἀρχὴν, τῆς δὲ τὸ τέλος κηρύττει, καὶ σημαί νει τῆς ἡμέρας τὴν παρουσίαν, οὕτως κατὰ τὸν παρόντα βίον αἱ ἐν εὐσεβείᾳ καὶ πάσῃ σοφίᾳ τετε λειωμέναι ψυχαὶ, ἃς Ἐκκλησίαν καὶ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, βραχείας τινὰς λαμπηδόνας ἐκ τῆς οἰκείας ἀφιᾶσιν ἀρετῆς.
 [02272]  Οὕτω τοίνυν καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν τὸ σύστημα, ἀνακε καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζο μένη, κατὰ τὸν μακάριον Παῦλον, τὴν αὐτὴν εἰκό να μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·
 [02325]  Οἱ μὲν γὰρ τὴν ἀγάπην φύουσι, καὶ τὴν ὁμόνοιαν ἀγαπῶσι, συνημμένοι κατὰ τὸ φρόνημα, καθάπερ τῆς ῥοᾶς οἱ κόκκοι·
 [02484]  Τῆς μὲν οὖν Ἰουδαίας ὁ μυκτὴρ, διὰ τὸ ἀπειθὲς καὶ δυσήνιον, ἐνώτιον ἔλαβεν οἷόν τινα χαλι νὸν, καθάπερ ταῦρος κερατίζων, τοῦ νόμου τὴν ἀπειλὴν, ἐπειδὴ ὡς δάμαλις παροιστρῶσα παροί στρησεν Ἰσραήλ.
 [02582]  καὶ καθάπερ οἱ μανδραγόραν πεπωκότες οὐκ αἰσθάνονται τῶν τοῦ σώματος κινημάτων·
 [02683]  Καὶ καθάπερ ἐκεῖνος, μετὰ τὴν θείαν ἀπόφασιν, πάντων ἐκράτησεν·
000-00-00 Serial Number=0303760767
Graecarum affectionum curatio Ante [Go Back]  
 [00038]  ἢν δέ τις τῶν ταῦτα θεραπεύειν ἐπισταμένων ἀλεξίκακον φάρμακον τῷ πάθει προσενεγκεῖν ἐθελήσῃ, ἀποπηδῶ σιν αὐτίκα, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ καὶ τὴν σφίσι προσφερομένην ἀποσείονται θεραπείαν καὶ τὴν ἰατρείαν ὡς ἀρρω [1.5] στίαν ἀποδιδράσκουσιν.
 [00239]  Χρεία τοίνυν ἡμῖν νοερῶν ὀμμάτων εἰς τὴν τῶν νοητῶν κατα νόησιν, καὶ καθάπερ δεόμεθα τῶν τοῦ σώματος ὀφθαλμῶν εἰς τὴν θεωρίαν τῶν ὁρατῶν, οὕτω δήπου χρῄζομεν πίστεως εἰς τὴν [1.79] ἐποπτείαν τῶν θείων.
 [00291]  ∆εῖται μέν τοι ἡ πίστις τῆς γνώσεως, καθάπερ αὖ ἡ γνῶσις τῆς πίστεως·
 [00375]  Καὶ καθάπερ τὸν ὑετὸν διαφερόντως μὲν τῇ γεωργουμένῃ γῇ τῆς τῶν ἀνθρώπων εἵνεκα χορηγίας ὁ μεγαλόδωρος ἐνίησιν, ἐκ περιουσίας δὲ καὶ φιλοτι μίας κἀν ταῖς ἐρήμοις κἀν τοῖς ὄρεσιν ὕει καὶ ἡ μὲν ἀρουμένη τοὺς ἡμέρους φύει καρπούς, ἡ δὲ ἀγεώργητος τοὺς ἀγρίους·
 [00379]  οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρει ῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδω νιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ [1.126] τὰς κάλυκας.
 [00392]  Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετό μενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσ αγορεύονται·
 [00570]  Μωϋσῆς δὲ ὁ θειό τατος, οὐ λογισμοῖς ἀνθρωπίνοις ἑπόμενος καθάπερ οὗτοι, τὴν θεολογίαν ξυνέγραψεν, ἀλλ' αὐτῆς ἐναργῶς τῆς τοῦ ὄντος ἐπα κούσας φωνῆς·
 [00761]  Πλάτωνος δὲ καὶ τῶν ἐκείνῳ παραπλησίων, ὅσα μὲν ἐκ τῶν θείων λογίων κεκλόφασιν, εὑρήσει τε καὶ θαυμάσεται, ὅσα δὲ τοῦ ψεύδους ἀνέμιξαν, ἀποξύσει καὶ καθάπερ φορυτὸν ἀπορρίψει καὶ τῶν τῆς ψυχῆς ἀπελάσει χωρίων, καὶ ὁρῶν τῆς κλοπῆς τὰ φώρια, τῷ Πυθαγορικῷ Νουμηνίῳ πιστεύσει λέγοντι·
 [00765]  καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς [2.117] οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία.
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
 [01073]  Οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν διακωλύσας, τῇ τῶν ἀγγέλων φρουρᾷ τὴν τῶν λογισμῶν ξυνεχώ ρησεν ἀγωνίαν, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ τῶν στεφάνων ἀξίους, οὐκ αὐτὸς μὲν ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, εἰς δέον δέ γε τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, καθάπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς νοσημάτων ἀπαλλαγήν.
 [01115]  Ἐπειδὴ δὲ καὶ τῆς ὁρατῆς πέρι κτίσεως οὔτε ἀληθῆ οὔτε μὴν ξυνῳδά γε ἀλλήλοις ἐδόξασαν, ἀλλ' εἰς πολλὰς καθάπερ ἐν νυκτομαχίᾳ διεκρίθησαν μοίρας, ἀλλήλοις ὡς πολεμίοις ἀνέδην κεχρημένοι, προύργου οἶμαι καὶ τὰς τούτων ἐν μέσῳ προθεῖναι δόξας καὶ τῆς θείας γραφῆς παραθεῖναι τὰ δόγματα καὶ δεῖξαί γε ἄντικρυς, ὡς λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν, ᾗ σοφός τις ἡμέτερος εἴρηκεν.
 [01130]  Αἴτιον δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον, καθάπερ ἐκεῖνος, ἀλλὰ [4.8] καὶ τὸ πῦρ εἴρηκεν οὗτος.
 [01174]  πάλιν ἀναζωπυρεῖσθαι, καθάπερ τοὺς ἄνθρακας.
 [01239]  Οὐ γάρ τοι μόνον, φησί, κοινὸν τὸ εἶδος αὐτοῖς, καθάπερ δὴ χαλκο τύπος καὶ χρυσοχόος, ἐντέθεικεν, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῖς ἐδημιούργησέ τε καὶ δέδωκεν, οὐ τὴν αὐτὴν ἔχων αὐτὸς τοῖς γεγονόσι φύσιν·
 [01311]  δη μιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκο δόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανι ζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν.
 [01333]  ἀλλά, καθάπερ ἵππος ὁρμῶν ἀνα χαιτίζεται χαλινῷ, οὕτως ἐκείνη, τὸν ἄγραφον τοῦ Θεοῦ νόμον ἐν ταῖς ἀκταῖς θεωμένη, εἰς τοὐπίσω χωρεῖ, οἷόν τισιν ἡνίαις ἀγχο [4.58] μένη.
 [01428]  Μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντεις, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι ξυνέζευκται καὶ καθάπερ ἐν σάματι τούτῳ τέθαπται.
 [01435]  Ἀνθ' ὅτου δὴ οὖν τεθάφθαι αὐτὴν ἐν τῷ σώματι καθάπερ ἐν σήματι ἔφη;
 [01725]  ἢν δὲ οὗτος, ἢ τῷ χαλαρῷ καὶ λείῳ τῆς ἐπιθυμίας καταθελχθεὶς ἢ τῷ θυμῷ ᾄττοντι παρὰ καιρὸν ξυνεξορμήσας, χαυνοτέρας ἢ προσῆκε τὰς ἡνίας ἐάσῃ, οἱ μὲν ἀτάκτως καθάπερ ἵπποι θέουσιν ἐνδακόντες τὸν χαλινόν, ὁ δὲ συρόμενος φέρεται, καταγέλαστός τε καὶ ἐπ
 [01924]  τὸν δὲ θεόν, ὄντα τε σοφόν, βουλόμενόν τε ἐπιμελεῖσθαι, δυνατὸν εἶναι, καὶ δυνάμενον μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν δὲ ὄντων μηδαμῇ ἐπιμελεῖσθαι δυνατὸν εἶναι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ [6.46] πόνους ῥᾳθυμοῦντα.
 [01977]  Τὸν δὲ χρόνον οὐ τηνάλλως ἀδολεσχῶν ἐπεσημηνάμην, ἀλλὰ δεικνύς, ὡς οὐ μόνον τὰ τῶν Ἑβραίων οὗτος, καθάπερ ὁ Πλάτων, ἀλλὰ καὶ τὰ τῶν ἁλιέων καὶ τὰ τοῦ σκυτοτόμου παιδευθείς, μεμάθηκεν ἐκεῖθεν, ὡς ἐκ τοῦ νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου τὰ πάντα καὶ ξυνέστη καὶ διέστη καὶ τῆς προσηκούσης τετύχηκεν ἁρμονίας.
 [02334]  Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε [8.23] ροῖ.
 [02630]  Καὶ καθάπερ πάλαι τὴν βάτον ἐκείνην καῖον τὸ πῦρ οὐ κατέ καιεν, οὕτως τοὺς πολεμουμένους τὰ τῶν πολεμούντων οὐκ ἀνήλισκε βέλη·
 [02968]  Πρὸ μὲν γὰρ δὴ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷόν πού τινος ζόφου τὴν οἰκουμένην κατέχον τος, καθάπερ τινὲς λῃσταὶ καὶ λωποδύται, οἱ τῶν ἀνθρώπων ἀλάσ τορες, οἱ παμπόνηροι δαίμονες, καὶ λόχοις ἐχρῶντο καὶ πάγαις καὶ ἄρκυσι παντοδαπαῖς, ἀγρεύοντες τῶν ἀνθρώπων τὴν φύσιν·
 [02977]  Θεασάμενοι τοίνυν πανταχοῦ διατρέχον τῆς ἀληθείας τὸ κήρυγμα, καθάπερ στρατιῶται φυγάδες πολλὰ δεινὰ καὶ παράνομα δεδρακότες, εἶτα τῆς τοῦ βασιλέως αἰσθόμε νοι παρουσίας, ἀπέδρασαν καὶ γυμνὰς τὰς ἐνέδρας κατέλιπον.
 [02983]  Οὐ γὰρ εἴα προλέγειν αὐτὸν καὶ ξυνήθως ἀποβουκολεῖν τοὺς ἀνθρώπους τοῦ σταυρωθέν τος ὁ μάρτυς, ἀλλὰ καθάπερ ὁ μέγας Παῦλος τῷ τοῦ Πύθωνος ἐπετίμησε πνεύματι, οὕτως ἡ τοῦ μάρτυρος κόνις τὸ τοῦ μάν τεως ἐχαλίνωσε ψεῦδος.
 [03256]  Ὥσπερ τοίνυν τῶν ἀρίστων ζωγράφων τὴν τέχνην ῥᾷον ἄν τις καταμάθοι, τῷ ἀληθινῷ καὶ ἀρχετύπῳ χαρα κτῆρι παρατιθεὶς τὴν εἰκόνα, οὕτω χρὴ καὶ ὑμᾶς καθάπερ ἰδέαν τινὰ τὴν προφητείαν ὑπὸ τοῦ σοφωτάτου προδιαγραφεῖσαν ζωγρά φου παραθεῖναι τοῖς πράγμασιν ἤδη λαβοῦσι τὸ πέρας καὶ τὸ τῆς [10.103] ὁμοιότητος θεάσασθαι ἀπαράλλακτον.
000-00-00 Serial Number=0923415601
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00023]  Ἵνα δὲ καὶ τῶν ἀναγνωσομένων τὰς γλώττας, καὶ [83.340] τῶν ἀκουσομένων τὰς ἀκοὰς ἀποτρίψωμεν, καὶ τῆς λοιμώδους ἀπαλλάξωμεν δυσοδμίας, καθάπερ τι Χαλαστραῖον, καὶ μύρον εὐῶδες προσοίσομεν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, καὶ πᾶσαν αἵρεσιν τῆς τῶν θείων λογίων διδασκαλίας ἀντίπαλον ἐπιδείξομεν.
 [00070]  Ἐκλεξάμενος γὰρ ἀνθρώπους τῆς οἰ κείας ἐνεργείας ἀξίους, καὶ καθάπερ τι προσωπεῖον τὴν τῶν Χριστιανῶν ἐπίκλησιν αὐτοῖς ἐπιθεὶς, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὸ στόμα τῆς κύλικος, τὸ δηλητήριον τοῦ ψεύδους τοῖς ἀνθρώποις προσενή νοχε φάρμακον.
 [01215]  Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποταποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμ μένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώ ραν, καθάπερ Αἰγυπτιακή τις μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει.
 [01222]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατ έλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερω σύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν·
 [01633]  Καὶ καθάπερ ἐκεῖνος οὐκ ἐδαπανᾶτο καιόμενος, οὕτως αἱ γλῶτται τῶν ἀποστόλων τῆς καυστικῆς ἐνεργείας οὐκ ἐδέχοντο πεῖραν.
 [01823]  Ἀγγέλους μὲν γὰρ οὐ δύο κατ' ἀρχὰς καθάπερ τοὺς ἀνθρώπους ἐδημιούργησε μόνους, ἀλλ' ὅσας ἠθέλησε μυριάδας ἐπήγαγεν.
 [02057]  Τὴν μέσην τοίνυν ἔχει τάξιν, καθάπερ τὰ φάρμακα.
 [02068]  καὶ καθάπερ αἱ φιλόκοσμοι γυναῖκες κομμωτικῇ τέχνῃ τὸ σῶμα λαμπρύνουσιν, οὕτω τῆς ψυχῆς καλλωπίζειν τὴν ὥραν τοῖς τῆς σωφροσύνης, καὶ δικαιοσύνης, καὶ ἀνδρείας, καὶ φρονήσεως ἄνθεσιν.
 [02126]  ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ δίχα σώματος ὀφθῆναι, καθάπερ πάλαι τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς ἄλλοις ἁγίοις ἑωράθη·
 [02382]  Καὶ καθάπερ ὁ γραμματιστὴς, τοὺς μὲν τῆς μαθήσεως ἀρχομένους, τῶν στοιχείων διδά σκει τοὺς χαρακτῆρας·
 [02399]  Καὶ καθάπερ αἱ μητέρες τοῖς μὲν ἀρτιτό κοις προσφέρουσι βρέφεσι τὴν θηλὴν, μετ' ὀλίγον δὲ τὴν τοῖς ὀδοῦσι λεπτυνομένην τροφὴν, εἶτα παι δίοις καὶ μειρακίοις γεγενημένοις τὴν στεγανήν·
 [02439]  Καὶ ἐχρῆν συνιδεῖν, ὅτι καθάπερ τότε τὴν βῶλον ἐκείνην ῥᾷστα εἰς σῶμα μετέβαλεν ὁ τῶν ὅλων Θεὸς, καὶ πολλὰ καὶ διάφορα πεποίηκε μόρια, οὕτως αὐτῷ ῥᾴδιον ἐκ τῶν ὀλίγων τούτων λειψάνων τὴν οὐσίαν κατασκευάσαι τοῦ σώματος.
 [02623]  Καὶ καθάπερ πάλαι τὸ Θεός ὄνομα κεκλοφὼς ἐπιτέ θεικεν ἑαυτῷ, καὶ τοῖς τῆς πονηρίας αὑτοῦ συνερ γοῖς, καὶ πέπεικε τοὺς ἀνθρώπους διὰ τῶν χειροτμή των ξοάνων τὸ θεῖον αὐτῷ σέβας προσενεγκεῖν, οὕτω τὴν τοῦ ∆εσπότου Χριστοῦ προσηγορίαν σφετερισά μενος, πάντας μὲν, ὡς ἔπος εἰπεῖν, ἐξαπατήσει, φενακίσει δὲ καὶ τῶν σεπτὸν ὄνομα περικειμένων πολλοὺς, ἑαυτὸν εἶναι λέγων Χριστὸν, ὃν οἱ θεῖοι χρησμῳδοῦντες προφῆται ἐπιφανήσεσθαι προὔλεγον.
000-00-00 Serial Number=0918149829
Historia ecclesiastica Ante [Go Back]  
 [00085]  [5] Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τυράν νων, Μαξεντίου φημὶ καὶ Μαξιμίνου καὶ Λικιννίου, κατηυνάσθη τῆς ἐκκλησίας ἡ ζάλη, ἣν οἱ ἀλάστορες ἐκεῖνοι καθάπερ τινὲς καταιγίδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς, τῶν στρεβλῶν παυσαμένων ἀνέμων.
 [00345]  οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς ἐκκλησίας ἐπολιόρκουν, ἀλλ' ὁμόφυλοι καὶ ὁμορρόφιοι καὶ ὁμοτράπεζοι κατ' ἀλλήλων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώσσας·
 [00463]  ἀλλ' ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάν των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων (καὶ αὐτὸς δὲ καθάπερ εἷς [43] ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ' ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι.
 [00802]  τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὃν καθάπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκε, τῆς ἐπ' αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ' ὑμῖν τρόπαιον ἀπο φήναντα.
 [02099]  ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον, συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθάπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκα λος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαοὺλ ἐνοχλοῦν.
 [02796]  Ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσ βάλλοντα διέλυον κύματα.
 [02804]  Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν ∆ιόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν.
 [02806]  καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν·
 [03704]  καὶ τριάκοντα διελη λυθότων ἐνιαυτῶν ἡ ζάλη μεμένηκεν, ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη.
000-00-00 Serial Number=0560350955
Historia religiosa Ante [Go Back]  
 [00093]  [1.3] Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
 [00452]  Ὁ δὲ καθάπερ τινι πυρὶ τῷ τοῦ στόματος πνεύματι αὐανθεὶς καὶ οἱονεὶ ἐμπρησθεὶς, καλάμης δίκην καταφλεχ θείσης εἰς πολλὰ διελύθη.
 [00678]  Ὁ δὲ καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκό των, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται·
 [01015]  Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει ὀψόμενος τόπους.
 [01059]  Ὁ δὲ καθάπερ τις ἀνδροφόνος ἢ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς καὶ λέγειν ἃ δέδρακε προστατ τόμενος οὕτως ἅπαντα διεξῄει παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν ἀναγκαζόμενος·
 [01781]  Περὶ δὲ τρίτην ὥραν τῆς ἡμέρας συσπειρα θέντες τῆς οἰκείας μόνης ἐφρόντιζον φυλακῆς, καθάπερ ὁ ὄφις τῇ κέρκῳ τὴν κεφαλὴν συνεκάλυπτεν.
 [02399]  Καὶ καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται καὶ ῥῖνα καὶ στόμα καὶ παρειὰς καὶ ὦτα καὶ μέτωπα καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς τρίχας καὶ πρὸς τούτοις καὶ καθέδραν καὶ στάσιν καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ ἤθη, εἴτε χαροποιὰ εἴτε βλοσυρὰ εἴη, οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον τῇδε τῇ συγγραφῇ βίον τινὰ μιμεῖσθαι προαιρού μενον πρὸς ἐκεῖνον ὃν προαιρεῖται τὸν οἰκεῖον ῥυθμίζειν.
 [02474]  Καὶ καθάπερ τὸ πῦρ, ὅσῳ πλείονα τροφὴν ὑποδέχεται, τοσούτῳ μείζονα τὴν ἐνέργειαν δείκ νυσιν αὔξεται γὰρ αὕτη τῇ προσθήκῃ τῆς ὕλης, ἀλλ' οὐκ ἀμβλύνεται , οὕτως ἡ περὶ τὸν θεὸν ἀγάπη τῇ θεωρίᾳ τῶν θείων πυρσεύεται, καὶ σφοδροτέραν ἐκεῖθεν καὶ θερμο τέραν τὴν ἐνέργειαν ὑποδέχεται.
000-00-00 Serial Number=0192036152
Interpretatio in Danielem Ante [Go Back]  
 [00335]  Ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει.
 [01674]  Οἶδε γὰρ πολλάκις ἡ ἁμαρτία ταῖς ἡδοναῖς ἡμᾶς καταθέλγουσα, καθάπερ ἐκεῖνον τὸν ἀνόητον βασιλέα διὰ τῆς μέθης, οὕτω σκληρύνειν ἡμῶν τὴν καρδίαν καὶ ἀντίτυπον ἀπο φαίνειν, ὡς καὶ τῆς ἀσεβείας τὴν νόσον ῥᾳδίως εἰσ δέχεσθαι.
 [02113]  Καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων δικαστηρίων, οἱ μὲν τῶν ὑπ ηκόων ἱστᾶσιν φοβερώτερον δεικνύντες τὸ δικαστή ριον, οἱ δὲ ἐξίασί τε καὶ εἰσίασι τῷ δικαστῇ τὰς ἀποκρίσεις κομίζοντες·
 [02198]  καὶ καθάπερ ὁ Κύριος δι' ἀνθρωπείας φύσεως ἐπιφανεὶς, τὴν ἡμε τέραν ἐπραγματεύσατο σωτηρίαν·
 [03697]  Οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὥρισεν εἰς ὃν ταῦτα ἀποβήσεται.
000-00-00 Serial Number=0309614837
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00600]  Παι δοτρίβου δίκην ὁ ∆εσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσό μενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευό μενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν·
 [01533]  Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγό ρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συν έσφιγγον τὸν λαόν.
 [02882]  Ἣν τοίνυν ῥάβδον παιδευτικὴν, καὶ ἀξίνην, καὶ πρίονα, ὄργανα φυτῶν δαπανητικὰ, ἐκεῖ προσηγόρευσεν, ἐνταῦθα ῥομφαίαν ὠνόμασε, θηγομένην μὲν, καὶ στιλβουμέ νην ὑπὸ τῆς τῶν κολαζομένων τιμωρίας, καθάπερ δέ τισι δημίοις τοῖς Βαβυλωνίοις ἐγχειριζομένην.
 [03160]  ἀλλ' ἐπειδὴ τοῦτον οὐκ ἐδέχοντο, ἀλλ' ἀπωθοῦντο, καθάπερ τις πέτρα παρείσδυσιν οὐ παρέχουσα τῇ τοῦ ὑετοῦ φορᾷ, εἰκότως αὐτὴν οὐ βρεχομένην ὠνόμασε γῆν.
 [03506]  Τὸ δὲ Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος, δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γε γενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξ απλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν·
 [03514]  Οὐ κατα καλύψω, φησὶ, τὰς ὑπ' αὐτῶν τολμηθείσας παρανο μίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ' ἐπὶ λείας βαλλόμενον πέ τρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατ ηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων.
 [03600]  Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγέ νετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν.
 [04464]  Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρα τιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι.
 [04549]  ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν.
 [04626]  Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος.
 [05344]  ἐπειδὴ δὲ καθάπερ κύνες λυττῶντες ἐπεμάνησαν τῷ ∆εσπότῃ, αὐτοὶ τὴν προ φητείαν ἀτέλεστον πεποιήκασι, καὶ οὕτως δὲ τὸ ἀψευδὲς ἡ πρόῤῥησις ἔχει.
 [05664]  καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν·
000-00-00 Serial Number=0856475949
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00616]  Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο τῇ φρονήσει, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σι δήρῳ οἱ ἀνδροφόνοι.
 [00879]  Καὶ καθάπερ μία μὲν ὁδὸς, ἡ εἰς τὰς μεγίστας ἀπάγουσα πόλεις, ἣν βασίλειον καὶ βασιλικὴν ὀνομάζειν εἰώθαμεν, εἰς δὲ ταύτην ἀτρα ποί τινες ἀπὸ κωμῶν ἐμβάλλουσι καὶ ἀγρῶν·
 [02028]  ἀλλὰ μισήσουσιν αὐτοὺς, καθάπερ τις τὸν καύσωνα ἀπο στρέφεται.
 [02328]  ἐπειδὴ δὲ τύπος ἦν τοῦ ∆εσπότου Χρι στοῦ, καὶ τοὺς ἀπὸ Βαβυλῶνος αἰχμαλώτους ἐπαν ήγαγεν εἰς τὴν Ἰουδαίαν, καθάπερ ὁ Κύριος τοὺς ἐξανδραποδισθέντας ὑπὸ τοῦ διαβόλου πρὸς τὴν ἀλή θειαν μετέθηκε, τυπικῶς εἴ τις ἐκείνῳ προσ αρμόσει ταῦτα, οὐδὲν ἀπεικὸς ποιήσει·
 [02587]  Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει·
 [02851]  Καὶ καθάπερ νῦν ἀπὸ τῆς Ῥωμαίων πόλεως Ῥωμαῖοι πάντες ὀνομαζόμεθα·
 [03768]  διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι καθάπερ ὁ Ἰσραὴλ οὐδεμιᾶς ἐπικουρίας ἐκ τῶν εἰδώλων τετύχηκεν, οὕτως ἡ Μωὰβ οὐδὲν ἀπ ώνατο τοῦ Χαμώς.
000-00-00 Serial Number=0704601109
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00141]  καὶ καθάπερ ἐκεῖνα τὰ παραφυτευόμενα δένδρα τεθηλέναι ποιεῖ, οὕτω ταῦτα παρασκευάζει τοὺς θείους φέρειν καρ πούς.
 [00330]  Ἐν γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε.
 [00385]  καὶ καθάπερ πολλάκις ἄδικον κατ' ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ αὐτὸν τὸν Σαοὺλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας·
 [01284]  ἀλλὰ τὴν μακροθυμίαν καθάπερ τινὰ ὕπνον ἀποσεισάμενος, περιφανῆ καὶ λαμπρὰν αὐτῶν τὴν σωτηρίαν ποιήσομαι.
 [01414]  δι' αὐτῆς οὖν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας, ὡς οὐκ ἔσται ὑμῖν εὐάλωτος ὁ ἐμὸς λαὸς, οὐδὲ καθάπερ ἄρτον τινὰ ἐσθιόμενον δαπανήσετε αὐτὸν, τῆς ἐμῆς προμηθείας καταφρονοῦντες.
 [01433]  Ἐκεῖνος μέντοι καθάπερ ἄγκυραν ἱερὰν τὴν ἐμὴν κατέσχεν ἐλπίδα, καὶ μὴν δὴ καὶ τετύ χηκε τῆς σωτηρίας ὡς ἤλπισε.
 [02342]  προσ δοκήσαντες καθάπερ τῶν εἰδώλων, οὕτω καὶ τοῦ ὄντος Θεοῦ περιέσεσθαι.
 [03528]  πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης [80.1085] ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι.
 [03773]  Γένοιτο (γὰρ φησὶν), Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
 [03897]  καθάπερ γὰρ ὑπὸ τῶν ὀστῶν, ὡς στερε μνίων, τὸ λοιπὸν φέρεται σῶμα, οὕτω διὰ τῶν λογισμῶν ἡ ψυχὴ τὴν σωτηρίαν καρποῦται.
 [05054]  καθάπερ γὰρ ὁ καθεύδων οὐκ αἰ σθάνεται τῶν γιγνομένων, οὕτως ὁ μακροθυμίᾳ χρώ μενος, καὶ παροινούμενος, καὶ προπηλακιζόμενος φέρει.
 [05277]  Προλέγει [80.1201] δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά τος.
000-00-00 Serial Number=0131600142
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00013]  Προλέγει [80.1201] δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά τος.
 [00191]  ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς Θεασάμενοι, φησὶ, τὰ ἀῤῥαγῆ τῆς Ἐκκλησίας θεμέλια, καὶ καταμαθόντες τὸ τῆς προῤ ῥήσεως ἀψευδὲς, δέος καὶ φρίκην ἐδέξαντο, καθάπερ οἱ τὰ τῆς θαλάσσης διαπεραιούμενοι νῶτα, καὶ καται γῖσι βαλλόμενοι, καὶ πανωλεθρίαν προσμένοντες.
 [00872]  Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πει ρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ.
 [01174]  καθάπερ ὑπ έμειναν τὴν ψυχήν μου.
 [01647]  Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κά ρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμε τέρας ψυχάς.
 [01850]  Μέχρι τίνος ὠμότητι καθ' ἡμῶν κέχρησθε, τὸ κοινὸν τῆς φύσεως οὐ σκο πούμενοι, ἀλλὰ καθάπερ τοῖχόν τινα κεκλιμένον, καὶ φραγμὸν ὑπ' ἀνέμου πεσεῖν κινδυνεύοντα, ὦσαι καὶ καταβαλεῖν ἐπείγεσθε, μιαιφόνον ἔχοντες γνώ μην;
 [01951]  Βούλεται δὲ εἰπεῖν, ὅτι Καὶ ἡ ψυχή μου, καὶ τὸ σῶμά μου, ἱμείρεταί σου καὶ ποθεῖ σε, καθάπερ ὁ διψῶν ὕδωρ ἥδιστόν τε καὶ διειδέστατον.
 [02214]  Ἐπίμεινον, φησὶ, ∆έσποτα, καθάπερ τινὰς αὔλακας, τοὺς λογισμοὺς αὐτῶν ἄρδων, καὶ εἰς καρποφορίαν διεγείρων.
 [02256]  Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ' [80.1361] ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦ τον προστεθεικότες τὸν μῦθον.
 [02793]  καὶ ὥσπερ αὐτοὶ δα σμὸν παρὰ τῶν ὑπηκόων λαμβάνουσιν, οὕτως αὐ τοὶ, καθάπερ δοῦλοι καὶ ὑπήκοοι, δῶρά σοι προσ κομιοῦσι.
 [02842]  καὶ οἱ μετ' ἐκείνους δὲ τὸ δι [80.1400] δασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέ λαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσ φέρουσι.
 [03723]  Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανη μένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει·
 [03867]  καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλί σκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνί ζοντο.
 [04083]  ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας.
 [04155]  Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζό μενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ' ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς.
 [04250]  Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων δι ήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκ γόνους.
 [04294]  Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ.
 [04565]  Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε.
 [04753]  σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύ τευσας γῇ.
 [05158]  Παρ' ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον.
000-00-00 Serial Number=0623979509
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00147]  Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύ χιόν με πεποίηκας.
 [00246]  [καθάπερ ἐκεῖ διὰ Μωϋσοῦ, ἐνταῦθα διὰ τοῦ ἱερέως.] ιβʹ.
 [00464]  Μέχρι τί νος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέ ρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμε τέρων ἁμαρτάδων ἐκκαίεις;
 [00591]  [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱε ρουσαλὴμ ὁ τῶν οʹ ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγέ νετο.] Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα.
 [00645]  καθάπερ Παῦλος ἐκπαιδεύει·
 [02038]  Ἐπειδὴ τοίνυν παν ταχόθεν ὕδασιν ἡ γῆ περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρμα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα ἄττα πλείονα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ.
 [02045]  ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον.
 [02051]  Αἰσχύνεται μὲν τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυτ τῶσα, καθάπερ χαλινῷ τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν, καὶ εἰς τοὐπίσω χωρεῖ.
 [02786]  καθάπερ γὰρ τὸν εἴσω τοιούτων καθειργμένον θυρῶν τε καὶ μοχλῶν, διαφεύγειν τῶν ἀδυνάτων·
 [02827]  Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλε ποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλ πίδα τῆς σωτηρίας ἀπολαύοντες·
 [03204]  Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι δι ηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβό λαιον.
 [03614]  Ἀνεχαίτισε δὲ ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν·
 [03708]  Αὐτὸς μὲν γὰρ ἐνδιαίτημα ἔχει τὸν οὐρανὸν, οὐ τὸν ὁρώ μενον τοῦτον, ἀλλὰ τὸν τούτου ὑπέρτερον, ὃν οὗτος ὄροφον ἔχει, καθάπερ τοῦτον ἡμεῖς.
 [04209]  Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
 [04526]  Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες·
 [05280]  Εἴπατε τοίνυν πρὸς ἀλλήλους χορεύοντες, Εἰ μὴ τῆς θείας ἐπικουρίας ἐτύχομεν, τοσούτων καθ' ἡμῶν δυσμενῶν συνελθόντων, οὐκ ἂν οὐδὲ τα φῆς ἠξιώθημεν, ἀλλὰ καθάπερ ὑπὸ θηρίων ζῶντες ἂν κατεπόθημεν.
 [05416]  τουτέστιν, ἡ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις ἡμῖν μισθὸς τοῖς εἰς αὐτὸν ἠλπικόσι δεδώρηται.
 [06105]  καὶ καθάπερ ἐν τοῖς οὐρανοῖς ἐκεῖνοι χορεύοντες ὑμνοῦσι τὸν τῶν ὅλων Θεὸν, οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς γῆς τὴν πνευμα τικήν σοι μελῳδίαν προσοίσομεν.
 [06363]  Καὶ γὰρ ἡνίκα τὴν πρὸς τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ ῥοπῇ περιέφραξας.
 [06480]  Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν.
 [06583]  Οὕτω δέ σου διψῶ τὴν βοήθειαν, καθάπερ ἡ ἄνυδρος γῆ προσ μένει τὸν ὑετόν.
 [06609]  καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύ ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐ τῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλα γμένην.
 [06812]  ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν.
000-00-00 Serial Number=0764212012
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00014]  Οὐδὲν οὖν ἀπεικὸς τοῖς ὀρθῇ ψήφῳ καὶ δικαίᾳ κεχρημένοις ποιήσειν δόξομεν, εἰ καθάπερ τινὰς τρίχας, τὰς τῆς ἡμετέρας διανοίας ὠδῖνας εἰς τὴν τῆς νέας σκηνῆς κατασκευὴν προσενέγκαιμεν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.
 [00134]  οὐχ ἁπλῶς δὲ τοῦδε τοῦ χώρου τὴν μνήμην ἐποιήσατο, ἀλλὰ τῆς θείας ἀνα μιμνήσκων εὐεργεσίας τὸν τηνικάδε βασιλέα, καὶ διδάσκων, ὅτι καθάπερ δίκας εἰσέπραξε τοὺς τὸν Ναβουθὲ κατασφάξαντας διὰ τοῦ προπάτορος αὐτοῦ Ἰηοῦ·
 [00228]  Τοῦτο τοίνυν καὶ ἐν ταῦθα παρεδήλωσεν, ὅτι καθάπερ οἱ τηνικάδε διὰ τῆς τοῦ Ἀχὰρ τιμωρίας ἔμαθον, ὅσον ἡ παρανομία κα κὸν, οὕτω καὶ οὗτοι διὰ τῆς αἰχμαλωσίας αἴσθησιν λήψονται τῶν οἰκείων πλημμελημάτων.
 [00318]  ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οἳ καθάπερ τινὲς ἰχθύες διανήχονται τοῦ βίου τὸ πέλαγος.
 [00355]  Ἐπάλληλα, φησὶν, αὐτοῖς ἐπάξω κακὰ, καθάπερ τοῖς κόρον σιτίου λαβεῖν οὐκ ἐθέλουσι πλείονα προσφέρεται τὰ ἐδέσματα.
 [00406]  Ταῦτα δὲ πείσεται, ἐπειδὴ τάς τε δαμάλεις, καὶ τὰ λοιπὰ εἴδωλα, καθάπερ τινὰ σκάν δαλα καὶ πάγας ἑαυτῷ προτεθεικὼς, τὴν τῶν Χανα νιτῶν δυσσέβειαν ἐζήλωσε, καὶ ἀλαζονείᾳ κατ' ἐμοῦ χρησάμενος, τὴν τῶν εἰδώλων λατρείαν τῆς ἐμῆς θεραπείας προείλετο.
 [00411]  οὕτως αὕτη οἷόν τις ὑπόπτερος εἰς τὴν ἀλ λοτρίαν ἀπαχθήσεται, καθάπερ τινὸς συστροφῆς τῆς ἐμῆς ὀργῆς ὑποσυρούσης αὐτὴν, κἀκεῖ διάγειν ἀναγ καζούσης·
 [00519]  Μετὰ ταύτην αὐτῶν τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, καθάπερ τις πατὴρ φιλόστοργος τὴν πρὸς αὐτοὺς ποιεῖται διάλεξιν.
 [00631]  Ἐπέμεινε, φησὶ, τῇ κακίᾳ, καὶ μεταβολὴν ἐπὶ τὸ κρεῖττον οὐδεμίαν ἐδέξατο, καθάπερ ὁ ἐγκρυφίας κατὰ θάτερον μέρος προσομιλῶν τῷ πυρὶ, καὶ δια καιόμενος.
 [01329]  ∆ηλοῖ δὲ διὰ τούτων, ὅτι Σὲ παντοδαπῆς ἀξιώσας προνοίας ἀλύμαντον διατη ρήσω, τοὺς ἐπιόντας σοι καθάπερ τισὶ καταπλήττων ἀκίσιν.
 [01590]  Τὰς γὰρ ἀναγκαίας ὑμῖν χορηγήσει χρείας, καὶ παρέξει τὸν ὑετὸν εἰς καιρὸν, τόν τε πρώϊμον καὶ τὸν ὄψιμον, καθάπερ καὶ πρόσθεν ἀπελαύετε.
 [01912]  Τοσοῦτον γὰρ ὑμῖν, φησὶν, ἐπιθήσω τιμωρίας φορτίον, ὡς ὀδύρεσθαι καὶ στένειν, καθάπερ ἅμαξα πεφορτωμένη καὶ βεβαρη μένη τρίζει συρομένη.
 [02031]  Τούτοις προστίθησιν, ὅτι καὶ τὸν Ἀσσύριον φεύγοντας, καὶ τὴν Αἴγυπτον καταλαβεῖν σπεύδοντας, τῇ τοῦ Ἀσσυ ρίου παραδέδωκα ῥομφαίᾳ, καθάπερ τινὶ πυρὶ τῇ ὀργῇ κεχρημένος·
 [02306]  Οὐκ έτι, φησὶν, οἷόν τινι λήθῃ παραδώσω τὰ ὑφ' ὑμῶν τολμώμενα, ἀλλὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καθ' ὑμῶν κινήσω τὴν γῆν, καὶ καλύψω ὑμᾶς τῷ πλήθει τῶν πολεμίων, καθάπερ ὁ Αἰγύπτου ποταμὸς καλύπτει τὴν γῆν.
 [02364]  ἀλλὰ νῦν μὲν αὐτοὺς εἰς τὴν αἰχμαλω σίαν διασπερῶ, καθάπερ δὲ γεωργὸς ἀποκρινῶ σίτου τὸ ἄχυρον, καὶ φυλάξω μὲν τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ λοιποὺς παραδώσω σφαγῇ, οἳ πιστεῦσαι τοῖς ἐμοῖς οὐκ ἠβουλήθησαν λόγοις, ἀλλὰ διαφυγεῖν ἤλ πισαν τῶν ἠπειλημένων τὴν πεῖραν.
 [02403]  καὶ καθάπερ ἐκεῖνος ἐπίμονον πλείστην ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν, ὡς καὶ διαῤῥήδην εἰπεῖν·
 [02704]  Καὶ καθάπερ ὁ μακά ριος ∆αβὶδ ἀνάγραπτον πεποίηκε τὴν οἰκείαν ἁμαρ τίαν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κηρύττων, καὶ τοῖς ἁμαρτάνουσι τὰ φάρμακα τῆς μετανοίας ὑπο [81.1733] δεικνύς·
 [03241]  καὶ καθάπερ ἄρνες πεινῶντες δαπανῶσι τὴν ἄγρωστιν, οὕτως οὗτοι τὴν ἀγρώστεως δίκην ταῖς κεχερσωμέναις ψυ χαῖς ἐμφυομένην ἀσέβειαν ῥᾳδίως καταναλώσουσιν, ὥστε μηκέτι τοιοῦτον ἀνθρώπων σύλλογον εὑρεθῆναι.
 [03460]  ∆ώσεις ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἀβραὰμ, καθάπερ ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.
 [03770]  ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς [81.1808] δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦ τον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται.
 [03820]  Προσήκει γάρ με, φησὶ, καθάπερ ἕπεται τὸ κτῆνος τῷ ἡγουμένῳ καὶ ἄγοντι, μὴ περιεργαζόμενον ποῦ βαδίζει, οὕτω τοῖς σοῖς λόγοις πιστεύειν, καὶ [81.1812] τοῖς σοῖς νόμοις ἀκολουθεῖν·
 [03920]  Τοσαύτην γὰρ περίκειται δύναμιν, ὡς ὁλόκληρα ἔθνη καθάπερ τινὶ σαγήνῃ καὶ ἀγκί στρῳ θηρεύειν, καὶ τῇ θήρᾳ ἐπεντρυφᾷν.
 [03931]  Ἐξουρίων γὰρ φερόμενος, καὶ ῥᾳδίως σαγηνεύων οὓς βούλεται, καὶ κακοῦ τινος πεῖραν τέως οὐδεμίαν λαβὼν, καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ δυνάμει καθάπερ τινὶ κεχρημένος δικτύῳ.
 [04113]  ∆ιὸ καθάπερ τισὶν ἵπ ποις ἐποχούμενος τοῖς ἱεροῖς ἀποστόλοις, πᾶσι τοῖς πιστεύουσι παρέξεις τὴν σωτηρίαν·
 [04137]  Ἀλλὰ καθάπερ ποταμῶν εἰσβαλλόντων [81.1832] εἰς πέλαγος πολὺς ἦχος καὶ ψόφος ἀποτελεῖται, τῶν θαλαττίων κυμάτων εἰργόντων, καὶ ἐπεχόντων τὴν εἰσβολήν·
 [04196]  καθάπερ γὰρ οἱ βόες γεωργοῦσι τὴν γῆν, οὕ τως οἱ ἱερεῖς ἐνεούργουν τοῦ λαοῦ τὰς ψυχὰς, οἷόν τινα τροφὴν παρ' αὐτοῦ κομιζόμενοι τὰ τοῖς θείοις θυσιαστηρίοις καθάπερ τισὶ προσφερόμενα φάτναις.
 [04637]  τὴν δὲ κολαστικὴν δύναμιν, καθάπερ τινὰ ῥομφαίαν, οὐ μόνον κατὰ τῶν τῆς γῆς ἐπάξω καρπῶν, ἀλλὰ καὶ κατὰ τῶν ἐργαζομέ νων ταύτην ἀνθρώπων·
 [05096]  Τοῦτο γὰρ καὶ ἐνταῦθα δηλοῖ, ὅτι καθάπερ ἐξουδένωσα τὴν Ἱερουσαλὴμ εἰς ἡμέρας μακρὰς, καὶ ἑβδομήκοντα ἐτῶν ἐρημίαν κατεψηφισάμην αὐτῆς·
 [05153]  Ὁρᾷ δὲ τὴν τιμωρίαν καθάπερ τινὰ βαρύτατον μόλιβδον τῷ τῆς ἀνομίας ἐπικείμενον στόματι, κατὰ τὴν ψαλμῳδίαν τὴν λέ γουσαν·
 [05166]  Οὐδὲ γὰρ καθάπερ, φησὶ, τῇ Ἱερουσα λὴμ ῥητὸν ὥρισα χρόνον εἰς ἐρημίαν, εἶτα πάλιν αὐτὴν φειδοῦς ἠξίωσα καὶ συγγνώμης, οὕτω καὶ τῇ Βαβυλῶνι μεταδώσω φιλανθρωπίας·
 [05845]  Κατ' ἐκεῖνον, φησὶ, τὸν καιρὸν, μετὰ ταύτην αὐτῶν τὴν λύτταν, τὰς δύο μοίρας τοῦ πλήθους παραδώσω σφαγῇ, τὸ δὲ τρίτον καθάπερ ἀργύριον καὶ χρυσίον διὰ πυρὸς δοκιμάσω, τοῖς παντοδαποῖς παραδιδοὺς πειρασμοῖς·
 [05889]  καθάπερ ἐπὶ τοῦ Ὀζίου τοῦ μεγάλου σεισμοῦ γενομένου.
 [06128]  τὸ δὲ στηθύνιον, ὃ τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων.
 [06277]  Καὶ μέντοι καὶ τῇ θείᾳ χάριτι χρώμενος καθάπερ τινὶ πόᾳ, τῶν ἁμαρτημάτων ἐκκαθαίρει τὸν ῥύπον.
 [06281]  Ἐνταῦθα δὲ ὑποδείκνυσιν ἡμῖν ὁ προ φητικὸς λόγος, οἷόν τινα δημιουργὸν, τὸν ∆εσπότην [81.1980] καθάπερ πόᾳ τινὶ τὸν τῶν ἁμαρτημάτων ἀποσμή χοντα ῥύπον, καὶ οἷόν τινι πυρὶ τοῦ ταύτης ἰοῦ τὰς ἡμετέρας ἐλευθεροῦντα ψυχάς.
000-00-00 Serial Number=0678902686
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00007]  Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμ μένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώ ραν, καθάπερ Αἰγυπτιακὴ μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει.
 [00053]  Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ με γαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ ∆ε σπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἀεὶ ἦν, καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὅτι πάν των ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς·
000-00-00 Serial Number=0366166115
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00512]  πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελισταῖς ἡ τάξις ἀντέστραπται καὶ ὁ Λου κᾶς, ὁ ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται;
 [00553]  Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διαθέσει κατήγγελται, καθάπερ ἤδη προείπαμεν, ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας·
 [00696]  καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν παραγίνονται πρόθεσιν, οὕτω καὶ ὁ παλμός·
 [01018]  καὶ καθάπερ Ἰησοῦς τοῦ Ναυὴ μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάττειν τὴν στάσιν λαμβάνει τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ ὑπὸ τῆς κτίσεως (διὰ) τὴν ὑπακοὴν τοῦ προ [62] στάγματος τιμώμενον, οὕτω καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος, ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις.
 [01020]  καθάπερ γὰρ νεκρὰ σώματα ἐν τοῖς μνη μείοις κείμενα ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλο γίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου.
 [01092]  καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαούλ, τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον τὴν ἀποδοκιμά σασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις·
 [01164]  Εἰ μὲν γὰρ ἔλεγον οἱ χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελ λεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὴ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ·
 [01197]  Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας.
 [01408]  πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαί [88] μονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐ τῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ·
 [01445]  δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος, πάντες ἀλλαγησόμεθα·
 [01673]  ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν ∆αυίδ.
 [01769]  καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συν τελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη.
 [01771]  καὶ καθάπερ μὴ ποιήσας ὁ θεὸς πλείονας κόσμους, οὓς ἠδύνατο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐδείχθη ἡ αὐτοῦ τελειότης, οὕτω καὶ ἕνα ποιήσας κόσμον οὐκ ηὐξήθη ἐκ τούτου ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερτέλειον.
000-00-00 Serial Number=0697869480
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00213]  ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ , ὡς εἶναι δῆλον, ὅτι καθάπερ οὗτος ὁ οὐρανὸς ἡμῖν ἐστιν ὄροφος, ἡ δὲ γῆ ἔδαφος, οὕτως ὁ ὁρώμενος οὐρανὸς ὄροφον ἔχει τὸν ὑπερκείμενον οὐρανόν.
 [00411]  καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρό εισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρ τοῦν δὲ ἀεὶ τῷ λόγῳ, καὶ συμπροϊὸν γεννωμένῳ.
 [01799]  καὶ κατίσχυ σεν ἡ καρδία Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν [106] καθάπερ ἐλάλησεν αὐτοῖς Κύριος .
 [01840]  καὶ ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ
 [01843]  τὸ δὲ καθάπερ ἐλάλησε , τὴν πρόγνωσιν τοῦ Θεοῦ δηλοῖ, ἀντὶ τοῦ, οὐδὲν τούτων ἠγνόησεν ὁ τῶν ὅλων Θεός, ἀλλ' ἐξ ἀρχῆς προείρηκε, ταῦτα δὲ πάντα διεξῆλθον δεῖξαι βουλόμενος, ὡς οὔτε φύσεως ἦν ὁ Φαραὼ πονηρᾶς, οὔτε ὁ δεσπότης Θεὸς σκληρὰν αὐτοῦ καὶ ἀντίτυπον τὴν γνώμην εἰργάσατο·
 [01870]  καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον , ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ.
 [02545]  καθάπερ γὰρ τὰς ποίμνας καὶ τὰς ἀγέλας αἱ σφραγίδες δηλοῦσι, οὕτω τὰ τῆς τῶν ἑβραίων πολι τείας ἐξαίρετα καὶ τῶν ἄλλων αὐτοὺς διεῖργε καὶ τῷ νομοθέτῃ προσεδρε ύειν ἐδίδασκεν.
 [02600]  ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος .
 [02849]  καθάπερ δὲ τῶν ζῴων τὰ μὲν διχηλεῖ καὶ τὴν τροφὴν ἀναπεμπάζεται, τὰ δὲ οὐδέτερον αὐτῶν ποιεῖ, ὡς ὄνος καὶ ἡμίονος καὶ ἵππος καὶ τὰ θηρία·
 [02968]  καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον διὰ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκ κίνου κεκλωσμένου περιραινόμενος ὁ λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀπε δείκνυτο·
 [03018]  καὶ τὴν οἰκείαν ἐμφαίνων ἀγαθότητα, οὐκ ἐν γνόφῳ καὶ καπνῷ καὶ πυρὶ καθάπερ τῷ Ἰσραήλ, ἀλλ' ἐν νεφέλῃ φωτοειδεῖ ἑωρᾶτο.
 [03088]  ἅπαξ τοῦ ἐνι αυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ .
 [03203]  τῇ δὲ πεντεκαιδεκάτῃ, τὴν ἑορτὴν τῶν Σκηνῶν ἑορτάσαι νομοθετεῖ, οὐ μέχρι τῆς ἑβδόμης, καθάπερ ἐπὶ τῶν ἄλλων ἑορτῶν, ἀλλὰ καὶ τὴν ὀγδόην ταῖς ἑπτὰ προσθεῖναι κελεύει·
 [03671]  καθάπερ γὰρ οἱ κατάσκοποι τῷ τῶν ἐθνῶν ἐκείνων, ἃ κατασκοποῦσι, καὶ σχήματι κέχρηνται καὶ φωνῇ, οὕτως ὁ Θεὸς λόγος τὴν ἀνθρωπείαν περιθέμενος φύσιν, καὶ τῇ ταύτης γλώττῃ χρησάμενος, τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν.
 [03820]  καὶ καθάπερ οἱ ὑπὸ τῶν ὄφεων δακνόμενοι, εἰς τὸν χαλκοῦν ἀπο βλέποντες ὄφιν σωτηρίας ἀπήλαυον, οὕτως οἱ ὑπὸ τῆς ἁμαρτίας πλητ τόμενοι, τῷ πάθει τοῦ σωτῆρος ἡμῶν ἀνενδοιάστως πιστεύοντες, κρείττους ἀποφαίνονται τοῦ θανάτου, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσιν.
 [03868]  ἐγὼ δὲ οἶμαι περὶ τοῦ λαοῦ τοῦτο εἰρῆσθαι, ὅτι καθάπερ ὁ μονόκερως ἓν ἔχει κέρας, οὕτως ὁ εὐσεβὴς λαὸς ἕνα προσκυνεῖ Θεόν.
 [04043]  καθάπερ, φησί, σὺ τούτων ἀπολαύεις διαπαντός, οὕτως ἅπαξ γοῦν ἀπολαυσάτωσαν ἐν ταῖς ἑπτὰ τῆς ἑβδομάδος ἡμέραις οἱ θεράποντες καὶ αἱ θεράπαιναι καὶ τὰ ὑποζύγια.
 [04499]  τὰ γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπά θετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ τῶν ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτει νάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων .
 [04746]  ὅτι καθάπερ τῷ Ἀβραὰμ τοῦτον ἐξ ἀρχῆς ὁ Θεὸς ἐδεδώκει τὸν νόμον, οὕτως ἐκ δευτέρου προσέταξε τῷ Ἰησοῦ τοὺς ἀπεριτμήτους περι τεμεῖν.
 [04906]  καθάπερ γὰρ τῶν ἀπὸ γῆς καρπῶν καὶ τῶν βοσκημάτων τὰς δεκάτας τοῖς ἱερεῦσι καὶ τοῖς λευΐταις ἀπένει μεν·
 [05183]  ἔρημος δὲ τούτων ὁ Ἰσραὴλ γέγονε, καθάπερ ὁ πόκος ἐστερήθη τῆς δρόσου.
000-00-00 Serial Number=0459778428
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02307]  ∆ῆλον τοίνυν, ὅτι καθάπερ τῷ μεγάλῳ Μωσῇ ἔδειξεν ὁ Θεὸς τῆς σκηνῇς τὸ παράδειγμα, καὶ ἔφη πρὸς αὐτὸν, ὅτι Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·
 [02725]  Τὸν γὰρ ὑπὸ τῶν Ἰσραηλιτῶν διωκόμενον πιστῶς ὑπεδέξατο, καθάπερ καὶ ἐκκλησία τοὺς ἀποστόλους ὑπ' αὐτῶν τούτων ἐξελαθέντας.
000-00-00 Serial Number=0090494454
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00008]  Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»