Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καθά [25]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καθά


000-00-00 Serial Number=0329515517
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00005]  Καὶ καθά περ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως.
 [02640]  Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ.
000-00-00 Serial Number=0594991684
Eranistes Ante [Go Back]  
 [00529]  Ὁ γὰρ τοῖς ἄλλοις ἀπαγορεύων ὀμνύναι, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, καθά φησι καὶ ὁ ἀπόστολος, ἐμεσίτευσεν ὅρκῳ, ὰΙνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.
 [02016]  Κοινωνήσει δὲ καὶ τῆς δόξης, καθά φησιν ὁ ἀπόστολος·
000-00-00 Serial Number=0469400585
Graecarum affectionum curatio Ante [Go Back]  
 [00404]  ἀλλ' ὅμως τοῦτον τῶν φιλοσόφων ὁ ἄριστος ἐπέγνωτε δὲ δήπου τὸν Ἀρίστωνος, ὡς ἡγοῦμαι μύρῳ γε ἀλείψας, καθά περ αἱ γυναῖκες τὰς χελιδόνας, ἐκ τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπ έπεμψε πόλεως, ἀκολασίας καλέσας καὶ δυσσεβείας διδάσκαλον.
 [00848]  Καὶ μὲν δὴ καὶ τὸν Γανυμήδην, καθά φασιν οἱ ποιηταί, ...
 [01721]  Καὶ καθά περ ἀντίπαλον μὲν τῷ ψυχρῷ τὸ θερμόν, κεραννύμενα δὲ ἀλλή λοις κρᾶσιν ἀρίστην ἐργάζεται, οὕτως ἡ ἐπιθυμία καὶ ὁ θυμός, ἀλλήλοις κεραννύμενα καὶ ὑπ' ἀλλήλων κολαζόμενα, τῆς ἀρετῆς [5.79] τὴν ἀρίστην ἀπεργάζεται κρᾶσιν.
000-00-00 Serial Number=0771161675
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00043]  αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη.
000-00-00 Serial Number=0278415024
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00825]  καὶ καθά περ ὁ λάκκος εἰς ψυχρὰν ποιότητα μεταβάλλει τὸ ὕδωρ·
000-00-00 Serial Number=0956545115
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01677]  ἥτις καθά περ τινὰς περιβόλους ἔχει τὰ βλέφαρα·
 [01785]  καθά περ γὰρ ὁ χειμαῤῥους, τὰς τῶν ὑδάτων συῤῥοίας ἐντεῦθεν κἀκεῖθεν φερομένας δεχόμενος, ἐξαπιναίως προσβάλλει·
 [02680]  Τούτων δὲ πρόξενος τῶν ἀγαθῶν ἡ ἄῤῥητός σου φιλανθρωπία, τὴν ἡμετέραν ἱκετείαν οὐκ ἀναμείνασα ἀλλὰ καθά περ τινὰς φεύγοντας καταδιώξασά τε, καὶ φθάσα σα, καὶ μεταδοῦσα τῆς σωτηρίας, καὶ τὴν ἐν τοῖς θείοις οἴκοις παρασχοῦσα διαγωγὴν, ἔν τε τῷ παρόν τι βίῳ, καὶ ἐν τῷ μέλλοντι.
000-00-00 Serial Number=0009984434
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00638]  Οὐ τοίνυν, ὥς τινες ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, καὶ τὴν γαμικὴν κοινωνίαν παρανομίαν καλεῖ, καθά περ τινὲς ἀνοήτως ὑπέλαβον, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσ σησέ με ἡ μήτηρ μου·
 [00967]  καθά περ ὁ θεῖος Παῦλος·
000-00-00 Serial Number=0523677707
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03961]  Ἤλ πισαν δὲ καὶ μάλα ῥᾳδίως μου περιέσεσθαι, καθά περ τὸ πῦρ εὐπετῶς δαπανᾷ τὰς ἀκάνθας.
000-00-00 Serial Number=0148064196
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00016]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν·
000-00-00 Serial Number=0216005802
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00574]  ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δ' ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερα δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύεσθαι μαντείαν καὶ τοῦ ἀναβρά σαι ῥάβδον καὶ τοῦ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκο πήσασθαι ἐκ δεξιῶν αὐτοῦ·
 [01329]  Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προ φητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν βασιλείαν ἀσάλευτον τὴν κατὰ τὸν προφήτην ∆ανιὴλ δοθεῖσαν αὐτῷ , δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα.
 [01464]  τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰησοῦς εἰς τὰς πόλεις καὶ κώμας κηρύτ τειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής·
 [01466]  τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν μαθεῖν, εἰ αὐτὸς εἴη ὁ προσδοκώμενος ἐλθεῖν, καθά φησι Λουκᾶς, [ὅτε] * * *, [Λουκᾶς] μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο.
 [01532]  Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρ ρεως, λέγουσα ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ποτὲ δὲ τῷ [97] καπνῷ στερεωμένῳ (ὁ οὐρανός φησίν ὡσεὶ καπνὸς ἐστε ρεώθη), ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας (ὁ τανύσας φησί τὸν οὐρανὸν ὡσεὶ καμάραν), οὕτω καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ ἑλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευτέρᾳ αὑτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ·
 [01753]  Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διατί ὁ κύριος περὶ ταύτης παρ' αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐτοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν, φήσας πρὸς αὐτούς·
000-00-00 Serial Number=0876377761
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00685]  Οὐ δύο καθά τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα καὶ τοῦτον νέον·
 [02962]  ἔοικε δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν, καθά περ λίθοι τινὲς λεπρῶντες, οἱ πλημμελήσαντες, πότε μὲν δι' ἀσσυρίων, ποτὲ δὲ διὰ βαβυλωνίων, ἄλλοτε δὲ διὰ μακεδόνων.
000-00-00 Serial Number=0240171552
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01794]  Ὁ δὲ ἱστοριο γράφος καὶ ἄλλων ἐμνήσθη γιγάντων, οὓς διὰ ῥώ μην καὶ μέγεθος σώματος οὕτως οἱ τότε ὠνόμαζον, καὶ οὔτε ὡς δυσσεβεῖς, καθά τινες ἔφασαν, οὔτε ὡς πολὺν βιώσαντας χρόνον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»