Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζωῆς [278]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζωῆς


000-00-00 Serial Number=0729721010
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00149]  Ἐδίψησε καὶ ᾔτησεν ὕδωρ, ἀλλὰ πηγὴ ἦν ζωῆς·
000-00-00 Serial Number=0570034385
Commentaria in Isaiam Ante [Go Back]  
 [00399]  κἂν ταύτας ἀποφράξῃς, ἀποστερήσεις αὐτοὺς τῆς ζωῆς.
 [01110]  Καὶ τὴν μεγάλην δὲ ξυνωρίδα τῶν ἀποστόλων, Πέτρον καὶ Ἰωάννην, τῶν δεσμῶν ἀπαλλάξας παρηγγύησεν ἀδεῶς ἐν τῷ ἱερῷ προσενεγκεῖν τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς.
 [01276]  Ἀκήρατον τοί νυν ἣν παρελάβομεν διαφυλάξωμεν πίστιν, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν χάριτι |113 a| τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, με θ' οὗ τ ῷ πατρὶ ἡ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01520]  Τοὺς μὲν γὰρ τῆς τῶν δαιμόνων ἠλευθέρου μανίας, τοὺς δὲ τῆς τῶν παθημάτων ἐπικρατείας ἀπήλλαττε, τοῖς δέ γε πιστεύουσι τὴν ὀνησιφόρον καὶ ζωῆς πρόξενον διδασκαλίαν προσέφερεν.
 [01578]  ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορευ σόμεθα.».
 [01606]  Ὥσπερ γὰρ τῆς σωματικῆς ζωῆς τὰς ἐλπίδας εἰς τὸν ποταμὸν ἔχουσιν ὡς δι' ἐκείνου δρεπόμενοι τοὺς καρπούς, οὕτω τῇ τῶν εἰδώλων ἐδεδούλωντο πλάνῃ.
 [01698]  Καὶ οἱ στῆναι καὶ πολεμῆσαι πειρώμενοι ὑπὸ τῶν πολεμικῶν ὅπλων δέχονται τῆς ζωῆς τὸ πέρας.
 [02867]  Οὗτοί φησι τῆς ἀληθοῦς ζωῆς στερηθήσονται·
 [02901]  Ταῦτα καὶ ὁ κύριος ἔφη ὅτι «ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.».
 [03802]  «Ἀρχὴ» γὰρ «ζωῆς ἀνθρώποις» κατὰ τὸν σοφὸν «ἄρτος καὶ ὕδωρ.».
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04276]  Ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν [12τῆς] ζωῆς μου.
 [04288]  Ἐπειδὴ δὲ παρ' ἐλπίδα τῆς σωτηρίας ἀπήλαυσα, χελιδόνος καὶ περιστερᾶς τὴν ἀδολεσχίαν μιμήσομαι ὕμνους ὑφαίνων σοὶ τῷ χορηγῷ τῆς ζωῆς.
 [04309]  παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.
 [04312]  Τινὲς δὲ ἐντεῦθεν πρόφασιν εἰληφότες ἔφασαν τὸν μακάριον Ἐζεκίαν τὰς πρὸς τὸν ∆αυὶδ ὑπὸ τοῦ θεοῦ γεγενη μένας ἐπιστάμενον ὑποσχέσεις καὶ ὅτι «οὐκ ἐκλείψει» τῆς βασιλείας τὸ γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ἀμελῆσαι τῆ ς παιδοποιίας διὰ τὴν τῆς ζωῆς ἐπιθυμίαν, ὑπελάμβανε γὰρ μὴ πρότερον αὐτὸν τελευτήσειν πρὶν ἢ π αί δων γενέσθαι πατέρα·
 [04313]  καὶ τούτου χάριν ὁ θεὸς τήν τε νόσον ἐπήγαγε καὶ τῆς τελευτῆς τὴν ψῆφον δέδωκεν, μετὰ δὲ τ οῦτό φησι τῆς θείας φιλανθρωπίας ἐπέτυχε καὶ τῆς ζωῆς τὸ δῶρον δεξάμενος εἶπεν·
 [04439]  αὐτοὺς τῆς εἱρκτῆς ἀπαλλάξας παρ ηγγύησε μετὰ παρρησίας λαλεῖν τὰ ῥήματα τῆς ζωῆς.
 [06045]  ταῦτα γὰρ ἀληθῶς ἔχει τὸ ξύλον τῆς ζωῆς.
 [06384]  Ἐὰν ὁμολογή σητε τὴν ἀσέβειαν καὶ τὴν σωτηρίαν αἰτήσητε, τεύξεσθε τῆς αἰωνίου ζωῆς·
 [06796]  «Ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.».
 [07718]  Καὶ τὰς διαφόρους δὲ ἡλικίας ἐκβάλλει, καὶ τὴν ἄωρον καὶ τὴν ἔξωρον, τὸν δὲ τέλειον ἀριθμόν, τουτέστι τὸν ἑκατόν, τέθεικεν ἐπὶ τῆς ἀτελευτήτου ζωῆς.
 [07730]  Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαι<ώ>σουσιν.
 [07734]  «Μήποτε ἐκτείνῃ Ἀδὰμ τὴν χεῖρα αὐτοῦ καὶ φάγῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα.».
 [07735]  Γέγονε δὲ ἡμῖν ξύλον ζωῆς ὁ σωτήριος σταυρός·
 [07760]  «Καὶ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.».
000-00-00 Serial Number=0892294943
De incarnatione domini Ante [Go Back]  
 [00068]  σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων·
 [00073]  αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρη τος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ δια φθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χα ριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ' αὐτὸς καταδεξάμενος·
 [00154]  Εἰ γὰρ τῶν ὑπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θά νατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι, δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ' οὐ θανάτου, δίκαιος ἦν·
 [00173]  «Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος δικαίωσις ζωῆς·
 [00226]  Καὶ γὰρ ἐκεῖνον διὰ βρώσεως στερήσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξε·
 [00531]  «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»), διὰ δὲ τῆς χολῆς τὸ πικρὸν καὶ ἐπίπονον τῆς θνητῆς καὶ παθητῆς ζωῆς τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναλαμβάνων·
 [00534]  Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ' οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν·
 [00568]  καὶ θα νάτου πρὸς βραχὺ γεύσασθαι συγχωρήσας, παραυ τίκα τῆς ἐκείνου τυραννίδος ἀπήλλαξε, καὶ τῆς οἰκείας αὐτῷ ζωῆς μεταδέδωκε, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐκάθισεν, καὶ ὄνομα αὐτῷ ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα, τὴν οἰκείαν αὐτῷ ἀξίαν δωρησάμενος·
 [00576]  «Ὅτι υἱὸς ἀνθρώπου ἐστὶ, φησὶ, μὴ θαυμά ζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ ἀκούσονται οἱ ἐν τοῖς μνήμασι τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς·
000-00-00 Serial Number=0833411217
De providentia orationes decem Ante [Go Back]  
 [00216]  ∆ιὸ τῶν ὅλων ὁ Ποιητὴς, οὐρανὸν καὶ γῆν δημιουργήσας, ἐν μέσῳ τοῦτον διέχεε, καὶ τού τῳ τεῖχος ἀῤῥαγὲς διὰ τῶν δύο τούτων σωμάτων μηχανησάμενος, καὶ αὐτὸν τοῖς ἐν μέσῳ τούτων ἐμ ψύχοις σώμασι ζωῆς συνεργὸν ἀποφήνας.
 [00217]  Τοῦτον γὰρ καὶ ἡμεῖς ἀναπνέοντες ζῶμεν οἱ ἄνθρωποι, καὶ τῶν ἀλόγων δὲ ζώων ὅσα πτηνὰ, καὶ ἑρπετὰ, καὶ ἀμφί βια, τοῦτον ἔχει τῆς ζωῆς συνεργόν.
 [00230]  Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν.
 [00233]  Οὐδὲν τοιγαροῦν τῶν στοιχείων αὐτὸ καθ' ἑαυτὸ τῆς ζωῆς τυγχάνει παρεκτικὸν, οὔτε μὴν ἅπαντα κοινῇ κεραννύμενα, δίχα τῆς τὰ πάντα κυβερνώσης δυνάμεως, ἀγαθοῦ τινος αἴτια γίνεται.
 [00983]  καὶ οὗτοι, διὰ τὸν τῶν χρημάτων ἔρωτα, καὶ τῶν ἀναγκαίων ἐνδεεῖς γίνεσθαι ποθοῦσι, καὶ τὸν μετὰ χρημάτων ὄλεθρον τῆς μετὰ πενίας προτιμῶσι ζωῆς.
 [00984]  Ἀλλὰ τούτους μὲν ληρεῖν καταλίπωμεν, ἡμεῖς δὲ κἀνταῦθα τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐπιδείξωμεν, καὶ τὴν καλουμένην παρ' αὐτῶν ἀνωμαλίαν, ζωῆς θυμήρους ἀφορμὴν, καὶ πολιτείας ἀρίστης ὑπόθεσιν ἀποφήνωμεν.
 [01030]  τὸν ἐν ταῖν χε ροῖν ἔχοντα τῆς ζωῆς τὰς ἀφορμὰς, ἢ τὸν χρυσῷ τῷ ἀπίστῳ πιστεύοντα, ὃς καὶ σφραγῖδας ὑπερβαίνει καὶ σήμαντρα, καὶ κλείθροις καὶ θύραις ἐῤῥῶσθαι φράσας, ταῖς τῶν τοιχωρύχων χερσὶν ἐναπέρχεται;
 [01516]  ὀλεθρίαν δὲ τὴν τοιαύτην διακονίαν ἡγούμενος, τοὺς ἀναιρεῖσθαι κελευομένους σωτηρίας ἠξίου, τὴν μετ' εὐσεβίας τελευτὴν τῆς σὺν ἀσεβείᾳ ζωῆς τιμιω τέραν ἡγούμενος.
 [01534]  οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων.
 [01549]  Οὐ γὰρ ἐπὶ μισθῷ τῷ πεποιηκότι δουλεύομεν, οὐδὲ τῇ εὐ σεβείᾳ τὴν σωτηρίαν ὠνούμεθα, οὐδὲ ἐκ παντὸς τρόπου ζωῆς τυχεῖν ἐφιέμεθα·
 [01557]  ἡδίων μὲν γὰρ ἡμῖν ὁ μετ' εὐσεβείας θάνατος, τῆς σὺν ἀσεβείᾳ ζωῆς.
 [01978]  Οὐ γὰρ μόνος, φησὶν, ἄρτος συνεργός ἐστι τῆς τῶν ἀνθρώπων ζωῆς, ἀλλὰ καὶ πᾶς λόγος ὑπὸ Θεοῦ προσφερόμενος, ἀπόχρη ζωὴν τοῖς πεινῶσιν ἀνθρώποις πορίσαι.
000-00-00 Serial Number=0973868549
De sancta trinitate Ante [Go Back]  
 [00484]  «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.».
000-00-00 Serial Number=0598578095
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00072]  οὐδὲ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ τὸ παρανόμημα τολμηθήσε ται, ἀλλὰ διὰ πάσης τῆς τῶν γαμούντων ζωῆς τὸ μύσος ὁδεύ σει.
 [00414]  Ἔρχε ται ὥρα ὅταν ἀκούσωσιν οἱ ἐν τοῖς μνημείοις τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πρά ξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως .
000-00-00 Serial Number=0773704827
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00130]  Καί σου τὴν ἁγίαν καὶ Θεῷ φίλην περιπτυσσόμενοι κεφαλὴν ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν παρακαλοῦμεν, ἵνα τὸ γοῦν λειπόμενον τῆς ζωῆς κατὰ τοὺς θείους βιώσωμεν νόμους.
 [00275]  Ἔστι γὰρ ὅτε θάνατος ἀμείνων ζωῆς καὶ ὁ δοκῶν ἀνιαρὸς τῶν νομιζομένων τερπνῶν ἐστι θυμηρέστερος.
 [00544]  ∆ιὰ ταύτην ἐρασμιώτερος ἡμῖν ὁ θάνατος τῆς ζωῆς·
 [00882]  ἣν ὑγιαίνειν τε καὶ δια λάμπειν εὐχόμεθα, καὶ τῆς ἀρρήτου καὶ θεοσδότου μεταλαχεῖν δωρεᾶς, ἣ τῶν ἐλπιζομένων ἀγαθῶν τοῖς προσιοῦσι τὰ σπέρ ματα χορηγεῖ, καὶ τῆς τέλος οὐ δεξομένης ζωῆς τε καὶ βασι λείας τὰ σύμβολα δίδωσιν.
 [00984]  Πρὸς δὲ τούτοις παρα καλῶ ὑμῶν τὴν ὁσιότητα σπουδαίαν ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσ ενεγκεῖν προσευχήν, ἵνα τὰς λειπομένας μοι τῆς ζωῆς ἡμέρας κατὰ τοὺς αὐτοῦ πολιτεύσωμαι νόμους.
 [01984]  καθάπερ γὰρ τῷ Ἀδὰμ ἐκοινωνήσαμεν τῆς τελευτῆς, οὕτως δὴ καὶ τῷ Σωτῆρι Χριστῷ κοινωνήσομεν τῆς ζωῆς.
 [02088]  Καὶ αὐτὸς δὲ ὁ Κύριος, οὐ τὴν ἀόρατον φύσιν, ἀλλὰ τὸ σῶμα δώσειν ὑπέσχετο ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς·
 [02089]  Ὁ γὰρ ἄρτος , φησίν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς .
 [02501]  Ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐ τοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυ χὴν ζῶσαν .
 [02543]  Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς .
 [02894]  οὐκ εἰς ἀναίρεσιν τῆς ληφθείσης φύσεως ὁ θεῖος εἶπεν Ἀπόστολος, ἀλλ' εἰς βεβαίωσιν τῆς ἐσομένης ἡμῖν ἀφθαρσίας τε καὶ ἀθανασίας, καὶ πνευματικῆς ζωῆς.
 [02899]  Οὐ θέλομεν γάρ , φησὶν ὁ θεῖος Ἀπόστολος, ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς .
000-00-00 Serial Number=0538058519
Eranistes Ante [Go Back]  
 [00397]  Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
 [01061]  Ἔλαβε, γάρ φησιν, ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
 [01308]  μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων·
 [01327]  Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων.
 [01338]  Εἰρηκὼς γὰρ ὁ θεῖος ἀπόστολος, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἐπή γαγεν, Ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
 [01355]  {ΟΡΘ.} Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν·
 [01395]  τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν;
 [01398]  Τοῦ μέντοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν.
 [01399]  Οὐκοῦν, κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει·
 [02064]  Οὐ γὰρ σῶμα μόνον, ἀλλὰ καὶ ἄρτος ζωῆς ὀνομάζεται.
 [02668]  Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ·
 [02743]  {ΕΡΑΝ.} Μεταλαμβάνει μὲν τὸ σῶμα ζωῆς παρὰ τῆς ψυχῆς, προξε νεῖ δὲ τῇ ψυχῇ τῆς ἁμαρτίας τὴν ἐπιζήμιον κτῆσιν.
 [03089]  Ἄρα οὖν, ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
 [03403]  [221] {ΟΡΘ.} Ἐν ἐκείνῳ τῷ χωρίῳ περὶ τοῦ ἄρτου τῆς ζωῆς πολλοὺς λόγους διεξελθὼν ἐπήγαγε καὶ ταῦτα·
 [03404]  Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
 [03636]  Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον μεγάλην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν.
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
 [03733]  Ἔστι τοίνυν καὶ πηγὴ ζωῆς τῇ ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι' ἡμᾶς ἀνείληφεν.
 [03789]  ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι τὸ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτως παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι.
 [03811]  ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, τῆς δὲ ζωῆς τὰ τῆς ὄντως ζωῆς.
 [03905]  Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ θεοῦ πρὸς τὸν παρόντα βίον.
 [03932]  Εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθνῃσκε;
 [03970]  Σὰρξ δὲ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλάς·
 [04204]  Οὕτω ὢν ἀεί, καὶ θεὸς ὤν, καὶ πρὸς τὸν θεὸν ὢν ἀεί, καὶ τὰ πάντα πεποιηκώς, καὶ ζωῆς αἰωνίου καὶ ἀληθινοῦ φωτὸς ὑπάρχων πηγή, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας τὴν τῆς σαρκὸς ἑαυτῷ σκηνὴν περιέθηκεν.
 [04348]  Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μούἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
000-00-00 Serial Number=0063295782
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00442]  οἷς δὲ ὀσμὴ ζωῆς, εἰς ζωήν.
 [00941]  καὶ γὰρ περὶ τῆς σο φίας, ἥτις ἐστὶν ἕξις, καὶ οὐκ οὐσία, φησὶν ὁ Σολο [81.92] μὼν, ὅτι Μῆκος βίου, καὶ ἔτη ζωῆς, ἐν τῇ δεξιᾷ αὐτῆς·
 [01552]  Καὶ γὰρ ἐκείνη τοὺς ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατασκόπους ἀπο σταλέντας ὑποδεξαμένη, δι' αὐτῶν τῆς αἰωνίου ζωῆς ἀξία γεγένηται·
000-00-00 Serial Number=0970188975
Graecarum affectionum curatio Ante [Go Back]  
 [00696]  καὶ ξυ νωμολόγησε τὸν λόγον καὶ ἐν ἀρχῇ εἶναι καὶ θεὸν εἶναι καὶ πρὸς τὸν θεὸν εἶναι καὶ τὰ πάντα πεποιηκέναι καὶ ζωῆς τοῖς ἅπασιν αἴτιον ὑπάρχειν καὶ χορηγὸν καὶ τῆς τῶν ὅλων ἕνεκα σωτηρίας σαρκὶ μὲν ξυγκρύψαι τὸ μεγαλοπρεπὲς τῆς θεότητος, ἀποκαλύψαι δὲ ὅμως κἀν τῇ σμικρᾷ καὶ παχείᾳ νεφέλῃ τὴν πατρῴαν εὐγέ [2.90] νειαν.
 [00794]  Ἐπειδὴ γὰρ ἡ μετρία τοῦ ἡλίου θερμότης καὶ σώμασιν ἐπιτηδεία καὶ σπέρμασι καὶ φυτοῖς τὰ μὲν γὰρ αὔξει καὶ τρέφει, τοὺς δὲ καρποὺς πεπαίνει καὶ ὡρίμους ποιεῖ , σφοδροτέραν ἔστιν ὅτε παρασκευάζει προσβάλλειν τὴν ἀκτῖνα, ὡς ἀνιᾶσαι μὲν τῶν ἀνθρώπων τὰ σώματα καὶ τῶν ἄλλων γε ζῴων, διαφθεῖραι δὲ τῶν σπερμάτων καὶ τῶν φυτῶν τὰς ὠδῖνας, ἵνα μὴ ζωῆς τοῦτον ὑπολάβωμεν αἴτιον, ἀλλ' ὑπουργὸν εἶναι πιστεύω [3.14] μεν τοῦ θείου θελήματος.
 [00795]  Καὶ μέντοι καὶ τὸν ἀέρα ζωῆς μὲν ἡμῖν ἀπέφηνε ξυνεργόν·
 [01622]  Ἔπλασε γάρ φησιν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς·
 [01693]  καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλά τας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν [5.69] εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολα στήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνεν δοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε·
 [01762]  Ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπείου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτό, εἴτε ἕρμα, εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα·
 [02329]  διὸ δὴ τὸν τερπικέραυνον χαλε πήναντα πρηστῆρσι βαλεῖν καὶ ἐξαγαγεῖν τῆς ζωῆς.
 [03152]  ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ [10.79] ἔθνη πορευσόμεθα.
 [03547]  ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ [11.61] δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
000-00-00 Serial Number=0989194453
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00123]  Τοῦ δὲ πλάσματος ἀνορθοῦσθαι μὴ δυναμένου, ἀλλὰ σκώληκος δίκην ἑρπύζοντος, οἰκτείρασα, φησὶν, ἡ θεία δύναμις, ζωῆς σπινθῆρα κατέπεμψε, καὶ τὸν ἀτελῆ ἄνθρωπον ἐτελεσιούργησε·
 [00124]  τοῦτον δὲ τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τοῦ ζώου διάλυσιν, ἀνατρέχειν πρὸς τὴν ἀποστείλα σαν δύναμιν.
 [00537]  τὴν δὲ ἀῤῥενικὴν παρθένον, ἣν τοῦ Φωτὸς ὀνομάζουσι θυγα τέρα, καὶ Ἰωὴλ προσαγορεύουσιν, μεταδοῦναί φασι τῇ Εὔᾳ, καὶ ζωῆς καὶ φωτός·
 [01000]  εἰ δὲ ἐνδί δως αὐτὸν εἰσελθεῖν καὶ τοιαῦτα βεβουλευμένον διὰ τὴν ἄῤῥητον οἰκονομίαν (ἀνεξιχνίαστα γάρ σου τὰ κρίματα), ἐμὲ τὸν δοῦλόν σου τῆς παρούσης ζωῆς ἐλευθέρωσον.
 [02004]  Ἔλαβε γὰρ ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρω πον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
 [02050]  Ὥσπερ δὲ καὶ τὸν σίδηρον νῦν μὲν συνεργὸν ἀποκα λοῦμεν τῆς τῶν ἀνθρώπων ζωῆς, διὰ μὲν ἀρότρου, καὶ σκαπάνης, καὶ δικέλλης, γεωργοῦντα τὴν γῆν, διὰ δὲ δρεπάνου καθαίροντα τὰ φυτὰ, διὰ σκεπάρνου καὶ πρίονος καὶ οἰκιῶν καὶ σκευῶν διαφόρων κατα σκευὰς παρέχοντα·
 [02159]  Τοῦ θανάτου πρόξενος, φησὶν, ἡ ἁμαρτία, τῆς δὲ ἐν βασιλείᾳ ζωῆς ἡ τοῦ ἑνὸς δικαιο σύνη.
 [02166]  Ἆρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάν τας τοὺς ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους, εἰς δι καίωσιν ζωῆς.
 [02419]  ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
 [02444]  Αὐτὸς γὰρ εἴρηκεν ὁ Χριστὸς, ὅτι Ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς·
 [02465]  Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα κατα ποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
 [02905]  Λέγω γὰρ, ἔφη, καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περι πατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν μα ταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τὴν διά νοιαν ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρω σιν τῆς καρδίας αὐτῶν·
 [02941]  Εἰ ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀπο θάνῃ, πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθήσονται αὐτοῦ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.
000-00-00 Serial Number=0150622845
Historia ecclesiastica Ante [Go Back]  
 [00518]  Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν τῶν ἁπάν των ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν τοῦ θεοῦ λόγον, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, ζωὴν ἐκ ζωῆς, υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, δι' οὗ καὶ ἐγένετο πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις πολιτευσάμενον καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα πρὸς τὸν πατέρα καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶν τας καὶ νεκρούς.
 [02048]  καὶ [194] πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν.
 [03715]  αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ὀριγνώμενοι θάνατον.
000-00-00 Serial Number=0698503196
Historia religiosa Ante [Go Back]  
 [00018]  Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται.
 [00348]  Καὶ σώματος καὶ ψυχῆς καὶ ζωῆς καὶ τοῦ βίου παντὸς ἡ τοῦ θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὡς ἂν δύνωμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν.
 [00829]  [6.14] Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων, τηλικαῦτα θαυματουργῶν καὶ τὰς παντοδαπὰς μαρμαρυγὰς ἀφιεὶς τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο καὶ εἰς τὸν ἀγήρω καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν καὶ μνήμην εἰς ἀεὶ διαμένουσαν.
 [00860]  Μαρτυρεῖ δὲ τῇ λαμπρό τητι τῆς ζωῆς τὰ μετὰ τὴν τελευτὴν ἐνεργούμενα θαύματα.
 [00947]  Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι ὁρῶσιν αὐτὸν ἐρριμμένον καὶ τῆς ζωῆς ἐστερη μένον.
 [01264]  δυνατοῦ γὰρ ὄντος τροφῇ βραχείᾳ κωλυθῆναι τὸν θάνατον καὶ τῷδε τῷ βίῳ προσμεῖναι πονοῦντα καὶ ταλαιπωρούμενον καὶ τὸν ἐντεῦθεν συναγείροντα πλοῦτον τὴν ἐκ λιμοῦ τελευτὴν τῆς ἐν φιλοσοφίᾳ ζωῆς αἱρετωτέραν ὑπέλαβον.
 [01392]  Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν προσευχῆς καὶ τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου βιῶναι.
 [01742]  Ὅτε τοίνυν τοῦτο τὸ τελευταῖον ἐγεννήθη παιδίον, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον, μακρᾶς αὐτῷ ζωῆς μεταλαχεῖν ἱκετεύων καὶ ὑπισχνούμενος τῷ θεῷ ἀναθήσειν εἰ ζήσειεν.
 [01748]  Ὁ δὲ θεῖος ἄνθρωπος προτε θηκὼς τὸ παιδίον καὶ τὰ γόνατα κλίνας ἔκειτο πρηνὴς τὸν ζωῆς καὶ θανάτου δεσπότην ἀντιβολῶν.
 [01878]  Ἐγὼ δὲ εἶπον πολλάκις ὡς οὐ προσήκει τὸν τῆς παρούσης ζωῆς ἀμελήσαντα ταφῆς ποιήσασθαι πρόνοιαν.
 [02505]  καὶ ὁ διὰ ταύτην λιμὸς πάσης μοι τρυφῆς θυμηρέστερος, καὶ εἰρήνης ἡδίων ὁ διωγμός, καὶ ἡ γυμνότης ἁλουργίδος καὶ χρυσοπάστων ἱματίων χαριεστέρα, καὶ ὁ κίνδυνος πάσης ἀδείας γλυκύ τερος, καὶ ἡ βιαία σφαγὴ πάσης αἱρετωτέρα ζωῆς.
 [02626]  οὗ χάριν, τὸν μέγαν ἐκεῖνον μισθὸν ἐκομίσατο, τύπος γενόμενος καὶ σκιὰ τοῦ κατὰ ἀλήθειαν ἀπάτορος καὶ ἀμήτορος καὶ ἀγενεαλογήτου, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντος.
 [02654]  Καὶ μέντοι καὶ τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι, τοῦτο τὸ πῦρ εἰσδεξάμενοι, πάντων μὲν ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς ἡδίστης τὰ μυρία τῶν θανάτων εἴδη προείλοντο.
 [02690]  Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.
000-00-00 Serial Number=0895865560
Interpretatio in Danielem Ante [Go Back]  
 [00616]  Καὶ ἱκανὰ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν καταλῦσαι, καὶ πεῖσαι φρο νεῖν ἀνθρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ βασιλείας τὸ τέλος.
 [00734]  Τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς, ποίας δικαιοσύνης ὑπερβολὴν καταλείπει;
 [01059]  Καὶ νῦν δὲ ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν, ὑμνεῖ τὸν Θεὸν, καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν, φησὶν, εὐσεβῆ θάνατον παρανόμου ζωῆς.
 [01631]  Ἔδειξε τοίνυν, ὅτι τὰ μὲν εἴδωλα καὶ ζωῆς καὶ αἰσθήσεως ἁπάσης ἐστέρηνται·
 [01632]  ὁ δὲ τῶν ὅλων ∆εσπότης Θεὸς πάσης τῆς ζωῆς ἐστι χορηγὸς, καὶ ταύτην δίδωσί τε καὶ λαμβάνει, κυβερνῶν ὡς θέλει.
 [01633]  Ἀλλ' ὅμως, φησὶ, τοῦτον τὸν τοιοῦτον, τὸν τοσοῦ τον, τὸν τῆς ζωῆς καὶ τελευτῆς ἐξουσίαν ἔχοντα, τὸν βασιλέας χειροτονοῦντα καὶ καταλύοντα, τοῦτον οὐ μόνον οὐχ ὑμνήσας, μᾶλλον δὲ καὶ ἐμπαροινῶν διατελεῖς, τοῖς ἀφορισθεῖσιν αὐτῷ σκεύεσιν ἐν τρυφῶν.
 [01655]  Ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε τὸν μὲν Ναβουχοδονόσορ παιδεύσας ὁ τῶν ὅλων Θεὸς πάλιν εἰς τὴν βασιλείαν ἐπανήγαγε, τοῦ τον δὲ παραυτίκα καὶ τῆς βασιλείας ἐστέρησε, καὶ τῆς ζωῆς.
 [02076]  Καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχὴ, καὶ μακαριότης ζωῆς ἐδόθη αὐτοῖς ἕως [81.1425] καιροῦ καὶ καιροῦ.
 [02489]  καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται.
 [02722]  Ἐπειδὴ δὲ φιλοτιμίᾳ χρησάμενος, καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς δικαιοσύνην τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρί σατο, ἣν καὶ αἰτεῖν προσευχομένοις παρεκελεύσατο·
 [02759]  Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, λύσας τοῦ θανάτου τὰς ὠδῖ νας.
 [03385]  Οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ Θεοῦ χορηγη θείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου κατα [81.1524] φρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τε λευτὴν τῆς μετ' ἀσεβείας ζωῆς προτιμήσουσι.
 [03567]  Εἰπάτωσαν οἱ τῷ Ἀντιόχῳ ταῦτα προσαρ μόττειν ἐπιχειροῦντες, τίνες ἀνέστησαν ἐπ' ἐκείνου, καὶ οἱ μὲν ζωῆς ἐτύγχανον αἰωνίου, οἱ δὲ ὀνειδι σμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο.
 [03578]  οἱ μὲν γὰρ αὐτῶν ζωῆς αἰωνίου κληρονομήσουσιν, οἱ δὲ καταγέλαστοι καὶ ἐπονείδιστοι εἰς αἰῶνα γενήσονται.
 [03694]  Ἅπαντα γὰρ αὐτῷ, φησὶν, παραδόξως, ὡς ἑνί τινι τῶν μεγίστων ἐχαρίσθη προφητῶν, καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα, ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους·
000-00-00 Serial Number=0968268216
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00268]  ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
 [00269]  Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
 [00276]  διὸ καὶ ὁ προ φήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος·
 [00546]  ἀπειλεῖ γὰρ τῷ δικαίῳ τῶν εὐθυνῶν τὴν εἴσπραξιν, εἰ μὴ σημήνειε τῷ ἀνόμῳ τοῦ θανάτου τὴν ἀπειλὴν, καὶ διδάξειε, τί μὲν ζωῆς αἴτιον, τί δὲ θανάτου πρόξενον;
 [00925]  ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει.
 [01249]  Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμε τεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς.
 [01251]  πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον.
 [01880]  Οὐκ ἔλαβες, φησὶν, εἰς νοῦν τὰ πρότερα, ὅπως σε γυμνὴν οὖσαν, καὶ πάσης προνοίας ἐστερη μένην καὶ τῷ εἰδωλικῷ αἵματι πεφοινιγμένην, λαβὼν ἀπέλουσά τε καὶ ζωῆς καὶ πάσης κηδεμονίας ἀπο λαῦσαι πεποίηκα.
 [02325]  Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιο σύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦ σαι, καὶ τιμωρίας ἀπαλλαγῆναι.
 [02356]  Ὁ τὰ εἰρημένα, φησὶ, πάντα πεποιηκὼς, καὶ τῶν ἀπειρημένων πάντων ἐλεύθερος, καὶ τῇ τοῦ δικαίου προσηγορίᾳ τιμηθήσεται, καὶ τοὺς τῆς ζωῆς τρυγήσει καρπούς.
 [02387]  Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσ πράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω·
 [02392]  οὐδὲ γὰρ ἵνα κολάσω, τῶν ἀνθρώπων τὴν φύσιν ἐδημιούργησα, ἀλλ' ἵνα ζωῆς μεταδῶ·
 [02410]  Ὥσπερ, φησὶν, εἴ τις τῶν παρανόμων, τὸν πρότερον βδελυξάμενος βίον, τὸν ἐναντίον προ έλοιτο, δέξομαι τὴν μετάνοιαν, καὶ ζωῆς αὐτὸν ἀξιώ σω·
 [02441]  Εἰδότες, φησὶν, ὡς οὐ τὴν κόλασιν, ἀλλὰ τὴν μεταμέλειαν τοῦ ἁμαρτωλοῦ ποθῶ, χρήσασθε τῇ μετανοίᾳ καὶ δέξασθε τῆς ζωῆς τοὺς καρπούς.
 [02599]  ζωῆς γὰρ ὑπῆρχον οἱ νόμοι παρεκτικοί.
 [02646]  Εἶτα δι ηγεῖται πλατύτερον, ὅτι βουληθεὶς πανωλεθρίᾳ πάντας αὐτοὺς ὑποβαλεῖν ἐν τῇ ἐρήμῳ, ὡς καὶ τὰ ζωῆς χορηγὰ δικαιώματα πατήσαντας, καὶ τὰ Σάββατα βεβηλώσαντας.
 [03765]  Καὶ κατα βιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς.
 [03771]  Τὸ δὲ, Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς, τὸ ψαλ μικὸν ἐκεῖνο δηλοῖ.
 [03773]  Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται·
 [03779]  Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς;
 [04101]  Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομέ νην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά.
 [04583]  Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ' αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται, [81.1129] ἀλλὰ καὶ Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο.
 [04700]  Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς.
 [04748]  Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμη θήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέ γει Ἀδωναῒ Κύριος.
 [04826]  καὶ ἐνεχυρα σμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτί σει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ.
 [04829]  λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται.
 [05482]  Ἰδοὺ ἐγὼ εἰσάξω εἰς ὑμᾶς πνεῦμα ζωῆς.
 [05499]  ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος.
 [06344]  Οὗτός ἐστιν [81.1253] ὁ ἄρτος τῆς ζωῆς, ἵνα τις φάγῃ ἐξ αὐτοῦ καὶ μὴ ἀποθάνῃ.
000-00-00 Serial Number=0195091009
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00209]  ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν.
 [00217]  ὁ δὲ ἀλη θῶς Θεὸς, ζωῆς ἀεννάου πηγή.
 [00902]  ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφό μεθα εἰς τὰ ἔθνη.
 [01246]  ὁ δὲ Θεὸς καὶ ζωῆς χορηγὸς, καὶ ζώντων Θεὸς, καὶ αἰώνιος βασιλεύς.
 [01439]  Ὁ ἄρτος γὰρ, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
 [02148]  Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου.
 [02150]  ὁ δὲ πρὸς τούτους αὐτόμολος ἀπελθὼν, ζωῆς ἀπολαύσεται.
 [02434]  παρεγγυῶ ὑμῖν, τὴν ὀλεθρίαν καταλιπόν τας ὁδὸν, ἐπὶ τὴν ἑτέραν ἐλθεῖν τὴν πρόξενον τῆς ζωῆς·
 [02629]  οὐ γὰρ εὐθὺς αὐτὸν ἐστέρησε τῆς ζωῆς, ἀναμένων τὴν μεταμέλειαν·
 [04608]  Ἄκουε, Ἰσραὴλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
 [04667]  πηγὴν γὰρ αὐτὸν τῆς σοφίας ἐκάλεσε, καὶ ἐν τῷ προοιμίῳ τῆσδε τῆς προφητείας πηγὴν αὐτὸν ζωῆς ὠνόμασε.
 [05305]  ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0870030344
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01003]  Οἱ πάλαι ἐχθροὶ φίλοι, οἱ μακρὰν ἐγγὺς, οἱ δοῦλοι υἱοὶ, οἱ ἐν ἀγνοίᾳ ἐν γνώσει, ἐν φωτὶ οἱ ἐν σκότῳ, ἐν ἐλ πίδι ζωῆς οἱ νεκροὶ, οἱ πτωχοὶ κληρονόμοι τῆς βα σιλείας τῶν οὐρανῶν·
 [01570]  μετὰ δὲ τὴν παράβασιν ἀμφοτέρων ἐξέπεσε, καὶ τῆς δεσποτείας, καὶ τῆς ζωῆς·
 [01596]  Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
 [02079]  Ὁ γὰρ νόμος, φησὶ, τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
 [02275]  Καὶ διὰ τοῦ προφήτου Ἡσαΐου μαθὼν, ὡς τεθνήξεται, δάκρυσι θερμοῖς ἱλεωσάμενος τὸν Θεὸν, καὶ τῆς νόσου τὴν ἀπαλλαγὴν ἔλαβε, καὶ πέντε καὶ δέκα ἐνιαυτῶν ζωῆς ἐπαγγελίαν ἐδέξατο.
 [02293]  Ἔλαβε, φησὶν, ὅπερ ἱκέτευσε, καὶ τετύχηκε ζωῆς ἣν ἐπόθησε.
 [02678]  Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου·
 [03008]  Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;
 [03025]  τὸ κατοικεῖν ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου·
 [03316]  τοῦ θανάτου τὴν ψῆφον ἐδέξατο, χάριτι δὲ θείᾳ τετύχηκε τῆς ζωῆς·
 [03353]  Καὶ ὁ θεῖος Ἡσαΐας τοῦ θανάτου τὴν ψῆφον ἑσπέρας τῷ Ἐζεκίᾳ κομί σας, ὑπὸ τὴν ἕω πάλιν ἤνεγκεν αὐτῷ τὰ τῆς ζωῆς εὐαγγέλια·
 [03371]  ὡς εἶναι δῆλον, ὅτι ταῦτα τῆς ἀν θρωπείας φύσεως τὸ πρόσωπον φθέγγεται πρὸς τὸν ∆εσπότην Χριστὸν, τῆς ζωῆς αὐτῇ τὸ μέγα δω ρησάμενον δῶρον.
 [04146]  Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
 [04148]  Πηγὴν γὰρ ζωῆς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὠνό μασεν.
 [04150]  Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ἐπορεύθησαν, καὶ ὤρυξαν ἑαυτοῖς λάκ κους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συ σχεῖν.
 [04496]  Πρὸς μὲν οὖν τὸν λοιδορούμενον ἀπεκρινάμην οὐδὲν, τὸν δὲ τῶν ὅλων ἱκέτευσα Κύριον, δῆλόν μοι ποιῆσαι τῆς ζωῆς μου τὸ τέλος, σφόδρα τῆς τελευτῆς ἐφιέμενος.
 [04504]  ∆ιὰ τούτου δὲ παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρω πείας ζωῆς.
 [04877]  Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.
000-00-00 Serial Number=0716489196
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00265]  Τούτους οἶμαι γηγενεῖς ὀνομά ζεσθαι, ὡς τῆς λογικωτέρας ἀφεστηκότας ζωῆς.
 [00366]  αὐτοὶ γὰρ ἑαυτοῖς τὰς κολάσεις προὐξένησαν, καὶ τὸν θάνατον προείλοντο τῆς ζωῆς.
 [01392]  ∆ίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ [80.1301] τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσον ται.
 [01966]  Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ.
 [03416]  Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰ πεῖν, οὔτε ζωῆς τέλος ἔχει.
 [03467]  Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
 [04824]  Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν.
 [05145]  ∆ιὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν.
000-00-00 Serial Number=0750782073
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00143]  καὶ τῶν ἀνθρώ πων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν.
 [00753]  Προσθήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν·
 [01681]  Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
 [02774]  Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδὰμ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
 [03779]  καὶ διδάσκουσι σφᾶς αὐτοὺς ἐνεγκεῖν γενναίως τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τοῦ θανάτου καταφρο νῆσαι, ὡς ζωῆς ἀλύπου διαδεχομένης τὸν θάνα τον.
 [03852]  κἀκεῖνοι γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον κα ταλύσαντος προείλοντο τελευτήν.
 [03997]  Οὕτω καὶ τῷ νεανίσκῳ τῷ τῆς [80.1816] αἰωνίου ζωῆς τὴν ὁδὸν ᾐτηκότι μαθεῖν, ὁ Κύριος ἔφη·
 [04617]  καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς.
 [04929]  Ὑπὸ σοῦ γὰρ φωτιζόμενος τῆς ἀληθοῦς ζωῆς ἀπολαύσομαι.
 [05081]  Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν.
 [05476]  Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πά σας τὰς ἡμέρας τῆς ζωῆς σου.
 [05892]  Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας.
 [06527]  Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς.
 [06901]  Τούτου χάριν κατὰ τὸν τῆς ζωῆς χρόνον ὑμνεῖν διδασκόμεθα τὸν Θεὸν, ἕως ἂν τοῦδε τοῦ βίου τὸ [80.1976] πέρας δεξώμεθα.
000-00-00 Serial Number=0364395142
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00983]  Σπείρατε καὶ ὑμεῖς ἑαυτοῖς εἰς δικαιοσύνην, [81.1609] καὶ θερίσατε καρπὸν ζωῆς.
 [01067]  Τέκνα γὰρ ὑδάτων τοὺς ἰχθύας προσηγόρευσεν, ὡς ἐν τοῖς ὕδασι τὰς τῆς ζωῆς ἔχοντας ἀφορμάς.
 [01185]  παρ' ὧν ἀντὶ ζωῆς ἐδρέψατο θάνατον.
 [01705]  Τοῖς γὰρ ἔξω τῆς ζωῆς γενομένοις, καὶ θανάτῳ παρα δοθεῖσιν, οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε τις ἀστέ ρων, τοῦ φωτὸς καταπέμπει τὴν αἴγλην.
 [02113]  Τοῦτο γὰρ ποιοῦντες, τεύξεσθε παρὰ τοῦ Θεοῦ τῶν ὅλων ζωῆς.
 [02768]  Προαιροῦμαι γὰρ θάνατον τῆς μετ' αἰσχύνης ζωῆς·
 [02799]  Πάλιν ὁ προφήτης εἰς μικροψυχίαν καὶ ὀδύνην ἐπανῆλθε μείζονα, καὶ καθίστατο τῆς ζωῆς τὸν θάνατον προαιρούμενος.
 [02801]  τοῦ δὲ τοῦτο πάσχειν ὁμολογήσαντος, ὡς καὶ θάνατον τούτου γε εἵνεκα τῆς ζωῆς προτιμᾷν·
 [03610]  Ὥσπερ γὰρ τῷ Ἀδὰμ ἐμφυσήσας πνοὴν ζωῆς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν·
 [03611]  οὕτω σοὶ τῷ τῆς ζωῆς ἐμφυσήματι τὴν σωτηρίαν παρέχει.
 [03960]  ὁ δὲ τοῖς ὑπ' ἐμοῦ λεγομένοις πιστεύων, καὶ τῇ πίστει πρόσφορον μετερχόμενος βίον, τὸν τῆς ζωῆς τρυγήσει καρπόν.
 [05454]  Ἐν τούτῳ τῷ λάκκῳ δεσμώ τας ὄντας τοὺς ἀνθρώπους λύσας, καὶ ἀνασπάσας ὁ ∆εσπότης Χριστὸς, καὶ τῷ τιμίῳ αἵματι τὴν ἐλευ θερίαν αὐτοῖς δωρησάμενος, εἰς τὴν τῆς ζωῆς ὁδὸν ἐξαπέστειλε, τὴν καινὴν αὐτοῖς δεδωκὼς διαθήκην.
 [05458]  Ἀντὶ γὰρ ἐκείνων τῶν χαλεπῶν δεσμῶν, ἕτερά σοι ἥδιστα τῆς ἐμῆς ἀγάπης περι τέθεικα δεσμὰ, προσεδρεύειν μοι παραινέσας, καὶ τοὺς ἐμοὺς ἐκπαιδεύεσθαι νόμους, καὶ ὑπὸ τῆς ὀχυ ρᾶς κηδεμονίας φρουρεῖσθαι, καὶ ἀντὶ τῆς προτέρας αἰχμαλωσίας, ἐλευθερίας ὁμοῦ καὶ ζωῆς ἀπολαύειν.
 [05795]  Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς.
 [06137]  Ἡ διαθήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.
 [06139]  τούτου γὰρ εἵνεκα ζωῆς καὶ εἰρή νης αὐτὴν προσηγόρευσε διαθήκην, ὡς ταῦτα προ ξενοῦσαν τοῖς πειθομένοις.
000-00-00 Serial Number=0061580837
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00119]  Ὃ ἦν ἀπ' ἀρχῆς, λέγων, ὃ ἀκη κόαμεν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψη λάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς.
000-00-00 Serial Number=0293449044
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00703]  Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων.
 [00858]  Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως.
 [00864]  ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὔτε τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκία προσετέθησαν οἱ χρόνοι τῆς ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πάθους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος.
 [01380]  ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρακούειν αὐτὸν τοῦ προφήτου Ἱερεμίου, εἰρηκότος αὐτῷ ἐκ προστάγματος τοῦ θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἔσδρας.
 [01497]  διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς.
 [01559]  Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούν των εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψα σθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων·
 [01560]  τῶν δὲ ἄλλων πται σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν τοῖς πταίσασι δίδωσι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως.
 [01597]  ἀλλ' ὅμως παγίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προ τιμωτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς.
 [01731]  ἔρχεται φησίν ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσον ται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως.
 [01840]  ἀκούσονται τῆς φωνῆς τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
 [01859]  ἐκεῖνο γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, του τέστι μακαριότης ἀτελεύτητος ἀντὶ τῆς ὀλιγοχρονίως κακυνομένης ζωῆς.
 [02009]  Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προ τρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία.
000-00-00 Serial Number=0815068543
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00449]  ΞΞVΙ Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ , νοητὰ χρὴ λέγειν ἢ αἰσθητά;
 [00453]  διὰ δὲ τὸν θεῖον ὅρον θάτερον αὐτῶν ξύλον ζωῆς ὠνομάσθη·
 [00456]  τὸ δὲ τῆς ζωῆς οἷόν τι ἔπαθλον προὔκειτο τετηρηκότι τὴν ἐντολήν.
 [00465]  οὕτω ξύλον ζωῆς διὰ τὸν θεῖον ὅρον ἐκλήθη, καὶ ξύλον γνώσεως , διὰ τὴν περὶ τοῦτο γεγενημένην αἴσθησιν
 [00610]  ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπό ριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρ [39] ματος σπόριμον, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετει νοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς·
 [00655]  μεταλαβεῖν δὲ αὐτὸν τοῦ καρποῦ τοῦ ξύλου τῆς ζωῆς διεκώλυσεν, οὐ φθονῶν αὐτῷ τῆς ἀθανάτου ζωῆς, ἀλλὰ τῆς ἁμαρτίας ἐπέχων τὸν δρόμον·
 [00659]  καταντικρὺ δὲ αὐτὸν τοῦ παραδείσου διάγειν προσέταξεν, ἵνα τῆς ἀλύπου βιοτῆς εἰς μνήμην ἐρχόμενος, μισῇ τὴν ἁμαρτίαν ὡς πρόξενον τῆς ἐπιπόνου ζωῆς.
 [00798]  ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν πάν τα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρ πετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν ·
 [01489]  ταῦτα τοίνυν λαβὼν ἐν τῷ καιρῷ τοῦ λιμοῦ ὕστερον ἀποδέδωκε, τῆς προσόδου τὸ πέμπτον εἰσφέρειν νομοθετήσας, ἵνα ἐν ταῖς ἐνδείαις ἀποκειμένας ἔχωσι τὰς τῆς ζωῆς ἀφορμάς·
 [02012]  μετὰ πικρίδων δὲ αὐτὸ βρωθῆναι προσέταξεν, εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς καὶ τῆς χαλεπωτάτης δου λείας.
 [02282]  ΞΛVΙ ∆ιὰ τί πρόσκειται καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα , δήλης οὔσης τῆς ἀνθρωπίνης ζωῆς;
 [02752]  τὸ μὲν γὰρ ζωῆς αἴτιον·
 [03820]  καὶ καθάπερ οἱ ὑπὸ τῶν ὄφεων δακνόμενοι, εἰς τὸν χαλκοῦν ἀπο βλέποντες ὄφιν σωτηρίας ἀπήλαυον, οὕτως οἱ ὑπὸ τῆς ἁμαρτίας πλητ τόμενοι, τῷ πάθει τοῦ σωτῆρος ἡμῶν ἀνενδοιάστως πιστεύοντες, κρείττους ἀποφαίνονται τοῦ θανάτου, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσιν.
 [04705]  οἱ δὲ ταύτης ἐκτὸς οὐκ ἀπολαύουσι τῆς αἰωνίου ζωῆς.
000-00-00 Serial Number=0036037683
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00416]  Ἀλλ' ὅμως καὶ τὴν τῆς ἀγνοίας ἔχων ἀπο λογίαν, ἄχρις αὐτῆς ἐκινδύνευσε τῆς ζωῆς.
 [02611]  Ἐποίησε γὰρ, φησὶ, ∆αβὶδ, τὸ εὐθὲς ἐνώπιον Κυ ρίου, καὶ οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐκτὸς ἐν ῥήματι Οὐρίου τοῦ Χετθαίου.
 [03020]  Ἀλλ' ὅμως τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ τὸν ὄντως καταλελοιπότες Θεὸν, τὸ αὐτῆς ἴνδαλμα περὶ ζωῆς ἐπηρώτων·
 [03188]  ἵνα τῆς τοῦ ζῶντος ὁ τε θνεὼς μεταλάβῃ ζωῆς, τῆς πνευματικῆς δηλονότι χάριτος τὴν ζωὴν χορηγούσης.
000-00-00 Serial Number=0703147352
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00082]  ∆ιὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέ λος ἔχων.
 [00093]  οὔτε μὴν ζωῆς τέλος ἔχει, ἀθάνατον γὰρ ἔχει καὶ ἀπαθῆ τὴν φύσιν.
 [00096]  καὶ ζωῆς τέλος ἔσχεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»