Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζήλῳ [34]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζήλῳ


000-00-00 Serial Number=0476484537
Commentaria in Isaiam Ante [Go Back]  
 [06717]  Νῦν τῷ ὑπὲρ τοῦ νόμου ἐπυρσεύθητε ζήλῳ καὶ κατὰ τοῦ νομοθέτου κεκινήκατε τοῦτον οἱ ἐπὶ τῶν εἰδώλων «κύνες ἐνεοί», ἐπὶ τοῦ ςωτῆρος καὶ εὐεργέτου «κύνες ἀναιδεῖς τῇ ψυχῇ».
 [07492]  Μακροθυμῶν ἡμῖν ἀεὶ δέσποτα διετέλεις, ἔφερες τὴν ἡμετέραν παρανομίαν, ζήλῳ κατὰ τῶν πολεμίων ἐκέχρησο καὶ τὴν ἄμαχόν σου δύναμιν δήλην ἐποίεις.
000-00-00 Serial Number=0305634916
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01535]  Χρησάσθω τοίνυν ἡ σὴ θεοσέβεια κἀνταῦθα τῷ ζήλῳ καὶ ἐμφραξάτω στόματα λαλούντων ἄδικα.
 [02260]  Πρέπει δὲ ὑμῖν εὐσεβείᾳ συντε θραμμένοις, καὶ τῆς ἀρετῆς κεκτημένοις τὸν πλοῦτον, τόνδε τὸν ζῆλον ἀναλαβεῖν, καὶ προθυμίαν ἔχοντας, καὶ τὸν εὐσε βέστατον βασιλέα, καὶ τὴν φιλόχριστον Αὐγούσταν, ταῖς παρακλήσεσι προθυμοτέρους ἐργάσασθαι, ἵνα τῷ ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν.
000-00-00 Serial Number=0070320010
Graecarum affectionum curatio Ante [Go Back]  
 [03896]  ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ·
000-00-00 Serial Number=0207356036
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01033]  Τότε τινὲς, ζήλῳ πυρπολούμενοι θείῳ, κρύπτουσι μὲν τὸν ζῆλον, τὸ δὲ τῆς αἱρέσεως ὑποδύονται πρόσωπον, καὶ τὸ τοῦ Εὐνομίου κατειλη φότες δωμάτιον, ἠντιβόλουν σαφῶς διδάξαι τοῦ δό γματος τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0940474033
Historia ecclesiastica Ante [Go Back]  
 [01686]  ἐκεῖνοι δὲ τῷ ζήλῳ τὰς ψυχὰς παραθήξαντες εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον.
 [01908]  οὗτος ἐν τῇ Κωνσταντίνου βασι λείᾳ ζήλῳ πυρπολούμενος θείῳ πολλὰ τῶν ἐκεῖ προσκυνουμένων εἰδώλων συνέτριψε.
 [01963]  ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς·
 [02085]  κατεφρόνησαν γὰρ τῆς τούτου λύττης καὶ γυναῖκες τῷ θείῳ ζήλῳ καθωπλισμέναι.
 [02453]  Λητώϊος μὲν οὖν ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασά μενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησε ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν.
 [02495]  εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν, ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας.
 [02913]  [273] Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου ∆αβὶδ ἐβόα·
 [03078]  [283] Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω καὶ ζήλῳ θείῳ κεκοσμημένω.
 [03448]  ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν.
 [03569]  Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς [330] μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν.
 [03692]  οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε.
000-00-00 Serial Number=0995941818
Historia religiosa Ante [Go Back]  
 [00724]  Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος.
000-00-00 Serial Number=0002573133
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00789]  Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ' αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς.
 [05312]  Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς.
000-00-00 Serial Number=0651075184
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [04946]  Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισ μακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μα κεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προ μηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνί κησε·
000-00-00 Serial Number=0137881041
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06167]  Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστή σας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκ γονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πά σης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας·
000-00-00 Serial Number=0068027437
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04500]  Μὴ νομίσῃς με, φησὶν, ἀμελεῖν τῶν ἀνθρω πείων πραγμάτων, ἀλλ' ἀνάμεινον, καὶ ὄψει με διανιστάμενον, καὶ κρίνοντα δικαίως, καὶ τὰς ἀδί κους καταλύοντα βασιλείας, καὶ οἷόν τινι πυρὶ τῷ ζήλῳ μου πᾶσαν ἐκκαθαίροντα τὴν οἰκουμένην.
 [04858]  διὸ ζήλῳ δικαίῳ χρησάμενος, αὐτὴν μὲν ἀξιώσω φειδοῦς, ἐκείνους δὲ τῶν τετολμημένων ἀπαιτήσω δίκας.
000-00-00 Serial Number=0043396354
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00152]  Εἰ εὐσεβεῖ ζήλῳ τὰς ἐγγαστριμύθους Σαοὺλ ἀνεῖλε, διατί [7] παρ' αὐτῶν ἐζήτει πρόρρησιν, κα
 [01082]  Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγα στριμύθους ἀνεῖλε, διατί συνηλάθη, ὥστε παρ' ἐγγαστριμύθου ζη τῆσαι πρόρρησιν;
 [01086]  Ὁ ζήλῳ θείῳ ποιῶν τι, οὗτος οὐ θεομαχεῖ.
000-00-00 Serial Number=0007365286
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02206]  τουτέστιν, ὅτε ἠγάπων, ἐχρώμην τῷ ζήλῳ·
 [04914]  ἀλλ' οἱ πάνσοφοι Ἰησοῦς καὶ Ἐλεάζαρ τὸν Φινεὲς ἀπέστειλαν, ὡς τῷ ζήλῳ κατὰ τῆς ἀσεβείας ἐν τῇ ἐρήμῳ χρησάμενον·
 [05342]  ΞΞVΙΙ Τί δήποτε ζήλῳ κινηθεὶς ὁ Ἰσραὴλ καὶ τῆς συγγενείας τὴν εὐσέβειαν προτιμήσας ἡττήθη;
000-00-00 Serial Number=0882731438
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01599]  Καὶ [80.641] ἐνταῦθα τοίνυν ἡ ὑπόκρισις, οὐκ ἐπὶ κέρδει χρημά των, οὐκ ἐπὶ λύμῃ ἑτέρων, ἀλλ' ἐπὶ ζήλῳ προφή του καὶ βασιλέως εὐσεβοῦντος, ἐγένετο.
 [01764]  Κἀκεῖνο δὲ πρὸς τούτοις ἐπισημήνασθαι δεῖ, ὡς ὁ Σαοὺλ ζήλῳ χρησάμενος μετὰ τῶν ἄλλων Χαναναίων τοὺς Γαβαωνίτας κατέκτεινε.
 [02685]  κορυφαῖος, καὶ τῷ θείῳ πυρπολού μενος ζήλῳ.
 [04384]  Οὐ γὰρ ζήλῳ θείῳ πυρσευθέντες ἀνεῖλον, ἀλλὰ μιαιφόνῳ χρησάμενοι γνώμῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»