Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὖ [148]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὖ


000-00-00 Serial Number=0343625128
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00202]  τίς οὖν εὖ φρονῶν παραιτήσαιτο, ἀπὸ τῶν τοῦ Σωτῆρος ὀνομάτων ἀπο καλέσαι τὴν Παρθένον, ἣ δι' ἐκεῖνον παρὰ τῶν πιστῶν γεραίρεται;
000-00-00 Serial Number=0110280037
Commentaria in Isaiam Ante [Go Back]  
 [00410]  Ἡνίκα δὲ αὐτοὺς οἱ Ῥωμαίων κατεπολέμησαν βασιλεῖς, οὔτε βασιλεῖς εἶχον οὔτε στρατηγοὺς εὖ καὶ καλῶς τὴν στρατιὰν διατάττοντας οὔτε συμβούλους ἀγχινοίᾳ κοσμουμένους, ἀλλὰ τοὺς τῆς στάσεως ἀρχηγούς, δυσσεβεῖς ἄνδρας καὶ μιαιφόνους·
 [04351]  Ἐπειδὴ τοίνυν ταῦτα ὑπέδειξας καὶ οὐ τὴν ἐμὴν προμήθειάν τε καὶ κηδεμονίαν, εὖ ἴσθι ὡς ταῦτα ὑπὸ τὴν ἐκείνων γενήσεται δεσποτείαν·
 [06386]  Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν [11ἀπὸ] τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς.
 [06390]  εὖ δουλεύοντα πολλοῖς, τῷ εὐαγγελικῷ συμβαίνει ῥητῷ·
000-00-00 Serial Number=0250683963
De incarnatione domini Ante [Go Back]  
 [00611]  Τοῦτο δὲ οὐδὲ ἐπὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς λάβοι ἄν τις εὖ φρονῶν.
000-00-00 Serial Number=0445866227
De providentia orationes decem Ante [Go Back]  
 [00004]  Νόμος ἐστὶ τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως κεί μενος, καὶ παῖδας πατέρων ἀδικουμένων ὑπερμα χεῖν, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολεμουμέ νων πολίτας προκινδυνεύειν, καὶ ἁπαξαπλῶς τοὺς εὖ πεπονθότας εἰς δύναμιν τοὺς εὐεργέτας ἀμείβεσθαι.
 [00020]  Ἐπειδὴ τοίνυν καὶ πατέρων ἡμῖν οἰκειό τερος, καὶ δεσποτῶν κυριώτερος, καὶ πάντων εὐερ γετῶν προμηθέστερος, καὶ τείχους παντὸς ἀσφαλέ στερος, καὶ βασιλέων ἁπάντων ἀμέτρως βασιλικώτε ρος, δίκαιον ἡμᾶς, τοὺς καὶ τὸ εἶναι παρ' αὐτοῦ λαβόντας, καὶ τὸ εὖ εἶναι προσειληφότας, ταῖς βλασ φημεῖν αὐτὸν τολμώσαις γλώτταις τὰς οἰκείας ἀντι τάξαι, καὶ λόγοις εὐσεβέσι τοὺς δυσσεβεῖς λόγους κατακοντίσαι·
 [00185]  Καὶ ἴσως ἄν τις τῶν ἀχαρίστων τοῖς εὖ καὶ καλῶς γεγενημένοις, καὶ σοφῶς καὶ συμφερόντως οἰκονο μουμένοις ἐπιμεμφόμενος εἴποι·
 [00332]  Οἱ μὲν εὖ μάλα πως τὸ σῶμα διακείμενοι, τῆς ἀπὸ τῶν ἰατρῶν θεραπείας οὐ δέονται·
 [00561]  τοὺς δὲ ἤδη τῆς γνώσεως ἀρξα μένους, καὶ τῶν μελῶν ἑκάστου τὴν χρείαν δεδιδαγ μένους, εὖ μάλα καὶ λίαν καλῶς τούτῳ τῷ διαζώματι κατεκόσμησεν, ὥσπερ ἐρυθριῶντας ἐφ' οἷς οὐκ ἔδει καλύπτουσα·
 [00670]  Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τε χνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν παν ταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.
 [00688]  εἶτα οἰκοδο μούσας τὰ κηρία, μήτε κανόνος μήτε γνώμονος δεο μένας, καὶ τάς τε γωνίας ἴσας ἀλλήλαις ὑπὲρ πᾶσαν γραμμικὴν ἐπιστήμην ἐργάζεσθαι, τά τε τῶν τοίχων ὑφάσματα, καὶ τὰ τοῦ μέλιτος διαφράγματα, λεπτὰ μάλα καὶ ἤτρια καὶ ὑμενώδη δομεῖσθαι, καὶ τὴν ὑγρὰν τοῦ μέλιτος φύσιν τοῖς λεπτοῖς τούτοις καὶ συχνοῖς διατειχίσμασιν εὖ μάλα συνέχειν, εἶθ' οὕτω τῶν γλυκέων τοῦ μέλιτος ναμάτων τὰ δοχεῖα ἀνά πλεα ποιεῖν.
 [00711]  Τοῖς μὲν γὰρ εὖ φρονοῦσι, καὶ τὸν χαρακτῆρα τῆς φύσεως ἀκήρατον διασώζουσι, ἀρκεῖ πρὸς διδασκαλίαν ὁ ἔμφυτος λόγος, τοῖς δὲ τοῦτον διαφθείρουσι, καὶ θηριώδη βίον προελο μένοις, τὸν ἁρπακτικόν τε καὶ ὠμοβόρον, ἔλεγ χος ἀληθὴς πρόκειται τῶν ἀλόγων ἡ εὔτακτος πολι τεία.
 [00972]  Τίς ἂν λιθοτο μίαις προσήδρευσε, καὶ τῶν λίθων τὰς ὕλας ταῖς οἰκοδομίαις προσήνεγκε, καὶ εὖ καὶ καλῶς συν αρμόσας τὰς οἰκίας ἐτεκτήνατο, μὴ τῆς ἐνδείας νυττούσης, καὶ πρὸς ἐργασίαν κινούσης;
 [01060]  Οἵ τε γὰρ τὸν πλοῦτον εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ μήτε συμφοραῖς ἀλλοτρίαις τοῦτον αὐξή σαντες καὶ κοινωνοὺς τῆς εὐπορίας τοὺς δεομένους λαβόντες, ἀποχρῶσιν εἰς κατηγορίαν τῶν ἀδίκως καὶ πλεονεκτικῶς χρησαμένων τῷ πλούτῳ·
 [01105]  φέρε, καὶ περὶ τούτων μικρὰ διεξέλθωμεν, καὶ τοὺς ἀρίστους τῶν ἰατρῶν μιμησώμεθα, οἳ τοὺς ἀῤ ῥώστους ἀποσίτους ὁρῶντες, καὶ τὰ προσφερόμενα σιτία πάντα βδελυττομένους, τέχναις τισὶν ἰατρικαῖς τὸ δυσάρεστον αὐτῶν εὖ μάλα κατασοφίζονται.
 [01289]  Ὄνησιν γὰρ οὐδεμίαν παρὰ τῶν εὖ καὶ καλῶς εἰσηγησαμένων ἑλκῦσαι θελήσαντες, ἀλλὰ τῇ μοχθηρίᾳ τοῦ τρόπου τὴν ἐκείνων διδασκαλίαν ὑβρίσαντες, τῆς θείας ἐπι μελείας σφᾶς αὐτοὺς ἀπεστέρησαν·
 [01305]  Ὅτι τοὺς εὖ φρονοῦντας οὐδὲ τὸ πονηροῖς δου λεύειν δεσπόταις λυμαίνεται.
 [01306]  Μεγάλης μὲν, εὖ οἶδα σαφῶς, δεῖ καὶ γλώττης καὶ διανοίας, τῷ μεγάλην οὕτω λόγων ὑπόθεσιν ἀνα δέχεσθαι πειρωμένῳ·
 [01464]  «Ἀλλὰ μνή σθητί μου, ὅταν εὖ σοι γένηται, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν κακὸν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ οἴκου τούτου.».
 [01601]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώ πων ἑκόντες ὁρᾷν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς μύουσι, καὶ τὰ ὦτα βύουσι, καὶ τῆς παν ταχόθεν φερομένης φωνῆς ἐπαΐειν οὐκ ἐθέλουσι, καὶ τῶν εὖ καὶ καλῶς ὑπὸ τοῦ Θεοῦ γιγνομένων ἕκαστον κωμῳδοῦσι, βλασφημοῦσι, διαβάλλουσι, καὶ μυρία ἄττα συνείρουσι τὰς ψευδεῖς κατηγορίας ὑφαίνοντες, εἰκότως, οἶμαι, τὸν κατὰ τῆς κατηγορίας ἀνεδεξά μεθα λόγον, συκοφαντίαν οὖσαν, ἀλλὰ οὐκ αἰτίαν ὀρ θὴν ἀποδεῖξαι βουλόμενοι·
 [01620]  Ταῦτα δὲ πάντα τῶν εὖ φρονούντων ἕκαστος, οὐ μόνον οὐκ εὐδαιμονίαν, ἀλλὰ καὶ κακο δαιμονίαν ἐσχάτην, καὶ δυσπραξίαν εἴωθεν ὀνομάζειν.
 [01622]  ἀλλ' ὅπως αὐτὸν εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ αὐτοί τε ὧν δεῖ μεταλαβόντες, καὶ τοῖς δεομένοις τῶν περιττῶν μεταδιδόντες, σωφροσύνης αὐτὸν καὶ δι καιοσύνης ἀποφήνωσιν ὕλην.
 [01691]  Ἔπειτα καὶ τούτους κἀκείνους τετελευτηκότας ὁρῶντες, καὶ τοὺς μὲν μετὰ πολλῆς τῆς εὐκλείας, τοὺς δὲ λίαν εὐτελῶς, ὡς τῶν τυχόντων τινὰς, λογιζώμεθα πάλιν, ὡς ἕτερόν τινα βίον ηὐτρέπισεν, ἐν ᾧ πρὸς ἀξίαν τοὺς εὖ βεβιωκότας ἀμείβεται.
 [01696]  Τούτου χάριν οὐ πάντας ἀνακηρύττει κατὰ τὸν παρόντα βίον, τοὺς εὖ καὶ καλῶς βεβιωκότας τῶν ὅλων ὁ Πρύτανις, οὐδὲ πάντας ὡσαύτως κολάζει τοὺς κακίᾳ συνεζηκό τας·
 [01847]  Ἄπλωτον μὲν εὖ οἶδα σαφῶς τῆς θείας σοφίας καὶ Προμηθείας τὸ πέλαγος.
000-00-00 Serial Number=0198637307
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00179]  Ἡ δὲ ὑμετέρα μεγαλοπρέπεια τὸ πρακτέον σκοπήσασα καὶ τὸ εἰκὸς ἐν τοῖς εἰρημένοις εὖ οἶδ' ὅτι μεταδώσει φιλανθρωπίας, ἅτε δὴ ταύτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ποθοῦσα τυχεῖν.
 [00280]  Βουλήσεσθε δὲ εὖ οἶδ' ὅτι, καὶ κοινὰς καὶ ἰδίας χάριτας παρέχειν ἐσπουδακότες.
000-00-00 Serial Number=0362870455
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00005]  Καὶ καθά περ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως.
 [00065]  τίς οὖν ἄρα εὖ φρονῶν ἠνέσχετ' ἂν αἵματι οἰκείῳ φοινῖξαι τὴν δεξιάν, καὶ δήμιος ἑαυτοῦ γενέσθαι καὶ πολεμίαν ἀποφῆναι τὴν χεῖρα καὶ εἶξαι τῷ παρανόμως κελεύοντι δικαστῇ;
 [00081]  Ἥδονται γὰρ οἱ εὖ περί τινας διακείμενοι, ὅταν τι περὶ αὐτῶν θυμῆρες ἀκούσωσιν.
 [00263]  Καὶ νῦν εὖ ἴσθι, δέσποτα, ὡς τὴν ἀνάγκην προσμένω.
 [00299]  Πολλῆς γὰρ, εὖ ἴσθι, διὰ ταυτησὶ τῆς συνουσίας θυμηδίας ἡμᾶς ἐνέπλησας.
 [00376]  Τοὺς λόγους φασὶν καὶ τὰ οὐκ εὖ διακείμενα τῶν ἠθῶν μεταρυθμίζειν καὶ ἀμείνω ποιεῖν.
 [00378]  καθάπερ οὐδὲ τὰ εὖ πεφυκότα τῶν σωμά των χρῄζει τῶν ἐπεισάκτων χρημάτων.
 [00396]  Ποθεῖ μὲν, εὖ οἶδα, τὴν ἡμετέραν συνουσίαν ἡ σὴ φιλοθεΐα, τῆς θείας ἀγάπης ὑπάρχουσα τρόφιμος.
 [00425]  Ὀνήσει γὰρ ἡμᾶς ἡ τῶν εὖ βεβιωκότων ἀνάμνησις, εἰς τὴν ἐκείνων διεγείρουσα μίμησιν.
 [00570]  Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκο φαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμη θείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα.
 [00758]  ήθην, καὶ λίαν ἄδικον, τὸν εὖ καὶ καλῶς μεμνημένον μὴ τοῖς ἴσοις ἀμείψασθαι.
 [01459]  Οὓς εὖ οἶδ' ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας.
 [01667]  Καὶ εὖ ἴσθι, δέσποτα, ὡς οὐδεὶς τῶν τὴν ἐγκει μένην αὐτοῖς αἵρεσιν ἐγνωκότων ἀνέξεται αὐτὰ δέξασθαι, κἂν δὶς τοσοῦτοι ψηφίσωνται.
 [01894]  Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην·
 [01913]  Εἰ μὲν γὰρ ἐπῄνουν τὰ γεγενημένα ὡς εὖ καὶ καλῶς ἔχοντα, εἰκότως τοῖς παρὰ σφῶν ἐπαινουμένοις ἐπέμενον.
 [02071]  ∆ῆλον γὰρ τοῖς εὖ φρονοῦσιν, ὅτι τὰ μὲν ὡς Θεῷ, τὰ δὲ ὡς ἀνθρώπῳ προσήκει.
 [02106]  καὶ, εὖ οἶδα, ἀκούσεσθε παρὰ τοῦ δικαίου Κριτοῦ·
000-00-00 Serial Number=0290031850
Eranistes Ante [Go Back]  
 [02071]  σὺ δὲ θαυμάσεις, εὖ οἶδα, τὴν τῆς διαιρέσεως ἀμετρίαν, ἣν τοῖς οἰκείοις συγγράμμασιν ἐντεθείκασι, πρὸς τὰς δυσσεβεῖς αἱρέσεις ἀγωνιζό μενοι.
 [02599]  Οὐκοῦν τὸ ἀσύγχυτον εὖ μάλα τετηρηκώς φησιν ἐν ἡμῖν ἐσκηνωκέναι τὸν λόγον.
 [04133]  Σὺ δὲ εὖ μὲν ποιήσεις δεξάμενος τὴν παραίνεσιν.
000-00-00 Serial Number=0186465144
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00028]  τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντας πόνοις παρα καλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχει τὰ γεγραμμένα, τὸν τούτων ἀνυ μνῆσαι δοτῆρα καὶ τοῖς πεπονηκόσι προσευχὰς ἀντιδοῦναι·
 [00029]  εἰ δέ τινα ἐλλείπει, μὴ πάντων ὁμοῦ τούτων εἵνεκα καταγνῶναι, ἀλλ' ἐκ τῶν εὖ εἰρημένων τὸ κέρδος κομίσασθαι.
 [00033]  Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι [1.3] στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν.
 [00034]  Ἀλλ' οἱ μὲν τὸ σῶμα οὐκ εὖ διακείμενοι καὶ τὴν νόσον δυσχεραίνουσι καὶ ὑγείας ἱμεί ρονται καὶ τοῖς ἰατροῖς εἴκουσιν, οὐ μόνον ἤπια προσφέρουσι φάρ μακα, ἀλλὰ κἂν τέμνωσι, κἂν καίωσι, κἂν λιμώττειν κελεύωσι, κἂν πικρῶν τινων καὶ ἀηδῶν μεστὰς προσφέρωσι κύλικας·
 [00196]  οὐκ ἂν δὲ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα εὖ ἔχειν ὑπέλαβον, εἰ μή τις αὐτοὺς πίστις ἔπεισε δέξα [1.65] σθαι τὰ λεγόμενα.
 [00205]  Οὐδ' ἐν τούτοις ἄρα ὁ Πλάτων περιεργάζεσθαι ξυγχωρεῖ, ἀλλὰ πιστῶς δέχεσθαι τὰ νομοθετούμενα καὶ μὴ πολυπραγμονεῖν, εἴτε εὖ ἔχει, εἴτε καὶ [1.69] μή.
 [00408]  [2.8] Εἰ δὲ δὴ τοὺς φιλοσόφους ἡμῖν προβάλλεσθε, εὖ ἴστε, ὡς καὶ οὗτοι πλάνον ὑπέμειναν πάμπολυν.
 [00433]  οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσι μον εἶναι·
 [00493]  Ἀλλ' ὅμως καὶ τοῦτο εὖ μάλα ὁ Πλάτων εἰδώς, πιστεύειν αὐτοῖς που παρ εγγυᾷ τὰ τοιαῦτα μυθολογοῦσι, καὶ ἄνευ εἰκότων καὶ ἀληθῶν [2.30] ἀποδείξεων λέγουσιν.
 [00720]  ἐγὼ δὲ ξυντόμως ἐρῶ, ὡς Αἰγύπτιοι καὶ Φοίνικες καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ καὶ φιλόσοφοι ἢ τὰ ὁρώμενα στοιχεῖα θεοὺς ὑπετόπασαν ἢ ἀνθρώπων τοὺς εὖ τι πεποιηκότας καὶ ἔν τισι πλεονεκτήμασι διαπρέψαντας [2.98] θεοὺς ἀνηγόρευσαν καὶ τεθνεῶσι ναοὺς ἐδομήσαντο·
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
 [00835]  [3.24] χρόνῳ δὲ ὕστερον τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγα θισαμένους ἢ γεωργίας τινὸς ἄρξαντας ἢ σώμασί τισι θεραπείαν [3.25] προσενηνοχότας ἐθεοποίησάν τε καὶ νεὼς τούτοις ἐδεΐμαντο.
 [01004]  Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ [3.78] τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται.
 [01105]  Καὶ ἔγωγε μάλα τόνδε τὸν λόγον εὖ ἔχειν ὑπεί ληφα.
 [01224]  Ἐγὼ δὲ τοὺς μὲν ἄλλους ἅπαντας παραλείψω, Πλάτωνος δὲ τὰ μὲν ἐπαινέσομαι, τὰ δέ, ὡς οὐκ εὖ ἔχοντα, διελέγξω·
 [01546]  { } Οὐκ ἄρα γε πάντων αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων πάντων, τῶν δὲ [5.35] κακῶν ἀναίτιον.
 [01868]  καὶ ἴσως εὖ λέγου σιν·
 [01896]  Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τό γε εἰδέναι, τί μὲν κυρίως ἀγαθόν, τί δὲ τοῦτο λέγεται μέν, γίνεται δὲ πῇ μὲν τοιοῦτο, πῇ δὲ τοὐναντίον, ὑπὸ τῶν ἢ εὖ καὶ καλῶς μετιόντων ἢ τὴν ἐναντίαν γνώμην ἀσπαζο [6.37] μένων.
 [01963]  γίνεται τοῖς εὖ καὶ καλῶς κεχρημένοις.
 [02066]  Ἐγὼ δὲ καὶ τοῦτο εὖ οἶδα, ὡς εἰ καὶ ἕτερον ἐμηχανή σατο θεραπείας τρόπον, κἀκείνῳ ἐνεμεσᾶτε ἂν δήπουθεν·
 [02397]  τί γὰρ σωφρονέστερον τῶν οὐκ ἀνασχομένων ἐκείνων ἐκστῆναι, ἅπερ ἐξ ἀρχῆς εὖ ἔχειν ὑπέλαβον;
 [02777]  Καὶ οὐ μόνον τοὺς φίλους εὐεργετεῖν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν εὖ ποιεῖν·
 [02859]  τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγ [10.15] χει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας·
 [02951]  Ὄλβιε καὶ δύσδαιμον, τὸ μὲν διὰ τὴν ἐπιγενομένην τυφλότητα, τὸ δὲ διὰ τὴν ποίησιν, ἣν κατὰ πάντα εὖ ἔχειν ὑπέλαβε·
 [03375]  Οὕτω δὴ τὰ κολαστήρια δείξας, παραδηλοῖ καὶ τῶν [11.24] εὖ βεβιωκότων τοὺς χώρους, ὧδέ πῃ λέγων·
 [03473]  ἀλλ' εἰς οὐρανὸν μὲν τὰς εὖ βεβιωκυίας, κάτω δὲ εἰς Ἅιδου τὰς τἀναντία προελομένας.
 [03927]  Ἐλέ [12.66] γετο δὲ περὶ αὐτοῦ, ὡς ἄρα παῖς ὢν οὐκ εὖ βιώσειεν οὐδὲ εὐτάκτως.
 [03986]  πολλοὺς δὲ εὖ μὲν παρά τινων πεπονθότας, ἀχαρίστους δὲ μάλα περὶ τοὺς εὐεργέτας γεγενημένους.
000-00-00 Serial Number=0650912821
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00714]  διωρθωκέναι τὰ οὐκ εὖ ἔχοντα λέγοντες, καὶ σοφωτέρους ἑαυτοὺς τοῦ παναγίου Πνεύματος ἀποφαίνοντες.
 [01909]  Καὶ ἀγαθῶν ἐπιστάμεθα δημιουργὸν τὸν ἀγαθὸν Θεὸν παρὰ τῶν εὖ φρονούντων ἁπάντων ὀνομαζόμενον.
 [01987]  Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ ὁ λυρ ωδὸς, τῆς λύρας οὐκ εὖ ἠσκημένης, τὴν οἰκείαν οὐκ ἐπιδείκνυσιν ἐπιστήμην.
 [02446]  Ἐν δὲ τοῖς μνημείοις οὐ τὰς ψυχὰς διάγειν εἴποι τις ἂν εὖ φρο νῶν·
 [03026]  Κατακρίνει δὲ οὐδεὶς τῶν εὖ φρονούντων τὸν ἐσθίοντα·
000-00-00 Serial Number=0233827114
Historia ecclesiastica Ante [Go Back]  
 [00514]  τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δο κίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον·
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [01327]  τοῦτο γὰρ ἡ οἰκουμένη εὖ ἔχειν ἐδοκίμασε συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς κοινωνίας ἔκρινε.
 [01484]  ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ' [145] ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν.
 [01558]  ταῦτα δὲ ὁρῶν ὁ Λεόντιος κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές (ἑώρα γὰρ τὸ πλῆθος εὖ μάλα περὶ τοὺς ἀρίστους ἐκείνους διακείμενον ἄνδρας), ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς ἐν ταῖς ἐκ κλησίαις ταύτην γίνεσθαι παρ' αὐτῶν τὴν λειτουργίαν ἠξίου.
 [01882]  πολλοὺς δὲ περὶ συμβάσεως λόγους καὶ τούτοις κἀκείνοις προσενεγκών, εἶτα ἰδὼν ἀντιλέγοντας τοὺς τῆς Εὐσταθίου συμμορίας (ἡγεῖτο δὲ ταύτης Παυλῖνος πρεσβύτερος ὤν), ἐχειροτόνησεν αὐτοῖς, οὐκ εὖ γε ποιῶν, τὸν Παυλῖνον ἐπίσκοπον.
 [02367]  ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος Ἀμβρόσιος σὺν παρρησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις·
 [02473]  καὶ τοῦτο μὲν εὖ γε ἔδοξε καὶ μάλα σοφῶς·
 [02681]  καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γενέσθαι τῆς αἰσχρολογίας αὐτῶν.
 [02691]  ἐφ' οἷς εὖ οἶδ' ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστά μενοι τῆς φιλανθρωπίας τὸν κύριον ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστει λεν.
 [02712]  διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βα σιλέως ἕξετε, ἀπαναινόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε.
 [02822]  εὖ μάλα, ἔφη, λέγεις, ὦ βασιλεῦ·
 [03081]  Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνόν, ταῖς Κάρραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει.
 [03148]  ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ δια θεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε.
000-00-00 Serial Number=0243812263
Historia religiosa Ante [Go Back]  
 [00146]  Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις , ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν·
 [00210]  [2.2] Ταύτης ἐσχατιὰν τῆς ἐρήμου καταλαβὼν ὁ θεῖος οὗτος ἀνὴρ καὶ ἄντρον εὑρὼν οὐ χειροποίητον, οὐδὲ εὖ καὶ καλῶς ὀρωρυγμένον, ἀλλὰ βραχεῖάν τινα σκέπην παρέχειν δυνάμενον τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπασίως ᾤκησε τὸ χωρίον, τῶν χρυσῷ καὶ ἀργύρῳ καταλαμπομένων βασιλείων νομίζων πολυτελέστερον.
 [00586]  [4.1] Ὁποίους μὲν ἡ ἄκαρπος ἔρημος καρποὺς τῷ θεῷ προσενήνοχεν, ὡρίμους καὶ πεπείρους καὶ πολυτίμους καὶ τῷ φυτουργῷ προσφιλεῖς καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγρα φεῖσιν ὑπεδείξαμεν διηγήμασιν.
 [00943]  Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προεισῆλθε μὲν ὁ δείλαιος ὡς τὴν πύελον ὀψόμενος εἰ εὖ κεκραμένη εἴη.
 [00954]  Ἵππος τις τῶν εὖ πεφυκότων καὶ φέρειν εὖ μάλα δεδιδαγ μένος ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01561]  Χρόνον δὲ τούτοις συνδιατρίψας καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν τὸν μονήρη βίον ἠσπάσατο·
 [01905]  Καὶ εὖ μοι καὶ καλῶς εἰρηκέναι δοκεῖ.
000-00-00 Serial Number=0875172734
Interpretatio in Danielem Ante [Go Back]  
 [00814]  Καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐκ ἠκού σαμεν, οὐδὲ ἐφυλάξαμεν αὐτὰς, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
 [01226]  Τοὺς πολλοὺς τῶν ἀνθρώπων αἱ εὐημερίαι πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετη σάντων παρασκευάζουσιν, αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην.
 [01715]  Ὅτι γὰρ παναληθὴς τοῦ μεγάλου Ἱερεμίου ἡ πρόῤῥησις, πᾶς τις εὖ φρονῶν ὁμολογήσειεν.
000-00-00 Serial Number=0184643567
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00009]  Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ δια κείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον·
 [02671]  Τὴν γὰρ ἀσεβῆ τῶν εἰδώλων θρησκείαν οὐδεὶς ἂν εὖ φρονῶν εἴποι οὐ καλὴν, ἀλλὰ λίαν κακήν.
 [02916]  Εὖγε ὀξεῖα γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν, ὡς ἀστραπὴ διαπορεύου.
 [02919]  εὖ μάλα εἰς ἀκ μὴν ἠκονημένον, ἀστραπῆς δίκην ἀφιὲν λαμπηδό νας.
 [03935]  Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατα σκευάζουσαν.
 [04138]  τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λί θους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους.
 [05327]  Καὶ πληθυνῶ ἀνθρώπους ἐφ' ὑμᾶς, καὶ κτήνη, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται, καὶ κατοικιῶ ἐφ' ὑμᾶς, ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔτη τὰ ἔμπροσθεν ὑμῶν·
000-00-00 Serial Number=0083074331
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00999]  Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύσεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἐντέλλομαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.
 [01661]  Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνή σεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά.
 [05302]  Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα·
000-00-00 Serial Number=0594752252
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00865]  Οὐ γὰρ μόνον εἰς τὸ εἶναι παρήγαγες, ἀλλὰ καὶ τὸ εὖ εἶναι δεδώρησαι, καὶ μεμνημένος διατελεῖς, καὶ κακῶς διακείμενον ἐπισκέπτῃ.
 [00937]  Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν, ὡς πρὸς εὐερ γέτην, ἀπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάσκει τὰ ῥήματα.
 [01227]  ὁ δὲ περὶ ἐκείνην εὖ διακείμενος, ὄλεθρον τῇ ψυχῇ μηχανᾶται·
 [01752]  ταύτην γὰρ μόνην τῷ Θεῷ τὸν εὖ πεπονθότα δυνατὸν ἀντιδοῦναι·
 [02090]  καὶ ὁ σκάφος ὁρῶν εὖ καὶ καλῶς κατεσκευασμένον, τὸν ναυπηγὸν ἐννοεῖ·
 [02902]  ἄλλως τε καὶ ἡ τοῦ εὖ καὶ καλῶς βασιλεύοντος σωτηρία κοινὴ τοῦ λαοῦ καθέστηκεν ὠφέλεια.
 [04650]  Τὸ δὲ, ἐν μέσῳ τῆς κοιλίας μου, ἐκ μεταφορᾶς εἴρηκε τῶν εὖ περί τινα διακει μένων, καὶ ἔνδον ἐφιεμένων ἐμβαλεῖν τὸν ποθού μενον.
000-00-00 Serial Number=0376307845
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00157]  Ταύτην δὲ, φησὶν, ἐπ' εὐφροσύνῃ πάσης τῆς γῆς, εὖ καὶ καλῶς καὶ παγίως ἐδείματο.
 [00953]  καὶ ὑπό τινων γνωρίμων προυδίδοτο, καὶ τὸν ∆εσπότην προεώρα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ταυτὸ τοῦτο πεισόμενον, καὶ ὑπὸ τῶν εὖ πεπονθότων προδοθησό μενόν τε καὶ σταυρωθησόμενον.
 [03824]  Ὑλοτομικοῖς καὶ τε κτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες.
 [04222]  ∆ιδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται.
000-00-00 Serial Number=0269373000
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06014]  Ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ, διὰ τὸ τοῦ σώματος μέγεθος ἐννέα μὲν πήχεις τὸ μῆκος, πέντε δὲ τὸ εὖ ρος ἐχούσῃ.
 [06878]  Ἴδιον γὰρ τοῦ δικαίου τὸ πρόσφορον ἀπονέμειν ἑκάστῳ, οὗ δὴ χάριν τοὺς μὲν εὖ περὶ αὐτὸν διακει μένους φρουρεῖ, καὶ φυλάττει, καὶ τῶν ἐπιβούλων ἐλευθεροῖ·
 [07322]  Ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ παρα καλῶ, εἰ μὲν εὖ καὶ καλῶς ἑρμηνεύεσθαι δόξειε, τὴν ἐκ τούτων ὠφέλειαν καρπώσασθαι.
000-00-00 Serial Number=0314481735
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01963]  Ἁρμοδίως δὲ σφόδρα τὸ ἐθησαύριζον τέθεικε, διδάσκων, ὡς Οὐδὲν τῶν ὑφ' ὑμῶν γιγνομέ νων παραδίδοται λήθῃ, ἀλλ' οἷόν τινι θησαυρῷ, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τὰ εὖ καὶ καλῶς γινόμενα καὶ τἀναντία φυλάττεται.
 [02102]  Ἐπειδὴ τοίνυν καὶ ταῦτα εἰρ γάζεσθε, καὶ πρὸς τούτοις, τοὺς πενίᾳ κατεχομένους καὶ χειρὶ καὶ γλώττῃ παροινοῦντες διετελεῖτε, καὶ δωροδοκίᾳ χαίροντες ἐσπουδάζετε κακῶς αὔξειν τὸν πλοῦτον, γινώσκετε, ὡς οὔτε ἐν ταῖς εὖ καὶ καλῶς ὑφ' ὑμῶν ἠσκημέναις καὶ κεκοσμημέναις οἰκήσετε οἰκίαις, οὔτε τοὺς ὑφ' ὑμῶν μετὰ πολλῆς ἐπιμελείας φυτευθέντας ἀμπελῶνας τρυγήσετε·
 [02719]  Τὸ δὲ, Ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν, τινὲς μὲν περὶ τῆς χώρας ἐξειλήφασι τῆς ὑπὸ τὴν πόλιν τελούσης, ὡς τριῶν ἡμερῶν ὁδὸν κατά τε τὸ μῆκος, καὶ τὸ εὖ ρος ἐχούσης·
 [03827]  ∆οκεῖ γὰρ ἐπαπορεῖν, ἀνθ' ὅτου τῶν ἐπιεικεστέρων οἱ θρα σύτεροι μᾶλλον εὖ πράττουσι, καὶ τί δήποτε παρα πόδας τοῖς παρανομοῦσιν ἡ τιμωρία οὐχ ἕπεται.
 [03973]  Ἅπας γὰρ εὖ φρονῶν ᾅδῃ μὲν αὐτοῦ καὶ θανάτῳ τὴν ἀπληστίαν παραβαλεῖ·
 [04004]  εὖ ἴσθι γὰρ, ὡς ἅπαντα τῶν ἀνθρώπων τὰ γένη ταύτην ὅτι τάχιστα δέξεται τὴν ἀκτῖνα, καὶ τῇ τῆς θεογνωσίας αἴγλῃ καταυγα σθήσεται, ὡς καλυφθῆναι τὴν πικρὰν τῆς ἀπιστίας θάλασσαν τοῖς γλυκέσι τῆς γνώσεως ὕδασιν.
 [05956]  Ὅσοι δὲ, φησὶ, τῶν ἐθνῶν εὐσεβεῖν δοκιμάσαντες, εἶτα κατολιγωρήσαντες ὧν εὖ καὶ καλῶς προείλαντο, μὴ ἀφίκωνται κατὰ τὸ ἔθος εἰς τὴν προειρημένην πανήγυριν, ταυτὰ πεί σονται τοῖς ἐπιστρατεύσασι καὶ δεξαμένοις τὴν τιμω ρίαν.
 [06206]  Καὶ γὰρ ἐν τῷ νόμῳ διαγορεύει δοῦναι βιβλίον ἀποστασίου τῇ γυναικὶ τὸν οὐκ εὖ περὶ αὐτὴν διακείμενον.
 [06345]  Καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὑτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ.
 [06402]  Ἐγὼ δὲ τοὺς ἐντευξο [81.1988] μένους τοῖς ἡμετέροις πόνοις παρακαλῶ, ὑπὲρ μὲν τῶν εὖ καὶ καλῶς εἰρημένων τὴν ἄκτιστον ὑμνῆσαι Τριάδα·
000-00-00 Serial Number=0693742931
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00200]  Εἰ τότε ἄφθονος ἕκαστος δείκνυται, ὅτε τοῖς πλησίον εὖ ποιεῖ, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας;
000-00-00 Serial Number=0949697137
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00003]  οὗ δὴ ἕνεκα καίτοι τοῦ σώματος οὐκ εὖ μοι διακειμέ νου, τόνδε προειλόμην τὸν πόνον·
 [00299]  ἀλλ' οὐδεὶς εὖ φρονῶν, ἀπὸ τούτων διαβάλλει τὸ ζῷον·
 [04960]  καὶ ἐπελ θὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς, ἀνθ' ὧν εὖ ἐποίησεν ὑμῖν .
000-00-00 Serial Number=0188121140
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01565]  προ εγράφη διδασκαλίαν, ἵνα μάθωμεν, ὡς οὐ χρὴ εὖ μὲν πράττουσι τοῖς φίλοις συνεῖναι, δυσπραγίᾳ δὲ περι πεσόντας ἐᾷν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»