Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐφημίαν [33]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐφημίαν


000-00-00 Serial Number=0792728543
Commentaria in Isaiam Ante [Go Back]  
 [02457]  ∆υνατὸν γάρ, ἂν ἐθελήσωμεν τοῦ μὲν μισῆσαι τὴν πονηρίαν τοῦ δὲ ζηλῶσαι τὴν ἀρετήν, καὶ τὴν αὐτὴν εὔκλειαν καὶ εὐφημίαν καρπώσασθαι.
000-00-00 Serial Number=0430999577
De providentia orationes decem Ante [Go Back]  
 [00630]  Τῷ χρόνῳ μὲν γὰρ εὐκαταφρόνητον γέγονε, καὶ ἡ γνῶσις τῆς ἐργασίας ἀφῄρηται τῶν εὑρηκότων τὴν εὐφημίαν.
 [01006]  Βλέπε τοῦ δικαίου κριτοῦ τὰ ζυγὰ, καὶ κίνησον εἰς εὐφημίαν τὴν γλῶτταν·
 [01664]  καὶ ἁρμάτων δὲ ἡνίοχοι κινδύνων κατατολμῶσι τὴν νίκην προσμένοντες, καὶ τὴν παρὰ τῶν θεατῶν ἀναμένοντες εὐφημίαν·
000-00-00 Serial Number=0346935987
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00053]  Μέγα γὰρ ἀλη θῶς εἰς εὐφημίαν ἐν ζώνῃ καὶ χλα[μύ]δι καὶ ἐξουσίᾳ τοσαύτη εὐσέβεια καὶ πραότης καὶ καλοκἀγαθία καὶ ἡ τοῦ δικαίου τιμή.
 [00361]  Χρὴ τοίνυν σε, δέσποτα, σοφὸν ὄντα καὶ τοὺς ἄλλους σοφίζειν δυνάμενον καὶ τῶν τοιούτων λόγων πλήρη τυγχάνοντα καὶ φιλεῖν τὸν πέλας ὡς σεαυτὸν δεδιδαγμένον, μὴ βλάπτειν τοῖς ἐγκωμίοις τοῦ φιλουμένου τὸ φρόνημα, μηδὲ τὸν μὲν αἴρειν εἰς ὕψος καὶ μετεωρίζειν τοῖς λόγοις, ἑαυτὸν δὲ ταπεινοῦν ὑπὲρ τὸ ἄγαν καὶ τὴν οὐκ ἐπαινουμένην ταύτην ἀμετρίαν αἱρεῖσθαι, μηδὲ τῷ πόθῳ τὴν εὐφημίαν μετρεῖν, ἀλλὰ τὴν ἀλήθειαν προτιμᾶν τῆς φιλίας, καὶ κρύπτειν μὲν τὰς τοῦ φίλου κηλῖδας (ταῦτα γὰρ ὁ τῆς φιλίας νομοθέτης παρεγ γυᾷ·
000-00-00 Serial Number=0794378221
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00018]  ἐγὼ δέ σου τὴν θεοσέβειαν ἐπαγγέλλω τὸν ἀγαθὸν ἀντιβολῆσαι ∆εσπότην, βεβαιῶσαι τοῖς ἔργοις τὴν εὐφημίαν, καὶ δεῖξαι τὸν ἐπαινούμενον, ὁποῖον τῶν ἐπαινούντων ζωγρα φοῦσιν οἱ λόγοι.
 [00067]  Τῷ προτέρῳ μὲν γὰρ ἡ προθυμία μόνη προσφέρει τὴν εὐφημίαν, τὸν δὲ δεύτερον πρὸς τῇ προθυμίᾳ καὶ ἡ εὐβουλία κοσμεῖ.
 [00126]  Καὶ πᾶσα δὲ γλῶττα νῦν εἰς εὐφημίαν κινεῖται τῆς σῆς ἁγιότητος.
000-00-00 Serial Number=0803797126
Eranistes Ante [Go Back]  
 [01516]  Τῶν δέ γε ἀρχιερέων καὶ Φαρισαίων χαλεπαινόντων τοῖς βοῶσιν, Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ, οὐ μόνον οὐκ ἐκώλυσε τοὺς βοῶντας, ἀλλὰ καὶ ἐβεβαίωσε τὴν εὐφημίαν.
 [01725]  αὐτίκα γοῦν τὴν εὐφημίαν προσήνεγκας.
000-00-00 Serial Number=0907803595
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01623]  Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος·
 [01673]  ἀμφοτέροις γὰρ ἤδη τὴν εὐφημίαν προσήνεγκεν·
 [02258]  Ἐν μὲν οὖν τοῖς πρὸ τούτου ῥητοῖς ὁ νυμφίος τῆς νύμφης τὸ κάλλος τῷ λόγῳ διέγραψε, καὶ χωρὶς μὲν ἕκα στον εὐφήμησε μέλος, κοινὴν δὲ πάλιν τὴν εὐφημίαν προσήνεγκε, καὶ ὡς ἐγκωμίου κατὰ τέχνην συγγραφο μένου, καὶ τὴν σύγκρισιν ἐποιήσατο, παρεξετάσας τὴν νύμφην, καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ πολλῷ τῷ μέτρῳ κρείττονα.
 [02430]  Πάλιν τοίνυν ὁ νυμφίος κατὰ μέρος αὐτῆς τὰ μέλη διέξεισι, καὶ ἑκάστῳ τὴν πρόσ φορον εὐφημίαν προσφέρει, καί φησι·
000-00-00 Serial Number=0636494637
Graecarum affectionum curatio Ante [Go Back]  
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
000-00-00 Serial Number=0015790164
Historia ecclesiastica Ante [Go Back]  
 [01629]  ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, [161] ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ.
 [03288]  οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.
000-00-00 Serial Number=0119297624
Historia religiosa Ante [Go Back]  
 [00054]  p.8 Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν·
 [01223]  Ποίαν δὲ ἄν τις τῷ μεγέθει πρόσφορον εὐφημίαν ποιήσαιτο;
 [01244]  αὐτὸς δὲ οὐ πολὺν ἐπιβιώσας χρόνον, οἷά τις ὀλυμπιονίκης ἀπὸ τῶν σκαμμάτων ἀπῆρεν, οὐ παρὰ ἀνθρώπων μόνον ἀλλὰ καὶ παρὰ ἀγγέλων τὴν εὐφημίαν δεξάμενος.
 [02032]  Τὸν ἐν τοσούτῳ τοίνυν ὕψει φιλοσοφίας τοσαύτην ἔχοντα φρονήματος μετριότητα ποῖος ἂν λόγος εἰς ἀξίαν εὐφημίαν ἀρκέσειεν;
 [02158]  Καὶ ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων, ἄλλοτε τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαί νειν πειρώμενοι τὸν χρυσόν, οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς οἷόν τινας χαρακτῆρας τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων εἰς εὐφημίαν τὰς γλώττας κινεῖ.
 [02620]  Ταύτην Ἄβελ τῷ χορηγῷ τῶν ἀγαθῶν βεβαίαν διαφυλάξας, καὶ τῶν μὲν τῆς γαστρὸς ἡδονῶν καταφρονήσας, τὴν δὲ τοῦ θεοῦ προελόμενος θεραπείαν, τοῖς ἀκηρατοῖς κατεκοσμήθη στεφάνοις, καὶ διὰ πάσης γενεᾶς ὁδεύει, τὴν εὐφημίαν διὰ τῆς μνήμης καρπούμενος.
000-00-00 Serial Number=0272093117
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01826]  στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάν των τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν.
000-00-00 Serial Number=0861253023
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01608]  Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατ εψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε.
 [03401]  Ποιεῖ μὲν ὅσα βούλεται, ἕκα στον δὲ τῶν γινομένων σοφίας ὑπάρχει μεστὸν, καὶ παρὰ πάντων τὴν εὐφημίαν ἐφέλκεται.
 [03553]  Ἔχει μὲν γὰρ τὴν εὐλογίαν καὶ τὴν εὐφημίαν ἄναρχον καὶ ἀήττη τον.
 [05363]  Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴ νεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν.
 [06614]  Μὴ εἰς τὴν ἐμὴν τοίνυν ἀποβλέψῃς ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ σοῦ ὀνόματος εὐφημίαν μετάδος μοι τῆς σωτηρίας.
000-00-00 Serial Number=0638634145
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00005]  Ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς, καὶ μόνη ἡ προθυμία δρέψασθαι τὴν εὐφημίαν·
 [01322]  Ἀπο ταττόμενοι γὰρ τῇ πλάνῃ τῶν εἰδώλων, καὶ τῇ ἐμῇ θαῤῥοῦντες κηδεμονίᾳ, παντοδαπῶν ἀγαθῶν δέξον [81.1632] ται τὴν ἀφθονίαν, καὶ οἴνῳ εὐώδει παραπλησίως, ἐν τῷ Λιβάνῳ γεωργουμένῳ, τὴν τῆς ἀρετῆς ἕξουσιν εὐοσμίαν, καὶ τὴν ἐντεῦθεν εὐφημίαν καρπώσονται.
000-00-00 Serial Number=0609408259
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03533]  Τελείαν δὲ οὐκ εἶχε τὴν εὐφημίαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»