Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐσεβείας [355]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐσεβείας


000-00-00 Serial Number=0380701303
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00181]  «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν.».
000-00-00 Serial Number=0948453367
Commentaria in Isaiam Ante [Go Back]  
 [00302]  Τὸ περιφανὲς καὶ περί βλεπτον τῆς εὐσεβείας προλέγει καὶ ὅτι σβεσθήσεται μὲν ἡ τῶν εἰδώλων θεραπεία, ὁ δὲ τοῦ θεοῦ οἶκος παρὰ πάντων τὸ προσῆκον δέξεται σέβας.
 [00387]  πλεῖστοι γὰρ τῇ πλάνῃ δουλεύοντες τῆς εὐσεβείας τὸ κράτος θεώμενοι κατέκρυψαν μὲν ἐν σπηλαίοις τισὶ καὶ ἄντροις τοὺς ὑπ' αὐτῶν προσκυνουμένους θεούς, ἐφωράθησαν δὲ καὶ τὴν αἰσχύνην ἐδρέψαντο, καὶ τὰ τούτων εἴδωλα τῆς εὐσεβείας οἱ τρόφιμοι παρέδοσαν τῷ πυρί.
 [00872]  Ἀλλ' ὁ μὲν Ἰωάθαμ εὐσεβείας τρόφιμος ἦν, ὁ δὲ Ἄχαζ ἐκ διαμέτρου παράνομός τε ἅμα καὶ δυσσεβής.
 [01512]  [2Καὶ] ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·
 [02172]  Εἶτα διδάσκει ὡς καὶ τῆς Τάνεως οἱ ἄρχοντες πόλις δὲ αὕτη πάλαι βασιλεύσασα τῆς Αἰγύπτου ἀνοηταίνοντες αἰσχυνθήσονται καὶ μηχανὴν οὐδεμίαν εἰσενεγκεῖν κατὰ τῶν τῆς εὐσεβείας κηρύκων δυνήσονται.
 [02220]  ὀλίγοι γὰρ <οἱ> ἐξ ἀρχῆς τὸ σωτήριον δεξάμενοι κήρυγμα, ηὐξήθη δὲ κατὰ μέρος τῆς εὐσεβείας τὰ σπέρματα.
 [02589]  καὶ θείους ἐκ τούτων σηκοὺς οἱ τῆς εὐσεβείας κατεσκεύασαν ἱ ερεῖ ς.
 [02775]  Τούτους ἀπὸ τοῦδε τοῦ ὄρους ἐδρεψάμεθα τοὺς καρπούς, τουτέστι τῆς εὐσεβείας.
 [02811]  Οὗτος καὶ τῶν κατὰ τῆς εὐσεβείας μαινομένων πόλεων τὸ θεομάχον φρόνημα καταλύσας τοῖς ἀποστολικοῖς αὐτὰς ὑπέταξεν ἴχνεσι καὶ τοῖς τὴν ἐκείνων διδασκαλίαν ἐκδεξαμένοις.
 [02820]  Ταύτην οἱ τῆς εὐσεβείας ὥδευσαν τρόφιμοι.
 [02950]  ἐκείνη γὰρ οὐκ ἔχει τῆς εὐσεβείας τὸ τεῖχος φυλάττον αὐτήν.
 [03231]  μετὰ μέντοι τὴν δεσποτικὴν ἐπιφάνειαν ἀφαιρεθεισῶν τῶν σφραγίδων τὰ γὰρ πράγματα μαρτυρεῖ τοῖς λόγοις καὶ πλεῖστοι ἐξ Ἰουδαίων τῶν προρρήσεων ἔμαθον τὴν διάνοιαν καὶ τὰ ἔθνη μεμάθηκε τῆς εὐσεβείας τὰ γράμματα καὶ ἀναγινώσκουσι τὸ βιβλίον, ὃ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων ἐσφραγισμένον ἔτι μεμένηκεν.
 [03602]  Μόνιμοι γὰρ οἱ τῆς εὐσεβείας καρποί, οἱ δὲ τῆς ἀσεβείας «ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς».
 [03745]  καὶ οἱ πάλαι δὲ τοῖς ἀνθρώποις φοβεροὶ δαίμονες νῦν τῆς εὐσεβείας τοὺς τροφίμους δειμαίνουσιν.
 [03748]  ∆ιέφθειρεν ὁ δεσπότης Χριστὸς διὰ τῶν τῆς εὐσεβείας κηρύκων καὶ αὐτὰς τῆς τῶν εἰδώλων πλάνης τὰς ἀτραπούς·
 [05565]  καὶ οἶκον Ἰακώβ, οὐκ εὐσεβείας κλη ρονόμον·
 [05571]  «Ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.».
 [05783]  αὐτὸς γὰρ τὴν εὐσεβείας ἔρημον οἰκουμένην φυτῶν πεπλήρωκε θείων, αὐτὸς γὰρ τὴν διεφθαρμένην κατέστησε γῆν, αὐτὸς τοὺς ταῖς ἁμαρτίαις πεπεδημέν ους τῶν δεσμῶν ἠλευθέρωσεν, αὐτὸς τοὺς ἐν σκότει καθημένους τῷ φωτὶ τῆς θεογνωσίας ἐφώτισεν.
 [06282]  Οὐ γὰρ πάντες ἐπίστευσαν, οἱ δὲ πεπιστευκότες |167 b| ὑπε ρηγάσθησαν τὸ τῆς εὐσεβείας μυστήριον.
 [06458]  οἱ γὰρ ταύτης τρόφιμοι τὴν πνευματικὴν τῶν ἐθνῶν ἡγεμονίαν ἐδέξαντο καὶ τὰς ὑπὸ τῆς ἀσεβείας διαφθαρείσας πόλεις τοῖς τῆς εὐσεβείας ἀνῳκοδόμησαν δόγμασιν.
 [06815]  Ταῦτα δὲ ποιῶ, ἐπειδήπερ οὐ δίκαιον τῆς δικαιοσύνης τὸν νομοθέτην ἴσου ἀξιοῦν τούς τε τῆς εὐσεβείας τροφίμους καὶ <τοὺς> τῇ δυσσεβείᾳ προστετηκότας.
 [07229]  Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.».
 [07263]  Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην περινο στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα τε φύτευσαν.
000-00-00 Serial Number=0075458407
De incarnatione domini Ante [Go Back]  
 [00083]  Τινὲς δὲ τῶν τἀναντία φρονούντων τῆς εὐσεβείας, ἐπειδὴ τοῖς ἀποστολικοῖς ῥητοῖς πειρῶνται κατα τοξεύειν ἀληθείας τὰ δόγματα, Ἄρειος μὲν καὶ Εὐ νόμιος ἄψυχον ἄνθρωπον ἀνειλῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου διαβεβαιούμενοι, Ἀπολινάριος δὲ ἔμψυχον, νοῦ δὲ ἐστερημένον, οὐκ οἶδ' ὅ τι νοῶν τὴν ἀνθρω πείαν ψυχήν·
 [00128]  Πρὸς δὲ τούτοις οἱ πρωτοστάται τῆς ἀσεβείας, καὶ πρῶτοι τὴν βλασφημίαν κατὰ τῆς εὐσεβείας βλαστήσαντες, καὶ Χριστιανῶν μὲν ὄνομα ἑαυτοῖς ἐπιθέντες, πᾶσαν δὲ τὴν πολύθεον τῶν εἰδώλων πλά νην ὑπερακοντίσαντες, Μαρκίων, φημὶ, καὶ Μάνης, καὶ οἱ τῆς λοιμικῆς αὐτῶν καθέδρας μύσται καὶ γεί τονες, δι' αὐτῶν τούτων τῶν ῥημάτων τὴν οἰκείαν παραπληξίαν μανθάνουσι·
 [00146]  οὕτως ὁ μέγας τῆς εὐσεβείας προ αγωνιστὴς, ὁ μακάριος λέγω Παῦλος, τὰ ποικίλα καὶ διάφορα τῶν αἱρετικῶν κατέλυσε στόματα.
 [00147]  Ἀλλ' ἐνταῦθα μὲν ἡμᾶς ὁ Λόγος παρήνεγκε, τὴν τῶν αἱ ρετικῶν ἐλέγχων ἐμβροντησίαν, καὶ δῆλα ποιῶν τοῖς τροφίμοις τῆς εὐσεβείας τῆς ἀληθείας τὰ δόγματα.
 [00562]  «Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστή ριον, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύ ματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστώθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.».
 [00606]  θάτε ρον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεό τητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας.
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
 [00649]  διὰ τοῦτο γὰρ καὶ Θεοτόκος καὶ ἀνθρωποτόκος ἡ ἁγία Παρθένος ὑπὸ τῶν τῆς εὐσεβείας διδασκάλων προσαγορεύεται·
000-00-00 Serial Number=0391159594
De providentia orationes decem Ante [Go Back]  
 [00117]  Ἀλλὰ τέως περὶ τῶν νεφῶν μηδὲν ἀκοῦσαι ποθήσῃς, μηδὲ δρα μεῖν ἐθελήσῃς, οὐδέπω βαδίζειν μεμαθηκὼς, ἀλλὰ κατὰ βραχὺ τὴν κτίσιν ὁδεύων, μάθε τῆς εὐσεβείας τὸν δρόμον.
 [00336]  Καὶ τὰς ψυχὰς τοίνυν οἱ μὲν ἐῤῥωμένας ἔχοντες, καὶ τῇ τῆς εὐσεβείας ὑγείᾳ λαμπρυνομένας, τῶν διδασκαλικῶν φαρμάκων οὐ χρῄζουσιν·
 [01300]  Ὅτι δὲ οὐδὲ οἱ λίαν παράνομοι, καὶ δυσσεβείᾳ πάντας ἀποκρύψαι φιλονεική σαντες, οἷόν τε λωβᾶσθαι τοὺς τὸ λογικὸν ἐῤῥωμέ νους, καὶ τῆς εὐσεβείας ὑπάρχοντας ἐραστὰς, διὰ τοῦ μετὰ ταῦτα λόγου, σὺν Θεῷ φάναι, δηλώσομεν.
 [01316]  Οὐ παρέλκον δὲ ἴσως καὶ τῶν πάλαι δεδου λευκότων ὀλίγους εἰς μέσον παραγαγεῖν, καὶ γυμνῶ σαι τῆς εὐσεβείας τὸν θησαυρὸν, ὃν ἐκεῖνοι συνήγα γον, εἰς ἔλεγχον τῶν τὴν δουλείαν διαβάλλειν ἐπι χειρούντων, καὶ τῆς μείζονος βλασφημίας ταύτην ἀφορμὴν ποιουμένων, καὶ κατὰ τῆς τοῦ Θεοῦ προ νοίας ἐντεῦθεν ἀφιέναι τὰ βέλη τολμώντων.
 [01326]  Τίς οὐκ ἂν ἀγασθείη τῆς εὐσεβείας τὸν ἄνδρα;
 [01329]  Τὸ γὰρ πᾶσιν ἐῤῥῶσθαι φρά σαντα καὶ τῇ τοῦ Θεοῦ προμηθείᾳ τὴν τῆς ἐκ δημίας ὑπόθεσιν ἀναρτῆσαι, πῶς οὐκ εὐσεβείας ἐστὶ καὶ σοφίας τῆς ἀνωτάτω;
 [01361]  Ποίαν δὲ τῆς ἄκρας εὐσεβείας ὑπερβολὴν καταλίποι;
 [01510]  Οἱ μὲν γὰρ κατὰ τῶν τοῦ Θεοῦ προφητῶν μεμηνότες, ἅπαντας ἠπείγοντο παραδιδόναι σφαγῇ, καὶ τρυφὴν ἡγοῦντο τῶν τοῦ Θεοῦ θεραπευτῶν τὴν ἀναίρεσιν, παντελῶς τὸν τῆς εὐσεβείας σπινθῆρα κατασβέσαι φιλονει κοῦντες.
 [01511]  Ὁ δὲ, ταῖς τῶν δεσποτῶν ἀνοσιουργίαις ἀντηγωνίζετο, καὶ τῆς εὐσεβείας τὸν πυρσὸν σῶον φυλάττειν ἐσπούδαζε, καὶ προφήτας ἑκατὸν ἐν δύο σπηλαίοις κατακρύψας ἔτρεφε, λιμοῦ χαλεποῦ τηνι καῦτα τὴν οἰκουμένην κατέχοντος, ὃν ὁ μέγας Ἠλίας ἐπεστράτευσε τοῖς ἀνθρώποις, δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος.
 [01526]  Καὶ λαμβάνει παρὰ τοῦ Θεοῦ μισθὸν τῆς εὐσεβείας, τὴν εὐλογίαν·
 [01546]  Οἱ δὲ γεννά δαι ἐκεῖνοι, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, οἱ τοῦ νόμου τρόφιμοι, οἱ τῆς Ἀβραμιαίας πίστεως κληρο νόμοι, οἱ τῆς εὐσεβείας ἀθληταὶ, οἱ τῆς χάριτος πρόδρομοι, οἱ τῆς πίστεως πρόμαχοι, οἱ δοῦλοι τὰ σώματα, καὶ τὰ φρονήματα ἐλεύθεροι, οἱ αἰχμάλω τοι, καὶ βασιλέων τὰς ψυχὰς ὑψηλότεροι, οὐ μόνον ἑκόντες οὐ προσεκύνησαν τῇ εἰκόνι, ἀλλὰ καὶ κατ ηγορηθέντες, ἅτε δὴ τὸ κελευσθὲν οὐ ποιήσαντες, ἀπολογίαν μὲν οὐδεμίαν προσφέρουσιν, ἄντικρυς δὲ ἀπαγορεύουσι τὴν προσκύνησιν, καὶ μεγάλῃ βοῶσι φωνῇ·
 [01557]  ἡδίων μὲν γὰρ ἡμῖν ὁ μετ' εὐσεβείας θάνατος, τῆς σὺν ἀσεβείᾳ ζωῆς.
 [01572]  ὅπως κἀκείνους κατέπληξε ταῖς τῆς εὐσεβείας ἀκτῖσι, καὶ οἷόν τισι κημοῖς τοῖς τῆς θείας εἰκόνος χαρακτῆρσιν ἐπέδησεν αὐτῶν τὰ μεμηνότα στόματα·
 [01883]  Ὅτι δὲ τῆς εὐσεβείας οἱ τρόφιμοι, οὐκ ἐξ οὐρίων μόνον φερόμενοι, ἀλλὰ καὶ κλύδωνι καὶ χειμῶνι παλαίοντες, τὸν τῶν ὅλων ὑμνοῦσι Θεὸν, ἔστιν ἀκοῦσαι τοῦ μακαρίου βοῶν τος ∆αβὶδ, ἀνδρὸς ἐν πολέμοις τὸν βίον ἅπαν τα καταναλώσαντος, καὶ μυρίαις ὅσαις προσπα λαίσαντος συμφοραῖς·
 [01890]  Βλέπε τοίνυν τὸν Πέτρον καὶ Ἰωάννην, τοὺς πύρ γους τῆς εὐσεβείας, τοὺς στύλους τῆς ἀληθείας, τοὺς τῆς Ἐκκλησίας τὴν οἰκοδομὴν ὑπερείδοντας, ὑπὸ μὲν Ἰουδαίων μαστιγουμένους, χαίροντας δὲ καὶ γεγηθότας, «Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.».
 [01907]  Ἀλλ' ἐπιλείψει με ἡμέρα, τοῦ μεγάλου παιδοτρίβου τῶν τῆς εὐσεβείας ἀθλητῶν τοὺς τοιού τους λόγους συλλέγοντα.
 [02125]  Τοῦ δὲ λι μοῦ τὴν ἀνάγκην ἐπαγαγὼν, πανταχόσε παράγει κήρυκα τῆς εὐσεβείας, καὶ Αἰγυπτίοις καὶ Παλαι στινοῖς ἀποφαίνων τὸν οἰκεῖον θεράποντα.
 [02130]  Ὁ δὲ πρόφασιν λαμβάνων, προσέφερε τοῖς ἀγνοοῦσι τὰ τῆς εὐσεβείας παιδεύ ματα, καὶ ἡ ἀδικία τῆς εὐσεβείας τὴν ὁδὸν ἀνεῴγνυ, καὶ ἡ παράνομος πλεονεξία πρόξενος θεογνωσίας ἐγίγνετο.
 [02141]  οὕτω δι' ἑνὸς ἔθνους τοῦ Ἰσραὴλ, πάντα τὰ ἔθνη τὰ τὴν αὐτὴν ἔχοντα φύσιν, εἰς τὴν τῆς εὐσεβείας κοινωνίαν ἐκάλει.
000-00-00 Serial Number=0791407108
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00014]  Οὐ γὰρ μόνον ἔθνη καὶ πόλεις καὶ κώμας καὶ ἀγροὺς καὶ ἐσχατιὰς ἰθύνουσι τῆς εὐσεβείας οἱ τρόφιμοι καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, ἀλλὰ καὶ αὐτὰ τῶν στρατιωτῶν τὰ τάγματα, ἐν πόλεσι καὶ κώμαις διάγοντα, ἀφιερωμένους ἔχει νομέας.
 [00061]  Φήμη τις διαδραμοῦσά [τε καὶ διδ]άξασα πρᾶγμα τολμᾶσθαι παρ' ὑμῖν, καὶ ὑμῶν ἀνάξιον, καὶ τῆς εὐσεβείας ἀλλότριον, σφόδρα ἡμᾶς ἠνίασε.
 [00074]  Περσῶν τὸ ταῦτα τολμᾶν, οὐ Ῥωμαίων τῶν τῆς εὐσεβείας τροφίμων.
 [00075]  Ἡγοῦμαι δὲ τοὺς ταῦτα νομοθετήσαντας μηδὲ τρο φίμους γενέσθαι τῆς εὐσεβείας, ἀλλ' ἐν δεισιδαιμονίᾳ τέως διάγοντας ταῦτα διαγορεῦσαι.
000-00-00 Serial Number=0236111343
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00032]  Ὑπέθεσθε τῷ λόγῳ δυσσεβῆ δικαστήν, αἵρεσιν δεδωκότα δύο τισὶν ἀθληταῖς εὐσεβείας, ὥστε δυοῖν θάτερον δρᾶσαι, ἢ θῦσαι δαίμοσιν, ἢ σφᾶς εἰς τὸ πέλαγος ῥῖψαι·
 [00124]  Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων.
 [00127]  Οὐ γὰρ μόνοι τῆς εὐσεβείας οἱ τρόφιμοι θαυμάζουσι τὸ τῆς πίστεως ἀκραιφνές, ἀλλὰ καὶ οἱ τῆς ἀληθείας πολέμιοι λίαν ᾄδουσι τὴν ἀνδρίαν.
 [00223]  οἱ γὰρ τοῖς εὐσεβέσι τούτοις χρώμενοι λογισμοῖς, καὶ τῆς εὐσεβείας κομιοῦνται τὰς ἀντιδόσεις καὶ θυμηρέστε ρον βιοτεύσουσι, τῆς τῶν θρήνων ἀμετρίας ἀπαλλαγέντες.
 [00243]  Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα.
 [00319]  Εἰ γὰρ καὶ μηδὲν ὅλως ἆθλον ὑπὲρ εὐσεβείας ἀγωνιζομένοις ἐδίδοτο, ἤρκεσεν ἂν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλήθεια πεῖσαι τοὺς ἑαυτῆς ἐραστὰς σὺν εὐθυμίᾳ πάσῃ τοὺς ὑπὲρ αὐτῆς κινδύνους ἀσπάσασθαι.
 [00606]  ὃς οὐκ ἀνθέξει, μὴ τῆς ἰάσεως παρὰ τῆς ὑμετέρας εὐσεβείας ἐπιτε θείσης.
 [00673]  ἀλλὰ τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας αὐτὸς εἰσενήνοχε πόνους·
 [01198]  ∆ιὰ γάρ τοι τοῦτο καὶ Θεοτόκον ἀποκαλοῦμεν τὴν ἁγίαν Παρθένον καὶ τοὺς τῆς προσηγορίαν ταύτην παραιτουμένους, ἀλλοτρίους τῆς εὐσεβείας ἡγούμεθα.
 [01332]  ταύτην διη νεκῶς τοῖς τροφίμοις τῆς εὐσεβείας προσφέρομεν·
 [01423]  Καὶ τοῦτο δὲ ἴστω ὑμῶν τὸ μέγεθος, ὡς μετὰ τῆς εὐσεβείας καὶ ὁ θάνατος ἡμῖν ἥδιστος καὶ αἱ τῆς οἰκουμένης ἐσχατιαί.
 [01459]  Οὓς εὖ οἶδ' ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας.
 [01532]  Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεΐας παρὰ πολλῶν μεμαθήκαμεν.
 [01686]  Τοὺς γὰρ εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας καλουμένους ἀγῶνα, πάντα πόνον ἀναδέξασθαι χρὴ καὶ τὴν θείαν ἐπικα λέσασθαι συμμαχίαν, ἵνα τὸν παρὰ τῶν προγόνων ἡμῖν κατα λειφθέντα κλῆρον διατηρήσωμεν ἄσυλον.
 [01688]  καὶ τῶν εὐλαβεστάτων κληρικῶν τοὺς τὸν ὑπὲρ τῆς εὐσεβείας ἔχοντας ζῆλον, ἵνα μὴ καὶ παρὰ τῶν οἰκείων προδοθέντες, ἢ ἀναγκα σθῶμέν τι πρᾶξαι τῶν ἀπαρεσκόντων τῷ τῶν ὅλων Θεῷ, ἢ μονωθέντες εὐεπιχείρητοι τοῖς πολεμοῦσι γενώμεθα.
 [01772]  Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν.
 [01795]  Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παρα χαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμου μένων ὑπερμαχήσητε.
 [01836]  Πολλῷ δὲ πλέον, ὡς εἰκός, ἀνιᾷ τοὺς τροφίμους τῆς εὐσεβείας ἡ καινὴ αὕτη καὶ παράδοξος τραγῳδία, ὧν ἡ ὑμετέρα πρωτεύει μεγαλοπρέπεια.
 [01839]  καὶ τὴν μὲν ὑπὲρ τῆς εὐσεβείας εἰσενεγκεῖν προθυμίαν, ἀντιλαβεῖν δὲ παρὰ τοῦ μεγαλοδώρου ∆εσπότου, κἀν τῷ παρόντι βίῳ τὴν μεγίστην κηδεμονίαν, κἀν τῷ μέλλοντι τὴν τῶν οὐρανῶν βασι λείαν.
 [02010]  Τούτους τὸ σεβάσμιόν σου γῆρας ζηλοῖ, κἀν τοῖς ὑπὲρ εὐσεβείας πολέ μοις ἀνδραγαθίζεται, καὶ τῶν εὐαγγελικῶν δογμάτων ὑπερ μαχεῖ, καὶ τοὺς νέους ἀποκρύπτει τῇ προθυμίᾳ τῆς γνώμης.
 [02032]  καὶ τοὺς μὲν τὴν τῆς εὐσεβείας ἔξωθεν περικειμένους μορφὴν γυμνοὺς δείξῃ τῶν προσωπείων, τοὺς δὲ τῆς ἀληθείας ἀνακηρύξῃ προμάχους.
 [02102]  Καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον καὶ τὴν περὶ τὸν πέλας ἀγάπην ἔδειξεν ὑμῶν ἡ θεοσέβεια.
 [02118]  ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύ της ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν.
 [02123]  Ἐπιτυχὼν δὲ νῦν τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου Ὀζέου, ἀνδρὸς καὶ τῆς θεοσεβείας ὑπερμαχοῦν τος καὶ τῆς σῆς ἐξηρτημένου εὐσεβείας, καὶ γράφω, καὶ περι πτύσσομαί σου τὴν ὁσιότητα, καὶ παρακαλῶ ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν, καὶ στηρίζειν τοῖς γράμμασιν.
 [02234]  Ὁ δὲ φιλόχριστος ἡμῶν βασιλεύς, τῆς εὐσεβείας καρπὸν τὴν βασιλείαν δρεψάμενος, ἀπαρχὰς τῆς βασιλείας τῷ δοτῆρι τῆς
 [02254]  Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασ κάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον ∆εσπότην ἠμεί ψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον.
000-00-00 Serial Number=0903158307
Eranistes Ante [Go Back]  
 [00263]  Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·
 [00554]  Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.
 [00592]  καὶ γὰρ ὁ δεσπότης παρὰ τούτου μόνου τὴν τῆς εὐσεβείας ὁμολογίαν δεξάμενος, ἐβεβαίωσε ταύτην τῷ ἀοιδίμῳ μακαρισμῷ Ἐπειδὴ δὲ καὶ ἑτέρων τοῦτο κηρυττόντων ἀκοῦσαι ποθεῖς, ἄκουσον ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας Παύλου καὶ Βαρνάβα δημηγορούντων.
 [00682]  {ΕΡΑΝ.} Περιφανὴς ὁ ἀνήρ, καὶ πρόμαχος τῆς εὐσεβείας γεγένηται.
 [00703]  Ἐπειδὴ δὲ κατὰ τῶν πρωτοτόκων τῆς εὐσεβείας παίδων τὰς ὑμετέρας ἠκονήσατε γλώσσας, τῇ τοῦ ψεύδους αὐτὰς παραθήξαντες θηγάνῃ, τὴν ἐσχάτην αὐτοῖς ἀπενείμαμεν χώραν, ἵνα τῶν ἄλλων ἐπακούσαντες πρῶτον, εἶτα τοῖς ἐκείνων παραθέντες τὰ τούτων, θαυμάσητε μὲν τὴν συμφωνίαν, παύσησθε δὲ τῆς γλωσσαλγίας.
 [00731]  Προσήνεγκα ἄν σοι καὶ τῶν νικηφόρων τῆς εὐσεβείας ἀγωνιστῶν ∆ιοδώρου καὶ Θεοδώρου τὰς ἑρμηνείας, εἰ μὴ δυσμενῶς ὑμᾶς ἑώρων περὶ τοὺς ἄνδρας διακει μένους καὶ τῆς Ἀπολιναρίου περὶ αὐτοὺς ἀπεχθείας κληρονόμους γεγενημένους.
 [02363]  Σαφηνίζεται γὰρ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον.
 [02491]  Ἐν πᾶσιν ἡμῖν ὁ κύριος ὑπογράφει τὸν τῆς εὐσεβείας χαρακτῆρα, καὶ [177] διαφόρως ὑποδείκνυσι τῇ ἡμετέρᾳ φύσει τὰς τῆς σωτηρίας ὁδούς·
000-00-00 Serial Number=0086038411
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00036]  ἀλλὰ καὶ οἱ μετ' ἐκεί νους ἐν ταῖς Ἐκκλησίαις διαπρέψαντες, πνευματικὸν ἔγνωσαν τὸ βιβλίον, Βασίλειός τε ὁ μέγας τὴν ἀρχὴν τῶν Παροιμιῶν ἑρμηνεύων, καὶ Γρηγόριος ἑκάτερος, ὁ μὲν τὴν ἐκείνου συγγένειαν, ὁ δὲ τὴν φιλίαν αὐ χῶν, καὶ ∆ιόδωρος ὁ γενναῖος τῆς εὐσεβείας πρό μαχος·
 [00063]  Καὶ ταῦτα οὕτω νοεῖν, οὐ μόνον τοῖς τῆς εὐσεβείας τροφίμοις, ἀλλὰ καὶ Ἰουδαίοις σύν ηθες, τοῖς παχύτερον καὶ σαρκικώτερον τὰς θείας νοοῦσι Γραφάς.
 [00465]  καὶ ἐπαναπαύσεται ἐπ' αὐτῷ τὸ Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·
 [00573]  καὶ οἱ ἀπόστολοι δὲ, ὡσαύτως θεόθεν ἐμπνεόμε νοι, τῆς εὐσεβείας τὸ κήρυγμα εἰς ἅπαντας τοὺς ἀν θρώπους τοῦτο διαπορθμεύοντες διετέλεσαν.
 [00634]  οἵτινες ἐν ἑκάστῳ τῶν ἀκροατῶν, οἷόν τινα μάχην καὶ πόλε μον ἀνεδέχοντο, ἀγωνιζόμενοι ἐκβάλλειν μὲν τὰ πο νηρὰ ἔθη τῶν ψυχῶν, τοὺς δὲ τῆς εὐσεβείας ἐγκατα πῆξαι νόμους.
 [00635]  Καὶ ἵνα σαφέστερον μάθωμεν, πῶς ἐν ταῖς τῶν μαθητευομένων ψυχαῖς διεμάχοντο οἱ μακά ριοι τῆς εὐσεβείας κήρυκες, ἀκούσωμεν τοῦ μακαρίου [81.72] Στεφάνου διαμαχομένου καὶ λέγοντος·
 [00641]  Οὕτως ἐπιτιμῶντες, καὶ παραινοῦντες, καὶ τὰς ῥυτίδας τῶν ἁμαρτημάτων διατείνοντες, καὶ τὰ γεγηρακότα ἀποξύοντες ἤθη, νέαν ἀντὶ παλαιᾶς, καὶ ἀντὶ δυσειδοῦς καὶ εἰδεχθοῦς εὐπρεπῆ, καὶ ἀντὶ με λαίνης λευκοτάτην ἀπεφήναντο τοῦ Κυρίου τὴν νύμ φην οἱ πρῶτοι τῆς εὐσεβείας ὑποφῆται καὶ κήρυκες.
 [00732]  Ἐπαινεῖ δὲ αὐτὴν καλῶς ἕλκουσαν τὸν τῆς εὐσεβείας ζυγὸν, περὶ οὗ φησιν ἐν Εὐαγγελίοις ὁ νυμφίος·
 [01021]  Ἐπειδὴ τοίνυν ὁ ∆εσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ [81.97] πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν.
 [01087]  οὕτω τοῖς ἁγίοις ἀπο στόλοις εἰς τὸ δεσμωτήριον ἐμβληθεῖσιν ὑπὸ Ἰουδαίων θαῤῥεῖν παρεκελεύετο, καὶ μετὰ παῤῥησίας κηρύτ τειν τῆς εὐσεβείας τὸν λόγον·
 [01695]  νύμφη δὲ, ὡς παρ' αὐτοῦ τὰ τῆς διδασκαλίας σπέρ ματα δεχομένη, καὶ τίκτουσα τὸν τῆς εὐσεβείας καρ πόν·
 [01733]  Καὶ καλεῖ μὲν αὐτὴν κῆπον, ὡς οὐχ ἕνα καρπὸν εὐσεβείας καὶ ἀρετῆς, ἀλλὰ πολλοὺς καὶ ποικίλους τίκτουσαν·
 [01775]  καὶ γὰρ τῶν τῆς εὐσεβείας διδασκάλων ἡ γλῶττα πάσης εὐοσμίας πεπλήρωται·
 [01869]  οὐ διὰ τὸ συγγενὲς μόνον τῆς φύσεως, ἧς ἀνέλαβον, ἀλλὰ καὶ διὰ τὴν τῆς εὐσεβείας οἰκειότητα.
 [02204]  τούτους ἐπὶ τοῦ παρόντος ἡγοῦμαι βασι λίδας ὀνομάζεσθαι, ὡς τῆς βασιλείας ἐπιθυμοῦντας, καὶ δι' ἐκείνην φέρειν αἱρουμένους τῆς εὐσεβείας τοὺς πόνους.
 [02241]  εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκατα λεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ' ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιό τητος χάριτι αὐτοῦ·
 [02346]  Κηρύττοντες γὰρ τῆς εὐσεβείας τὸν λόγον, τοὺς μὲν ἔπειθον πιστεύειν, ὑπὸ δὲ τῶν ἀπίστων ἐξηλαύνοντο, ᾐκίζοντο, ἐστρεβλοῦντο, μυρίων θανά των ὑπέμενον εἴδη·
 [02466]  Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ' οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρα τῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐ φροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμη δίαν.
000-00-00 Serial Number=0422835112
Graecarum affectionum curatio Ante [Go Back]  
 [01661]  Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωτ τίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσ ήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας [5.61] ξυγγραμμάτων ἐνέπλησαν.
 [02396]  [8.37] Εἰ δὲ μάντεις καὶ ἰατροὺς τοσαύτης ἔφησεν ἐκεῖνος ἀξιοῦσθαι [8.37] τιμῆς, τί ἂν εἴποι τις περὶ τῶν τοσαύτην ἐπιδειξαμένων ὑπὲρ εὐσεβείας ἀνδρείαν, οἷς τοὖργον οὐ μόνον ἀνδρείαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ σοφίαν καὶ φρόνησιν μαρτυρεῖ;
 [02411]  Οὔκουν πάντας ἀρηϊφάτους κατὰ τὸν Ἡράκλειτον τιμητέον, ἀλλ' ἐκείνους, οἳ τὸν ὑπὲρ τῆς εὐσεβείας ἀσπασίως κατεδέξαντο θάνατον·
 [02619]  [9.23] Καὶ ἵνα Κόμοδον καταλίπω καὶ Μαξιμιανὸν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἄχρις Αὐρηλιανοῦ καὶ Κάρου καὶ Καρίνου βεβασι λευκότας, τίς ἀγνοεῖ τὴν ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Μαξεντίου καὶ Μαξιμίνου καὶ Λικινίου κατὰ τῆς εὐσεβείας μα νίαν;
 [02629]  Καὶ γὰρ δὴ καὶ οὗτοι τῷ κατὰ τῆς εὐσεβείας πολέμῳ κατάδηλον εἰργάσαντο τῆς ἀληθείας τὸ κράτος.
 [02641]  Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσ ενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος ὁ μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων.
 [02852]  ἄσπονδος γὰρ ἡμῶν οὗτος πολέμιος, τὴν προφανῆ κατὰ τῆς εὐσεβείας ἀναδεξάμενος μάχην.
 [03513]  Ἀρκεῖ μέν, φησί, [11.54] καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ τῆς ἐλευθερίας δωρεὰ τὸν τῆς εὐσεβείας ὑμῖν ἐπιδεῖξαι καρπόν, ἐκ φιλοτιμίας δὲ ὅμως ὁ φιλόδωρος καὶ μεγαλόδωρος Κύριος καὶ τὴν αἰώνιον ὑμῖν δωρεῖται ζωήν, ἵνα ἁμαρτίας καὶ δικαιοσύνης τὸ διάφορον καταμάθητε.
 [03623]  ἢ γὰρ οἱ ἄνδρες ὑπὸ τῆς πίστεως ζωγρηθέντες ἀπιστούσαις ἔτι ταῖς γυναιξὶ διαμάχονται, ἢ αἱ γυναῖκες τὸν τῆς εὐσεβείας δεξάμεναι ζυγὸν ἀλωμένους ἔτι τοὺς ἄνδρας σαγηνεύειν σπουδάζουσιν.
 [03662]  Ὥσπερ γὰρ οἱ ζωγραφικὴν ἢ σκυτοτομικὴν ἢ ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρε τῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος.
000-00-00 Serial Number=0443633974
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00072]  ἀλλ' εὐθὲς ἐκείνων γεωργεῖν ἀρξαμένων, καὶ τῆς εὐσεβείας καταβάλλειν τὰ σπέρματα, οὗτος μεταξὺ κατέσπειρε τὰ ζιζάνια.
 [00577]  Κατὰ δὲ τῆς τοῦ Μάνεντος δυσσεβείας συνέγραψαν οἱ ἄριστοι τῆς εὐσεβείας συνήγοροι, Τῖτος καὶ ∆ιόδω ρος, ὁ μὲν τὴν Βοστρηνῶν Ἐκκλησίαν ποιμάνας, ὁ δὲ τὴν Κιλίκων ἰθύνας μητρόπολιν.
 [00661]  Ὁ δὲ ἀντίθεος δαίμων τοῦ κατὰ τῆς εὐσεβείας πολέμου κόρον λαβεῖν οὐκ ἠθέλησεν·
 [00807]  ἀλλὰ ταύτας τῆς εὐσεβείας οἱ ἄριστοι γεωργοὶ τῶν θείων ληΐων ἐξήλασαν, καὶ φρούδους ἀπ έφηναν.
 [01127]  Ἀλλ' ἐκεῖνος μὲν οὐδὲν τῶν τῆς εὐσεβείας δογμάτων ἐκαινοτόμησεν·
 [01211]  Ἐπειδὴ δὲ τοῦ κόσμου κατὰ μικρὸν ὑποῤ ῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀνθρωποκτό νος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανερῶς πολεμίοις κατὰ [83.433] τῆς Ἐκκλησίας ὡπλίζετο·
 [01830]  καὶ τὸ μὲν τοῦ Κάϊν ἐπάρατον ἦν, τὸ δὲ τοῦ Σὴθ εὐσεβείας ἐπεμέλετο.
 [02278]  Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βου λῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν·
000-00-00 Serial Number=0225170493
Historia ecclesiastica Ante [Go Back]  
 [00112]  Φιλογόνιος δὲ μετὰ τοῦτον τὴν προεδρίαν λαβὼν τά τε λειπόμενα τῇ οἰκοδομίᾳ προστέθεικε καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς Λικιννίου καιροῖς ἐπεδείξατο ζῆλον.
 [00379]  θορύβου δὲ πλείστου κατ' αὐτῶν γενομένου καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων, δείσαντες ἐξανέστησαν καὶ πρῶτοι τὸν Ἄρειον ἀπεκή ρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ.
 [00382]  καὶ μαρτυρεῖ τά τε ὕστερον παρ' αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ' αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα.
 [00393]  βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι τοὺς ἐπιγνώμονας, ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν.
 [00420]  ἐξ ἀγράφων γὰρ ἀσεβήσαντες (ἄγραφα δὲ τὸ [37] ἐξ οὐκ ὄντων καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν), αἰτιῶνται διότι ἐξ ἀγράφων μετ' εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν.
 [00566]  ὡς δὲ οὔτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὔτε μὴν Ἀθανάσιον τὸν τῆς ἐκείνου καὶ προεδρίας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς εἰς τὴν Κωνσταν τινούπολιν ἔδραμεν.
 [00597]  Ἐγὼ δὲ ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν τρέψομαι.
 [00633]  κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκο δομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.
 [00639]  Τούτοις τοῖς γράμμασιν οὐκ ἄλλος τις διηκόνησεν ἀλλ' αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν, αὕτη τῶν τῆς ὁδοιπορίας [64] πόνων ἀνασχομένη καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη·
 [00707]  τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος.
 [00715]  τῶν δὲ ἄλλων ἀρχιερέων (παρῆσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες) προφανῶς ἀντιλεγόντων καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαι κωλυόντων, πρὸς βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες [72] ἀπῆλθον, καὶ πείσαντες αὐτὸν ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, ὡς μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.
 [00729]  τῆς γὰρ τοῦ βασιλέως ἀνδρίας καὶ εὐσεβείας πανταχοῦ θρυλουμένης καὶ τῶν ἐν κύκλῳ βαρβάρων τὴν εἰρήνην αἱρεῖσθαι πρὸ τοῦ πολέμου τῇ πείρᾳ μεμαθηκότων, ἀδεῶς ἀλλήλοις ἅπαντες ἐπεμίγνυντο.
 [00737]  εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις, τὰ κατὰ τὸν Ἰωσὴφ καὶ τῆς Αἰγύπτου τὴν βασιλείαν σκοπησάτω, πρὸς δὲ τούτοις καὶ τοῦ προφήτου ἀναμιμνησκέσθω ∆ανιὴλ καὶ τῶν τριῶν ἐκείνων τῆς εὐσεβείας ἀγωνιστῶν·
 [00764]  ἡ δὲ θεία γυνὴ τούτων ἔφη μὴ δεῖσθαι, μέγαν δὲ ἡγεῖσθαι μισθὸν τὴν τῆς εὐσεβείας ἐπίγνωσιν·
 [00779]  ἔπεισε γὰρ τὸν τοῦ ἔθνους ἡγούμενον πρὸς τὸν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι πεμφθῆναι σφίσι διδάσκαλον εὐσεβείας.
 [00781]  ὁ δὲ βασιλεύς, τῆς αἰτήσεως τὴν αἰτίαν μαθών (Κωνσταντῖνος δὲ ἦν ὁ τῆς εὐσεβείας θερμότατος ἐραστής), φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν, ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων.
 [00783]  Τῶν ἐν Περσίδι δὲ τῆς εὐσεβείας τροφίμων αὐτόματος προὐνοήθη.
 [00797]  ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος.
 [00822]  ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς.
 [01038]  παραυτίκα γὰρ τούτων ἀκούσας ἐπέστειλε τῷ ἀδελφῷ, παραινῶν τῆς πατρῴας εὐσεβείας ἄσυλον φυλάξαι τὸν κλῆρον·
 [01042]  Καὶ γὰρ Παῦλον (Κωνσταντινουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν, τῶν ὀρθῶν προκινδυνεύων δογμάτων) οἱ τῆς Ἀρειανικῆς μετειληχό τες νόσου ἐγράψαντο ὡς στάσεως ἀρχηγόν, καὶ ἄλλα τινὰ προσθέν τες ἃ συκοφαντεῖν εἰώθασι τῆς εὐσεβείας τοὺς κήρυκας.
 [01448]  Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προσ τάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν.
 [01471]  ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένοι ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, [143] ἀλλ' ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτη ρίας καὶ εἰρήνης, ἣν ἡ θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται.
 [01483]  Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν βουκολήσαντες δι' ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον.
 [01551]  ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, τὴν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι·
 [01554]  Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ' ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας.
 [01591]  τῶν δέ γε Ἱεροσολύμων μετὰ Μακάριον ἐκεῖνον, οὗ πολλάκις ἐμνήσθην, Μάξιμος τὴν προ εδρίαν παρέλαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι·
 [01648]  Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τι μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας ἢ δυσσεβείας·
 [01775]  οὐ γὰρ εἶχεν ἐπίκουρον ὃν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον.
 [01852]  καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον.
 [01854]  διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα.
 [01877]  πρὸ γὰρ τῆς Μελετίου χειροτονίας Εὐσταθίου τετελευτηκότος καὶ τῶν τῆς εὐσεβείας ἀντε χομένων μετὰ τὴν Μελετίου μὲν ἐξορίαν Εὐζωΐου δὲ χειροτονίαν τῆς τῶν δυσσεβούντων κοινωνίας ἀποκριθέντων καὶ καθ' ἑαυτοὺς ἀθροιζο μένων, συναφθῆναι τούτοις οἱ ἀπ'
 [01897]  οἱ δὲ τῆς εὐσεβείας θιασῶται, φέρειν τὰς τούτων οὐ δυνάμενοι βλασφημίας, ἀντελοιδοροῦντο καὶ τὴν ὑπ' ἐκείνων πρεσβευομένην διήλεγχον πλάνην.
 [01900]  περιεώρα γὰρ τὰ παρὰ τῶν θρασυτέρων κατὰ τῶν ἐπιεικεστέρων τολμώμενα, καὶ τὰς πολιτικὰς δὲ καὶ στρατιωτικὰς ἀρχὰς τοῖς ὠμο τάτοις καὶ δυσσεβεστάτοις ἐπίστευεν, οἳ προφανῶς μὲν θύειν τοὺς τῆς εὐσεβείας ἐραστὰς οὐκ ἠνάγκαζον, πᾶν δ' εἶδος αὐτοῖς ἐπετίθεσαν ἀτιμίας.
 [01913]  ἀφῃρέθησαν δὲ καὶ τὸ βλέπειν καὶ διὰ τῶν παθημάτων ἐκήρυττον τῆς εὐσεβείας τὴν δύναμιν.
 [01932]  καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει.
 [01957]  τοῦτο δὴ καὶ Ἰουλιανὸς συνεὶς (ἐκ γὰρ τῆς παλαιᾶς εὐσεβείας ἐγνώκει τῶν μαρτύρων τὴν δύναμιν) ἄλλο μὲν ἐκεῖθεν οὐδὲν νεκρὸν μετεκόμισε σῶμα, μόνων δὲ τῶν νικηφόρων μαρτύρων τὰ λείψανα τοῖς τοῦ Χριστοῦ θιασώταις μετενεγκεῖν παρηγγύησεν.
 [01986]  καὶ τὸν Φίλικα δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χρι στιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῷ δυσσεβεῖ βασιλεῖ.
 [02034]  Ἰουλιανὸς δὲ παρρησιέστερον, μᾶλλον δὲ ἀναιδέστερον, κατὰ τῆς εὐσεβείας ὡπλίζετο, τὸ μὲν τῆς ἐπιεικείας περικείμενος προσωπεῖον, πάγας δὲ κατασκευάζων καὶ θήρατρα πρὸς τὸν τῆς ἀσεβείας ὄλεθρον τοὺς ἐξαπατωμένους ἀγρεύοντα.
 [02053]  τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγω νιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται.
 [02055]  καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον.
 [02059]  Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα.
 [02075]  ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῆς πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον.
 [02100]  Καὶ γὰρ οὗτος τοὺς ἀλάστορας εἰσοικισάμενος δαίμονας, κορυβαν τιῶν διετέλει καὶ κατὰ τῆς εὐσεβείας λυττῶν.
 [02207]  Περὶ τῆς Ἰοβιανοῦ βασιλείας καὶ εὐσεβείας.
 [02272]  Περὶ τῆς Τερεντίου τοῦ κόμητος εὐσεβείας.
 [02298]  οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς.
 [02310]  θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [213] κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.
 [02348]  καὶ τὴν Ἑσπέραν καταλαβὼν πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος.
 [02607]  τὴν δὲ βασιλέως φιλίαν μέγα μὲν ἡγοῦμαι μετ' εὐσεβείας, δίχα δὲ ταύτης ὀλεθρίαν ἀποκαλῶ.
 [02657]  τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν ἐκεί νου γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἴς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀν θρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον.
 [02695]  ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ' εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκρα τείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα.
 [02717]  ἡμεῖς [255] οὔτε νέηλυν οὔτε πρόσφατον σέβοντες θεόν, κἂν ἐπαφρίζῃς κυ μαίνων εἰκῆ καὶ προσρήσσῃς ὡς βίαιος ἄνεμος, τοῖς εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν, οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντες θεόν, οὐ ποτὲ μὲν ὄντα πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν δυσσεβῆ τοῦτον Ἀρειανόν, χρονικὸν ἢ πρόσκαιρον δοξάζοντες τὸν υἱόν.
 [02760]  καθόλου τοίνυν παρὰ πάντων ἀπορούμενοι, ἕνδεκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν [260] ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐ σεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας καὶ τὰ τῆς εὐσεβείας γαλουχη θέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπάραντας ἀρετῇ δυσωποῦντας τὸν ἀντίπαλον, καὶ τὴν Ἀρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αἵρεσιν, ὄργανον ὠμότητος τὸν προειρημένον ἔχοντες, ὑπερορίους πεποιήκασιν ἐν οἰκουμένῃ παρὰ τῶν κυριοκτόνων Ἰου δαίων πόλει, τοὔνομα ∆ιοκαισαρείᾳ.
 [02840]  καὶ τὴν τοῦ ἵππου δὲ θαυμα τουργίαν μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.
 [02871]  οὗτοι μὲν οὖν ἐν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον.
 [02918]  κατα λαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι ἔνθα ὁ Βάλης τὴν ἧτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον.
 [02933]  Περὶ τῆς Γρατιανοῦ τοῦ βασιλέως εὐσεβείας.
 [02967]  Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου παρρησίας καὶ τῆς τοῦ βασι λέως εὐσεβείας.
 [02987]  Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως εὐσεβείας, καὶ τῆς Ἰωάννου τοῦ ἐπισκόπου χειροτονίας.
 [03034]  ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσω πεῖον καὶ τῶν ἀποστολικῶν δόξας ὑπερασπίζειν δογμάτων, μικρὸν ὕστερον, προφανὴς ὤφθη πολέμιος.
 [03058]  ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ σὺ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην·
 [03166]  ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν.
 [03245]  ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὃν παρέλαβεν ἄσυλον·
 [03254]  Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα, ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν·
 [03367]  Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν.
 [03553]  οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι.
 [03606]  γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν [334] ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν.
 [03703]  Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα.
 [03706]  τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτων πεύσεσι προσηνέγκαμεν.) καὶ Γοροράνης δὲ ὁ Ἰσδιγέρδου μετὰ τὴν τοῦ πατρὸς τελευτὴν σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πό λεμον, καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί.
 [03711]  καὶ λάκκους δὲ ὀρύξαντες καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητάς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες ὅπως ἀπὸ σφῶν αὐτῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται.
 [03729]  εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστή σεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας.
000-00-00 Serial Number=0536261618
Historia religiosa Ante [Go Back]  
 [00099]  Κατ' ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων.
 [00171]  Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος.
 [00172]  [1.11] Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον·
 [00344]  Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ.
 [00383]  Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας οἱ τρόφιμοι.
 [00384]  [2.20] Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας δεόμενοι.
 [00389]  Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπα μῦναι σφίσι προὖπτον ὄλεθρον προσδοκῶσιν.
 [00430]  Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι.
 [00900]  Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρ βάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπέλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰοβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας.
 [00903]  τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκασεν.
 [00940]  Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ τῆς ἐξ ἀρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές τε καὶ νέμοντες καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν.
 [00949]  [8.10] Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις.
 [01017]  θεασάμενος δὲ τῆς πόλεως τὸ φιλόθεον τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος οὐ τοὺς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ τοὺς ὁμογνώμονας καὶ τῆς πίστεως κοινωνοὺς καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς εὐσεβείας ζυγόν.
 [01158]  Οὕτω φερόμενος εἰς τὸν τῶν ἁγίων μαρτύρων σηκὸν κατατίθεται, Ἰουλιανοῦ τοῦ νικη φόρου τῆς εὐσεβείας ἀγωνιστοῦ ὁμόσκηνός τε καὶ ὁμωρόφιος γεγονώς.
 [01238]  Μεταπεμ ψάμενος τοίνυν τὸν τῆς πόλεως πρόεδρον ἦν δὲ ὁ μέγας Ἀλέξανδρος, τὸ τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς ἀρετῆς τὸ ἀρχέτυπον, ἡ ἀκριβὴς τῆς φιλοσοφίας εἰκών·
 [01399]  [14.1] Οἶδα μὲν ὡς καὶ ἄλλοι πολλοὶ παρὰ τὴν Ἀντιόχου πόλιν διέλαμψαν εὐσεβείας φωστῆρες, Σεβῆρός τε ὁ μέγας καὶ ὁ Αἰγύπτιος Πέτρος καὶ Εὐτύχιος καὶ Κύριλλος, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἕτεροι πλεῖστοι τὴν αὐτὴν πορείαν ὁδεύσαντες·
 [01911]  Ὁ δὲ τῶν τῆς εὐσεβείας ἀθλητῶν ἀγωνοθέτης καὶ τούτῳ δοίη τέλος τῶν ἀγώνων ἐπάξιον καὶ τοῦ δρόμου τὸ λειπόμενον παράσχοι τῷ προτέρῳ συμβαῖνον ἵνα νικηφόρος καταλάβῃ τὴν νύσσαν·
 [01947]  Πόθεν γὰρ ἂν ἄλλοθεν ἔγνωμεν ἢ τὴν ἐκείνου ἀνδρείαν ἢ τὴν τούτου γε καρτερίαν εἰ μὴ χώραν ἔλαβεν ἀφεῖναι βέλη παντοδαπὰ κατ' αὐτῶν ὁ τῆς εὐσεβείας ἀντίπαλος;
 [02074]  Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σῴζειν ἐθέλοντα ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν τῆς εὐσεβείας ὁδόν.
 [02091]  [26.5] Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς δέκα μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη·
 [02262]  Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις προσευχαῖς βοηθούμενον τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ καὶ τὸν θεὸν ἱκετεύω, κόσμον ὄντα κοινὸν καὶ τῆς εὐσεβείας ἀγλάϊσμα καὶ τὸν ἐμαυτοῦ ῥυθμισθῆναι βίον καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι.
 [02268]  [27.1] Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν, καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους ἐμηχανήσαντο κλίμακας.
 [02393]  [30.6] Πολλαὶ τοίνυν, ὡς ἔφην, καὶ ἀνδρῶν εἰσι καὶ γυναικῶν εὐσεβείας παλαίστραι οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ καὶ Παλαιστίνῃ καὶ Κιλικίᾳ καὶ ἐν τῇ μέσῃ τῶν ποταμῶν.
 [02414]  ὅτι γὰρ οὐ τῇ ῥώμῃ θαρροῦντες τοῦ σώματος, τῶν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἠράσθησαν, καὶ τοὺς ταύτῃ κειμένους ὑπερέβησαν ὅρους, καὶ τὰ παγέντα τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ὑπερεπήδησαν σκάμματα, σαφὴς ἡ πεῖρα διδάσκαλος.
000-00-00 Serial Number=0073386192
Interpretatio in Danielem Ante [Go Back]  
 [00091]  Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢν [81.1268] καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος·
 [00210]  Τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος φανήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει;
 [00229]  εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο, ἀναγ καίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καί φησι·
 [00364]  οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας, καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις εὐσεβείας γεγυμνω μένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων·
 [00653]  Ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν [81.1313] σοφῶν Βαβυλῶνος τὸν τρισμακάριον ∆ανιὴλ καταστή σας, ἀρχέτυπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς·
 [00778]  Τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον, ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντες ῥό δων.
 [00815]  Κἀν ταῦθα πάλιν τὴν τῆς εὐσεβείας καὶ σοφίας ἔδειξεν ὑπερβολήν.
 [01073]  καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες ὠφελείας παράδειγμα, εὐσεβείας ἀρχέ τυπον, ποδηγοὶ πρὸς Θεὸν, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ τοῖς ἀξίοις χορηγούμενα·
 [01185]  Τῇ πείρᾳ δὲ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος, καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις προτίθησι, καὶ οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι.
 [01441]  Ταῦτα, φησὶ, γνοὺς καὶ ὁμολογήσας, καὶ τὸν Ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον, καὶ τὴν προτέραν βασιλείαν μετ' εὐσεβείας ἀπέλαβον.
 [01448]  Καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα·
 [01749]  Μανθάνομεν δὲ ἐντεῦθεν, ὅτι καὶ τοῖς βιωτικὰς ἐγχειριζομένοις ἀρχὰς, κἂν εὐσεβείας ὦσιν ἄμοιροι, δίδοταί τις θεό θεν χάρις σοφίας διὰ τὴν τῶν ἀρχομένων οἰκονομίαν.
 [01765]  Εἰδότες γὰρ αὐτοῦ τῆς εὐσεβείας τὸ ἀκριβὲς, ἐκεῖ τὰ θήρατρα τῆς πονηρίας ἱστᾶσι.
 [01818]  Ὁ Θεὸς γὰρ, φησὶν, [81.1405] ᾧ λατρεύεις ἐνδελεχῶς, δι' ὃν, φησὶ, καὶ τῶν ἐμῶν κατεφρόνησας νόμων, καὶ διηνεκῆ τὴν θεραπείαν αὐτῷ προσφέρεις, ἀμείψεταί σε τῆς εὐσεβείας, καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλάξειεν.
 [02074]  Ἐπειδὴ γὰρ διὰ τοῦ θη ρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται, ἐν δὲ τῇ βασιλείᾳ οἱ μὲν εἰσὶν εὐσεβείας τρόφιμοι, οἱ δὲ κακίας ἐργά ται, καὶ τοὺς μὲν πνευματικοὺς, τοὺς δὲ σαρκικοὺς προσαγορεύειν εἰώθαμεν, τῇ θείᾳ Γραφῇ πειθόμενοι, εἰκότως οὐκ εἶπε τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρὸς, ἀλλὰ τοῦ θηρίου τὸ σῶμα, τουτέστι, τοὺς παχυτέ ρους, καὶ σαρκικοὺς, καὶ πνευματικὸν πεφρονηκό τας οὐδέν.
 [02191]  Ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος Παῦλος διδάσκει Θεσσαλονικέας, καὶ δι' ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς, ὅτι Μὴ νομίσητε νῦν [81.1433] φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν·
 [02228]  Ἐγὼ δὲ τῶν Ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμάζω κομιδῇ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς Μακεδονικὴν βασιλείαν τὸ τέταρτον θηρίον ἀποκαλέσαντας·
 [02359]  Ἀστέρας δὲ αὐτοὺς ὠνόμασε διὰ τὸ περι φανὲς καὶ λαμπρὸν τῆς εὐσεβείας.
 [02913]  μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ, καὶ τῶν πατρῴων νόμων φύλακες, τῶν ἐν Βαβυλῶνι κτη μάτων καταφρονήσαντες, τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προὐτίμησαν.
 [03216]  οἱ γὰρ πονηρίᾳ, φησὶ, καὶ μο χθηρίᾳ τρόπων συζῶντες, καὶ τὸ δυσσεβῶς ζῇν τῆς εὐσεβείας προαιρούμενοι, πειραθήσονται διὰ τού των τῶν βασιλέων τὴν νομικὴν καταλῦσαι λατρείαν, καὶ οὐκ ἰσχύσουσιν·
 [03412]  οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσε [81.1525] βῶν διαπράξεται, νῦν μὲν ταῖς ἀπατηλαῖς θαυμα τουργίαις ἐξαπατᾷν καὶ φενακίζειν πειρώμενος, νῦν δὲ τῇ δυναστέιᾳ χρώμενος, καὶ πᾶν εἶδος τιμωρίας ἐπιφέρων τοῖς τῆς εὐσεβείας τροφίμοις.
 [03518]  ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι, καὶ τὸ ἀναθεματίσαι, τὸ ἀλλότριον ἐκεί νης ἀποφῆναι.
 [03569]  εὑ ρεθήσονται γὰρ οἱ αὐτοὶ καὶ εὐσεβείας ἐρασταὶ, καὶ ἀσεβείας ἐργάται·
000-00-00 Serial Number=0738318622
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00036]  Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τρο φίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος·
 [01109]  Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην·
 [01826]  στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάν των τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν.
 [01892]  Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι' ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλα τείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμή νατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνή σασα θεούς.
 [02398]  Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο.
 [02399]  Ὁ δέ γε πανόλβιος Μανασσῆς, ἐκ διαμέτρου ἐναντίαν ὁδεύσας τῷ φύσαντι, οὐδὲν τῆς πατρῴας εὐσεβείας ἀπώνατο·
 [02742]  προεσήμανε δὲ διὰ τούτου, ὅτι τῆς εὐσεβείας εἰς τὰ ἔθνη ἀχθείσης καὶ οὗτοι τῆς τῶν εἰδώλων ἀποστήσονται θεραπείας, τὴν τῶν πάλαι δυσσεβῶν ἐθνῶν μεταβολὴν αἰσχυνόμενοι.
 [03246]  τὸ δὲ, ἔτεκόν μοι υἱοὺς καὶ θυγατέρας, δηλοῖ, ὅτι ὑπὸ τῷ νόμῳ τελοῦντες μετ' εὐσεβείας τέως τοὺς παῖδας ἀνέτρεφον.
 [05113]  Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν.
 [06069]  μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν.
 [06191]  ἐκεῖθεν δὲ ἐπὶ τὴν ἀοίκητον καὶ εὐσεβείας ἔρημον τῶν ἐθνῶν χώραν.
 [06316]  Οὐκ ὄνομα δὲ μόνον εἶχον εὐσεβείας, ἀλλὰ καὶ τῷ πράγματι κοσμεῖσθαι
000-00-00 Serial Number=0852102876
Interpretatio in Jeremiam Ante [Go Back]  
 [03387]  Τὰ μὲν ῥή ματα εὐσεβείας μεστὰ, οὐ συμφωνεῖ δὲ τοῖς λόγοις τὰ πράγματα.
 [04453]  Πᾶσαν γὰρ εἰσ έφερον σπουδὴν τῆς εὐσεβείας οἱ τρόφιμοι, ὥστε τοὺς ἀσθενεῖς ἐπερείδειν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν.
 [04527]  Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις
 [04631]  Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου.
 [04809]  ∆ρυμοὺς τοίνυν τροπικῶς καλεῖ τὰ μεταξὺ διακείμενα ἔθνη, ἃ καρπὸν εὐσεβείας οὐκ ἔφερον τῷ Θεῷ.
000-00-00 Serial Number=0372505486
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00004]  ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ έχειν ἐσπουδάκασιν ἅπαντες.
 [01036]  ∆ιὰ γάρ τοι τῆς ἐκείνων σφαγῆς ἐβε βαιώθη τῆς εὐσεβείας τὸ κήρυγμα, καὶ πλείους ὧν ἐθήρευσαν ζῶντες ἀποθανόντες ἐζώγρησαν·
 [01046]  Εἶτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς θεασάμενος λεηλατουμένους ὑπὸ τῶν δυσσεβῶν τοὺς τῆς εὐσεβείας κήρυκας, εὐκτικῶς λέγει·
 [02581]  Αὐτοὺς γὰρ πένητας ὀνομάζει, ὡς πάλαι τῆς εὐσεβείας οὐκ ἐσχηκότας τὸν πλοῦτον, ἀλλὰ τῇ τῆς ἀγνοίας δεδουλευκότας πενίᾳ.
 [02843]  Καὶ ἐπειδὴ πολλοὶ καὶ διάφοροι τῆς εὐσεβείας οἱ βίοι, μοναδικοὶ καὶ κοινωνικοὶ, ἐρη μικοὶ καὶ πολιτικοὶ, ἰδιωτικοὶ καὶ στρατιωτικοὶ, βασιλικοὶ καὶ ἀποχειροβιωτικοὶ, ναυτικοὶ καὶ γεωρ γικοὶ, καὶ οἱ ἄλλοι πολλοὶ καὶ διάφοροι·
 [02967]  Τέως δὲ καὶ τούτοις συνὼν, τῇ τῆς πίστεως ἁπλό τητι κέχρημαι, καὶ πάσης ἐμαυτὸν κακίας ἐχώρισα, κἂν τῇ τῆς εὐσεβείας εὐθύτητι τοὺς πόδας ἐρείσας, ἕστηκα τέως ἀσφαλῶς καὶ βεβαίως.
 [03204]  Ἐκεῖ βασιλεὺς εὐσεβὴς, καὶ ἐνταῦθα Χριστὸς ὁ τῆς εὐσεβείας διδάσκαλος·
000-00-00 Serial Number=0663531542
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00813]  ἄμφω γὰρ εὐσεβείας ἐρασταί τε καὶ τρόφιμοι.
 [01832]  καὶ διδάσκει τοὺς εὐσεβείας ἀθλητὰς, ὁποίοις προσήκει χρήσασθαι λογισμοῖς ἐν τῷ τῶν ἐναντίων καιρῷ.
 [01835]  Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα θήγουσι ζῆλον.
 [02073]  οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκό ποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος].
 [02100]  λέγω δὴ τοὺς ἀθλοφόρους μάρτυρας καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας.]
 [02144]  Ἐντεῦθεν μακαρίζουσι τὴν τῆς πατρίδος διαγωγὴν, ὡς διδάσκαλον καὶ πρόξενον εὐσεβείας.
 [02452]  οὗ δὴ χάριν, τὸν ἥδιστον αὐ τῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν.
 [02824]  καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας προσενέγκατε ὑμν ωδίαν.
 [04632]  Εὐσε βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον.
 [04835]  μεθ' ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος.
 [05476]  Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα·
 [05487]  Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ ∆εσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε μέλια.
 [05554]  Ταύτην δὲ οὐ παροικοῦ σιν, ἀλλ' εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι.
000-00-00 Serial Number=0921251714
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00044]  Ταύτην δὲ οὐ παροικοῦ σιν, ἀλλ' εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι.
 [00818]  Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέ ρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυ νοῦσι θεότητα.
 [01972]  Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν διδάσκει τὸν εὐεργέτην Θεόν.
 [03466]  διδασκαλίαν δὲ εὐσεβείας τοῖς βου λομένοις προσφέρει.
 [03726]  Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶ νας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στε φάνων ἀπήλαυσαν.
 [03746]  Εἰς γὰρ τὴν ἔρημον ἀποδράσαντες οἱ τρόφιμοι τῆς εὐσεβείας, καὶ λιμῷ, καὶ δίψῃ πιεζόμενοι, τὸν Θεὸν ἠντιβόλησαν, καὶ τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν.
 [03770]  Παραθαῤῥύνουσιν ἑαυτοὺς, καὶ παραθήγουσιν εἰς ἀνδρείαν, τῶν θείων εὐεργεσιῶν ὑποδεικνύντες τὸ πλῆθος, καὶ διδά σκουσι σφᾶς αὐτοὺς, ὅτι κἂν τὸν ὑπὲρ εὐσεβείας καταδέξωνται θάνατον, εἰς τὸν θυμήρη καὶ ἄλυπον μετατεθήσονται βίον.
 [03827]  Τοῦτο τοίνυν καὶ ἐνταῦ θα οἱ γενναῖοι καὶ ἄριστοι τῆς εὐσεβείας ἀγωνισταὶ, φησὶν, αὐτοῖς δρᾶσαι παρακελεύονται·
 [03959]  Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν [80.1813] μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν.
 [05354]  Ὅσοι δὲ τῆς προγονικῆς εὐσεβείας ἐπεμελοῦντο, καὶ τῆς κατὰ νόμον λατρείας ἐπεθύ μουν, ἀσπασίως ἐποιήσαντο τὴν ἐπάνοδον.
 [05465]  Καὶ ἐνταῦθα τοῦ φοβουμένου τὸν Κύριον τοὺς παῖ δας νεοφύτοις ἐλαιῶν ἀπείκασεν, ὡς τῆς εὐσεβείας τὴν ἀρδείαν, καὶ τὸν καρπὸν τὸν ὥριμον φέροντας, καὶ τὸ φύλλον οὐκ ἀποβάλλοντας, κατὰ τὸν ἐν τῷ πρώτῳ ψαλμῷ μακαριζόμενον ἄνδρα.
 [05621]  Ἐπειδὴ πολλὰ πεπλημμεληκότες ἡμεῖς πάσης ἐστερήμεθα παῤῥησίας, ἱκετεύομέν σε, ∆έσποτα, τοῦ ∆αβὶδ ἀναμνησθῆναι, καὶ τῆς ἐκείνου πραότητός τε καὶ εὐσεβείας.
 [05672]  Τούτου, φησὶ, γινομέ νου, καὶ ᾠκοδομημένου τοῦ οἴκου, καὶ τῆς κιβωτοῦ πάλιν τιθεμένης ἐν τοῖς ἀδύτοις, οἱ μὲν ἱερεῖς τὴν κατὰ νόμον ἐπιτελοῦντες λατρείαν δικαιωθήσονται, οἱ δὲ τῆς μὲν ἱερατικῆς οὐ μετειληφότες ἀξίας, εὐσεβείας δὲ ὅμως πεφροντικότες, πάσης εὐφροσύνης πλησθήσονται.
 [05722]  Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ πάσης γενήσονται θυμηδίας ἀνά πλεοι.
 [06091]  Μακαρίζεται τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ' ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθε ρίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσ έταξε.
 [06175]  Βασιλείαν τοίνυν ἐγ χειρισθεὶς ὁ μακάριος Ἰωσίας, καὶ μετ' εὐσεβείας αὐτὴν
 [06346]  Ἀλλ' ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ διαβήματα.
 [06767]  Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας δι δάσκουσι.
 [07229]  μετέβη δὲ νῦν μετὰ τῆς εὐσεβείας ἡ περιφάνεια, καὶ οἱ μὲν ἐγυμνώθησαν ταύτης, τὰ δὲ ἔθνη ταῖς θείαις ἀγάλ λεται δωρεαῖς.
000-00-00 Serial Number=0693196177
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00114]  ἐφόνευσε Φινεὲς, ἀλλὰ ζηλώ σας, καὶ τῆς εὐσεβείας ὑπερμαχήσας, καὶ βδελυξά μενος τὴν ἀσέβειαν·
 [00431]  διὸ τίσουσι ταυτησὶ τῆς ὕβρεως δίκας, προφανῶς ὁρῶντες ὁποῖος ὁ τῆς εὐσεβείας καρπός.
 [01315]  Προαγορεύει καὶ τὸν τῆς εὐσεβείας καρπόν·
 [01326]  Μαθὼν τοίνυν Ἐφραῒμ, οἵα τῆς εὐσεβείας ἡ κτῆσις, φύγε τῶν εἰδώλων τὴν πλάνην·
 [02077]  Μανία δὲ σαφὴς, τὸ μὴ μόνον τῆς τοῦ Ἀβραὰμ εὐσεβείας ἐκ τοῦ φρέατος ἐκείνου μὴ παραλαμβάνειν μνήμην, ἀλλὰ καὶ παρ' ἐκεῖνο τολμᾷν τὴν ἀσέβειαν.
 [03091]  [81.1761] τὸ δὲ καί τινας τῶν τῆς εὐσεβείας διδασκάλων τὴν αὐτὴν ἑρμηνείαν ἐνθεῖναι τοῖς οἰκείοις συγγράμμασιν, οὐκ ἀνεκτὸν, οὐδὲ συγγνώμης ἄξιον εἶναί μοι δοκεῖ.
 [03298]  Τού τους ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Θεοῦ ποιη σάμενος τοὺς λόγους, καὶ τοῦ λαοῦ τὴν ἀναλγησίαν θεώμενος, αὐτὸς ἀντὶ τοῦ λαοῦ τοὺς τῆς εὐσεβείας ἀνακινεῖ λογισμοὺς, καί φησιν·
 [04167]  Ἐπειδὴ γὰρ συμφώνως ἠσπάζοντο τὴν ἀσέβειαν, τῇ καλῇ διαιρέσει λύει τὴν κακὴν συμφωνίαν, καὶ μετὰ τὴν ἐπαινουμένην διαφωνίαν, τὴν τῆς εὐσεβείας ἐργάζεται σύμπνοιαν.
 [04522]  Οἱ τέκνα γενόμενοι τῶν ὑπ' ἐμοῦ σκεδα σθέντων εἰς πάντα τὰ ἔθνη τῆς εὐσεβείας κηρύκων, τὰ πνευματικά μοι δῶρα προσκομιοῦσιν.
 [05813]  Καὶ πάντες δὲ οἱ τὰ ψευδῆ προλέγειν αἱρούμενοι, θεώμενοι τῆς εὐσεβείας τὴν ἐπικράτειαν, πένθιμον περιβαλοῦνται σχῆμα.
 [05937]  οὐκ έτι γὰρ εἰδώλοις προσέξουσιν οἱ εἰς Χριστὸν πεπι στευκότες, ἀλλὰ μετ' εὐσεβείας τὴν Ἱερουσαλὴμ οἰκήσουσιν.
 [06128]  τὸ δὲ στηθύνιον, ὃ τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων.
 [06129]  Ἐπειδὴ δὲ καὶ τῆς εὐσεβείας ἑκόντες ἐξ έστησαν, καὶ τῆς ἀρετῆς ἐγυμνώθησαν, τὸ ἔνυστρον λέγει, τὸ τῆς κόπρου δοχεῖον, εἰς τὰ πρόσωπα αὐτῶν σκεδαννύναι, τὴν αἰσχύνην καὶ τὴν ἀτιμίαν διὰ τού των σημαίνων.
000-00-00 Serial Number=0929547846
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00003]  ῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀν θρωποκτόνος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανεροῖς πο λεμίοις κατὰ τῆς Ἐκκλησίας ὡπλίζετο·
000-00-00 Serial Number=0001437664
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00573]  ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν·
 [00586]  Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη μένος, χείρων ἐστὶ τῶν ἀπίστων·
 [00602]  εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυ νάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὐ τὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας·
 [01112]  Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βα σιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν·
 [01383]  εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὑτῶν, ἀνελάβοντο δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ τῶν Ἑλλήνων λόγος.
 [01486]  Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας·
 [01702]  ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς [111] καρποφορίαν παντοίων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιωτικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι, μά χαιραν τοῦτο ὁ Παῦλος τοῦ πνεύματος ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀοράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας·
 [01829]  Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ τῆς εὐσεβείας διδάσκαλος, φησί·
 [01875]  διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προσ [125] τάσσων τῷ ἡλίῳ.
 [01892]  ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δί καιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομέ νους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις·
000-00-00 Serial Number=0130433738
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00104]  συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους.
 [00558]  εἰ γὰρ μὴ ἐν τῇ αἱρέσει τῆς γνώμης εἶχον τὸν πόθον τῆς ἀρετῆς, ἀλλὰ ἐμπεφυκὸς τὸ ἄτρεπτον, ἔλαθον ἂν οἱ ἀξιόνικοι τῆς εὐσεβείας ἀγωνισταί·
 [00789]  ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε·
 [00935]  οὐδὲν γὰρ τῷ λόγῳ τῆς εὐσεβείας λυμαίνε ται, κἄν τε τοῦτο, κἄν τε ἐκεῖνο δεξώμεθα.
 [01102]  ὁ μέντοι Ἀβραὰμ καὶ τοῖς τόποις ἐκ τῆς εὐσεβείας ἐπιτέθεικε τὰ ὀνόματα·
 [01146]  ὅτι δὲ οὐ συμβολικὰ ταῦτα ἦν, ἀλλὰ πίστεως καὶ εὐσεβείας δηλωτικά, πρῶτον διδάσκει τὸ σπουδαῖον τῆς προσευχῆς·
 [01397]  καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι·
 [02076]  οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ.
 [02854]  τινὰς δὲ τῶν τῆς εὐσεβείας οὐδέπω γεγευ μένους, τὰ μὲν θεῖα λόγια μὴ προσιεμένους, ἔργων
 [04417]  τούτῳ τὸν ἔσχατον ἠπείλησεν ὄλεθρον, ὥστε καὶ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν εὐσεβείας γενέσθαι παράδειγμα.
 [04965]  ἐδίδαξε δὲ καὶ ταῦτα ἡ ἱστορία, ὡς παραινέσας αὐτοῖς τῆς τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι λατρείας καὶ τὰ περὶ τῆς εὐσεβείας νομοθετήσας, οὐκ ἄγρα φα ταῦτα κατέλιπεν, ἀλλ' ἀνάγραπτον αὐτῶν τὴν μνήμην ἐφύλαξεν.
 [05313]  εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐ ταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους.
000-00-00 Serial Number=0646948934
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00340]  Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειρο τονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ' αὐτοῦ τὰ θεῖα παιδεύεσθαι·
 [01261]  Ταῦτα δὲ εἰς τὴν τῆς εὐσεβείας
 [02588]  Ἀποστάντες τῆς εὐσεβείας τῆς θείας ἐγυμνώθησαν προμηθείας.
 [02982]  συναπῆρε δὲ αὐτῷ καὶ ὁ Ἰωσαφὰτ, τῆς οἰκείας εὐσεβείας ἀν άξια δεδρακώς.
 [02983]  Ἐπιζητήσας γὰρ προφήτην, καὶ τοὺς ψευδοπροφήτας ἀποπεμψάμενος, καὶ τὸ πρακτέον παρὰ τοῦ Μιχαίου μεμαθηκὼς, τῆς εὐσεβείας προτε τίμηκε τὴν φιλίαν.
 [03702]  Ἀνῄρει δὲ δια φερόντως τοὺς τῆς εὐσεβείας ἀντεχομένους, καὶ τὴν θείαν ὀργὴν αὐτοῖς σημαίνοντας.
 [04034]  Οὕτω τῆς ἀν θρωπίνης φύσεως τὴν ἀσθένειαν ὁμολογήσας, ᾔτησε καὶ τῷ λαῷ, καὶ τῷ βασιλεῖ τῆς εὐσεβείας τὴν κτῆ σιν.
 [04142]  Μετὰ τῆς εὐσεβείας δὲ ταύτης παραταξάμενος ἐτρέψατο τοὺς Αἰθίοπας, καὶ διώκων ἅπαντας κατηνάλωσεν.
 [04211]  Ἐκομίζετο δὲ παρὰ τοῦ ∆εσπότου Θεοῦ τῆς εὐσεβείας τὰ ἐπίχειρα.
 [04233]  Καὶ οὐ μόνον τῆς εὐσεβείας, ἀλλὰ καὶ τῆς ἄλλης ἐφρόντισεν εὐνομίας.
 [04318]  Ἐδρέψατο δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς.
 [04391]  οὐ χρῄζεις πλήθους παρα τασσόμενος, μὴ λάβῃ εἰς ἐπικουρίαν τοὺς εὐσεβείας γεγυμνωμένους.
 [04413]  Λέγει δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς·
000-00-00 Serial Number=0574393094
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00103]  Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερ ορίαν οἰκήσας.
 [00111]  Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος.
 [00112]  Τούτοις Βασίλειος ὁ φανό τατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφι λόχιος ὁ δι' ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ' αὐτῶν ἀνθρώποις τὴν διδα σκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγ γραμμάτων τὴν ὠφέλειαν κατέλιπον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»