Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐσέβειαν [169]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐσέβειαν


000-00-00 Serial Number=0340932786
Commentaria in Isaiam Ante [Go Back]  
 [01438]  Φῶς τοῦ Ἰσραὴλ τὴν εὐσέβειαν ἐκάλεσεν·
 [01455]  Ταύτην τοῦ λαοῦ τὴν εὐσέβειαν, ἣν Ἐζεκίας ὁ βασιλεὺς αὐτοὺς ἐξεπαί δευσε, καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μαρτυρεῖ.
 [01458]  Ἐπειδὴ τὰς δέκα φυλὰς τοῖς Ἀσσυρίων παρέδωκε βασιλεῦσι καὶ τὰς ἄλλας τοῦ Ἰούδα πόλεις πολιορκουμένας παρεῖδε, τὴν αἰτίαν τούτου διδάσκει ὅτι οὐκ εἰς πλῆθος ἀφορῶν ἀλλ' εὐσέβειαν ζητῶν.
 [01602]  Οὐ γὰρ μόνον τὰ εἰρημένα ἔθνη εἰς εὐσέβειαν ποδηγήσει ἀλλὰ καὶ τῆς Αἰγύπτου καταπαύσει τὴν πλάνην.
 [01889]  |122 a| Ἀλλὰ πάντων ὑμῶν ἁλισκομένων ἡ Σιὼν ἀπονητὶ περιέσται τῶν πολεμούντων, καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὡς ὁ τῶν ὅλων αὐτῆς κύριος προμηθεῖται καὶ τῶν ἐπιόντων αὐτὴν ἀπαλλάττει κακῶν διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν.
 [02001]  καὶ τούτου χάριν ὁ προφήτης, ἅτε δὴ Ἰουδαίων προφήτης, τὰς τούτων συμφορὰς προθεσπίζει, ἐνίων δὲ προλέγει καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τὴν ἐσομένην εὐσέβειαν, ὥστε καὶ ταύτῃ παραθῆξαι τοὺς ὁμοφύλους εἰς τὴν περὶ τὰ θεῖα σπουδήν.
 [02248]  Καταλύσας γὰρ αὐτῶν τὴν βασιλείαν ἐδίδαξε τὴν εὐσέβειαν.
 [02261]  Οὕτω τοίνυν νοήσομεν καὶ τῆς Αἰγύπτου τὴν πρόρρησιν, ὡς ἐκεῖνα μὲν τὰ τὴν εὐσέβειαν προσημαί νοντα μακροῖς ὕστερον ἐγένετο χρόνοις, τὰ δέ γε κατὰ τοὺς Ἀσσυρίους κατ' ἐκεῖνον τὸν καιρὸν τετύχηκε πέρατος εἰς βεβαίωσιν τῆς μακροτέρας προρρήσεως.
 [03554]  Προλέ γει τὴν ἐσομένην εὐσέβειαν, εἰς τὴν τ ῶν ἐκγόνων μίμησιν καὶ αὐτοὺς διεγείρων.
 [03738]  Σοφίαν δὲ καὶ ἐπιστήμην καὶ εὐσέβειαν καλεῖ τὴν τοῦ δεσπότου διδ ασκαλίαν·
 [04119]  ἐπαμῦναι γὰρ αὐτῷ τὸν θεὸν ἱκετεύει οὐ διὰ τὴν εὐσέβειαν, ἧς πολλὴν ἐποιεῖτο φροντίδα, ἀλλὰ διὰ τὴν τοῦ ἀλάστορος ἐκείνου μανικὴν βλασφημίαν.
 [04301]  Ἡνίκα ἠσθένει, τὴν οἰκείαν εὐσέβειαν ὑπέδειξε τῷ θεῷ, καὶ τῆς σωτηρίας τυχὼν τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὑμνεῖ ὡς τοῦ θανάτου διὰ ταύτην ἀπαλλαγείς.
 [04349]  ∆ηλοῖ δὲ διὰ τούτων ὡς εὐσέβειαν μὲν καὶ δικαιοσύνην καὶ παιδείαν οὐδεὶς ἀφελέσθαι δυνήσεται, ὁ δὲ πλοῦτος οὐκ ἔστι μόνιμον ἀγαθόν·
 [05557]  σὺ δὲ νόμῳ τὴν παρανομίαν μετῄεις καὶ τὴν ἐσχάτην ἀσέβειαν ἐπετήδευες ὡς ἄκραν εὐσέβειαν·
 [06420]  Οὐ γὰρ ἔτικτεν εὐσέβειαν πάλαι, τῇ δὲ τῶν εἰδώλων δουλείᾳ προσήδρευεν.
 [06645]  Οὕτω τὸν Ἀβδεμέλεχ καὶ ἀλλογενῆ καὶ εὐνοῦχον ὄντα Αἰθίοψ γὰρ ἦν ἀοίδιμον διὰ τὴν εὐσέβειαν ἀπέφηνεν ὁ θεός.
000-00-00 Serial Number=0586008430
De incarnatione domini Ante [Go Back]  
 [00069]  νεύων αὖθις, καὶ τὰ λυπηρὰ μεταβάλλων, τοὺς τὴν εὐσέβειαν ἀγαπήσαντας οὐκ ἐῶν, καὶ τούτοις φαινόμενος, καὶ φιλικῶς διαλεγόμενος, καὶ διὰ τούτων προσημαίνων τὰ μέλλοντα.
000-00-00 Serial Number=0295544684
De providentia orationes decem Ante [Go Back]  
 [01081]  Εἰ δὲ καὶ τοῦτο θέλεις ποιεῖν, λάβε τῆς πολυπραγμοσύνης συνεργὸν τὴν εὐσέβειαν.
 [01588]  Εἰ τοίνυν αὐτοὶ μὲν διὰ τῶν ἀγώνων δι έλαμψαν, καὶ περιφανεῖς ἐγένοντο, καὶ περίβλεπτοι, καὶ τοῖς ὀψιγόνοις ἀρχέτυπον ὠφελείας κατέλιπον, καὶ τοῖς συναιχμαλώτοις ὑπόθεσις σωτηρίας ἐγένοντο, καὶ τοὺς βαρβάρους ὤνησαν, ἀκραιφνῆ φυλάξαντες τὴν εὐσέβειαν, καὶ δι' ἐκείνης μεγάλα θαυματουρ γήσαντες θαύματα, τί τῆς Προνοίας κατηγορεῖς τοιαῦτα προμηθουμένης;
000-00-00 Serial Number=0270146370
De sancta trinitate Ante [Go Back]  
 [00005]  ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαν τες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατρα πέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ δια φόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦ μαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδει κνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκα τέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα πόλιν καταλάβωσι.
000-00-00 Serial Number=0724209964
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00086]  Ταύτην δὲ δεῖ τὴν σπουδὴν εἰς τὰ πνευματικὰ μεταθεῖναι, καὶ τὴν προγονικὴν εὐσέβειαν καὶ τὴν περὶ τοὺς πτωχοὺς φιλοτιμίαν μυριοπλασίω ποιεῖν.
000-00-00 Serial Number=0165913224
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00460]  τὴν γὰρ εὐσέβειαν ἐκ τῆς συμφορᾶς ἐκαρπώσατο, καὶ τὸν τρισμακάριον αὐτῷ τοῦτον καρπὸν ἡ δυσκληρία προσήνεγκεν.
 [00532]  προστεθῆναι δὲ τοῖς ἄλλοις καλοῖς καὶ τὸν κολο φῶνα τῶν ἀγαθῶν τὴν εὐσέβειαν, ἵνα μὴ χωλεύῃ τῶν ἐγκωμια ζόντων ὁ ἔπαινος.
 [00665]  ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν.
 [01047]  εἰ δὲ ἀληθῶς τοῦ καλλινίκου βασιλέως ἐστὶ τὰ γράμματα, διδάξαι αὐτοῦ τὴν εὐσέβειαν, μὴ πείθεσθαι ῥᾳδίως διαβολαῖς, μηδὲ μόνοις τοῖς κατηγόροις διδόναι τὰς ἀκοάς, ἀλλ' ἀπαιτεῖν εὐθύνας τὸν κατηγορούμενον.
 [01048]  Ἤρκει δὲ καὶ αὐτὴ τῶν πραγμάτων ἡ μαρτυ ρία πεῖσαι αὐτοῦ τὴν εὐσέβειαν, ὡς ψευδῆ τὰ καθ' ἡμῶν εἰρημένα.
 [01704]  Εἰ δὲ εὐθὺς δεξαμένη τὰ τοῦ σωτηρίου κηρύγματος σπέρματα, τοῖς ἀξια γάστοις τούτοις ἐβεβρίθει καρποῖς, τίς ἀπόχρη λόγος τὴν νῦν ἐν αὐτῇ πολιτευομένην εὐσέβειαν εὐφημῆσαι;
 [01883]  Τοῦ γὰρ νοῦ τῶν γραμμάτων ἡ ἄγνοια τὸν τῆς ἀδελφικῆς φιλοστοργίας ἀπεκάλυψε θησαυρόν, καὶ τὸ τῆς πίστεως ἐδήλωσεν ἀκραι φνές, καὶ τὸν περὶ τὴν εὐσέβειαν ἐγνώρισε ζῆλον.
 [02126]  Ἐβουλόμην δὲ ὅμως καὶ ηὐχόμην, τὴν μὲν σὴν θεοσέβειαν τῆς ἀκριβείας φροντίσαι, καὶ φυγεῖν τῶν τὴν εὐσέβειαν προδεδωκότων τὴν κοινωνίαν, ἀναθεῖναι δὲ τῷ Κηδεμόνι τῶν ὅλων τὴν ὑπὲρ ἡμῶν καὶ ὑμῶν φροντίδα.
 [02256]  Εἰ δὲ βούλεται αὐτῶν τὸ κράτος τὴν παλαιὰν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις εἰρήνην, ἀντιβολήσατε αὐτῶν τὴν εὐσέβειαν παρεῖναι τοῖς πραττομένοις, ἵνα τοὺς τἀναντία προαιρουμένους τῇ παρουσίᾳ δεδίξηται, καὶ μηδὲν ἀντίπαλον ἡ ἀλήθεια ἔχῃ·
 [02289]  Τὸ δὲ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὴν ὑπὲρ ἡμῶν τῆς χάριτος ὁμολογίαν τῷ φιλοχρίστῳ καὶ νικηφόρῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, ὅτι τῇ εὐσεβεῖ βα σιλείᾳ ῥίζαν ἔδωκαν ἰσχυρὰν τὴν εὐσέβειαν, καὶ ἀντιβολῆσαι αὐτῶν τὸ κράτος, βεβαίαν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις τὴν εἰρήνην, καὶ σύνοδον ἀθροισθῆναι κελεῦσαι, μὴ τῶν ταραχο ποιῶν, πάλιν ἀνθρώπων διακυκώντων τὸν σύλλογον, ἀλλὰ τῶν τῆς ἀληθείας ἐραστῶν, τὴν ἀποστολικὴν κρατυνόντων διδα σκαλίαν, καὶ ἀποκηρυττόντων τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν·
 [02328]  Οὔτε θεασάμενος πώποτε τὴν σὴν εὐσέβειαν, οὔτε διὰ γραμ μάτων ὁμιληκώς, ἐραστὴς αὐτῆς ἐγενόμην θερμότατος.
000-00-00 Serial Number=0616621315
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00971]  ἢ τοὺς ἁγίους προφήτας καὶ ἀποστό λους, οἳ θείου Πνεύματος πληρωθέντες, καὶ τὴν οἰ κουμένην περινοστήσαντες, τοὺς ἀντιθέους καὶ θεο μισεῖς ἐξήλασαν δαίμονας, καὶ τὴν εὐσέβειαν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεφύτευσαν.
 [01758]  ἄλλο δούλων τὴν εὐσέβειαν ἀγαπώντων, καὶ ἄλλο δεσπο τῶν ἐννόμως κυριευόντων.
 [01998]  Ἐπειδὴ τοίνυν τῶν ποικίλων αὐ τοῦ χαρισμάτων ἀπολαύοντες οἱ πεπιστευκότες αὐτῷ καρποφοροῦσιν αὐτῷ τὴν εὐσέβειαν, ἐλάταις εἰκότως ἀπεικάζει τοὺς βοστρύχους·
000-00-00 Serial Number=0374543428
Graecarum affectionum curatio Ante [Go Back]  
 [02482]  Ἀλλ' οὐκ ἀρίστην γε εἶχε καὶ ἀκραιφνῆ τὴν εὐσέβειαν·
 [02623]  [9.25] Ἀλλὰ τὰς μὲν τῶν λίθων ἁρμονίας διέλυσαν, τὴν δὲ τῶν ψυχῶν εὐσέβειαν οὐ κατέλυσαν.
 [02637]  [9.30] Εἰ δέ τις ὑπείληφε τὴν τῶν βασιλέων εὐσέβειαν κρατῦναι τῶν ἁλιέων τὰ δόγματα, καὶ ταύτῃ δείκνυσι τὴν τουτωνὶ τῶν δογμά των ἰσχύν.
000-00-00 Serial Number=0458137929
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00639]  Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ λογομαχῶν, καὶ περὶ ζητήσεις νοσῶν, καὶ τὰ ἑξῆς.
 [02406]  Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ [83.512] σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν πα λαιῶν ἁγίων ἀρχέτυπα.
000-00-00 Serial Number=0072771907
Historia ecclesiastica Ante [Go Back]  
 [00051]  Περὶ τῆς Ἰβήρων πρὸς τὴν εὐσέβειαν ποδηγίας.
 [00134]  πιθανωτέραις γοῦν καὶ βωμολόχοις ὁμιλίαις τὴν φθοροποιὸν ἑαυτῶν διδασκαλίαν ἐπικρύ πτοντες συναρπάζουσι τὸν εἰς ἀπάτην ἐγκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εὐσέβειαν·
 [00235]  [20] Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπηπορήσθω πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους.
 [00272]  εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι προσποιῆται, ἀλλὰ καὶ εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσ έρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος καὶ τὰ ἑξῆς.
 [00494]  θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν, ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν πιστεύων.
 [01930]  διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν.
 [02004]  αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἦν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν.
 [02049]  αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν, ἀλλὰ τὴν παροινίαν·
 [02065]  ἕτεροι δὲ δειλίᾳ προὔδωκαν τὴν εὐσέβειαν.
 [02189]  δὲ ὁ θάνατος ἀπηγγέλθη καὶ εὐσεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ εὗρον τὴν ἀξιάγαστον τοῦ βασι λέως ἀνδρείαν τε καὶ σοφίαν καὶ πρὸς τούτοις εὐσέβειαν.
 [02323]  καὶ ὑπὲρ τοῦ γιγνώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό πων ὑποτάξαι.
 [02374]  ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.
 [02714]  οἱ δὲ πικρότερον βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι (ἔχει γὰρ οὕτω), τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν ῥήμασιν, ἀρετῇ καὶ γενναίῳ φρονήματι ὁμοῦ τὴν ἀπάτην καὶ τὰς ἀπειλὰς ὑποτάξαντες·
 [02745]  ἀλλ' ὢ πολλῆς ἀπανθρωπίας τοῦ δικάσαντος, μᾶλλον δὲ τοῦ κατακρί [259] ναντος, οἱ δι' εὐσέβειαν ἀθλήσαντες φονεῦσιν οὐ συνεκρίνοντο, ἄτα φοι μένοντες τὰ σώματα·
 [02804]  Φλαβιανὸς δὲ ὁ ἄριστος ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει, εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἷόν τις παιδοτρίβης τὸν μέγαν ∆ιόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν.
 [02864]  καὶ ἐπειδὴ Ἁρμόνιος ὁ Βαρδησάνου ᾠδάς τινας συνετεθείκει πάλαι καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκού οντας καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν ἀνέμιξε τὴν εὐσέβειαν καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον.
 [03023]  Εὐθὺς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ παμβασιλεῖ τῶν ὅλων προσήνεγκε.
 [03120]  καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἑσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.
 [03169]  Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως [291] γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα σθαι.
 [03254]  Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα, ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν·
 [03263]  ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν ἀφίκετο καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδε, πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον καὶ εἰς τὴν πατρῴαν εὐσέβειαν ἐπανήγαγεν·
 [03550]  τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε.
 [03652]  Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσή νεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.
000-00-00 Serial Number=0820117533
Historia religiosa Ante [Go Back]  
 [00112]  Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις ὠμοβόροις τὰς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας, ἀλλ' ἀβλαβεῖ τινι παιδείᾳ καὶ σμικρὰν ἀκοσμίαν ἐχούσῃ χρησάμενος, εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξεν.
 [00198]  ∆ιὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ δαπανηθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωϋφίοις ἐκείνοις κατα τρωθῆναι καί, τοῦ θεοῦ διαγνόντας τὴν δύναμιν, ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν.
 [00781]  [6.4] Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον , ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν.
000-00-00 Serial Number=0241837978
Interpretatio in Danielem Ante [Go Back]  
 [00189]  παῖδες γὰρ παρὰ Ἰουδαίοις τεθραμμένοι, καὶ τὴν τοπικὴν τοῦ Θεοῦ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦν τες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῇ τὴν ἡλικίαν, ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῇν, τὴν πατρῴαν εὐσέβειαν φυλάττειν σπουδάζουσι·
 [00237]  ∆ιδασκόμεθα δὲ κἀντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ·
 [00732]  Τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν, τὴν σοφίαν, τὴν εὐσέβειαν, τὴν περὶ τοὺς νόμους δικαιοσύνην, τὴν περὶ πάντα σωφροσύνην;
 [01034]  Ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύ τῃ καὶ τύφῳ χρησάμενον, καὶ τὸ θεῖον σέβας ἁρπά σαι καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριω δῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδ ηγεῖ, καὶ τὴν οἰκείαν αὐτῷ θαυματουργίαν ὑποδεί κνυσι, καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον ἐμφανῆ αὐτῷ ποιεῖ.
 [01154]  Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν·
 [01158]  Ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου, τὴν εἰκόνα ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατ ηνάγκασε, καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν.
 [01482]  Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν.
 [01733]  Ἀληθῶς οὐδὲν ἀμ βλύνειν δύναται τὴν εὐσέβειαν, ἀλλὰ τὰς οἰκείας πανταχοῦ ἀκτῖνας ἀφίησι, κἂν ἐν δούλῳ γένηται, κἂν ἐν αἰχμαλώτῳ, καὶ οὐδὲν ταύτης συσκιάσαι τὴν αἴγλην ἰσχύει, ἀλλὰ τὴν οἰκείαν ἀφίησιν ἀστραπήν.
 [01761]  Τὴν γὰρ περὶ τὸν Θεὸν φυλάττων εὐσέβειαν, εὐνοίᾳ πολλῇ καὶ περὶ τοὺς βασιλέας ἐκέχρητο.
 [01781]  Ὅρα δὲ πόσα κατὰ ταὐτὸν ὁ λόγος ᾐνίξατο, τοῦ μακαρίου ∆ανιὴλ τὴν εὐσέβειαν καὶ τὴν ἀνδρείαν μηνύοντα.
 [01832]  Ἕκαστον δὲ τῶν εἰρημένων εὐλαβῆ δείκνυσι τὸν βασιλέα, καὶ διὰ τὴν εὐσέβειαν χαίροντα τῷ ∆ανιήλ.
 [01835]  ἔπειτα τὴν εὐσέβειαν ἐπαινῶν, Ὧ σὺ, φησὶν, λατρεύεις ἐνδελεχῶς, τουτέστιν, ὁ μηδὲ διὰ τὴν τοῦ νόμου ἀνάγκην ταύ της κωλυθεὶς τῆς θεραπείας.
 [02166]  ὑποτοπήσει δὲ, ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν, καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψει.
 [02920]  Τούτου χάριν, καὶ βασιλέως τὴν εὐσέβειαν τι μῶντος τοῦ τηνικάδε κρατοῦντος, καὶ πᾶσαν αὐτῷ θεραπείαν προσφέροντος, καὶ τῶν ἄλλων προτιμῶν τος ἁπάντων, οὐδεμίαν ὁ μακάριος ∆ανιὴλ λαμ βάνει παραψυχὴν, ἀλλ' ἀνιᾷ καὶ λίαν αὐτὸν ἀλγύνει τοῦ λαοῦ τὸ δυσπειθὲς, καὶ ἡ τῆς ἁγίας πόλεως λήθη.
 [03396]  Ταύτην γὰρ, φησὶ, τὴν ἀνδραγαθίαν ὁρῶντες, καὶ τῶν ὀλισθησάντων πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων, μεταμελείᾳ χρησάμενοι, πρὸς αὐτοὺς δραμοῦνται λεʹ.
000-00-00 Serial Number=0672904670
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00752]  Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν·
 [00812]  Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούον τας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μετα βάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν.
 [01741]  ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τού των ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης.
 [02095]  αἰνίττεται διὰ τῶν Σοδόμων, καὶ τῆς Σαμαρείας, τὴν τῶν ἐθνῶν ἁπάντων καὶ τῶν Ἰουδαίων κατὰ ταυτὸν ἐσομένην εὐσέβειαν, καὶ τὴν εἰς ἕνα Θεὸν πίστιν ἐκ τῆς Νέας πρυτανευομένην ∆ιαθήκης.
 [04333]  Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν·
 [04335]  Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον·
000-00-00 Serial Number=0228520513
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00528]  τούτων γὰρ εὐσεβούντων, πολλοὶ τῶν πλησιοχώρων μετεμάνθανον τὴν εὐσέβειαν.
 [02276]  Ἐπειδὴ τὴν τῶν προγόνων εὐσέβειαν οὐ μιμούμενοι ἐπὶ τῇ ἐκείνων ἐσεμνύνοντο συγγενείᾳ, τὸν Ἀβραὰμ εἰς μέσον φέροντες, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραὴλ, καὶ τὸν ∆αβὶδ, καὶ τὸν Ἐζεκίαν, καὶ τὸν Ἰωσίαν, ἐπισήμους ἄνδρας ἐν ἀρετῇ, τού του χάριν ὁ τῶν ὅλων Θεὸς ἐκβάλλει τοῦ Ἰεχονίου τὸ θράσος, καί φησιν·
 [04068]  Ἔχει δὲ καὶ νῦν ἐκεῖ τὸν θρόνον, εἰς εὐσέβειαν καὶ ταύτης μεταβληθείσης τῆς πόλεως·
 [05205]  Ταύταις ἀπεικάζει ταῖς ὕλαις τὴν τῶν προγόνων εὐσέβειαν, καὶ θρηνεῖ τῶν ἐγγόνων τὴν γεγενημένην μεταβολήν.
000-00-00 Serial Number=0202725232
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00965]  Τῶν ἀδυνάτων γὰρ ἦν δείμασθαι τὴν εὐσέβειαν μὴ πρότερον καταλύσαντας τὴν ἀσέβειαν.
 [00973]  Οὕτω καὶ τῶν πολεμίων τὴν ἀσέβειαν καταλύσας ᾠκοδόμησε τὴν εὐσέβειαν.
 [01360]  Ὁ γὰρ δίκαιος κριτὴς κἀκείνου τὴν ἀσέβειαν βδελυξάμενος, καὶ τούτου τὴν εὐσέβειαν ἀποδεξά μενος, δι' ἑνὸς ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλε·
 [02238]  Ἐπειδὴ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ τῆς θείας ἐπεμελεῖτο λατρείας, εἰκότως ταῦτα περὶ αὐτοῦ διεξίασι, παρακαλοῦντες τὸν τῶν ὅλων Θεὸν ἀπιδεῖν εἰς τὴν τοῦ βασιλέως εὐσέβειαν·
000-00-00 Serial Number=0794454336
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01835]  Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα θήγουσι ζῆλον.
 [01844]  Οὕτω τοὺς οἰκείους εἰς εὐσέβειαν πυρεύ σαντες λογισμοὺς, μεταφέρουσι πρὸς τοὺς ἐναν τίους τὴν γλῶτταν.
 [01882]  Οὗ δὴ χάριν καὶ τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικη φόροι καλεῖσθαι.
 [02182]  ἠκολούθησε δὲ ὁ φόβος, τῷ μεγέθει τῶν θαυμάτων γενόμενος, καὶ τὴν εὐσέβειαν ἐξεπαίδευ σεν.
 [02222]  Ἐνιαυτὸν τοίνυν χρηστότητος, τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω τῆρος ἡμῶν ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσφέροντα τὴν εὐσέβειαν.
 [02284]  Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεο γνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέ βειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν.
 [02298]  Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν.
 [02663]  Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιου μένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπει γομένας.
 [03435]  τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώ πων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν.
 [04635]  Ἀλλὰ τοῦτο μὲν τεθεί κασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατ ιδεῖν.
 [04637]  τὸ τῶν μὲν προτέρων ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν.
000-00-00 Serial Number=0163737237
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01222]  Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις.
 [01543]  Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀν δρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε.
 [01604]  εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδ ήγησε τὸν λαόν.
 [01933]  Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τε λείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον.
 [02379]  Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος.
 [03395]  Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν.
 [03924]  Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφό ρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας [80.1812] ἀπαλλαγέντες.
 [05242]  Καὶ οὗτος ὁ ψαλμὸς τῶν τηνικαῦτα δικαίων δείκνυσι τὴν εὐσέβειαν.
 [05348]  Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τοῦ Ἰσραὴλ ἀσπαζόμενοι τὴν εὐσέβειαν.
 [05659]  Ἀνάστασιν τοῦ Θεοῦ καλοῦσι τὴν κατὰ νόμον λα τρείαν, οὐ ταύτης δεομένου, [οὐδὲ ταύτῃ ἐπιτερ πομένου,] ἀλλὰ τῶν προσφερόντων τὴν εὐσέβειαν ἀσπαζομένου·
 [05906]  Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον.
 [06168]  τοὺς δὲ τὴν εὐσέβειαν ἀσπαζομένους πάσης θεραπείας ἠξίωσε.
000-00-00 Serial Number=0559977889
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00916]  Καλεῖ τοίνυν καὶ ἐνταῦθα εὐκληματοῦσαν ἄμπελον τὸν Ἰσραὴλ, καὶ τὸν καρπὸν αὐτῆς εὐθηνοῦντα, οὐ διὰ τὴν εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν, τοῦ δὲ πλήθους χάριν τῶν ἀπογόνων.
 [03266]  Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώ πησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας.
 [04294]  Αἰ νίττεται δὲ διὰ τοῦ δόλου, ὡς πρόσχημα μὲν εἶχον τὴν εὐσέβειαν, λάθρα δὲ τὴν τῶν εἰδώλων ἠσπάζοντο θεραπείαν.
 [05351]  Οὕτως ἐπί σημος ἔσται καὶ περίβλεπτος ἡ Ἱερουσαλὴμ, ὡς τοὺς τὰς ἄλλας οἰκοῦντας πόλεις παρ' ἀλλήλους φοιτῶντας προτρέπειν εἰς εὐσέβειαν ἀλλήλους, καὶ [81.1917] διεγείρειν·
 [05416]  μετὰ γὰρ τὴν νίκην, τὰς τῶν ἀλλοφύλων κατεδουλώσαντο πόλεις, καὶ Ἰουδαίους ἀντ' ἐκείνων κατῴκισαν, καὶ μέντοι καὶ ἐξ αὐτῶν ἐκείνων πολλοὺς παρεσκεύασαν μεταμαθεῖν τὴν εὐσέβειαν.
 [05465]  διὰ τούτων τὴν οἰκουμένην ἐδίδαξε τὴν εὐσέβειαν.
 [05534]  Ὁρῶντες γὰρ, φησὶν, αὐτῶν τὴν εὐσέβειαν σπουδαίαν, πᾶσαν αὐτῶν ποιήσονται ἐπιμέλειαν.
 [06097]  Καὶ ὁ θεῖος δὲ Μαλα χίας σαφῶς ἡμᾶς διὰ τούτων ἐδίδαξε τὴν νῦν πολι τευομένην εὐσέβειαν·
 [06396]  Ἐπειδὴ τοίνυν ἡμεῖς μὲν καὶ νῦν Ἰουδαίους προτρέπομεν εἰς εὐσέβειαν, ἐκεῖνοι δὲ ἀπει θοῦντες διατελοῦσι, τὴν ἡμετέραν σωτηρίαν ζηλο τυποῦντες, εἰκότως ἔφη τὸν Ἠλίαν πατρὸς καρδίαν πρὸς υἱὸν ἀποκαταστήσειν·
000-00-00 Serial Number=0046487868
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00775]  ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περίβλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς τε τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν προετίμησε, διὰ τοῦτο αὐτὸν ἐθαύμασεν ἡ γραφή.
 [01376]  Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω [85] μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις;
 [01489]  οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετράπησαν τῆς εὐσε βείας ὑπὸ τῶν γυναικῶν ἑαυτῶν, ἀλλὰ καὶ αὐτὰς μετέφερον εἰς τὴν ἑαυτῶν εὐσέβειαν.
 [01548]  ἔτι δέ, εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέβειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλῖψιν τοῖς θλί ψασιν αὐτούς, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρεθέντα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ, τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλίψεων.
 [01601]  ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυλάττων διὰ τῆς θυσίας τῆς θυ γατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐτοῦ γέγονεν ἡ μνήμη ἐν τῷ κα ταλόγῳ τῶν δικαίων.
 [01704]  ἅπερ ἐστὶν ἅπαντα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ' εὐσέβειαν ἀρεταῖς, διὰ τῶν ἐκκλησιαστικῶν ᾀσμάτων τοῖς εὐσεβέσι προσγινόμενα.
000-00-00 Serial Number=0998762131
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00728]  αἰνίττεται δὲ ὁ λόγος, ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκε καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός·
 [00883]  καὶ τοῦ μὲν Ἰάφεθ τὴν πολυ γονίαν προείρηκε, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν·
 [01108]  ὁ δὲ Θεὸς δείξας αὐτοῦ τὴν εὐσέβειαν, τὴν θυσίαν ἐκώλυσεν·
 [01170]  ἀλλ' ἵνα τοῖς αἰγυπ τίοις ἐπιδείξῃ τοῦ ἀνδρὸς τὴν εὐσέβειαν, καὶ ζηλῶσαι προτρέψῃ τοῦ πατριάρχου τὴν ἀρετήν.
 [01293]  εἰς γὰρ τὴν ἐμὴν εὐσέβειαν ἀφορῶν ὁ Θεός, τὰ ἐγχει ρισθέντα μοι παρὰ σοῦ πάσης εὐλογίας ἠξίωσεν.
 [01340]  Φόβον τοῦ Ἰσαὰκ τὴν εὐσέβειαν ἐκάλεσε, τουτέστι τὸν Θεὸν οὗ τὸν φόβον ἐν τῇ ψυχῇ περιέφερεν.
 [01383]  Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν.
 [01413]  ΞΧΙΞ Θῶμεν τὴν Λείαν, ὡς ἀτελῆ κατὰ τὴν εὐσέβειαν, εἰρηκέναι τό ηὐ τύχηκα , πῶς ὁ ἱστοριογράφος τὰ κατὰ τὸν Ἰωσὴφ συγγράφων εἶπε τό, ἦν ἀνὴρ ἐπιτυγχάνων ;
 [02392]  ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι [140] καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην·
 [03284]  μετὰ μέντοι τὰς ἀπειλὰς ὑπέσχετο καὶ χρησ τὰ καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον ἐπηγγείλατο, οὐ διὰ τὴν [188] αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν.
 [04083]  οὐ γὰρ διὰ τὸ πλείους εἶναι, φησί, τῶν ἐθνῶν προέκρινεν ὑμᾶς ὁ Θεός, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν καὶ τὴν γεγενημέ νην πρὸς ἐκείνους ὑπόσχεσιν .
 [04122]  διδασκόμεθα δὲ διὰ τούτων, ὡς ἀπο λαύουσι παῖδες ἀγαθῶν διὰ τὴν τῶν προγόνων εὐσέβειαν.
 [04369]  αἰνίττεται δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν αὐτῶν ἀπιστίαν προεῖπεν αὐτοῖς, καὶ τὴν ὑπ' ἀσσυρίων καὶ βαβυλωνίων καὶ μακεδόνων καὶ τὸ τελευταῖον τὴν ὑπὸ ῥωμαίων γεγενημένην πολιορκίαν καὶ τῆς πολιορκίας τὰς συμφοράς.
 [04913]  τὸν δὲ τῆς οἰκοδομίας ἠγνοηκότες σκοπὸν οἱ τῶν ἐννέα φυλῶν, ἀσεβείας δὲ ἀρχὴν τὴν οἰκοδομίαν τοπάσαντες, πανδημεὶ στρατεῦσαι κατ' αὐτῶν ἠβουλήθησαν, τῆς συγγενείας προτιμήσαντες τὴν εὐσέβειαν·
 [04916]  ἐπειδὴ δὲ ἀπελθόντες ἔγνωσαν οὐ θρησκείας χάριν τολμηθεῖσαν τὴν καινοτομίαν, ἀλλὰ τῆς περὶ τὴν εὐσέβειαν κοινωνίας μνημεῖον κλη θῆναι τὸν γεγενημένον συνεῖδον βωμόν·
 [05342]  ΞΞVΙΙ Τί δήποτε ζήλῳ κινηθεὶς ὁ Ἰσραὴλ καὶ τῆς συγγενείας τὴν εὐσέβειαν προτιμήσας ἡττήθη;
 [05384]  ἴδοι δ' ἄν τις καὶ τὴν Ῥοὺθ διὰ τὴν εὐσέβειαν, τοὺς μὲν γεγεννηκότας καταλιποῦσαν, ἀκολου θήσασαν δὲ τῇ πενθερᾷ.
 [05408]  καὶ διαφερόντως τῆς Ῥοὺθ ἣ γεγηρακυῖαν γυναῖκα καὶ πενομένην τῶν γεγεννηκότων προὐτίμησε διὰ τὴν τῆς γνώμης εὐσέβειαν καὶ τὴν τοῦ ὁμοζύγου μνήμην.
000-00-00 Serial Number=0594026744
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00160]  ∆ηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν καὶ τὰ ῥήματα.
 [00721]  ∆ηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ θεία Γραφή.
 [01963]  Τῷ μὲν οὖν Θεῷ τοῦ τον τὸν ὕμνον προσήνεγκε, τῷ δὲ διαδόχῳ τῆς βασι λείας παιδὶ φυλάττειν ἀκήρατον τὴν εὐσέβειαν παρ εγγύησε.
 [02705]  ἀλλὰ τοὐναντίον ἐκέλευσεν ἂν αὐτοῖς συνδιάγειν, καὶ κηρύττειν αὐτοῖς τὴν εὐσέβειαν.
 [02740]  ἵνα θεασα μένη τὴν παρὰ φύσιν γεγενημένην ἀνάστασιν, βε βαίαν δέξηται τὴν εὐσέβειαν.
 [02757]  Καὶ οὐκ ἔδεισε τῆς κρατούσης μιαιφονίαν, ἀλλὰ πάντων προετίμησε τὴν εὐσέβειαν.
 [02760]  Καὶ τὰ ἑξῆς δὲ δείκνυσιν αὐτοῦ τὴν εὐσέβειαν.
 [02924]  Ἔδειξε δ' ὅμως αὑτοῦ τὴν εὐσέβειαν·
 [02934]  Ἐλωβήσατο δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ φιλία καὶ ἡ συγγένεια·
 [03389]  Καὶ αὐτὴ δὲ ἡ ἱστορία δηλοῖ αὐτῶν τὴν εὐσέβειαν.
 [03707]  Ὁ δὲ ἔκγονος τὴν ἄκραν ἤσκησεν ἀρετὴν, καὶ τοῦ προ γόνου ∆αβὶδ ἐκτήσατο τὴν εὐσέβειαν.
 [03916]  δει κνὺς ὁ Θεὸς, ὡς οὐκ οἶδεν Ἰσραηλίτου καὶ ἀλλοφύ λου διαφορὰν, ἀλλ' εὐσέβειαν μόνην τιμᾷ, ἐπέκλυσε παντοδαπαῖς εὐλογίαις τοῦ ἀλλοφύλου τὴν οἰκίαν.
 [04136]  Ἐπαινεῖ δὲ καὶ τοῦ Ἀσὰ τὴν προτέραν εὐσέβειαν·
 [04172]  Ἐδίδαξε δὲ ἡ ἱστορία καὶ τοῦτο, ὡς ἐκ τῶν ἄλλων φυλῶν πλῆθος πολὺ τῇ πείρᾳ μεμαθηκὸς τῶν δύο φυλῶν τὴν εὐσέβειαν, καὶ τὴν θείαν κηδεμονίαν, ἧς ἀπολαύουσι, τὰς μὲν [80.829] οἰκείας κατέλιπον πόλεις, εἰς δὲ τὰς τούτων κατέφυ γον, καὶ τὸ παροικεῖν ἐν ἀλλοτρίαις τοῦ τὰς οἰκείας οἰκεῖν προετίμησαν.
 [04346]  Ἔτυχε μέντοι ταφῆς διὰ τὴν τοῦ πάππου εὐσέβειαν·
 [04357]  Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς.
 [04518]  Ἔτυχον δὲ συγγνώμης διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν.
 [04539]  Οὗτος μέντοι διὰ τὴν εὐσέβειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατέλαβε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»