Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐλογίας [109]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐλογίας


000-00-00 Serial Number=0143419385
Commentaria in Isaiam Ante [Go Back]  
 [05032]  Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου.
 [05039]  Ἐπιθήσω γάρ φησι τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου.
 [07688]  Οὕτως εὐλογίας καὶ εὐφημίας ἡ προσηγορία μεστή.
000-00-00 Serial Number=0580098927
De providentia orationes decem Ante [Go Back]  
 [02183]  Ἔφερον γὰρ οἱ τοῦδε τοῦ λόγου κήρυκες εἰς μέσον, καὶ Ἀβραὰμ τὸν πα τριάρχην, ταύτας τὰς ἐπαγγελίας δεξάμενον, καὶ Ἰσαὰκ τὸν τῆς ἐπαγγελίας καρπὸν, καὶ τὸν Ἰακὼβ ταύτην τὴν εὐλογίαν παρὰ τοῦ πατρὸς κομισάμενον, καὶ τὸν Ἰούδαν, τὸν πατρῷον τῆς εὐλογίας κλῆρον διαδεξάμενον, καὶ τὸν Μωσέα ταῦτα προειρηκότα, καὶ τὸν βασιλέα ∆αβὶδ ταῦτα προθεσπίσαντα, καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν ταῦτα προαγορεύσαντας, καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλ ταῦτα διὰ τοῦ πνεύματος προ κηρύξαντας, καὶ ἅπαντα τῶν προφητῶν τὸν χορὸν τὰ ἡμέτερα σαφῶς προμηνύσαντα.
000-00-00 Serial Number=0296122313
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00091]  Ὑμᾶς δὲ μὴ γένοιτο τοῦθ' ὑπομεῖναί ποτε, ἀλλ' εἴη τὰς προγονικὰς εὐλογίας διπλασιάζειν, καὶ διπλᾶ ἀνθ' ἁπλῶν προσφέρειν τὰ δῶρα τῷ Θεῷ.
 [00304]  Οὕτω γὰρ καὶ ἀπὼν κοινωνήσεις τῆς πανηγύρεως, ἡσυχίᾳ καὶ ἀνακωχῇ τοὺς ἁγίους Ἀποστόλους καὶ Προφήτας γεραίρων, καὶ τῆς παρ' αὐτῶν εὐλογίας ἀπολαύσεις, καὶ <τὸν> Θεὸν θερα πεύσεις τὸν τῇ τιμῇ τῶν ἁγίων τερπόμενον, χαριῇ δὲ καὶ ἡμῖν τοῖς εἰρήνην καὶ θυμηδίαν κεχυμένην ἐν τῇ ἑορτῇ ἐκείνῃ ἐφιεμένοις καὶ εὐχομένοις.
000-00-00 Serial Number=0757366121
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00614]  Πρέπει γὰρ ὑμῶν τῷ μεγέθει, καὶ ταύτην μετὰ τῶν ἄλλων τὴν δικαιοπραγίαν καρπώσασθαι, καὶ τὰς παρὰ τῶν εὐεργετουμένων εὐλογίας τρυγῆσαι, καὶ θεραπεῦσαι μὲν τὸν τῶν ὅλων Θεόν, θεραπεῦσαι δὲ τὸν γνήσιον αὐτοῦ δοῦλον, τὸν ἁγιώτατον ἄνθρωπον τοῦ Θεοῦ, τὸν κύριον Ἰάκωβον, ὃς τήνδε προσφέρει σὺν ἐμοὶ τὴν παράκλησιν.
 [00800]  Κοσμήσατε τοίνυν τῇ παρου σίᾳ τὴν ἑορτήν, καὶ τὰς ἐκ ταύτης ἀναβλυζούσας εὐλογίας ἀρύσασθε καὶ θυμηρεστέραν ἡμῖν ἐργάσασθε τὴν πανήγυριν.
 [00808]  Οὗ δὴ χάριν τὰ τῆς ἐνεγκούσης μόνα προβάλλομαι δίκαια, καὶ παρακαλῶ τῆς ἀξιεράστου τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν μεταλαχεῖν εὐλογίας.
 [01892]  οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεΐας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε·
 [01894]  Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην·
 [01907]  Τῆς δὲ ὑμετέρας θαυμασιότητος διηνεκῶς μνημονεύο μεν, καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολοῦμεν τὴν ὑμετέραν οἰκίαν εὐλογίας ἐμπλῆσαι.
000-00-00 Serial Number=0483192801
Eranistes Ante [Go Back]  
 [00213]  {ΟΡΘ.} Οὕτω πάλιν ὁ θεῖος ἀπόστολος τῆς τοῦ Ἰούδα ἡμᾶς ἀνα μιμνήσκων εὐλογίας, καὶ δεικνὺς καὶ ταύτην δεξαμένην τὸ πέρας βοᾷ·
000-00-00 Serial Number=0164538443
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02629]  Ἄνω γάρ εἰμι τῆς κολαστικῆς ἀπειλῆς, καὶ τῆς σου δεξιᾶς τὰς εὐλογίας δρέπομαι·
000-00-00 Serial Number=0981524467
Graecarum affectionum curatio Ante [Go Back]  
 [03212]  [10.94] Καὶ Ἰακὼβ δὲ ὁ πατριάρχης, εὐλογῶν τὸν Ἰούδαν, τῆς τῶν ἐθνῶν ἐμνημόνευσεν εὐλογίας·
000-00-00 Serial Number=0634997547
Historia ecclesiastica Ante [Go Back]  
 [00197]  οἱ δὲ κτίσματα αὐτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι προκόπτειν ἀρεταῖς ἀσκούμενοι καὶ νομίμοις ἐντολαῖς πρὸς τὸ μὴ ἁμαρτάνειν.
000-00-00 Serial Number=0298784852
Historia religiosa Ante [Go Back]  
 [00204]  Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν.
 [00365]  Τῆς δὲ τραπέζης τοῖς θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος Πρεσβύτης ἐκέλευσε τὸ τῆς γυναικὸς εἰσκληθῆναι παιδίον καὶ τῆς εὐλογίας μεταλαχεῖν.
 [00705]  τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύσαντα.
 [00830]  Τῆς τούτου δὲ εὐλογίας ἀπέλαυσε μὲν περιόντος ἡ μακαρία καὶ τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων πολλάκις προσήνεγκεν.
 [00962]  Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῆς θείας πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο.
 [00987]  Καὶ αὐτῇ μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν·
 [01099]  Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος καὶ Εἰρήνη σοι, τεκνίον ἐφθέγξατο τοῦτο γὰρ ἦν αὐτῷ πρόσρημα , παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι.
 [01115]  Ἐγὼ δὲ ἧς περιόντος ἀπέλαυον εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε τῷ διηγήματι.
 [01157]  Ἔρις δὲ ἦν περὶ τὴν κλίνην καὶ διαμάχη φέρειν ταύτην ἁπάντων ἐπειγομένων καὶ τῆς ἐντεῦθεν εὐλογίας ἐφιεμένων.
 [01164]  Ἐγὼ δὲ τοῦδε τοῦ διηγήματος τοῦτο ποιησάμενος πέρας, ἱκετεύω καὶ τῆς ἐντεῦθεν τυχεῖν εὐλογίας.
 [01216]  Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια.
 [01368]  καὶ πρὸς τὸν θεῖον ἄνθρωπον παραγίνεται τῶν τῆς εὐλογίας σπερμάτων ὑπο δεικνῦσα τὰ δράγματα.
 [01382]  [3.18] Τῆς τούτου πολλάκις ἐγὼ εὐλογίας καὶ διδασκαλίας ἀπέλαυσα·
 [01410]  ἐκ τούτων ἐχορήγει μὲν ἅπασι τοῖς δεομένοις ἀεί, πλήρεις δὲ εἶχεν ἀεὶ τῆς τῇ Σαραφθίᾳ χήρᾳ δοθείσης εὐλογίας καὶ ἐπὶ τούτους ἐνεχθείσης τοὺς πίθους.
 [01476]  ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας καὶ φρίκην παυομένην καὶ δαίμονας δραπετεύοντας καὶ τὰ παντοδαπὰ καὶ ποικίλα παθήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα.
 [01549]  παρὰ δὲ τοῦ Εὐφράτου τὴν ὄχθην συνέθεον μὲν ἀστοί, συνέθεον δὲ ξένοι καὶ χωριτικοὶ πάντες καὶ οἱ ὅμοροι δὲ τῆς εὐλογίας ἀπολαύειν ἠπείγοντο.
 [01555]  [17.11] Ἐγὼ δὲ θαυμάσας ὅτι τὴν πολιτείαν ἀμείψας τὸν βίον οὐ συμμετέβαλεν, οὐδὲ ἀνειμένην ἐν τῇ προεδρίᾳ ἠγάπησε δίαιταν, ἀλλὰ τοὺς ἀσκητικοὺς ἐπηύξησε πόνους, ἐν τῇ τῶν μοναχῶν αὐτὸν ἱστορίᾳ κατέλεξα καὶ τῆς ἀγαπη θείσης ὑπ' αὐτοῦ συμμορίας οὐκ ἐχώρισα καὶ τῆς ἐντεῦθεν ἐφιέμενος εὐλογίας.
 [01580]  [18.3] Πολλῶν δὲ ὡς αὐτὸν ἀφικνουμένων καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τούτων δυσχεράνας τὸν θόρυβον οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος ὑπερβαίνει τὸ θριγκίον οὐκ εὐεπί βατον ὂν οὐδὲ τοῖς μάλα σφριγῶσιν, καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων.
 [01896]  [21.33] Ἐμοὶ δὲ καὶ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι καί τινας ἔφην ἀσχάλλειν ἐξελαθέντας καὶ εὐλογίας μὴ μετασχόντας, καὶ ὅτι πρέπον εἴη τοὺς τούτου χάριν ἀφικνουμένους καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας μὴ ἀχθομένους ἐπανιέναι, ἀλλὰ θυμηδίας ἐμφορουμένους καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς ἀγνο οῦντας.
 [01928]  Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν φοιτῶσι διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας πλείστοις διὰ ταύτης ὑγίειαν δωρούμενος·
 [01966]  Ἀρκοῦσαν τοίνυν καὶ ἐκ τούτων ὠφέλειαν τοῖς κερδαίνειν βουλομένοις προτεθηκότες, ἐφ' ἕτερον εἶδος διηγήσεως τρέψομαι καὶ τῆς τούτων εὐλογίας μεταλαχεῖν ἀξιῶν.
 [02056]  Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον καὶ τῆς εὐλογίας τὴν ἀντίδοσιν ἐπαγγείλας ἐφ' ἕτερον διήγημα μεταβήσομαι.
 [02175]  Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας.
 [02217]  Τὴν δὲ ὁμόζυγα τὴν τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον καὶ ὡς μέγιστον δῶρον κομίσασθαι.
 [02219]  Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς ὀρεωκόμοις προσιόντες καὶ οἰκέταις καὶ στρα τιώταις καὶ χρήματα προσέφερον καὶ τῆς τοῦ ἐλαίου εὐλογίας μεταλαχεῖν ἱκέτευον.
 [02222]  καὶ ἐπειδὴ γυναιξὶν οὐκ εἰσιτητὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος τῆς παρ' αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευσε·
000-00-00 Serial Number=0622303307
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00033]  Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη.
 [03667]  Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ·
 [05107]  Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται.
 [05108]  Τοι αῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρ δείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πι στευόντων ψυχαῖς.
000-00-00 Serial Number=0144606829
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04483]  Περιέχει καὶ τὰς ἀρὰς, καὶ τὰς εὐλογίας ὁ νόμος·
 [04484]  τοῖς μὲν φυλάσσουσι τὰς εὐλογίας, τοῖς δὲ παραβαίνουσι τὰς ἀράς.
000-00-00 Serial Number=0786619604
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00597]  Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορη γουμένης θεραπευταῖς, οἱ σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδε [80.901] μονίᾳ μεγαλοφρονήσουσι, τὴν σὴν διηγούμενοι δύνα μιν.
 [02400]  Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλα γος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας·
 [03172]  Ταύτης τοίνυν, φησὶ, τῆς εὐλογίας καὶ σωτηρίας τῷ σῷ μετάδος λαῷ ἰθύνων καὶ ποιμαίνων, καὶ ὑπερτέρους ἀποφαίνων τῶν πολεμίων.
000-00-00 Serial Number=0171311259
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02458]  Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.
 [05171]  Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθε τῶν.
000-00-00 Serial Number=0272546351
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02892]  Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες ἀπήλαυσαν.
 [03122]  Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται.
 [03476]  Οἱ γὰρ ἰσότητος καὶ δικαιο σύνης ἐπιμελούμενοι τῆς θείας εὐλογίας δρέψονται τοὺς καρπούς.
 [04076]  Οὕτω γὰρ θαῤῥαλεώτεροι κατὰ τῶν ἐπιόντων ἐγίνοντο, τῇ πί στει τῆς ἐν αὐτοῖς κρυπτομένης εὐλογίας ψυχαγω γούμενοι.
 [05481]  Συμβαινούσας τοίνυν ταῖς γνώμαις ὁρίζει τὰς εὐλογίας·
000-00-00 Serial Number=0640410900
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00007]  Ἐν δὲ τῷ νόμῳ, τοῖς εὐπό ροις παρεγγυήσας χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους εἰς τὴν κατασκευὴν προσενεγκεῖν τῆς σκη νῆς, οὐδὲ τοὺς πενίᾳ συζῶντας τῆς ἐντεῦθεν ἐστέ ρησεν εὐλογίας·
 [04600]  δεῖξαι βουλόμενος οὐ μόνον τῆς οἰκοδομίας τὸ σύν τομον, ἀλλὰ καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τοῖς οἰκοδομοῦσι παρασχεθείσης εὐλογίας τὴν ἄφθονον [81.1864] φιλοτιμίαν.
 [04703]  καὶ τοὺς ὑγροὺς δὲ ὑμῖν μετ' εὐλογίας παρέξω καρποὺς, καὶ τῶν ἀκροδρύων τὴν φορὰν χορηγήσω.
 [05317]  καὶ ἐπευχόμενοί τισι τῶν τῆς θείας εὐλογίας ἠξιωμένων προσφέρειν τὴν μνήμην·
 [06195]  Αὐτοῦ τοίνυν τοῦ Θεοῦ τῶν ὅλων, καὶ δημιουργήσαντος ἀμφοτέρους, καὶ συνάψαντος, καὶ τοῦτον τεθεικότος τὸν νόμον, πῶς τολμᾶτε παραβαίνειν προφανῶς τὰ ἄνωθεν ὡρισμένα, οὐδὲ τῆς θείας εὐλογίας ἀναμι μνήσκεσθε τῆς τοῖς ὑμετέροις πατράσιν ἐπηγγελ μένης·
000-00-00 Serial Number=0209607780
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00889]  Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῷα καὶ καλὰ ἐξ ἀρχῆς ὑπὸ τοῦ θεοῦ γεγονότα, κατὰ τὸ εἰρημένον καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν καὶ τῆς θείας τετυχηκότα εὐλογίας, λεγούσης αὐξάνεσθε καὶ πληθύνεσθε.
 [01504]  νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας, μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πρατ [95] τομένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον, ἀξίαν δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν πολλάκις ὁ Μωυσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πειθομένοις ἢ ἀπειθοῦσιν·
000-00-00 Serial Number=0421145558
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00868]  Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν τῆς θείας μετέλαχον εὐλογίας·
 [00869]  τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶε ἐπαγαγεῖν ἀρὰν τῷ τῆς [55] θείας εὐλογίας μετειληχότι·
 [01125]  ἐπάρατον μὲν ἐπισ τάμενος τοῦ Χαναὰν τὸ γένος, εὐλογίας δὲ ἠξιωμένην τὴν οἰκείαν συγ γένειαν.
 [01183]  ΛΞΞΞ Πόθεν ἡ Ῥεβέκκα τεθάρρηκεν, ὅτι δὴ τεύξεται τῆς εὐλογίας ὁ Ἰακώβ·καὶ οὕτω τεθάρρηκεν ὡς εἰπεῖν·
 [01197]  ΛΞΞΞΙΙΙ Τίς δὲ τῆς εὐλογίας ἡ ἑρμηνεία;
 [01224]  ΛΞΞΞΙV Τί δήποτε τοσαύτας εὐλογίας λαβὼν ὁ Ἰακὼβ ἀποδιδράσκει τὸν ἀδελφόν, καὶ μόνος ἀποδημεῖ τῶν ἀναγκαίων ἐστερημένος;
 [01293]  εἰς γὰρ τὴν ἐμὴν εὐσέβειαν ἀφορῶν ὁ Θεός, τὰ ἐγχει ρισθέντα μοι παρὰ σοῦ πάσης εὐλογίας ἠξίωσεν.
 [01662]  ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου, ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονί [98] μων καὶ ἐπιθυμίας θινῶν αἰωνίων ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν .
 [01667]  ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου .
 [01672]  ὑπερίσχυσας, γάρ φησιν, ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων·
 [02245]  τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν, ἐπειδὴ τοίνυν τὸν μόσχον ἤμελλον προσκυνεῖν, τὴν τιμωρίαν προσαπειλεῖ.
 [03491]  λέγει δὲ καὶ αὐτὰ τῆς εὐλογίας τὰ ῥήματα·
 [03506]  ταῦτα περὶ τῆς εὐλογίας διαλεχθεὶς ὁ προφήτης, καὶ διηγησάμενος ὅπως καὶ τὴν σκηνὴν ἔχρισε, καὶ τίνα οἱ φύλαρχοι προσεκόμισαν·
 [03918]  ἐκέλευσεν ἀριθμηθῆναι καὶ τούτους, ἵνα δείξῃ τῆς οἰκείας εὐλογίας τὴν δύναμιν, ὅτι καὶ τῶν πατέρων ἀναιρε θέντων ὁ αὐτὸς διέμεινεν ἀριθμός.
 [04336]  ἰουδαίοις δὲ χαμαιπετὲς ἔχουσι καὶ χαμαίζηλον φρόνημα, τὰς τῇ γῇ προσηκούσας ἀρὰς καὶ εὐλογίας ἀπένειμεν.
 [04338]  ἐπισημήνασθαι δὲ χρή, ὡς τὰς μὲν εὐλογίας ταῖς ἐκ τῶν ἐλευθέρων βεβλαστηκυίαις φυλαῖς ἀπένειμε, καὶ τὴν ἱερατικὴν ἐνταῦθα τῷ λαῷ συνηρίθμησε, καὶ τὴν τοῦ Ἰωσὴφ διπλῆν οὖσαν, ὡς μίαν προσέταξεν εὐλογεῖν.
 [04349]  τοῖς δὲ τὰς θείας φυλάττουσιν ἐντολάς, τὰς παντοδαπὰς δέδωκεν εὐλογίας, καὶ τοῖς τὰς πόλεις καὶ τὰς κώμας οἰκοῦσιν εὐπαιδίαν, πολυπαιδίαν, ποιμ νίων καὶ βουκολίων πολυγονίαν, τὴν ἀπὸ γῆς εὐκαρπίαν, τὴν ἐν εἰρήνῃ διαγωγήν, τὴν ἐν πολέμοις νίκην·
 [04374]  ΞΞΞV Ταύτας τὰς ἀρὰς καὶ τὰς εὐλογίας τοῖς τούτων οὐκ ἐδεδώκει πατράσιν.
 [04522]  ΞΛΙV Πῶς νοητέον τὰς τῶν φυλῶν εὐλογίας;
 [04585]  ἀπ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ·
 [04590]  εἰς βεβαίωσιν δὲ τῆς εὐλογίας ἀνέμνησε τοῦ ὀφθέντος ἐν τῇ βάτῳ Θεοῦ.
 [04616]  Ὁ Ῥουβὴν ἔσχε τὴν φιλαδελφίαν ἀφορμὴν εὐλογίας.
 [04618]  καὶ ὁ Λευῒ διὰ Μωϋσῆν τὸν μέγαν τῆς εὐλογίας τετύχη κεν·
 [04620]  ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν.
 [04622]  μετέσχε δὲ ὅμως καὶ οὗτος τῆς εὐλογίας·
 [04626]  μετὰ μέντοι τὰς εὐλογίας, ἔδειξεν ὁ δεσπότης Θεὸς τῷ προφήτῃ τὴν γῆν ἅπασαν·
 [04949]  καὶ τὰς τοῦ Βαλὰκ ἐπινοίας καὶ τὰς παρὰ γνώ μην τοῦ Βαλαὰμ εὐλογίας·
 [05472]  αἰνίττονται τῆς εὐλογίας οἱ λόγοι καὶ ἑτέραν αὐτὸν ἐσχηκέναι γυναῖκα.
000-00-00 Serial Number=0216646969
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00051]  Παροινουμένη γὰρ ὡς μεθύουσα πράως ἤνεγκε, καὶ τὴν ὑποψίαν ἀποσκευασαμένη τὴν ἐψευσμένην, τὸ πάθος ἐδίδαξε, καὶ τῆς ἀρχ ιερατικῆς ἔτυχεν εὐλογίας.
 [00053]  Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤ ῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι.
 [00227]  πάσης αὐτοῦ τὴν οἰκίαν εὐλογίας ἐνέπλησεν.
 [01209]  Ἐπειδὴ δὲ εἶδε παντοδαπῆς εὐλογίας ἐν τρισὶ μησὶ τὴν οἰ κίαν πλησθεῖσαν ἐκείνην, εὐθὺς αὐτὴν εἰς τὰ βασί λεια μετεκόμισεν, οὐχ ἁμάξῃ χρησάμενος, ἀλλὰ τοῖς ἱερεῦσι κατὰ τὸν νόμον.
 [01759]  Ἀλλὰ τούτων οὐκ ἐπακούουσιν Ἰουδαῖοι τῶν λόγων, ὅτι τῆς Χαναναίων εὐλογίας τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐδεήθη·
 [01762]  Ὥσπερ τοίνυν οἱ τη νικάδε ἡμαρτηκότες Ἰσραηλῖται τῆς Χαναναίων ἐδεήθησαν εὐλογίας·
 [01763]  οὕτω καὶ οἱ τὸν ∆εσπότην ἐσταυρωκότες τῆς προγονικῆς ἐξέπεσον εὐλογίας, καὶ τῆς τῶν πεπιστευκότων ἐθνῶν διδασκαλίας προσ δέονται.
 [02513]  ψευδέσι δὲ χρήσασθαι λόγοις πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτον βλάψῃ, ἀλλ' ἵνα αὐτὸς μεταλάβῃ τῆς εὐλογίας.
 [02529]  Οὐ μὴν κακοηθείᾳ τινὶ χρήσασθαι ἡγοῦμαι τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον τῇ τῆς εὐλογίας ἐπιθυ μίᾳ τῷ ψεύδει καταχρῶσαι τοὺς λόγους.
 [03200]  Τοσαύτης δὲ αὐτοῖς εὐλογίας μετέδωκεν, ὡς καὶ τῶν ἑκατὸν πληρῶσαι τὴν χρείαν, καὶ μετὰ τὸν ἐκείνων κόρον ἱκανοὺς περιττεῦσαι.
 [04105]  ἀντὶ τοῦ, Τὸν σπινθῆρα τῆς εὐλογίας τῆς οἰκουμένης ἐν αὐτοῖς διαφυλάξω·
 [04296]  Ἔλαβε δὲ καὶ τὸ πεδίον ἐκεῖνο τῆς εὐλογίας τὴν ἐπωνυμίαν·
 [04297]  Κοιλὰς γὰρ εὐλογίας ἐκλήθη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»