Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐημερίαν [24]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐημερίαν


000-00-00 Serial Number=0808366835
Commentaria in Isaiam Ante [Go Back]  
 [01921]  ∆υνατὸν δὲ καὶ τροπικῶς ταῦτα νοῆσαι καὶ χόρτον χλωρὸν καὶ ὕδωρ ἀναβλύζον τὴν εὐημερίαν καλέσαι·
 [02285]  Ἔρημον θάλασσαν τὴν |127 a| Βαβυλῶνα καλεῖ, θάλασσαν μὲν διὰ τὴν προτέραν εὐημερίαν καὶ τῶν οἰκητόρων τὸ πλῆθος κύματα μιμουμένων, ἔρημον δὲ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον συμφοράν.
 [05464]  Ἀπέβαλες τὴν πρ οτέραν εὐημερίαν, οὐκ ἐντρυφᾷς τοῖς ἀλλοτρίοις κακοῖς.
 [06979]  φῶς γὰρ ἐνταῦθα τὴν εὐημερίαν καλεῖ, τὴν δὲ δυσκληρίαν σκότος ὀνομάζει.
000-00-00 Serial Number=0002187729
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00513]  Οὗτος ἀφίκετο μὲν πρὸς ἡμᾶς μετὰ γραμμάτων τὴν προτέραν αὐτοῦ διδασκόντων εὐημερίαν·
 [02352]  οἱ δὲ γαστρὶ δου λεύουσι, καὶ τῶν αἰσχρῶν ἡδονῶν τὴν ἀπόλαυσιν εὐημερίαν ὑπολαμβάνουσιν·
000-00-00 Serial Number=0716562450
Interpretatio in Danielem Ante [Go Back]  
 [01177]  ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν δυσκληρίαν·
000-00-00 Serial Number=0623426080
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04038]  καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός.
000-00-00 Serial Number=0940371811
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01985]  οὕτως ἐμοὶ ῥᾴδιον, καὶ τιμωρίᾳ παραδοῦναι, καὶ σωτηρίαν χαρί σασθαι, καὶ τοὺς ἐν εὐπραξίᾳ συμφοραῖς παραδοῦναι, καὶ αὖ πάλιν τοῖς ἐν δυσκληρίᾳ εὐημερίαν χαρίσα σθαι.
 [03809]  Τουτέστι, τοὺς πάλαι μὲν τείχεσι κε χρημένους καὶ περιβόλοις, νῦν δὲ ἀποκειραμένους τὴν προτέραν εὐημερίαν, καὶ αὐχμὸν περικει μένους.
000-00-00 Serial Number=0314424753
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01473]  Εἰ δέ τις τὸν παράνομον ἕλοιτο βίον, τοῦτον ἡγείσθω τρισάθλιον, κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν.
 [01692]  Τὸ στέαρ τινὲς εὐημερίαν καὶ εὐ εξίαν ὠνόμασαν.
 [04051]  Εἰ γὰρ ἀναβάλῃ τὴν δί κην, ὦ ∆έσποτα, ἐπιτωθάσουσι πάλιν ἐκεῖνοι, καὶ πρόφασιν θυμηδίας τὰς ἐμὰς ὀδύνας ποιήσονται, καὶ οἰκείαν εὐημερίαν ἡγήσονται τὴν ἐμὴν δυσ κληρίαν.
 [04221]  Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον.
 [04338]  Εἰκότως τοίνυν τοῖς ἀκάρποις δένδροις τὴν ἐκείνων εὐημερίαν ἀπείκασε.
000-00-00 Serial Number=0905095518
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00382]  Μὴ μέγα τι, φησὶ, νόμιζε τὴν παροῦσαν εὐημερίαν·
 [00891]  ∆ιδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων, τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέ λας εὐημερίαν.
 [03113]  Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας.
 [03695]  Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν·
000-00-00 Serial Number=0932094455
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00806]  Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται.
 [03802]  Οὐχ ἁπλῶς δὲ πάσας τέ θεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέου σαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν.
 [06458]  Τοσοῦτον γὰρ ἀπ έχω τοῦ τὴν ἐκείνων εὐημερίαν ζηλῶσαι, ὅτι καὶ αὐτοὺς εὔχομαι μεταβληθῆναι, ἵνα μεταβληθείσης τῆς εὐπραξίας λάβωσι κακίας μεταβολήν.
 [06722]  ἀλλὰ τὴν εὐημερίαν αὐτῶν διηγεῖσθαι μέλλων, τὴν τῆς πονηρίας κατηγορίαν ἀνέλαβεν, εἰς ἐπικουρίαν τὸν Θεὸν διεγείρων.
000-00-00 Serial Number=0641563952
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04775]  καὶ διδάσκων, ὅτι ῥᾴδιον αὐτῷ πᾶσαν αὐτοῖς παρασχεῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν, πολλάκις ἑαυτὸν καὶ Κύριον παντοκρά τορα καὶ Κύριον τῶν δυνάμεων προσηγόρευσεν, ἵνα μάθωσιν ὡς ὁ τῶν ἁπάντων κρατῶν καὶ βασιλεύων, οἷα δὴ ποιητὴς καὶ δημιουργὸς, καὶ αὐτῶν τῶν δυ νάμεων ∆εσπότης ὑπάρχων, εὐπετῶς μάλα μεταβάλ λει τῶν πραγμάτων τὰς φύσεις, καὶ ἐξ εὐκληρίας εἰς δυσκληρίαν μετάγει, καὶ εἰς εὐημερίαν ἐπανάγει τοὺς δυσπραξίᾳ κατεχομένους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»