Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἶχε [145]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἶχε


000-00-00 Serial Number=0565182209
Commentaria in Isaiam Ante [Go Back]  
 [00127]  Αὕτη ἤνθει μὲν πάλαι, ἡνίκα ὁ ἀμπελὼν τὸν ὥριμον εἶχε καρπόν·
 [00131]  Οὕτω καὶ τοῦ Ἰσραὴλ ὁ ἀμπελών, ἕως μὲν εἶχε τὴν ἐπηγγελμένην τοῖς ἔθνεσιν εὐλογίαν, πάσης ἐπιμελείας ἐτύγχανεν·
 [01282]  καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ τὰς δύο ταύτας εἶχε προσηγορίας, τὴν μὲν ὑπὸ τῶν πατέρων τὴν δὲ ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ τῶν ὅλων θεοῦ·
 [01514]  Τῶν μὲν γὰρ προφητῶν ἕκαστος μερικήν τινα ἐδέξατο χάριν, ἐν αὐτῷ δὲ κατῴκησε «πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», καὶ κατὰ τὸ ἀνθρώπινον δὲ πάντα εἶχε τοῦ πνεύματος τὰ χαρίσματα·
 [01640]  Ὁ δὲ θεῖος προφήτης τὰ συμβη σόμενα τῷ Σενναχηρὶμ προθεσπίσας, ὃς τὴν Νινευὴ πόλιν εἶχε βασιλικήν, μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Ναβουχο δονόσορ καὶ τὴν ἐκείνου πόλιν, τὴν Βαβυλῶνα, καὶ προλέγει τὸν ἐσόμενον ὄλεθρον.
 [01822]  Ἐκείνη γὰρ εἶχε τὸν θεῖον νεών.
 [02016]  αὐτὴ γὰρ εἶχε τὰ τοῦ βασιλέως τῶν Σύρων βασίλεια.
 [02555]  Καὶ ἡνίκα τὰς ἐπάλξεις καὶ τοὺς περιβόλους ἐδέχετο καὶ τὰς ἔνδοθεν οἰκίας, ταύτην εἶχε τὴν ψῆφον.
 [05751]  οὐδὲ γὰρ ὁ θεὸς λόγος μεγίστην εἶχε τιμὴν τὸ κληθῆναι δοῦλος τοῦ θεοῦ καὶ πατρός·
 [07414]  Οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἔφη ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν καὶ οὐδεὶς ἀντελαμβάνετο οὐ γὰρ εἶχε συνερ γοῦσαν τὴν τῶν ἀνθρώπων δικαιοσύνην , ἤρκεσε δὲ ὁ ἐμὸς βραχίων τοῦ καταλῦ σαι τοὺς πολεμίους.
000-00-00 Serial Number=0416739166
De incarnatione domini Ante [Go Back]  
 [00139]  εἶχε δὲ [75.1433] πλέον ἡμῖν τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησίν τε καὶ ἕνωσιν·
 [00162]  ἀδυνάτως δὲ εἶχε τοῦτο ποιεῖν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ῥᾳστώνην·
 [00203]  «Ἔρχεται ὁ τοῦ κόσμου τού του ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων.
 [00481]  ἐπειδὴ ὁ πρώτως δουλεύσας τῇ ἁμαρτίᾳ, ἀπάτωρ ἐτύγχανε, μητέρα δὲ μόνην εἶχε τὴν γῆν·
000-00-00 Serial Number=0855415463
De providentia orationes decem Ante [Go Back]  
 [01365]  Ἀγέσθω δὲ εἰς μέσον ὁ θειότατος Ἰωσὴφ, ὁ τῆς μὲν γυναικὸς ἐκείνης ἔκγονος, τοῦ δὲ πατριάρχου Ἀβραὰμ ἀπόγονος, ἐν ἦρι, ἐν ἀκμῇ, ἐν ὥρᾳ (τῶν γὰρ ὡρῶν ἡ ἀκμαιοτέρα τὸ ἔαρ τυγχάνει), ἐν ἦρι μὲν ἦν τῆς ἡλικίας, εἶχε δὲ τὸ ἄνθος τοῦ χρόνου, ὥρᾳ δὲ λάμπων κατὰ τὸ σῶμα, λαμπροτέραν εἶχε τοῦ σώ ματος τὴν ψυχήν.
 [01373]  Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώ μης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ.
 [01437]  Τοσαύτην δὲ εἶχε κἀν τοῖς δεινοῖς εὐ φροσύνην καὶ θυμηδίαν, ὡς καὶ τοὺς ἄλλους δεσμώτας ψυχαγωγεῖν, καὶ εἰ ἀδημονοῦντας ἑώρα, παραμυθού μενος διετέλει.
 [01924]  Τούτου χάριν ὁ ∆εσπότης Χριστὸς, τίκτεται μὲν ἐκ γυναικὸς ὁμοίως ἡμῖν, εἶχε δέ τι πλέον ὁ τόκος, τὴν παρθε νίαν.
000-00-00 Serial Number=0746845067
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01281]  Ὁ δὲ πᾶσιν ἐρρῶσθαι φράσας καὶ τοῖς συκοφαντοῦσι τὰς ἀκοὰς ἐκδοὺς πρᾶγμα πεποίηκεν οὐδαμῶς πιστευθῆναι δυνάμενον, εἰ μὴ πᾶσαν εἶχε μαρτυροῦσαν τὴν Ἐκκλησίαν.
 [01344]  Εἰ μὲν γὰρ τῶν σιωπὴν ἀσπαζομένων ἐτύγχανον, ἴσως ἂν εἶχε χώραν τῆς κακοδοξίας ἡ ὑποψία.
000-00-00 Serial Number=0887680769
Eranistes Ante [Go Back]  
 [00166]  {ΟΡΘ.} Οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν Ἀβραάμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἀβραάμ;
 [00170]  Τούτου δὴ χάριν οὐκ ἀορίστως ἔφην, ὅπερ εἶχεν Ἀβραάμ, ἀλλ' ὅπερ εἶχε κατὰ φύσιν, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν.
 [01933]  Καὶ γὰρ ταύτην ἀναστήσας προσέταξεν αὐτῇ δοθῆναι φαγεῖν, καὶ τὸν Λάζαρον συνεστιώμενον εἶχε, ταύτῃ δεικνὺς τὴν ἀνάστασιν ἀληθῆ.
 [02506]  εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς·
 [02707]  {ΟΡΘ.} Εἰ φύσιν δεκτικὴν εἶχε πάθους, καὶ δίχα σαρκὸς ἔπαθεν ἄν, περιττὴ τοίνυν ἡ σάρξ.
 [03051]  Ἐπειδὴ γὰρ αὐτὸς ἀθάνατον εἶχε τὴν φύσιν, ἐβουλήθη δὲ δικαίως παῦσαι τοῦ θανάτου τὸ κράτος, ἐκ τῶν ὑποκειμένων τῷ θανάτῳ λαβὼν ἀπαρχήν, καὶ ταύτην ἄμωμον φυλάξας καὶ ἁμαρτίας ἀμύητον, παρεχώρησε μὲν τῷ θανάτῳ καὶ ταύτην ἁρπάσαι καὶ τὴν ἀπληστίαν ἐμπλῆσαι·
 [03281]  Οὐ γὰρ ἂν ἐπειράθη διὰ τούτου γε δεῖξαι τὴν πάντων ἀνάστασιν, εἰ μὴ τὴν πρὸς ἐκεῖνα εἶχε κατ' οὐσίαν συγγένειαν.
 [03765]  εἶχε δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ λόγου.
 [03859]  Οὐδὲ γὰρ εἶχε φύσιν ὑπὸ φθορᾶς κατέχεσθαι τὴν ζωήν, διόπερ οὐχ ἡ θεότης εἰς πάθος κατεσπάσθη·
 [03884]  Οὐ γὰρ εἶχε τοιαύτην φύσιν ὁ λόγος.
 [03901]  Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην·
 [03977]  Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς.
 [04302]  καὶ ἁπτὸν ἦν καὶ ὁρατόν, καὶ διατρήσεις ἔχον καὶ ὠτειλάς, ἅσπερ εἶχε πρὸ τῆς ἀναστάσεως.
 [04303]  ∆υοῖν τοίνυν θάτερον λέγειν ἀνάγκη, ἢ καὶ τῇ θείᾳ φύσει ταῦτα περιτι θέναι τὰ μόρια, εἴπερ εἰς θεότητος φύσιν τὸ σῶμα μεταβληθὲν ταῦτα εἶχε τὰ μόρια, ἢ ὁμολογεῖν ἐπὶ τῶν ὅρων τῆς φύσεως μεμενηκέναι τὸ σῶμα.
000-00-00 Serial Number=0707300127
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01595]  Τὸ δὲ εἰς τὴν οἰκείαν δόξαν ἐπ ανελθεῖν, καὶ δοξασθῆναι τῇ δόξῃ ᾗ εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι, οὐκ ἦν μέγα, οὐδὲ ἐπίπονον, ἀλλὰ καὶ λίαν ῥᾴδιον.
000-00-00 Serial Number=0459562659
Graecarum affectionum curatio Ante [Go Back]  
 [00253]  ∆ηλοῖ δὲ διὰ τούτων, ὡς λόγῳ χρώμενος ἐξευρεῖν ἐπόθει τὸ ξυμφέρον καὶ οὔ τι νόμον [1.84] εἶχε τὸ τῇ προλήψει δουλεύειν.
 [00540]  Γυμνὴν γὰρ ἔδει ξεν, ἣν εἶχε περὶ τῶνδε τῶν ὀνομάτων διαφοράν, μονονουχὶ λέ γων·
 [02482]  Ἀλλ' οὐκ ἀρίστην γε εἶχε καὶ ἀκραιφνῆ τὴν εὐσέβειαν·
 [03936]  Εἰ γὰρ δὴ κατὰ τὸν Πορ φύριον καὶ περὶ τὰ ἀφροδίσια ὁρμητικῶς εἶχε καὶ δύο γυναιξὶ κατὰ ταὐτὸν ὁμιλῶν οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ ταῖς κοιναῖς ἀνέ δην ἐχρῆτο καὶ τῶν ἐν ταῖς παλαίστραις γυμνουμένων νέων κατὰ τὸν Πλάτωνα τὴν θέαν ἠσπάζετο καὶ δυσόργητος ἦν καὶ μόγις ᾄττοντα κατέχειν ἠδύνατο τὸν θυμὸν καὶ λοίδορον εἶχε τὴν γλῶτ ταν καὶ ἀχαλίνωτον, ποῖον ἄρα εἶδος φιλοσοφίας μετῄει;
000-00-00 Serial Number=0756913245
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00526]  οὐ γὰρ εἶχε, φησὶ, πῦρ, ἵνα κεραυνοῖς χρήσηται, καὶ σκηπτοῖς, οὔτε ὕδωρ, ἵνα κατακλυσμὸν ἐπενέγκῃ, οὐδὲ σίδηρον, ἢ ἄλλο τι ὅπλον·
 [01650]  Εἰ δὲ κτιστὴν εἶχε φύσιν ὁ Υἱὸς ἢ τὸ πανάγιον Πνεῦμα, οὐκ ἂν συνηριθμήθησαν τῷ κεκτικότι Θεῷ·
000-00-00 Serial Number=0639946938
Historia ecclesiastica Ante [Go Back]  
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [00814]  διά [80] τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε καὶ τῆς τε Εὐρώπης ἁπάσης καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχε τοὺς ἀρχομένους καὶ τῷ χαλινῷ μεθ' ἡδονῆς πειθομένους.
 [01193]  τὰ δὲ γράμματα οὐ παραίνεσιν μόνον εἶχε καὶ συμβουλήν, ἀλλὰ καὶ ἀπειλὴν εὐσεβεῖ πρέπουσαν βασιλεῖ.
 [01199]  Στέφανος δὲ (αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραν νικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντε χομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς.
 [01262]  σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὃς ἐν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας καὶ ταύτῃ τὰς παρθένους γυμνὰς παρα στήσας ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν.
 [01562]  τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων.
 [01623]  Ἀέτιος δὲ αὐτὸς ἦν ὃν πάλαι μὲν Λεόντιος τὰς Φλαβιανοῦ καὶ ∆ιοδώρου κατηγορίας δεδιξάμενος τῆς διακονίας ἐγύμνωσε, Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων καὶ τῶν ἀνοσίων ἐγχειρημάτων·
 [01713]  ταὐτὸ δὲ πάθος καὶ τὸ ἕτερον τοῦ περιβόλου μέ ρος ὑπέμεινε, δι' οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε·
 [02022]  ἐπειδὴ δὲ κατ' ἐκεῖνο τὸ χωρίον ἐγένετο ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος, ἀνα βλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν πρῶτον μὲν αὐτῷ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελοὺς πυρακτώσας καὶ ταῖς χερσὶ καὶ τοῖς ποσὶ καὶ τοῖς νώτοις ἐπέθηκεν, ἔπειτα καθείρξας ἐν τῷ θαλάμῳ καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς εἰς τὴν ∆άφνην ἀνῆλθε.
 [02286]  σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι.
 [02334]  Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν ἐβεβαίωσεν ἣν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν.
 [02486]  εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ἐν ἑαυτῷ σὺν αὐτῇ χορευούσας·
 [02658]  τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παρ' ἐκείνοις τιμώμενος τὸ ἱδρυμένον καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκη τήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, ᾗ τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν·
 [03070]  Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο·
 [03072]  οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον.
 [03103]  οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν [285] κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγ γελος.
 [03640]  τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
 [03734]  ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν.
000-00-00 Serial Number=0353089511
Historia religiosa Ante [Go Back]  
 [00545]  [3.17] Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην.
 [01638]  Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς·
 [01721]  Ταύτην γὰρ εἶχε τὴν τροφήν.
 [02187]  Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ' ὤμων φέρειν τὸν φύλαρχον μέχρις αὐτῆς τῆς σκηνῆς μέγιστον δὲ εἶχε τὸ σῶμα καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο, οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ θεοῦ τὰς γλώττας ἐκίνησαν.
000-00-00 Serial Number=0064430833
Interpretatio in Danielem Ante [Go Back]  
 [00215]  Τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην·
 [00527]  κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων, βασιλέων ὀνο μαζομένων, εἶχε τὸ κράτος.
 [00930]  Καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν Χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μηδεμία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν Θεὸν, θεραπεύουσι τὸν ἀκροατὴν, λέγοντες·
 [01248]  οὐ γὰρ εἶχε τὸ δίκαιον.
 [01934]  ∆ιδάσκει δὲ ἡμᾶς, καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν.
 [02229]  ἔδει γὰρ αὐτοὺς συνιδεῖν, πρῶτον μὲν, ὅτι τὸ τρίτον θη ρίον τέσσαρας εἶχε κεφαλὰς, ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν τοῦ Ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν·
 [02319]  καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν βασιλεὺς ἄμφω ταύτας εἶχε τὰς προσηγορίας, ἀναγκαίως καὶ οἱ ἀρχόμενοι, καὶ Μήδους καὶ Πέρσας τοὺς αὐτοὺς ὠνόμαζον.
000-00-00 Serial Number=0565599740
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01117]  Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ.
 [02026]  Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμά ρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ' ἕτε ρον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη.
 [04032]  Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον·
 [04033]  εἶχε δὲ καὶ ὁρώμενον ἄρ χοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ [81.1089] δυσσεβείᾳ δεδουλωμένον.
 [04046]  Ὁ μὲν γὰρ ∆ανιὴλ καὶ τὴν θείαν εἶχε σοφίαν, καὶ τὴν Χαλδαίαν προσέλαβεν ἐπιστήμην·
 [04533]  Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ [81.1125] ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας.
 [05941]  ἕκαστον δὲ τῶν χερουβὶμ δύο εἶχε πρόσωπα, ἓν μὲν λέοντος, ἓν δὲ ἀνθρώπου, καὶ τὸ μὲν πρὸς τοῦτον ἀπέβλεπε τὸν φοί νικα, τὸ δὲ πρὸς ἐκεῖνον.
 [05945]  εἶχε δὲ, φησὶ, τὸ μὲν ὕψος τρεῖς πήχεις, δύο δὲ πή χεις τὸ μῆκος, καὶ τὸ πλάτος ὡσαύτως, τουτέστι τε τράγωνον ἰσόπλευρον.
 [05956]  Ὑπέδειξε δέ μοι καὶ τὸν κύκλον τῷ μέτρῳ κεχρημένος, καὶ ἐδίδαξε μετρήσας, ὡς ἕκαστον τῶν τεσσάρων, τό τε ἑῷον, καὶ τὸ ἑσπέριον, τό τε νότιον, καὶ τὸ βόρειον, πήχεις εἶχε πεντακοσίους, ὡς συνάγειν τὸν κύκλον τῶν πεντακοσίων τετραπλού μενον εἰς δισχιλίους πήχεις.
 [06142]  εἶχε δὲ ἑκάστη τὸ μὲν μῆκος πήχεις τριάκοντα, τὸ δὲ εὖρος τεσσαράκοντα·
000-00-00 Serial Number=0594014406
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00951]  εἶχε δὲ οὗτος συμβουλὴν, καὶ ὑπόσχεσιν ἀγαθῶν.
 [02664]  [81.652] Οὐ γὰρ πάρεργον εἶχε τοῦτο, καὶ λίαν σπουδαίαν αὐ τῶν ἐποίει τὴν φροντίδα.
 [03165]  Εἰ δὲ κατὰ τὸν τοῦ νόμου καιρὸν, ὃς οὐκ εἶχε τὴν τελειότητα, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν, τὴν ἄκραν οὗτοι φιλοσοφίαν ἠσπάσαντο, τίνες ἂν ἐγένοντο τὸν εὐαγγελικὸν ἀκούσαντες νό μον;
 [03261]  Καὶ γὰρ ὡς προφήτης ᾔδει τὰ γενησόμενα, καὶ τὴν πεῖραν εἶχε διδάσκαλον.
 [03495]  Οὐαφρῆ δὲ καλεῖ τὸν Φαραὼ, διδάσκων, ὡς τοῦτο μὲν εἶχε κύριον ὄνομα, τὸ δέ γε Φαραὼ τῆς βασιλείας δηλωτικόν.
 [04400]  Περιβόλους εἶχε μεγίστους, καὶ λίαν ὑψηλούς·
000-00-00 Serial Number=0600506246
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01511]  Ταῦτα τοίνυν ἔφη δεδρακέναι τὸν Κύριον ἐν ταῖς ἡμέραις τῆς σαρκὸς, ἡνίκα θνητὸν εἶχε τὸ σῶμα.
 [02735]  Ἐπειδὴ γὰρ ὁ πρῶτος καὶ εἰκοστὸς ψαλμὸς τὰ τῶν σωτηρίων παθημάτων εἶχε θεσπίσματα, καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν προφητείαν, εἰκότως πάλιν ἐνταῦθα τῶν ἐθνῶν μνημονεύσας, καὶ τὴν τούτων ἐπίγνωσιν χρησμῳδήσας, καὶ τὴν ∆εσποτικὴν ἀνάληψιν προ [80.1033] διαγράφει, καὶ δείκνυσιν ἡμῖν ἀγγέλων χοροὺς, τοὺς μὲν ἡγουμένους τοῦ ∆εσπότου Χριστοῦ, τοὺς δὲ ἄνωθεν πυνθανομένους, καὶ μαθεῖν ἐφιεμένους τί τὸ παράδοξον θέαμα.
 [04728]  Καὶ ὁρατῶν καὶ ἀοράτων δεσπόζων, οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ γεννηθεὶς ἐκ Παρθένου, διὰ σπάνιν κλίνης ἐπὶ φάτνης ἐτέθη.
 [04787]  Οὐ γὰρ μόνον οἱ ἐχθροί μου κατεσκεύασάν μοι τὸν θάνατον, ἀλλὰ καὶ ὁ συνών μοι ἄνθρωπος, καὶ τὴν εὔνοιαν, καὶ τὴν εἰρήνην ὑποκρινόμενος, ὁμοτράπεζος ὤν μοι, καὶ σύσσιτος, ὃν εἶχε δόλον ἐγύμνωσε.
000-00-00 Serial Number=0243323207
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01937]  καὶ ὃν εἶχε περὶ τὸν Θεὸν ἐκκαλύπτων ἔρωτα, καὶ τοῦ Σαοὺλ προαγορεύων τὸν ὄλεθρον.
 [04413]  Ἡ Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια.
000-00-00 Serial Number=0515494883
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00916]  Ἀλλ' ἡ μὲν ἀρχὴ τοῦ κηρύγμα τος εἶχε τὴν ζάλην·
 [06773]  ἀλλ' ἣν εἶχε τοὺς ἀγνοοῦντας ἐδίδαξε·
 [06775]  Οὐ τοίνυν ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ὃ εἶχε δῆλον τοῖς οὐκ εἰδόσιν ἐγένετο.
000-00-00 Serial Number=0534612179
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00473]  εἰ γὰρ τὴν ἐμὴν εἶχε γνῶσιν, ἐκ τῆς ἐμῆς νομοθεσίας ἐπαιδεύετο τὸ δέον.
000-00-00 Serial Number=0657863319
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00114]  Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐθεάσατο, εἶχε πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, πῶς οὐ δείκνυται πάντα
 [00686]  διὰ γὰρ τὴν ὑπερβολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς κατάρας ἐφθέγξατο ῥήματα, ἧς ἀπαλλαγεὶς οὐκ ἔστι δῆλον ὅτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας εἶχε γνώμην.
 [00909]  Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσιν ἡ γὰρ τοῦ πάντα φωνὴ πε ριληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθέστηκεν , εἶτα θῦσαι καὶ φαγεῖν ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευόμενος παρῃ τήσατο, μηδαμῶς κύριε λέγων, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκά θαρτον ἔφαγον, πῶς διὰ τῶν αὐτῶν ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύσας τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τὸν * τὴν βρῶσιν αὐτῶν * τὴν ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύσασθαι;
 [01001]  ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκαθάρτοις αὐτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκός, καθαριζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἁμαρτίας.
 [01112]  Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βα σιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν·
 [01230]  ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευιτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀνα γωγήν, οὕτω καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρανῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν.
 [01614]  Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθή ματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύτην εἶχε καὶ τὰ ἡμέτερα μαθήματα, οὐδ' ἂν ἐδυ νήθημεν οὐδὲ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα.
 [02041]  καὶ τὴν μὲν δύναμιν, καθ' ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει·
 [02150]  οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς εἶχε τούτου τὴν ἔμφασιν.
000-00-00 Serial Number=0683800817
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01244]  Οἷς εἶχε τὸν μεγαλόδωρον ἠμείψατο Κύριον·
 [01295]  Ὥσπερ ἠγάγετο μὲν παιδοποιῆσαι ποθῶν, οὐκ ἐν τῷ γάμῳ δὲ εἶχε τὴν ἐλπίδα τῆς παιδοποιΐας, ἀλλ' ἐν τῷ τοῦ γάμου νομοθέτῃ θεῷ·
 [01545]  καὶ ἡ τοῦ Συμεὼν δὲ φυλὴ οὐκ εἶχε κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόρρησιν, μεταξὺ τῶν ἄλλων διεσπάρη φυλῶν.
 [01885]  τινὲς δέ φασιν, ἐπειδὴ πεμφθεὶς ἐπ' ἐλευθερίᾳ τῶν ὁμοφύλων κοινωνὸν εἶχε τῆς ὁδοῦ τὴν ὁμόζυγα.
 [02260]  εἶχε δὲ ὅμως αὕτη λόγον τινὰ πεῖσαι δυνάμενον τὴν ἰου δαίων ὠμότητα, τῷ τὸν τῶν ὅλων Θεὸν ἐν ἓξ ἡμέραις τὰ πάντα δημιουρ γῆσαι, ἐν δὲ τῇ ἑβδόμῃ μηδὲν μὲν ποιῆσαι, εὐλογίᾳ δὲ ταύτην τιμῆσαι.
 [02383]  ταύτην εἶχε τὴν δυναστείαν·
 [02401]  εἶχε δὲ αὐτὴ τῆς κτίσεως τὴν εἰκόνα.
 [02418]  τὰ μὲν οὖν ἔνδον τῆς σκηνῆς τῶν ἐπουρανίων εἶχε τὸν τύ πον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο.
 [02429]  εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικει μένους.
 [02440]  ὅτι δὲ τριάκοντα πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκα τὸ εὖρος, καταμαθεῖν εὐπετές, εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόρειον.
 [02443]  οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας, καὶ δύο γωνίαις.
 [02453]  ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χροιάν.
 [02461]  καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ μέντοι καὶ διφθέ ρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν.
 [02468]  διά τοι τοῦτο καὶ τοῦ ἀέρος ὁ ποδήρης εἶχε τὸ χρῶμα·
 [02472]  εἶχε δὲ ἐν μέσῳ πέταλον αὕτη χρυσοῦν, ἐγγεγραμμένον ἔχον τοῦ Θεοῦ τὸ ἄφραστον ὄνομα ὃ καλοῦσιν ἑβραῖοι τετράγραμμον.
 [02480]  εἶχε δὲ καὶ τοῦτο δυοκαί δεκα λίθους προσηρμοσμένους, διάφορον ἔχοντας χροιάν·
 [02596]  πρὸς δὲ τὸν Θεὸν ἐπιστρέ φων, γυμνὸν εἶχε τὸ πρόσωπον·
 [02665]  ἐπειδὴ δὲ σκιὰν εἶχε τῶν μελλόντων ὁ νόμος, καὶ οὐκ αὐτὴν τὴν εἰκό να τῶν πραγμάτων, κατὰ τὸν
 [03818]  ὥσπερ γὰρ ὁ χαλ κοῦς ὄφις ἴνδαλμα μὲν τῶν ὄφεων ἦν, οὐκ εἶχε δὲ τῶν ὄφεων τὸν ἰόν·
 [03819]  οὕτως ὁ μονογενὴς υἱὸς σῶμα μὲν εἶχεν ἀνθρώπινον, κηλίδα δὲ ἁμαρτημάτων οὐκ εἶχε.
 [03933]  εἶχε μὲν γὰρ τὴν χάριν τοῦ πνεύματος·
 [04550]  εἶχε δὲ τοῦτο τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν·
000-00-00 Serial Number=0606415570
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00037]  ∆ιατί ὁ Ἑλκανὰ δύο εἶχε γυναῖκας;
 [01687]  Ἠνέσχετο δὲ αὐτοῦ, διά τε τὴν εὔνοιαν, ἣν εἶχε, καὶ ὑφορώμενος μή τι νεώτερον βουλεύσηται κατ' αὐτοῦ.
 [02172]  προπύλαιον, ὅπερ Αἰ λὰμ ὠνόμασται τῇ Ἑβραίων φωνῇ, ἰσόμετρον μὲν εἶχε τῷ πλάτει τοῦ ναοῦ τὸ μῆκος, δέκα δὲ πήχεων τὸ εὖρος.
 [02189]  Εὐρύ τατος γὰρ ὁ τοῖχος ὢν κοχλιώδη τὴν ἀνάβασιν εἶχε·
 [02230]  ἐπειδὴ σπιθαμῆς εἶχε μέτρον τὸ πάχος.
 [02257]  Οἶμαι τοί νυν αὐτὸν κληθῆναι οἶκον δρυμοῦ τοῦ Λιβάνου, ἐπειδὴ πλῆθος εἶχε κιόνων κεδρίνων, μιμουμένων τοῦ Λιβάνου τὸ ἄλσος.
 [02294]  Φωταγωγοὺς γὰρ εἶχε ἄγαν σμικροτά τους, ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε δεδομημέ νους.
 [03125]  Ἐπειδὴ δὲ τὸ στεῤ ῥὸν καὶ γενναῖον τῆς φάλαγγος οὐκ ἐνδέδωκε, τὸν πρωτότοκον υἱὸν, ὃν τῆς βασιλείας εἶχε διάδοχον, ἐπί τινος ὡλοκαύτωσε πύργου.
 [03533]  Τελείαν δὲ οὐκ εἶχε τὴν εὐφημίαν·
 [03803]  Τοῦτον ὁ Εὐϊλὰτ Μερωδὰχ τῆς εἱρκτῆς ἀπαλλάξας, ὁμοδίαιτον εἶχε καὶ ὁμοτράπε ζον.
 [03841]  Ὁ δὲ Αἰθὰμ, καὶ οὗτος δὲ τῶν ᾀδόντων ἐτύγχανεν ὢν, πρόγονον εἶχε τὸν Μεραρὶ, τὸν τρίτον υἱὸν τοῦ Λευΐ.
 [04344]  ∆ιδάσκαλον γὰρ εἶχε τὴν μιαρωτάτην μητέρα.
 [04562]  Ἃ γὰρ βασιλεύων οὐκ εἶχε, ταῦτα δουλεύων ἐκτήσατο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»