Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰκόνα [165]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰκόνα


000-00-00 Serial Number=0854835510
Commentaria in Isaiam Ante [Go Back]  
 [00364]  Ὁ γὰρ κατ' εἰκόνα θείαν γεγενημένος καὶ τῶν ἐν τῇ γῇ πάντων τὴν ἐξουσίαν λαχὼν ἐξ ἀβουλίας τῆς βασιλείας ἐξέπεσεν·
 [01796]  Πρῶτον μὲν γὰρ καὶ τὴν εἰκόνα ἐκείνην τὴν παμμεγέθη τὴν χρυσῆν τεκτηνάμενος προσκυνεῖν αὐτὴν ἐκέλευσεν ἅπαντας, τὸ θεῖον σέβας ἁρπάζων·
 [03546]  Ταύτην μέντοι τὴν εἰκόνα οὐκ ἐπὶ τῆς δυνάμεως ἀλλ' ἐπὶ τῆς φιλοστοργίας ἔλαβεν·
 [04488]  Ποίαν τοίνυν εἰκόνα τοῦ τοιούτου κατασκευάσαι δυνήσεσθε;
 [04489]  [19Μὴ] εἰκόνα ἐποίησε τέκτων;
 [04492]  [20Ξύλον] γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτὸ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται.
 [05093]  Μιμεῖται δὲ οὐ θείους φησὶν ἀλλ' ἀνθρωπείους χαρακτῆρας καὶ ἀνθρωπείαν ἐκτυπῶν εἰκόνα ὡς θεὸν προσκυνεῖ τὴν ἰδίαν εἰκόνα.
 [05280]  Εἰς ἑτέραν πάλιν εἰκόνα μετέβα λε τὸν λόγον, τῆς βλ ασφημίας δεικνὺς τὴν ὑπερβολήν.
 [05419]  καὶ διαφερόντως Αἰγύπτιοι πιθήκων καὶ κυνῶν καὶ λεόντων καὶ προβάτων καὶ κροκοδίλων προσεκύνουν ἰνδάλματα, Ἀκαρωνῖται δὲ καὶ μυίας εἶχον εἰκόνα, ἄλλοι δὲ νυκτερίδων προσεκύνουν εἰκάσματα·
 [07063]  «Σκιὰν γάρ» φησιν «ἔχων ὁ νόμος τῶν μελλόντων καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.».
 [07065]  εἰκόνα δὲ πραγμάτων τὴν ἐκκλησιαστικὴν πολιτείαν τὴν κατὰ τόνδε τὸν βίον ὡς οἷόν τε μιμουμένην τὰ μέλλοντα·
 [07336]  Ἐπειδὴ τῆς νύμφης ἐμνημόνευσεν, ἀναγκαίως καὶ τῆς παρθένου τέθεικε τὴν εἰκόνα, ἵνα δείξῃ τοῦ γάμου τὸ διάφορον.
 [07555]  Εἰ δὲ ἡ δικαιοσύνη ἐκείνῳ ἀπείκασται, οὐκ ἔχει εἰκόνα παραβαλλομένη ἡ ἁμαρτία.
000-00-00 Serial Number=0676197231
De incarnatione domini Ante [Go Back]  
 [00014]  Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλι νον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δη μιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμε νος.
 [00073]  αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρη τος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ δια φθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χα ριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ' αὐτὸς καταδεξάμενος·
 [00090]  οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες.
 [00272]  τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας·
 [00303]  ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθε σις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνερ γείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ ∆εσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμε νος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος·
 [00309]  οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δου λεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ' εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὥς φασι, διακείμενον·
 [00314]  τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι μημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς·
 [00473]  Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰ κτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμεί ψας, οὐδ' ἑτέρωσε μεταβάς·
 [00617]  Ταῦτα τοίνυν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν εἰκόνα λαβόντες, τῆς βλασφημίας ἀπαλλαγῶμεν ἐκείνης, καὶ τὴν κρᾶσιν καταλιπόντες, τῷ τῆς ἑνώσεως καὶ συναφείας καὶ κοινωνίας ὀνόματι χρώμενοι διατελέσωμεν·
000-00-00 Serial Number=0191787362
De providentia orationes decem Ante [Go Back]  
 [01541]  Ὁ γὰρ ἀλαζὼν ἐκεῖ νος, καὶ τῷ τύφῳ τῆς μανίας τὸν πατέρα μιμούμε νος, ἀνίστησι μὲν τὴν μεγίστην εἰκόνα ἐκείνην, τὴν ἐξ ὕλης καὶ χρυσοῦ κατεσκευασμένην, παρακελεύεται δὲ πάντας ὡς Θεὸν προσκυνεῖν τὴν εἰκόνα·
 [01545]  ἦσαν δὲ, οἳ φόβῳ τῆς πυρᾶς προΐεντο τὰς ψυχὰς, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι, τὸ θεῖον σέβας ἐπὶ τὴν εἰκόνα μετέφερον.
 [02106]  τοσαύτη τοῦ ἀρχετύπου περὶ τὴν εἰκόνα τὴν οἰ κείαν ἡ προμήθεια.
 [02108]  ἀλλ' ἀγνώμων αὐτὴ περὶ τὸν πεποιηκότα γεγένηται, καὶ τὴν εἰκόνα τὴν θείαν δια φθείρασα, τοὺς τῶν θηρίων χαρακτῆρας ἐδέξατο, καὶ [83.764] ἀντὶ θεοειδοῦς θηριώδης ἐγένετο.
000-00-00 Serial Number=0893491089
De sancta trinitate Ante [Go Back]  
 [00340]  Ἀποβλέψαντες τοίνυν τὴν εἰκόνα, νοήσωμεν τὸ ἀρχέτυπον·
 [00503]  «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.».
000-00-00 Serial Number=0480457544
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02292]  Λαμπρύνει μὲν ὑμῶν τὴν θεοσέβειαν ὁ ἀξιέπαινος βίος, τῆς τῶν ἀγγέλων πολιτείας ἐν τῇ γῇ τὴν εἰκόνα δεικνύς·
000-00-00 Serial Number=0330825269
Eranistes Ante [Go Back]  
 [01078]  ἀναγκαίως ὁ δημιουργὸς καινουργῆσαι τὴν ἀμαυρωθεῖσαν εἰκόνα θελήσας, ὅλην τὴν φύσιν ἀναλαβὼν πολλῷ τῶν προτέρων ἀμείνους ἐνετύπωσε χαρακτῆρας.
 [01370]  {ΕΡΑΝ.} Χρὴ τὴν εἰκόνα ἔχειν ἐναργεῖς τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας.
 [01372]  {ΕΡΑΝ.} Οὐκ ἔστιν εἰκὼν θεοῦ, ἀλλὰ κατ' εἰκόνα θεοῦ ἐγένετο.
 [01381]  {ΟΡΘ.} Ἀληθὲς πλὴν ἐν οἷσπερ ἂν αὐτὸν δῷς εἶναι εἰκόνα, παμπόλλῳ τινὶ μέτρῳ τῆς ἀληθείας ἀποδέοντα πάντως εὑρήσεις.
 [01384]  τὸν υἱὸν ὁ θεῖος ἀπόστολος εἰκόνα προσηγόρευσε τοῦ πατρός·
 [01846]  Ἐνταῦθα δὲ τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον, ὡς μηδεμίαν εἰκόνα τῆς ἀληθείας εὑρίσκεσθαι.
 [02056]  Παράθες τοίνυν τῷ ἀρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα.
 [02153]  [158] Οὐ γὰρ εἶπεν ὁ Παῦλος, συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλά, Συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὑτοῦ, ἄλλο μέν τι δεικνύων εἶναι τὸν υἱόν, ἄλλο δέ τι τὴν εἰκόνα αὐτοῦ.
 [03140]  ὤφθη δὲ κριὸς ἐξηρτημένος φυτοῦ, καὶ τοῦ σταυροῦ τὴν εἰκόνα δεικνύς, ὃς ἀντὶ τοῦ παιδὸς ὑπέμεινε τὴν σφαγήν.
 [03144]  {ΟΡΘ.} Πολλάκις ἔφην ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει.
 [03148]  Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίω σιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ [210] τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα.
 [03157]  Ἐναργέστατα δὲ τοῦ ἀρχετύπου δείκνυσι τὴν εἰκόνα τὸ πρόβατον τὸ ἐν Αἰγύπτῳ τυθέν, καὶ ἡ δάμαλις ἡ πυρρὰ ἡ πόρρω τῆς παρεμβολῆς καιομένη.
 [03161]  Τῶν γὰρ δύο τοῦ σωτῆρος φύσεων οὗτοι προδιαγράφουσι τὴν εἰκόνα, ὁ μὲν ἀφιέμενος τῆς ἀπα θοῦς θεότητος, ὁ δέ γε σφαττόμενος τῆς παθητῆς ἀνθρωπότητος.
 [03173]  ὡς δὲ ἁμαρτία τῆς τῶν τράγων θυσίας δείκνυσι τὴν εἰκόνα.
 [04057]  Ῥίψον λίθον εἰς εἰκόνα βασιλέως, τί τὸ λεγόμενον;
000-00-00 Serial Number=0883420825
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00710]  Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
 [00824]  ∆ιὰ τοῦτο οὐ λέγει, ὡσεὶ περιστερᾶς, ἀλλὰ περιστεραὶ, τουτ έστι πνευματικοὶ, χάριτος θείας πεπληρωμένοι, ἀχλύος ἐλεύθεροι, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, καὶ δυνάμενοι λέγειν·
 [01264]  ἤγουν, Ὁ ἀγαπητός μου ἐμοὶ κατ' εἰκόνα ὁρᾶται, κἀγὼ αὐτῷ ζῶ, καὶ οὐκ ἐμαυτῇ, κατὰ τὸν μέγαν Ἀπόστολον·
 [01336]  ταμιεῖον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυροὺς διὰ τὸ κατ' εἰκόνα ἔχον ἀποθέτους ἐν ἑαυτῷ·
 [01617]  Γένοιτο δὲ ἡμᾶς ἀνα κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρι ζομένους τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δό ξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01827]  Πλησιάζουσι δὲ αὐτῷ οἱ τετελειωμένοι, καὶ τὴν πρὸς αὐτὸν αὐτοῦ αὐχοῦσι συγγένειαν, οἱ τὴν εἰκόνα φυλάττοντες ἀδιάφθορον.
000-00-00 Serial Number=0102037966
Graecarum affectionum curatio Ante [Go Back]  
 [00231]  Ἀναγκαία ἄρα ἡ πίστις τοῖς τὰ νοητὰ κατιδεῖν βουλομένοις, ἐπειδήπερ οὐδὲ εἰκόνα ἐξευρεῖν αὐτοῖς ξυμβαίνουσαν οἷόν τε.
 [00345]  ὁ δὲ καλούμενος ἱεροφάντης ᾔδει τὸν Ὄσιριν καὶ τὸν Τυφῶνα καὶ τὰ τοῦ Ὀσίριδος ὑπὸ τοῦ Τυφῶνος κατα κοπτόμενα μέλη καὶ πανταχόσε διασπειρόμενα, τὴν δὲ Ἶσιν, τὴν τοῦ Ὀσίριδος ἀδελφήν, ταῦτα ξὺν πόνῳ ξυλλέγουσαν, μόνον δὲ τὸν φαλλὸν οὐχ εὑρίσκουσαν καὶ τούτου γε χάριν εἰκόνα τούτου κατασκευάζουσαν καὶ παρὰ πάντων προσκυνεῖσθαι κελεύουσαν [1.114] ταῦτα ἐκ τῆς Αἰγύπτου τὰ ὄργια μαθὼν ὁ Ὀδρύσης Ὀρφεὺς εἰς τὴν Ἑλλάδα μετήνεγκε καὶ τὴν τῶν ∆ιονυσίων ἑορτὴν διε σκεύασεν.
 [00575]  Εἶτα διδάσκει σαφῶς, ὡς οὐδὲν αὐτῷ τῶν ὁρωμένων προσέοικε, καὶ παντάπασιν ἀπαγορεύει μηδεμίαν εἰκόνα πρὸς μίμησίν τινος τῶν ὁρωμένων κατασκευάσαι καὶ νομίσαι τοῦτο [2.53] δείκηλον εἶναι καὶ ἴνδαλμα τοῦ ἀοράτου Θεοῦ.
 [00601]  Ποιήσωμεν ἄνθρωπον [2.62] κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.
 [00602]  Εἶτα ἐπήγαγεν, ὡς ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.
 [00607]  Ποιήσω [2.63] μεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.
 [00608]  Καὶ ἐπήγαγε κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἵνα δείξῃ τὸ τῶν προσώπων διάφορον.
 [00621]  Ἐπειδὴ γὰρ καὶ διαπλάττων τὸν ἄνθρωπον ἔφη ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, εἰκότως ἄρα καὶ μερίζων εἰς πολλὰς τὴν μίαν φωνὴν ξυνεργοὺς λαμβάνει τὸν [2.67] Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα.
 [00654]  Ὀνόματος μὲν γὰρ ψιλοῦ μεταδέδωκε τοῖς δικάζειν πεπιστευμένοις, καὶ μέντοι καὶ τοῖς τὴν θείαν εἰκόνα ὡς οἷόν τε τετηρηκόσιν ἀκήρατον·
 [00830]  [3.22] Ἄφθαρτον γὰρ δὴ τὸν Θεὸν ὀνομάζοντες, τῶν φθειρομένων σωμάτων εἰκόνα κατασκευάσαντες οὐ γὰρ δὴ τῆς ἀθανάτου ψυχῆς ἴσασι τὴν ἰδέαν ταύτῃ τὸ θεῖον προσένειμαν σέβας.
 [01003]  καὶ σοφὸς ζητεῖ, πῶς στήσει αὐτῷ εἰκόνα, καὶ ἵνα μὴ σαλεύηται.
 [01004]  Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ [3.78] τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται.
 [03256]  Ὥσπερ τοίνυν τῶν ἀρίστων ζωγράφων τὴν τέχνην ῥᾷον ἄν τις καταμάθοι, τῷ ἀληθινῷ καὶ ἀρχετύπῳ χαρα κτῆρι παρατιθεὶς τὴν εἰκόνα, οὕτω χρὴ καὶ ὑμᾶς καθάπερ ἰδέαν τινὰ τὴν προφητείαν ὑπὸ τοῦ σοφωτάτου προδιαγραφεῖσαν ζωγρά φου παραθεῖναι τοῖς πράγμασιν ἤδη λαβοῦσι τὸ πέρας καὶ τὸ τῆς [10.103] ὁμοιότητος θεάσασθαι ἀπαράλλακτον.
000-00-00 Serial Number=0254475117
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00103]  Καὶ τούτου μὲν ἐν τύπῳ ∆ιὸς εἰκόνα κατασκευάσαν τες, τῆς δέ γε Ἑλένης ἐν τῷ εἴδει τῆς Ἀθηνᾶς, ταύταις ἐθυμίων καὶ ἔσπενδον, καὶ ὡς θεοὺς προσ εκύνουν, Σιμωνιανοὺς ἑαυτοὺς ὀνομάζοντες.
 [00122]  ἑπτὰ δέ τινας ἐκ τούτων τὸν κόσμον ποιῆσαι, καὶ τὸν ἄνθρωπον διαπλάσαι, καὶ αὐτούς φησιν εἰ ρηκέναι τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν.
 [00365]  ∆εῦτε, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμῶν.
 [00720]  Τοὺς δὲ Μελχισεδεκιανοὺς, τμῆμα μὲν εἶναι τού των φασὶ, καθ' ἓν δὲ μόνον διαφωνεῖν, τὸ τὸν [83.393] Μελχισεδὲκ δύναμίν τινα καὶ θείαν καὶ μεγίστην ὑπολαμβάνειν, κατ' εἰκόνα δὲ αὐτοῦ τὸν Χριστὸν γε γενῆσθαι.
 [01165]  Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.
 [01342]  Ἀλλὰ γὰρ οὐκ ἔστιν εὑρεῖν εἰκόνα τῇ προκειμένῃ παρεξετάσει συμβαίνουσαν.
 [01348]  Οὐκ οὖν ἔστιν εὑ ρεῖν ἐναντίαν εἰκόνα τῇ τῶν ἐναντίων τούτων δογμά των διαφορᾷ·
 [01660]  Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, εἰκότως ἄρα καὶ τῆς ἀναπλάσεως γιγνομένης, καὶ τῆς καινῆς ἐπιτελουμένης δημιουργίας, κοινωνεῖ τῷ Πατρὶ καὶ ὁ Υἱὸς, καὶ τὸ πανάγιον Πνεῦμα·
 [01741]  Ἐπειδὴ γὰρ πᾶσα τέχνη παρὰ ἀνθρώποις ὕλης ὑποκειμένης προσδεῖται, καὶ κεραμευτικὴ μὲν πηλοῦ, οἰκοδομικὴ δὲ λίθων καὶ πλίνθων, ξύλων δὲ ἡ τεκτονικὴ καὶ ναυπηγικὴ, καὶ ἐρίων ἡ ὑφαντικὴ, καὶ ἡ σκυτοτομικὴ δὲ δερμάτων, καὶ ζωγραφία καὶ γυψοποιητικὴ χρωμάτων, καὶ συλλήβδην εἰπεῖν ἑκάστη τέχνη τῶν προσφόρων ὑλῶν, ὑπέλαβον οἱ ἀνόητοι καὶ τὸν Θεὸν μὴ δύνασθαι ὕλης δίχα δημιουρ γεῖν, καὶ οὐ συνεῖδον ὅσον ἀνθρώπου καὶ Θεοῦ τὸ διάφορον, καὶ ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν ὅσα τὸ ἀρχέτυπον, καὶ ὅτι ἄνθρωπος μὲν, ὡς εἰκὼν ἐξ ὄντων δημιουργεῖ, Θεὸς δὲ καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων.
 [01956]  Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν.
 [02968]  Οὗτος γὰρ χρι σθεὶς, καὶ πρῶτος ἀρχιερεὺς χειροτονηθεὶς, καὶ τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, εἶξε μὲν ταῖς δυσσεβέσιν αἰτήσεσι τοῦ παρανόμου λαοῦ, κατ εσκεύασε δὲ τὴν εἰκόνα τοῦ μόσχου, καὶ θυσίας μετὰ τῶν ἄλλων προσενήνοχε Λευϊτῶν·
 [02994]  ἀλλ' ὅμως τῆς πρώτης ἠξιώθη στολῆς, καὶ διὰ τοῦ δακτυλίου τὴν εἰκόνα τὴν θείαν ἀπέλαβε, καὶ τοῦ σιτευτοῦ ἀπήλαυσε μόσχου, καὶ ἑορτὴν μεγίστην ἐσχεδίασε τῷ πατρί.
000-00-00 Serial Number=0059797943
Historia ecclesiastica Ante [Go Back]  
 [00251]  πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη δι' ὧν ἡ μείζων ἐμφέρεια, δῆλον, ὡς αὐτὸς ἐπαίδευσεν ὁ κύριος ὁ πατήρ μου λέγων μείζων μού ἐστι .
 [00408]  [36] Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους εἰ λέγοιεν τὸν υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν σοφίαν τε μόνην τοῦ πατρὸς καὶ εἰκόνα ἀΐδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ πατρὸς καὶ θεὸν ἀληθινόν , κατελήφθησαν οἱ περὶ Εὐσέβιον δια νεύοντες ἀλλήλοις ὅτι·
 [02430]  πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν , ἀνθρω πείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περι κεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν.
 [02857]  ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐ σέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ Ἀβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες.
 [03037]  ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων, ἡ δὲ ψυχὴ ἡ κατ' εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη.
 [03390]  ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν, ἀλλ' ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαν νυμένους, ἄλλα τε ἔδρασεν ἃ ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος.
 [03406]  κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις.
 [03407]  μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς·
 [03408]  παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα.
 [03545]  ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι' ἐκείνην γενόμενον θράσος.
000-00-00 Serial Number=0793426633
Historia religiosa Ante [Go Back]  
 [00093]  [1.3] Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01045]  Μὴ τοίνυν διαφθείρετε τοῦ θεοῦ τὴν εἰκόνα μηδὲ πειρᾶσθε προστιθέναι ἅπερ σοφῶς οὐ δέδωκε, μηδὲ τὸ νόθον τοῦτο ἐπινοεῖτε κάλλος ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν ἐπιβουλεῦον.
000-00-00 Serial Number=0331249058
Interpretatio in Danielem Ante [Go Back]  
 [00488]  εἰκότως ὁ τῶν ὅλων Θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς ἀνθρω πίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσκων τῶν βασιλέων διαδοχὰς, καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον, καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν.
 [00491]  Ἐθεώρεις, ἕως ὅτου ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.
 [00492]  Τότε ἐλεπτύνθησαν εἰσάπαξ ὁ σίδηρος, τὸ ὄστρακον, ὁ χαλκὸς, ὁ ἄρ γυρος, ὁ χρυσὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.
 [00517]  Ἐπλη ρώθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας Οὗτος πατά ξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους καὶ σιδηροῦς, τουτέστι, καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν, φροῦδόν τε καὶ ἀφανῆ ποιήσει.
 [00609]  Ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν, καὶ γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν, ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης·
 [00667]  Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, καὶ ἔστησεν αὐ τὴν ἐν πεδίῳ ∆εηρᾶ ἐν χώρᾳ Βαβυλῶνος.
 [00673]  ὀλίγου δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν, ὥσπερ κύων εἰς τὸν ἴδιον ἔμετον, ᾗ φησιν ἡ θεία Γραφὴ, καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν, τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα, τὸ δὲ εὖρος πήχεις ἓξ, καὶ ταύτην ἐν ἰσοπέδῳ στήσας χωρίῳ, ὥστε ἴσως ἁπάντων ὑπερέχειν καὶ ὑπὸ πάντων ὁμοίως ὁρᾶ σθαι, παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων.
 [00675]  Ἐπειδὴ γὰρ ὁ Θεὸς ὄναρ αὐτῷ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην, καὶ διὰ τούτων αὐτῷ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν, ἀντιστρατευόμενος τῷ Θεῷ τὸν οἰκεῖον τῦφον, κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς, ὅσον ἡ τῶν ἀνθρώπων παρασχεῖν ἠδύνατο τέχνη.
 [00677]  Καὶ ἐπειδὴ ὁ μακάριος ∆ανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων, αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσῆν, τουτέστι τῶν Βαβυλωνίων, εἴτουν Ἀσσυρίων βα σιλείαν, τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν, αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς πᾶσαν ἐκ τοῦ χρυσίου τὴν εἰκόνα κατασκευάζει.
 [00695]  Αὐτίκα τοίνυν προσίασι μὲν τῷ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαῤῥήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν κάμινον·
 [00910]  Ὡς ἐξ ἑνὸς, φησὶ, στόματος ὕμνουν καὶ ἐδόξαζον τὸν Θεὸν, καὶ ηὐλόγουν ἐν τῇ καμίνῳ, τὴν ἀρίστην αὑτῶν συμφωνίαν, καὶ θαυμαστὴν ὑμν ωδίαν, τῇ παρὰ τὴν εἰκόνα συμφωνίᾳ καὶ τοῖς [81.1336] μουσικοῖς ἀντιτάξαντες ὀργάνοις, καὶ δεικνύντες, ὅσῳ τὸ μὴ προσκυνῆσαι τὴν εἰκόνα τοῦ προσκυνῆ σαι λυσιτελέστερον.
 [01154]  Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν·
 [01158]  Ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου, τὴν εἰκόνα ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατ ηνάγκασε, καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν.
 [01165]  Ἔτους ὀκτωκαιδεκάτου Να βουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν·
 [01919]  Ὁ μὲν οὖν Ναβουχοδονό [81.1413] σορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον, καὶ ὅτι σχήματα μᾶλλόν εἰσιν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλ' οὐ πράγ ματα·
000-00-00 Serial Number=0939156294
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04096]  Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας·
 [04186]  Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γε νέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε.
 [04459]  ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαν τας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν.
000-00-00 Serial Number=0138811052
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00343]  Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμ φην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι·
 [02713]  Νῦν μὲν τὴν ὀδύνην δεικνὺς, τῆς τικτούσης παρατίθησι τὴν εἰκόνα·
 [05005]  Λέγει δὲ μὴ εὑρίσκειν ἀξίαν εἰκόνα τοῦ πάθους.
000-00-00 Serial Number=0407217383
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00429]  Κυρίως δ' ἂν θεοὶ κληθεῖεν οἱ κατ' εἰκόνα θείαν γεγενημένοι, καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες.
 [01432]  Τὰ κενοτάφια δὲ λαβοῦσα (οὕτω γὰρ ἡ ἱστορία διδάσκει) σχηματίζει τὴν κλίνην, καὶ ἀῤῥωστοῦντος εἰκόνα διὰ τῶν ἱμα τίων διατυποῖ·
 [02881]  Ποικίλ λει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν.
 [03421]  ἀλλ' εἰκόνα διαρκεστέ ραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ χρόνων καὶ ἡμερῶν ∆ημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν.
 [03699]  Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
 [04295]  Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκρι βῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν.
000-00-00 Serial Number=0187386572
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00143]  καὶ τῶν ἀνθρώ πων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν.
 [02010]  οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύ τητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν.
 [02569]  Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνερ γεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές·
 [02628]  Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυ μάτων ὑπουργῷ γενομένῳ;
 [04020]  Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτ έστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενό μενον, καὶ τὴν οἰκουμένην καλύψαντα.
 [04209]  Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
 [04645]  καὶ ∆ανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα·
 [05290]  Ἁρμο δίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα.
 [05760]  Πάλιν εἰς ἑτέραν εἰκόνα μετέβη, τῆς συμφωνίας διδάσκων τὸ χρήσιμον·
000-00-00 Serial Number=0528214455
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00096]  τῷ δὲ Ἰεζεκιὴλ, ἐπὶ τῆς εὐωνύμου κατακλιθῆναι πλευρᾶς πεντήκοντα καὶ ἑκατὸν ἡμέ ρας προσέταξε, καὶ ἐπὶ τῆς δεξιᾶς τεσσαράκοντα, καὶ φαγεῖν τὸν ἄρτον ἐν βολβίτοις κόπρου ἀνθρω πίνης, καὶ λαβεῖν σκεύη αἰχμαλωσίας, καὶ διορύξαι τὸν τοῖχον, καὶ εἰκόνα διαγράψαι φευγόντων, καὶ οὕτω προαγορεῦσαι τὸν τοῦ Σεδεκίου δρασμόν.
 [00284]  Μετὰ ταύτας τῶν ἀγαθῶν τὰς ἐπαγγελίας, αὖθις ὁ Θεὸς τῷ προφήτῃ παρακελεύεται περὶ γυναῖκα διατεθῆναι μοιχεύτριαν καὶ πονηρίᾳ συζῶσαν, ἵνα πάλιν εἰκόνα δείξῃ διὰ τῶν πραγμάτων τῆς θείας περὶ τοὺς ἀναξίους φιλοστοργίας.
 [03245]  Καὶ ἐπειδὴ δρόσῳ καὶ ἀρνίοις αὐτοὺς ἀπείκασε, τὴν δεδομένην δὲ αὐτοῖς δύναμιν ὑπὸ τοῦ Θεοῦ διὰ τούτων οὐκ ἀποχρώντως ἐδήλωσε, καὶ ἄλλην τοῖς εἰρημένοις εἰκόνα προστίθησι.
 [03613]  Ἐπειδὴ γὰρ ἀπώλεσεν Ἀδὰμ τὸ κατ' εἰκόνα, ὃ διὰ τοῦ θείου ἔλαβεν ἐμφυ σήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς ἀποδέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν ἅπασι τοῖς πιστεύουσιν.
 [03922]  Τοῦτο δὲ σαφέστερον ἡμᾶς ὁ θεῖος ἐδίδαξε ∆ανιὴλ, χρυσῆν αὐτὸν εἰκόνα κατασκευάσαι φήσας, καὶ ταύ την προσκυνῆσαι τῶν ὑπηκόων ἀναγκάσαι τὸ πλῆθος, καὶ πρὸς τοῖς ἀρχομένοις τοὺς ἄρχοντας.
 [04189]  Ὅτι δὲ εἰς εἰκόνα δικαίων αὕτη παραλαμβάνεται, μάρτυς ὁ μέγας ∆αβὶδ βοῶν·
 [05045]  Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ εἶδε τμηθέντα ἀπὸ ὄρους λίθον ἄνευ χειρῶν, καὶ τὴν μὲν εἰκόνα πατάξαντα, καὶ τὰς ὕλας λεπτύναντα, γενόμενον δὲ εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψαντα.
 [05370]  Ὁμοιότητα δὲ προσήκει τὴν εἰκόνα ἔχειν πρὸς τὸ ἀρχέτυπον.
 [05770]  Οὐχ ἁπλῶς δὲ, τὰ ἄλλα δένδρα κα ταλιπὼν, τῆς ῥόας τέθεικε τὴν εἰκόνα·
000-00-00 Serial Number=0149224460
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02229]  οὐκοῦν ἔχεις τῶν ζητημάτων τὰς λύσεις, κατὰ μὲν τὸ τῆς διανοίας ἡμῶν ἐφικτὸν ἀνελλιπεῖς, σκιὰν δὲ ὥσπερ καὶ εἰκόνα τυγχανούσας τῆς ἀληθείας·
000-00-00 Serial Number=0293213487
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00032]  αὐτίκα γοῦν μετὰ πολλὰ καὶ ἄφραστα θαύματα, τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν·
 [00317]  ΞΙΞ Τίνι ὁ Θεὸς εἴρηκε ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν ;
 [00318]  Τινὲς μὲν τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸν εἰρηκέναι, καὶ τοὺς πονηροὺς δαίμονας ἔφασαν, οὐ συνιέντες οἱ ἐμβρόντητοι τὸ κατ' εἰκόνα ἡμετέραν Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε ἡ οὐσία οὔτε εἰκὼν ἡ αὐτή·
 [00320]  ἀνοίας τοίνυν ἐσχάτης, τὸ μίαν ὑπολαβεῖν εἰκόνα τῶν
 [00334]  οὕτω πάλιν ἑνικῶς μὲν εἰπὼν τὴν εἰκόνα , τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν·
 [00335]  οὐ γὰρ εἶπε κατ' εἰκόνας, ἀλλὰ κατ' εἰκόνα .
 [00348]  ΞΞ Τί ἐστι τὸ κατ' εἰκόνα ;
 [00349]  Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς εἰκόνα Θεοῦ κεκλήκασιν·
 [00353]  τινὲς δὲ ὑπὸ πολλῆς εὐηθείας τὸ σῶμα τὸ ἀνθρώπινον κατ' εἰκόνα Θεοῦ γεγενῆσθαί φασιν·
 [00370]  τὸ τοίνυν ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμε τέραν καὶ καθ' ὁμοίωσιν , τινὲς τῶν διδασκάλων οὕτως ἐνόησαν·
 [00371]  ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεός, τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα ἑαυτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων τε καὶ ἐμψύχων, καὶ αἰσθητῶν καὶ νοη τῶν·
 [00469]  Καὶ πῶς οἱόν τε ἦν τοὺς λόγῳ τετιμημένους καὶ κατ' εἰκόνα θείαν γεγε νημένους, οὐκ ἔχειν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ;
 [02397]  καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευά σαντες, ἐβόων χορεύοντες·
 [02401]  εἶχε δὲ αὐτὴ τῆς κτίσεως τὴν εἰκόνα.
 [02413]  ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν.
 [02424]  οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπε τάσματος τὴν τῶν ἐπουρανίων εἶχεν εἰκόνα·
 [02600]  ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος .
 [03881]  εἶδε γὰρ λίθον τμηθέντα ἄνευ χειρῶν, καὶ πατάξαντα τὴν εἰκόνα, καὶ συντρί ψαντα τὸν χρυσόν, τὸν ἄργυρον, τὸν χαλκόν, τὸν σίδηρον, τὸ ὄστρακον, καὶ γενόμενον ὄρος μέγα, καὶ καλύψαντα πᾶσαν τὴν γῆν .
 [04008]  ταῦτα δὲ λέγει παιδεύων αὐτοὺς μηδὲν ἴνδαλμα τεκτήνασθαι, μηδὲ πειραθῆναί ποτε θείαν εἰκόνα κατασκευάσαι, ἐπειδὴ τοῦ ἀρχετύπου τὸ εἶδος οὐχ ἑωράκασιν·
 [04010]  μὴ ἀνο μήσητε μηδὲ ποιήσητε ὑμῖν αὐτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς,
 [04026]  συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ.
 [04027]  διδάσκει δὲ καὶ ὡς πάμπαν ἀμήχανον θείαν εἰκόνα κατασκευάσαι·
 [04512]  οἱ γὰρ τὰ ἄψυχα θεοποιήσαντες καὶ μόσχου εἰκόνα θεὸν ὀνομάσαντες, [262] δῆλον ὅτι πολλῷ μᾶλλον ὡς θεὸν ἂν ἐσεβάσθησαν τὸν τοσούτων αὐτοῖς ἀγαθῶν γεγενημένον διάκονον·
000-00-00 Serial Number=0027689278
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00632]  Τινὲς δὲ μορφώματα τοῦ ∆αβὶδ νενοήκασι τὴν εἰκόνα·
 [01028]  Ἔδει γὰρ αὐτοὺς συνιδεῖν, ὡς δεῖξαι βουληθεὶς τῆς φιλοστοργίας τὸ θερμόν τε καὶ γνήσιον, τὴν εἰκόνα παρήγαγε.
 [03020]  Ἀλλ' ὅμως τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ τὸν ὄντως καταλελοιπότες Θεὸν, τὸ αὐτῆς ἴνδαλμα περὶ ζωῆς ἐπηρώτων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»