Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δυσμενεῖς [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δυσμενεῖς


000-00-00 Serial Number=0361858308
Commentaria in Isaiam Ante [Go Back]  
 [00255]  Ὑπεναντίους δὲ αὐτοὺς καλεῖ ὡς ἀντιτείνοντας ἀεί, ἐχθροὺς δὲ ὡς δυσμενεῖς ὄντας.
 [01216]  Οὗτοι δὲ αὐτοὶ οἱ ἀόρατοι δυσμενεῖς οἱ τὸν ἄνθρωπον δι' ἀπάτης γυμνώσαντες τῆς προτέρας δόξης καὶ τῆς θείας εἰκόνος τὴν στολὴν ἀπο δύσαντες αὐτοὶ μὲν δώσουσιν ὧν ἐτόλμησαν δίκας, ἣν δὲ ἔλαβον στολὴν μετὰ καταλλαγῆς ἀποτίσουσιν.
 [07526]  Πῦρ δὲ τοὺς ἡμετέρους δυσμενεῖς δαπανήσει καὶ φανερὰ πᾶσιν ἡ σὴ γενήσεται δύναμις.
000-00-00 Serial Number=0669716239
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01813]  καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γρα φάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι.
000-00-00 Serial Number=0604968131
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02751]  τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα λύσω.
000-00-00 Serial Number=0660235405
Historia ecclesiastica Ante [Go Back]  
 [00841]  πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον.
 [01773]  θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντι πάλων πλεονεκτήματα, ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀ ναγκαζόμενοι.
 [03623]  καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν·
000-00-00 Serial Number=0598864734
Historia religiosa Ante [Go Back]  
 [00044]  Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φρον τίσαντες φυλακῆς καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντας εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον·
 [00780]  Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἂν εἰκότως ἀπιστότερος Ἰουδαίων κληθείη, εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες ἡττῶνται ὅμως καὶ ταῖς τῆς ἀληθείας ἀκτῖσι παραχωροῦσιν, οἱ δὲ εὖνοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ οὐδὲ τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν;
000-00-00 Serial Number=0407183290
Interpretatio in Danielem Ante [Go Back]  
 [01889]  καὶ ἡνίκα δὲ οἱ δυσμενεῖς νενικηκέναι ᾠήθησαν, τηνικαῦτα πανωλεθρίαν ὑπέμειναν.
000-00-00 Serial Number=0297107995
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04066]  Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ [81.1092] σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυό μενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνο μάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσ ηγορίᾳ;
000-00-00 Serial Number=0120192766
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04861]  Θρηνεῖ δὲ διαφερόντως τὸ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμῆσαι τοὺς δυσμενεῖς, καί φησι·
 [05021]  διδάσκει δὲ καὶ οἵοις οἱ δυσμενεῖς ἐκέχρηντο λόγοις, ἐφ ηδόμενοι τοῖς συμβεβηκόσιν αὐτῇ κακοῖς.
 [05180]  Θρηνεῖ δὲ καὶ ὀδύρεται διαφερόντως, ὁρῶν ἐπικερτομοῦντας τοὺς δυσμενεῖς, καὶ τῷ λαῷ τὰ ὀνείδη προσφέροντας·
000-00-00 Serial Number=0859861791
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00934]  Θεα σάμενος γὰρ τοὺς ἐμοὺς δυσμενεῖς καταλυθέντας, καὶ εἰς φυγὴν τραπέντας, εἶτα ἁλόντας καὶ παν ωλεθρίαν ὑπομείναντας, ὑμνῶ σε καὶ τὰς σὰς ᾄδων εὐεργεσίας διατελῶ.
 [01198]  Τί δήποτε, φησὶ, παραινεῖτέ μοι φυγεῖν, καὶ τὰ ὄρη περινοστεῖν, στρουθίου δίκην ἐπτοημένου, καὶ τὰς σκηνὰς τῇδε κἀκεῖσε μεταβαίνειν, βε βαίαν ἔχοντι τὴν εἰς Θεὸν ἐλπίδα, καὶ δι' ἐκείνην τοὺς δυσμενεῖς μὴ δειμαίνοντι;
 [02201]  Εἰκότως δὲ αὐτοὺς ἀλλοτρίους ὠνόμασεν, ὡς δυσμενεῖς καὶ πολεμίους, καὶ παντελῶς ἀρνησα μένους τὴν πρὸς ἡμᾶς οἰκειότητα.
000-00-00 Serial Number=0951584697
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01255]  Ἄνω θέν με γὰρ τῆς οἰκείας ἀξιώσας προνοίας, καταγε [80.1292] λάστους ἀπέφηνέ μου τοὺς δυσμενεῖς.
 [01725]  Ἐπειδὴ γὰρ ἀνά στατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ [80.1324] δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους.
 [02482]  Κα θάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπε λάζων, οὕτω, ∆έσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς.
 [02896]  Λέγει δὲ ὅτι Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος.
 [03243]  Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας.
 [04055]  Ἐν γὰρ τοῖς ἡμε τέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης.
 [05467]  Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται.
000-00-00 Serial Number=0931726038
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03523]  Οὐ γὰρ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα προσ μένει.
 [05500]  Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν·
000-00-00 Serial Number=0662871838
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03770]  ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς [81.1808] δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦ τον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται.
000-00-00 Serial Number=0142224967
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01651]  Κοινωνῆσαι τῆς συμπλοκῆς βουληθέντα τὸν βασι λέα διεκώλυσεν ὁ στρατηγὸς, καὶ δεδιὼς μή τι πάθῃ (εἰκὸς γὰρ ἦν κατ' αὐτοῦ μόνου χωρῆσαι τοὺς δυσμενεῖς), καὶ ἀγωνιῶν μὴ νικήσας οἰκτείρῃ τὸν τύραννον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»