Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δυνατὸν [138]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δυνατὸν


000-00-00 Serial Number=0212915778
Commentaria in Isaiam Ante [Go Back]  
 [01072]  Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν [8καὶ] ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι.
 [02102]  οὗτος γὰρ εἰς τὸν αἰῶνα χρόνον δῶρα κυρίῳ προσφέρει καὶ τὴν τοῦ Σεναχηρὶμ παράδοξον κατάλυσιν ἐν ταῖς ἐκκλησίαις ἀκούων ὕμνοις τὸν δυνατὸν καὶ φιλάνθρωπον δεσπότην ἀμείβεται.
 [04468]  ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης , ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων.
 [06380]  «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.».
000-00-00 Serial Number=0617947638
De incarnatione domini Ante [Go Back]  
 [00107]  ἀνθρωπείαν μὲν φύσιν ἀναλαβὼν, τῆς δὲ τυραννού σης ἐν τοῖς ἀνθρώποις ἁμαρτίας τὸν ζυγὸν μὴ δεξά μενος, ἀλλὰ πᾶσαν ταύτης ἀποῤῥίψας τὴν δεσπο τείαν, καὶ δείξας, ὡς δυνατὸν ἐν ἀνθρωπείᾳ φύσει τῶν τῆς ἁμαρτίας περιγενέσθαι βελῶν·
 [00359]  νῦν δὲ διδά σκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητὸν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐ τόν·» οὐ γὰρ ἐγὼ, φησὶν, ὑφ' ὑμῶν λυθήσομαι, ἀλλ' ὁ ληφθεὶς ὑπ' ἐμοῦ ναός·
000-00-00 Serial Number=0693562508
De providentia orationes decem Ante [Go Back]  
 [00023]  ἀλλ' ἵνα καὶ τὴν περὶ αὐτὸν εὔνοιαν δείξωμεν, καὶ τῶν ὁμοδούλων τὸ θράσος, εἰ μὲν δυνατὸν, καταλύσωμεν·
 [00107]  Καὶ οὔτε τοῦτο ἐξ ὑπωρείας εἰς ἀκρώρειαν ἀνάγειν δυνατὸν, οὔτε ἐκεῖνο πεῖσαι κάτω πέμψαι τὴν φλόγα·
 [00201]  Ὢ τῆς ἀῤῥή του φιλανθρωπίας! Ὢ τῆς ἀφράστου σοφίας! Τίς ἂν ἀξίως θαυμάσειε τῆς τοῦ Θεοῦ προνοίας τὸ ἀγαθὸν, τὸ δυνατὸν, τὸ ἐν ἀπόροις εὔπορον, τὸ ἐν ἀμηχάνοις εὐμήχανον, τὴν μεγαλουργίαν, τὴν εὐπορίαν;
 [00511]  Οὕτω γὰρ δυνατὸν, τῶν τε πολεμίων ἀπαλλάττεσθαι, καὶ τοὺς φίλους καὶ εὐερ γέτας τῶν λόγων ἐπακούοντας, τὰς ψυχὰς ὑγιαί νειν·
 [00907]  Ἐπειδὴ τοίνυν τίνα τε τὰ τῆς ἀρετῆς μόρια μεμαθήκαμεν, καὶ ποίαν ἕκαστον ἔννοιαν ἔχει καὶ δύναμιν, φέρε πάλιν ζητήσωμεν, πῶς ταῦτα τὸν βουλόμενον δυνατὸν κατορθῶσαι, πλούτῳ χρώμενον συνεργῷ, ἢ τὴν πενίαν ἐπίκουρον εἰς τὴν κτῆσιν λαμβάνοντα.
 [01473]  δυνατὸν γὰρ καὶ πονηροῖς δεσπόταις δου λεύοντα, φυγεῖν παντὶ σθένει τῆς πονηρίας τὴν μί μησιν.
 [01576]  ∆υνατὸν γὰρ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας κατα μαθεῖν, καὶ γνῶναι σαφῶς, ὡς δυνατὸν πονηροῖς δεσπόταις δουλεύοντας μηδεμίαν ἐκεῖθεν ἐκμάξασθαι πονηρίαν, ἀλλὰ τὴν ἄκραν τῆς ἀρετῆς καταλαβεῖν κορυφὴν, καὶ τούτους τῆς πλάνης ἐλευθεροῦν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν, καὶ πολλοῖς ἑτέροις προκεῖσθαι σωτηρίας ἀρχέτυπον.
 [01590]  Ἐγὼ μὲν οὖν ἐκ τῶν θείων ὑπέδειξα λο γίων, ὡς δυνατὸν πονηρῷ δεσπότῃ δουλεύοντα, καὶ κακίαν φεύγειν, καὶ ἀρετὴν μετελθεῖν, καὶ τοῖς δεσπόταις πολλὰς προφάσεις παρασχεῖν ὠφε λείας.
 [01783]  ἀλλὰ γὰρ οὐδὲ συγκρῖναι δυνατὸν τὰ ἀσύγκριτα.
000-00-00 Serial Number=0282086551
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02362]  κἂν μὲν εἴποιεν δυνατὸν τῷ Θεῷ τὸ ψεῦδος, ὡς δυσσεβεῖς καὶ βλασφήμους τῆς ὑμετέρας συμμορίας ἐξελάσατε.
 [02363]  Εἰ δὲ σύνθοιντο καὶ αὐτοί, μὴ δυνατὸν εἶναι τοῦτο τῷ τῶν ὅλων Θεῷ, πάλιν προσερωτήσατε, εἰ δυνατὸν ἄδικον γενέσθαι τὸν τὴν δικαιοσύνην πηγάζοντα.
 [02364]  Εἰ δὲ συνομολογήσαιεν καὶ τοῦτο ἀδύνατον εἶναι τῷ τῶν ὅλων Θεῷ, πυθέσθαι χρὴ πάλιν, εἰ δυνατὸν ἄσοφον γενέσθαι τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὸν Θεὸν μὴ εἶναι Θεόν, καὶ τὸν Κύριον ὡσαύτως μὴ εἶναι Κύριον, καὶ τὸν ∆ημιουργὸν οὐ ∆ημιουργόν, καὶ τὸν ἀγαθὸν οὐκ ἀγα θόν, ἀλλὰ κακόν, καὶ τὸ ἀληθινὸν φῶς μὴ εἶναι φῶς, ἀλλὰ τοὐναντίον.
 [02368]  Οὐδὲ γὰρ περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγοντες, ὡς ἀδύνατον αὐτὴν ἀποθανεῖν, ἀσθένειαν αὐτῆς κατηγοροῦ μεν, ἀλλὰ τῆς ἀθανασίας αὐτῆς τὸ δυνατὸν κηρύττομεν.
000-00-00 Serial Number=0007908463
Eranistes Ante [Go Back]  
 [00676]  Τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, Ὁ λόγος σὰρξ ἐγένετο, ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν.
 [00914]  Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι θεῷ, καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δήπου καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν σωματικῶς.
 [02775]  {ΟΡΘ.} Ἀλλὰ διαρρήδην ἡμεῖς ἀπεδείξαμεν, ὡς κατ' οὐδένα τρόπον θανάτου μετασχεῖν δυνατὸν τὸ φύσει ἀθάνατον.
 [02825]  {ΟΡΘ.} Καὶ τὸ ἁμαρτάνειν ἄρα δυνατὸν τῷ παντοδυνάμῳ θεῷ κατά γε τὸν ὅρον τὸν σόν.
 [02833]  {ΕΡΑΝ.} Οὐδὲν τῶν τοιούτων ἢ βουλητὸν ἢ δυνατὸν τῷ θεῷ.
 [02876]  Τὸ δυνατὸν οὖν ἄρα τῆς ἀληθείας διὰ τοῦ ἀδυνάτου σημαίνεται.
 [02998]  {ΟΡΘ.} Ἐπειδὴ τοίνυν κεκοπιακέναι αὐτὸν καὶ μὴ κοπιᾶν ἡ θεία λέγει γραφή (ἀληθῆ δὲ ἀμφότερα, ψευδὲς γὰρ οὐδὲν ἡ θεία λέγει γραφή), σκοπητέον πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο τῷ ἑνὶ προσώπῳ δυνατὸν προσαρμόσαι.
000-00-00 Serial Number=0543760598
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01214]  Ἄτοπον γὰρ ἀγαπηθεῖσαν, καὶ τοσούτων ἀξιωθεῖσαν, μὴ τοῖς ἴσοις κατὰ τὸ δυνατὸν ἀμείψασθαι τὸν ἀγαπήσαντα.
 [01599]  καὶ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.
 [01621]  Οὔτε γὰρ δυνατὸν ἑτέρως τῆς θείας Γραφῆς καταμαθεῖν τὴν διάνοιαν, διαφερόντως δὲ τοῦ Ἄσματος τῶν ᾀσμάτων, εἰ μὴ αὐτὸς ὁ τοῖς συγγραφεῦσιν ἐκείνοις ἐμπνεύσας τὸ ὀπτικὸν ἡμῶν φωτίσειε, χάριτος ἀκτῖνας πέμψας, καὶ τὸν κεκρυμ μένον ὑποδείξειε νοῦν.
 [02172]  δυνατὸν γὰρ, κἂν ἐπιλάθηταί τις τῆς ἑρμηνείας, εἰς ἐκεῖνα ἀναδραμόντα τὴν σαφήνειαν εὑρεῖν.
000-00-00 Serial Number=0233750582
Graecarum affectionum curatio Ante [Go Back]  
 [01155]  Ὁ δὲ Στράτων ἔμπαλιν ἔξ ωθεν μὲν μηδὲν εἶναι κενόν, ἔνδοθεν δὲ δυνατὸν εἶναι.
 [01841]  θεῷ γάρ φησι δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας.
 [01924]  τὸν δὲ θεόν, ὄντα τε σοφόν, βουλόμενόν τε ἐπιμελεῖσθαι, δυνατὸν εἶναι, καὶ δυνάμενον μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν δὲ ὄντων μηδαμῇ ἐπιμελεῖσθαι δυνατὸν εἶναι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ [6.46] πόνους ῥᾳθυμοῦντα.
 [02445]  Οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακα ρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων.
 [03290]  Ἐγὼ δὲ ὑμῖν, ὡς ἔμοιγε δυνατὸν καὶ ὑμῖν χωρητόν, δηλώσω καὶ ταῦτα, τῇ τῶν θείων λογίων πάλιν χρώμενος δᾳδουχίᾳ.
 [03308]  τὸ γὰρ ὁμοιωθῆ ναι τῷ θεῷ κατὰ τὸ δυνατὸν τέλος ὡρίσατο ἀγαθῶν.
 [03310]  ἡ δὲ τοῦ κατὰ τὸ δυνατὸν προσθήκη ἀξιαγαστότερον τὸν ὅρον ἀπέφηνεν·
 [03311]  οὐ γὰρ κατὰ πάντα δυνατὸν ὁμοιωθῆναι Θεῷ.
 [03820]  Οὔ φημι εἶναι ἀνθρώποις δυνατὸν μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι·
000-00-00 Serial Number=0958641469
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01271]  Τούτῳ τοίνυν ἐπιθεὶς τῷ τετάρτῳ βιβλίῳ τὸ πέρας, τὴν τῆς εὐαγγελικῆς διδασκαλίας εὐγένειαν, ὡς ἔμοιγε δυνατὸν, ἐπιδεῖξαι πειράσομαι.
 [01541]  Ἐπειδὴ δὲ οἱ τὰ θεῖα θεοπρεπῶς νοεῖν οὐκ ἐθέλοντες οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ·
 [01672]  Τὸ δὲ Σαδδαῒ, τὸν ἱκανὸν καὶ δυνατὸν σημαίνει·
 [02642]  τουτέστιν, ἰσχυρὸν καὶ δυνατὸν ἑαυτὸν προσαγορεύσει θεόν.
000-00-00 Serial Number=0336886287
Historia ecclesiastica Ante [Go Back]  
 [02006]  παγίως δὲ τὰς συμβουλὰς εἰσδεξά μενος ἤρετο τὴν διδάσκαλον τίς ἂν γένοιτο πόρος δι' οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ' αὐτῶν κη ρυττομένης ἀληθείας μεταλαχεῖν.
 [02007]  ἡ δὲ ἔλεγεν χρῆναι τὸν πατέρα φυγεῖν καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου δημιουργόν, καὶ πόλιν ἑτέραν καταλαβεῖν ἐν ᾗ λαθεῖν δυνατὸν καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας·
000-00-00 Serial Number=0730899394
Historia religiosa Ante [Go Back]  
 [00061]  οὔτε γὰρ ἴσμεν τοὺς πανταχοῦ διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ' ἑνὸς συγγραφῆναι.
 [00322]  Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν.
 [00823]  [6.12] Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν.
 [01279]  Τῶν δὲ λεγόντων ὡς οὐ δυνατὸν ἑνὶ δὶς τὴν αὐτὴν ἐπιτεθῆναι χειροτονίαν, οὐκ εἶξεν οὐδὲ ἀφίκετο ἕως αὐτὸν ὁ χρόνος καὶ οἱ συνήθεις τοῦτο πολλάκις ἐδίδαξαν.
 [01301]  οὐδὲ γὰρ τρίχα μίαν σοι δυνατὸν διαπλάσαι.
 [01428]  ἔδειξε γὰρ οὗτός τε καὶ οἱ κατ' αὐτὸν τῆς τοῦ θεοῦ φροντισταὶ θεραπείας ὡς δυνατὸν καὶ ἐν μέσῳ πολλῶν στρεφομένους αὐτῆς ἐφικέσθαι τῆς τῶν ἀρετῶν κορυφῆς ἧς ἐγὼ τῆς γοῦν ὑπωρείας μικρὸν ἄνω γενοίμην ταῖς τούτων προσευχαῖς βοηθούμενος.
 [02396]  Εἰ δὲ καὶ δυνατὸν ἦν, παρέλκον εἶναι νομίζω καὶ φιλοτιμίαν οὐδὲν ἔχουσαν κέρδος.
 [02410]  Οὕτω καὶ τοὺς ἄλλους τεχνίτας, ἵνα μὴ καθ' ἕκαστον λέγω, δυνατὸν διαγνῶναι, καὶ ἀθλητὰς καὶ δρομέας καὶ τραγῳδίας ὑποκριτὰς καὶ κυβερνήτας καὶ ναυπηγοὺς καὶ ἰατροὺς καὶ γηπόνους καὶ τοὺς ἄλλους ἁπαξαπλῶς, ὅσοι τινὰ μεταχειρίζουσι τέχνην·
 [02461]  Οὗτος αὐτοὺς καὶ τρέφει, καὶ ἄρδει, καὶ περιβάλλει, καὶ πτερὰ δίδωσι, καὶ πέτεσθαι διδάσκει, καὶ τὸν οὐρανὸν ὑπερβαίνειν παρα σκευάζει, καὶ τὸν ἐρώμενον ὡς δυνατὸν ἐπιδείκνυσι, καὶ τῇ φαντασίᾳ τῆς θεωρίας πυρσεύει τὸν πόθον, καὶ διεγείρει τὸ φίλτρον, καὶ σφοδροτέραν ἐξάπτει τὴν φλόγα.
000-00-00 Serial Number=0400117397
Interpretatio in Danielem Ante [Go Back]  
 [00134]  Πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν, ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην Θεὸν, εἰ μὴ τὰ [81.1272] βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο;
 [00227]  πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι·
 [00703]  ἀλλὰ καὶ ἑτέρωθεν καταμα θεῖν δυνατὸν, ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον·
 [00883]  Πρόσ ωπον δὲ Θεοῦ ἐνταῦθα τὴν εὐμένειαν ἐκάλεσε, καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν, καὶ τὴν τῆς κηδεμο νίας ἀπόληψιν, ἧς ἀπολαύοντας δυνατὸν ἦν ὁρᾷν καὶ τὸν θεῖον νεὼν, καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας, δι' ὧν ἀσώματον ὄντα τὸν Θεὸν καὶ ἀόρατον ὁρᾷν ἐφαντάζοντο.
 [00983]  μονονουχὶ λέγοντες, ὅτι δυνατὸν εὐνοϊκῶς δουλεύειν τῷ ∆εσπότῃ καὶ τὸν ἱερωσύνης γεγυμνωμένον.
 [01723]  Ἐξ ἑκατέρας τοίνυν προφητείας εὑρεῖν δυνατὸν τὸ ἀληθές·
 [02061]  Καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ Θεοῦ, δι' ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον·
 [03460]  Τῶν γὰρ πατέρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων, καὶ τὸν ἐπὶ πάντων Θεὸν σφᾶς αὐτοὺς ὀνομάσαι μὴ τετολμηκό των, οὗτος Θεὸν ἰσχυρὸν καὶ δυνατὸν (τοῦτο γὰρ σημαίνει τὸ Μαωζεὶμ) ἑαυτὸν προσαγορεύει.
000-00-00 Serial Number=0526191413
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00496]  Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν.
 [00520]  Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι' ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χω ρητός.
 [00645]  καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συν αγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμα θεῖν·
 [01829]  Καὶ τούτων δὲ ἕκαστον δυνατὸν οὕτω νοῆσαι·
 [02044]  οὔτε γὰρ δυνατὸν ἑτέρως αὐτῆς τὸν σκοπὸν διαγνῶναι.
 [02129]  Ὄνυχες γὰρ βασιλέως οἱ στρατιῶται, καὶ τὸ ἔσχατον τοῦ σώματος ἔχοντες, διὰ τὸ τοῖς ἡγεμόσιν ὑποκεῖσθαι, καὶ τὸ ὀξὺ καὶ δυνατὸν, εἰς τὸ [81.960] πλήττειν καὶ σπαράττειν θηρίου δίκην τοὺς ἀντιλέ γειν ἐπιχειροῦντας.
 [02325]  Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιο σύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦ σαι, καὶ τιμωρίας ἀπαλλαγῆναι.
 [02732]  διὰ γὰρ τῆς χειρὸς τῆς κραταιᾶς καὶ τοῦ ὑψηλοῦ βραχίονος, τὸ δυνατὸν ὁμοῦ καὶ τὸ τιμωρητικὸν παρεδήλωσεν·
 [05172]  Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πί στεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρημα τίζουσι·
 [05476]  εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα.
 [05620]  Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνε ται, ἀλλ' ἢ οἰκονομοῦντος ἐπ' ἀγαθῷ, ἢ συγχωροῦν τος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας [81.1201] ἁμαρτίας.
 [05807]  Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύ της ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον.
000-00-00 Serial Number=0684285283
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01189]  διὰ τούτων γὰρ δυνατὸν, καὶ ζωὴν, καὶ θάνατον εἰσελθεῖν.
 [02031]  Καὶ ἄλλως δὲ δυνατὸν νοῆσαι·
 [02538]  διδάσκει δὲ διὰ τῶν εἰρημένων, ὅτι δυνατὸν, ἂν θελήσωσι, δέξασθαι τοῦ τρόπου μεταβολήν.
 [02803]  ∆ιδάσκων δὲ καὶ τὸ δυνατὸν, ἐπιφέρει·
 [03608]  Καὶ τὸ ἀΐδιον αὐτοῦ καὶ τὸ δυνατὸν, κατὰ ταυτὸν ἡμᾶς ἐδίδαξεν.
 [04093]  Καὶ τὸ δυνατὸν αὐτῶν δεδήλωκε, καὶ τὸ ἁβροδίαιτον.
000-00-00 Serial Number=0788555920
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00841]  καὶ κατὰ τὴν ἱστορίαν δέ γε δυνατὸν γνῶ ναι τὴν τῆς προφητείας ἀλήθειαν.
 [01501]  Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ πο τήριον τοῦτο ἀπ' ἐμοῦ·
 [01563]  Πάτερ, εἰ δυνατὸν, παρελθέτω τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ.
 [01752]  ταύτην γὰρ μόνην τῷ Θεῷ τὸν εὖ πεπονθότα δυνατὸν ἀντιδοῦναι·
 [01886]  Καὶ πῶς δυνατὸν τοῦτο κατορθῶσαι;
 [02147]  ὅτι καὶ πόῤῥωθεν ὄντας δυνατὸν ἀπολαῦσαι τῆς θέρμης.
 [02408]  Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·
 [02759]  Καλοῦσι δὲ αὐτὸν καὶ Κύριον κραταιὸν, καὶ δυνατὸν ἐν πολέμῳ.
 [02844]  ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι Θεῷ εἰκότως ὁ προφητικὸς ἔφη λόγος·
 [03673]  καὶ δυνατὸν ἡμᾶς εὔηχον καὶ παναρμόνιον ὄργανον ἡμᾶς αὐτοὺς ἀποφῆναι, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν τὸν Θεὸν ἀνυμνῆσαι.
 [04797]  Πά τερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.
 [04917]  διὰ ταύτης με γὰρ δυνατὸν καὶ τῆς πικρᾶς ἀπαλ λαγῆναι δουλείας, καὶ εἰς τὴν γῆν τὴν πατρῴαν ἐπαν ελθεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ ναῷ τὴν νενομισμέ νην λατρείαν προσενεγκεῖν.
000-00-00 Serial Number=0177587271
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00555]  Οὕτω γὰρ δυνατὸν τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας ἐπιτυχεῖν.
 [01737]  σοὶ γὰρ μόνῳ δυνατὸν διαλῦ σαι τὰς συμφοράς·
 [02458]  Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.
 [03283]  εἰσελεύσο μαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι.
 [04792]  Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος.
000-00-00 Serial Number=0592463434
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00127]  Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι;
 [00317]  Σὺ, φησὶ, τῷ θεράποντί σου ∆αβὶδ ἐμαρ τύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατ ορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας.
 [00339]  [ἐν τῷ λέγειν τὸν Χριστὸν, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.
 [01117]  Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια δείκνυσιν.
 [01834]  Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμει βόμενοι.
 [01952]  ∆υ νάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λα βόντας.
 [01962]  Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδά σκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστή ριον ὕμνον.
 [01993]  Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν.
 [02020]  τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκα τέρων διδάσκων.
 [03358]  Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·
 [03824]  Πάτερ γὰρ, φησὶν, εἰ δυνατὸν παρ ελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.
 [03992]  δι' ἐκείνας γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν.
 [04083]  καὶ διδάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι [80.1821] τὴν πρακτικὴν ἀρετήν.
 [04691]  Οὔτε γὰρ δυνατὸν δύο κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολα σίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας·
 [05160]  Καὶ δεικνὺς τῆς βοη θείας τὸ δυνατὸν ἐπήγαγε·
 [06210]  Τὸν οὕτω πάντα σαφῶς ἐπιστάμενον πῶς δυνατὸν λαθεῖν δραπε τεύοντα;
 [06266]  Οὐ δέν σε, φησὶ, λαθεῖν δυνατὸν ἐν τῷ κρυπτῷ τῆς φύ σεως ἐργαστηρίῳ διαπλάττοντα τῶν ἀνθρώπων τὴν φύσιν.
000-00-00 Serial Number=0539424300
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00015]  Εἰ δὲ καὶ τοῖς ἑτέρων ἐνθυμήμασί τις ἀκολουθεῖν ἡμᾶς φήσειε, καὶ οὕτως εὑρήσει τὸν δυνατὸν ἡμῖν ἔρανον συνεισφέρον τας.
 [01327]  τούτου γάρ σε χά ριν καὶ ἐταπείνωσα παιδεύσας, καὶ δυνατὸν ἀπο φανῶ φιλανθρωπίᾳ χρησάμενος, καὶ παραπλησίως ἀρκεύθῳ πεπυκνωμένῃ γενήσομαί σοι, καὶ τοὺς παρ' ἐμοῦ τρυγήσεις καρπούς.
 [01339]  οὔτε γὰρ συνιέναι ταῦτα δυνατὸν τοὺς τοῦ θείου Πνεύματος τὴν αἴγλην μὴ δεξαμένους, οὔτε φυλάξαι μὴ τῆς ἄνωθεν ἀπολαύοντας βοηθείας.
 [01452]  Πῦρ δὲ καὶ τοὺς πολεμίους νοῆσαι δυνατὸν, πυρὸς δίκην πᾶσαν τὴν χώραν ἐκείνην δῃώσαντας·
 [01524]  Καὶ ἑτέρως δὲ δυνατὸν ταῦτα νοῆσαι·
 [01741]  Καὶ κατὰ τὴν ἱστο ρίαν δὲ δυνατὸν τὰ εἰρημένα νοῆσαι·
 [02890]  Καὶ τοῦτο πολλαχόθεν μαθεῖν δυνατὸν παρὰ τῆς θείας Γραφῆς.
 [05297]  Προσήκει δὲ ὑμᾶς τοῦ ὑποσχομένου τὸ δυνατὸν εἰδό τας, ἀνενδοιάστως δέχεσθαι τὰ λεγόμενα, καὶ πι στεύειν ὡς σωτηρίας ἁπάσης τὸν ἐμὸν ἀξιώσω λαὸν, καὶ πάντοθεν αὐτὸν συναθροίσας εἰς τὴν πατρῴαν γῆν ἐπανάξω·
000-00-00 Serial Number=0311273634
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00657]  Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ καὶ τὸ πιστεύειν τῶν βρεφῶν τὴν ἀνάστασιν·
 [00912]  δυνατὸν γὰρ [τῷ] πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς λέγεσθαι καὶ τὰ ἀκάθαρτα.
 [01126]  πῶς οὖν τὰ ἐναντία ἀλλήλοις ἀμφότερα δυνατὸν ἀληθεύειν;
 [01615]  ἀλλ' ἐπειδὴ τὰ ἡμέτερα δυνατὸν καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέτερα μαθήματα ἐκείνης τῆς ἀνάγκης.
 [01647]  καὶ ἀνάπαλιν τὸ τινὶ ἀν θρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει.
 [01648]  ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις·
 [01732]  ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν.
 [02000]  τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου.
000-00-00 Serial Number=0595029831
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02586]  θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωϋσέα τελείοις τὴν ἀρετήν·
 [04593]  καὶ τὸ δυνατὸν δὲ τῶν φυλῶν διδάσκων, μονο κέρωτι καὶ ταύρῳ ἀπείκασε·
 [05402]  οὔτε, φησίν, ἐγκύμων εἰμὶ ἵνα τοῖς ὑπ' ἐμοῦ τεχθησομένοις ἀναμείνητε συναφθῆναι, οὔτε ἀνδρί με γήμασθαι δυνατὸν διὰ τὸ γῆρας·
000-00-00 Serial Number=0633348644
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01882]  καὶ ἐν τῷ πολέμῳ δὲ δυνατὸν αὐτὸν διαφυγεῖν τῶν πολε μίων τὰς χεῖρας, πρῶτον μὲν τοῖς ὀχυρωτάτοις καὶ δυσαλώτοις φρουρίοις χρησάμενον, ἔπειτα δὲ καὶ τοῖς ἀριστεύουσιν ἐκείνοις περιφραττόμενον·
 [04048]  προσφέρειν δὲ αὐτῷ τὸ δυνατὸν ἐμοὶ βουλόμενος σέβας, χειροποίητον οἶκον οἰκοδομῶ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»