Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δογμάτων [193]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δογμάτων


000-00-00 Serial Number=0462823868
Commentaria in Isaiam Ante [Go Back]  
 [02167]  Αἰσχύνονται δὲ καὶ οὗτοι τῆς τῶν δογμάτων δυσσεβείας |125 b| ἐλεγχομένης καὶ ἀνιῶνται καταγωνίζεσθαι τὴν ἀλήθειαν οὐκ ἰσχύοντες.
 [02806]  ∆ιδάσκει τοίνυν ὡς τῶν εὐσεβῶν ὁ χορὸς ὁρῶν τὴν τῶν πολεμίων κατάλυσιν ἀνυμνεῖ τὸν εὐεργέτην θεὸν καὶ τῆς εὐσεβοῦς πολιτείας τὸ ἄμαχον δείκνυσι παρακαλεῖ δὲ καὶ τὰς ἐπουρανίους ἀνοιγῆναι πύλας τῷ τῆς δικαιοσύνης τροφίμῳ λαῷ τῷ καὶ τὴν περὶ ἀνθρώπους δικαιοσύνην καὶ τῶν θείων δογμάτων φυλάξαντι τὴν ἀλήθειαν καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην ἐντελῶς κτησαμένῳ καὶ ἐπὶ τῆς εἰς αὐτὸν ἐλπίδος βεβαίως ἐρηρεισμένῳ.
 [03793]  τὸ στόμα λαλοῦν τὴν τῶν δογμάτων εὐθύτητα, τὰς χεῖρας δωροδοκίας ἀπεχομένας, τὰ ὦτα τοῖς ἀδίκοις λόγ οις τὰς εἰσό δους ἀποτειχίζοντα, τοὺς ὀφθαλμοὺς τοῖς ἐκ φύσεως κεχρημένους καλύμμασι καὶ περιορᾶν οὐ κ ἀνεχομένους τὰ παρανόμως γινόμενα.
 [03849]  Ποταμοὶ μὲν οἱ πρῶτοι τῆς ἀληθείας κήρυκες, διώρυγες δὲ οἱ ἐκείνων μαθηταὶ καὶ διάδοχοι ἐξ αὐτῶν μὲν ἕλκοντες τὰ σωτήρια δογμάτων ῥεῖθρα, ἄρδοντες δὲ τὸν θεῖον παράδεισον.
 [06706]  Κατηγορεῖ δὲ αὐτῶν μοιχείαν οὐ μόνην τὴν τῶν γάμων ἀλλὰ καὶ τὴν τῶν δογμάτων διαφθοράν·
000-00-00 Serial Number=0338560283
De incarnatione domini Ante [Go Back]  
 [00088]  Ταῦτα τῶν προειρημένων αἱρετικῶν ἕκαστος οἰκειούμενος, τῶν βδελυρῶν δογμάτων κατασκευάζει τὸ ψεῦδος.
 [00102]  «Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν·
 [00323]  Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι·
 [00498]  «Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» προτρέπει πάντας εἰς ἀρετὴν, τὴν νομοθεσίαν τῶν θείων δογμάτων ποιεῖ, τὴν διὰ τοῦ προφήτου ἐπηγγελμένην καινὴν ∆ιαθήκην δίδωσιν, οὐρανῶν βασιλείαν ὑπισχνεῖται, τοῖς ἀμελοῦσιν ἀπειλεῖ τῆς γεέννης τὴν φλόγα.
000-00-00 Serial Number=0745713830
De providentia orationes decem Ante [Go Back]  
 [00337]  οἱ δὲ προλήψει πονηρᾷ κατεχόμενοι, καὶ τῶν βδελυρῶν δογμάτων τὴν νόσον δεξάμενοι, καὶ τῷ χρόνῳ τὴν διάθεσιν ἕξιν ἐργασάμενοι, πολλῶν μὲν δέονται κα θαρτηρίων, τὴν μοχθηρὰν ἐκείνην ὕλην ἀναμοχλεῦσαι δυναμένων, καὶ τὰς ψυχὰς καθαρὰς ἀποφῆναι·
 [00927]  Εἰ τοίνυν καὶ Σωκράτης, καὶ ∆ιογένης, καὶ Ἀνάξαρχος καὶ οἱ τούτοις παραπλήσιοι, τῆς ἠθικῆς ἀρετῆς τὴν κτῆσιν ποθήσαντες, τοῦ πλούτου τὴν κτῆσιν ἀπώσαντο, καὶ πενίαν τῆς ἀγαθῆς κτήσεως ἔλαβον συνεργὸν, καὶ ταῦτα τυφλώττοντες περὶ τὴν τῶν δογμάτων ἀλή θειαν, καὶ βασιλείαν οὐρανῶν οὐ προσμένοντες, καὶ τὸ ὃν ἀγαθὸν ἀκριβῶς οὐκ εἰδότες, τί τῆς πενίας, ὦ φιλότης, κατηγορεῖς, δι' ἣν εὔπορος τῆς ἀρετῆς ὁ δρόμος, καὶ ἡ τραχεῖα καὶ προσάντης ὁδὸς εὐπετὴς καὶ ῥᾳδία τοῖς ἀνύουσι γίνεται;
000-00-00 Serial Number=0608664811
De sancta trinitate Ante [Go Back]  
 [00010]  καὶ τῶν θείων δογμάτων τὴν διδασκαλίαν προθήσομεν, τοῖς τε εἰδόσιν εἰς ἀνά μνησιν, καὶ τοῖς ἀγνοοῦσιν εἰς μάθησιν.
000-00-00 Serial Number=0204077005
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00408]  καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται.
000-00-00 Serial Number=0552545011
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00125]  Ἐγὼ δὲ διαφερόντως τὸν τῶν ἀγαθῶν ἀνυμνῶ χορηγόν, πρόμαχον γενναῖον εὑρών, τῷ θείῳ φόβῳ τὸ ἀνθρώπειον ἐξελαύνοντα δέος, καὶ τῶν εὐαγγελικῶν δογμάτων προθύμως προκινδυνεύοντα, καὶ τοὺς ἀποστολικοὺς ἀγῶνας ἀσπασίως ἀναδεχόμενον.
 [00316]  καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπὲρ τῶν θείων δογμάτων ἐπιφερόμε νον λίαν ἡμῖν ἐστιν ἀξιέραστον.
 [00898]  τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάτ τειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν.
 [01052]  Καὶ τῶν ἀποστολικῶν δὲ δογμάτων μὴ ὑπερμαχεῖν οὐ δυνά μεθα·
 [01102]  ἐγὼ δέ, τῶν εὐαγγελικῶν ὑπεραγωνιζόμενος δογμάτων, πάσης εἴργομαι πόλεως.
 [01178]  Ἓξ μὲν γὰρ ἔτη διετέλεσα διδάσκων ἐπὶ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης Θεοδότου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, ὃς καὶ βίῳ λαμπρῷ καὶ τῇ τῶν θείων δογμάτων ἐκεκόσμητο γνώσει·
 [01180]  Ὅτι δὲ παιδόθεν τοῖς λογίοις τοῖς θείοις ἐντεθραμμένος ἀκριβῆ λίαν εἶχεν τῶν θείων δογμάτων τὴν εἴδησιν, ἐμαρτύρη σεν ἐν τοῖς γράμμασιν ἡ ἁγιότης ἡ σή.
 [01257]  Τί γὰρ θυμηρέστερον τοῖς φοβουμένοις τὸν Κύριον τῆς τῶν ὀρθῶν δογμάτων ὑγείας τε καὶ συμφωνίας;
 [01286]  ὑπὲρ γὰρ τῶν θείων αὐτοῦ δογμάτων ἀγωνιζόμεθα.
 [01319]  οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες , ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων.
 [01328]  Προὔργου γὰρ ὑπελάβομεν, διδάξαι τὰς ἀκλινεῖς ὑμῶν ἀκοάς, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῶν ἡμετέρων κατηγο ροῦντες δογμάτων.
 [01345]  Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριά δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας.
 [01383]  Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν.
 [01457]  Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοι δορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν.
 [01495]  καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεσ τάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώ πων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων·
 [01540]  Ὁ τοίνυν τῶν ἀποστολικῶν ὑπερμαχῶν δογμάτων, δῆλον ὅτι τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσει καὶ τῆς ἐκείνων ἀπολαύσεται κοινωνίας.
 [01542]  Οὐκ ἔλαθον οἱ τῆς σῆς φιλοθεΐας ἀγῶνες, οὓς ὑπὲρ τῶν ἀποστολικῶν ἀνεδέξω δογμάτων·
 [01544]  Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀγώνων καὶ τῶν πατρῴων ὑπεράθλησον δογμάτων.
 [01551]  Ὁπόσην γὰρ τῶν ὀρφανίαν ὀδυρομέ νων ποιεῖται κηδεμονίαν ἡ σὴ θεοσέβεια καὶ ὅπως ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνίζῃ δογμάτων, ᾄδουσι πάντες, δήλων κατὰ τὴν προφητείαν τῶν κεκρυμμένων γεγενημένων.
 [01579]  μέση δὲ ἡ τῶν εὐαγγελικῶν δογμάτων ὁδός, τοῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ἴχνεσι κοσμουμένη, καὶ τῶν μετὰ τούτους ἐν τῷ διδασκαλικῷ διαπρεψάντων χαρίσματι.
 [01590]  Καὶ τἀληθὲς τοίνυν παρὰ τῆς σῆς ὁσιότητος παρακαλοῦμεν μαθεῖν καὶ τῆς ἐκκλησιαστικῆς φροντίσαι γαλήνης καὶ τῶν θείων ὑπερμαχῆσαι δογμάτων.
 [01660]  Καὶ τριάκοντα μὲν ἔτη διετέλεσαν κοινωνοῦντες ἀλλήλοις, οἵ τε τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων καὶ οἱ τὴν Ἀρείου βλασφημίαν νοσοῦντες.
 [01661]  Ἐν Ἀντιοχείᾳ δὲ τῆςἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ' ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμέ νηκεν ἡ διαίρεσις.
 [01796]  Ὑπὲρ γὰρ τῆς ἀποστολικῆς πίστεως, ἁγιώτατοι, τὴν ἄδικον ταύτην σφαγὴν ὑπεμείναμεν, ὡς τῶν εὐαγγελικῶν δογμάτων οὐ προιέμενοι τὴν ἀλήθειαν.
 [01801]  Οὐ γὰρ τῶν εὐαγγελικῶν ὑπερμαχεῖτε δογμάτων μόνον, ἀλλὰ καὶ τὴν καθ' ἡμῶν γεγενημένην ἀδικίαν πάντως μυσάττεσθε.
 [01827]  Ἐγὼ δὲ τὴν μὲν ἡσυχίαν ἀσπάζομαι, καὶ διαφερόντως ἐν τῷ παρόντι καιρῷ, τῶν ἀποστολικῶν παρὰ πόλλοις διαφθα ρέντων δογμάτων, καὶ τῆς καινῆς κρατυνθείσης αἱρέσεως.
 [01841]  Ἔδειξεν ὁ πάντ' ἐφορῶν καὶ πρυτανεύων ∆εσπότης, καὶ τὴν ἀποστολικὴν τῶν ἡμετέρων δογμάτων ἀλήθειαν, καὶ τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ ψεῦδος.
 [01847]  Συνέταξα δὲ τοῖσδε μου τοῖς γράμμασιν μίαν τῶν εἰς τὴν Ἔφεσον παρ' αὐτοῦ πεμφθεισῶν ἐπιστολῶν, ἵν' ἐντυχοῦσα ὑμῶν ἡ μεγαλο φυΐα, τῶν παρ' ἡμῶν πολλάκις ἐπ' ἐκκλησίας εἰρημένων ἀνα μνησθῇ, καὶ γνῷ τῶν δογμάτων τὴν συμφωνίαν, καὶ μισήσῃ τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ τοὺς τὴν καινὴν αἵρεσιν κατὰ τῶν ἀποστολικῶν συντεθεικότας δογμάτων.
 [01875]  Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀποστολικῶν δογμάτων.
 [01919]  ∆ῆλόν ἐστι καὶ τοῖς βαρβάροις, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλα σαν.
 [01926]  Εἰ δογμάτων κατηγορεῖτε, δεχόμεθα τοὺς λιβέλλους·
 [01946]  μετὰ δὲ τῶν ἀποστολικῶν δογμάτων τὰς χαλεπὰς νομιζομένας προσμένομεν ἐξορίας, ἀρκοῦσαν ἔχοντες παραψυχὴν τὸ τοῦ ∆εσπότου κριτήριον.
 [01959]  Συνήδομαι τοίνυν ὑμῖν τῶν ἀποστολικῶν ὑπεραθλοῦσι δογμάτων καὶ τὸν Ναβουθὲ τὸν πολυθρύλητον ἐκεῖνον ἐν τοῖς ἀμείνοσι μιμουμέ νοις.
 [01961]  Ὑμεῖς δὲ οὐκ ἀμπελώνων, ἀλλὰ θείων ὑπερμαχεῖτε δογμάτων, καὶ τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν ἀποστρέφεσθε, ὡς τὸ καθαρὸν τῆς εὐαγγελικῆς θολοῦσαν διδασκαλίας, καὶ τῆς παναγίας Τριάδος τὸν ἀριθμὸν οὔτε μειοῦν οὔτε αὔξειν ἀνέχεσθε.
 [01999]  Ἢ οὐκ οἶσθα, θεοφιλέστατε, τίνα μὲν ὁ Σωτὴρ ὁ ἡμέτερος διὰ τῶν ἱερῶν ἀποστόλων κηρύττειν ἡμᾶς ἐδίδαξεν, τίνα δὲ νῦν θρησκεύειν ἐνομοθέτησαν οἱ τῶν ἀποστολικῶν κληρονόμοι δογμάτων;
 [02004]  ἢ ὁμόσε χωρεῖν καὶ διελέγχειν τῶν δογμάτων τὸ κίβδηλον, ἢ φεύγειν ὡς προ φανῶς δυσσεβούντων τὴν κοινωνίαν.
 [02010]  Τούτους τὸ σεβάσμιόν σου γῆρας ζηλοῖ, κἀν τοῖς ὑπὲρ εὐσεβείας πολέ μοις ἀνδραγαθίζεται, καὶ τῶν εὐαγγελικῶν δογμάτων ὑπερ μαχεῖ, καὶ τοὺς νέους ἀποκρύπτει τῇ προθυμίᾳ τῆς γνώμης.
 [02012]  Ἐπειδὴ δὲ τούτου διαμαρτάνω τὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικός διὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεΐᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως.
 [02022]  Ἱκανὴν τοίνυν ἔχομεν παραψυχὴν τῆς ὑμετέρας φιλοθεΐας τοὺς ὑπὲρ τῶν θείων δογμάτων ἀγῶ νας ἀκούοντες.
 [02035]  Οἱ δὲ ταῦτα ὁρῶντες τοὺς μὲν πολε μίους μισοῦσι, τοὺς δὲ αὐτομόλους θρηνοῦσι, τοῖς δ' ὑπὲρ τῶν ἀποστολικῶν πολεμουμένοις δογμάτων ἐπαρκεῖν ὀρρωδοῦσιν.
 [02039]  Καὶ γὰρ δὶς ἡμῖν ἐπέστειλας, τῶν δεδιττο μένων καταφρονήσας, καὶ τὴν ἀδελφικὴν φιλοστοργίαν διὰ τῶν γραμμάτων ἐδήλωσας, καὶ οὓς ἔχεις ἀγῶνας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐμήνυσας.
 [02104]  Ὑπὲρ γὰρ τῶν ἀποστολικῶν πολεμού μεθα δογμάτων, ἐπειδὴ τὸν πατρῷον οὐ προϊέμεθα κλῆρον, ἀλλὰ πᾶν ὁτιοῦν παθεῖν αἱρούμεθα μᾶλλον, ἢ μίαν κεραίαν ἐκ τῆς εὐαγγελικῆς πίστεως παριδεῖν συλουμένην.
 [02120]  Μόνον δὲ ἡμεῖς τῶν εὐαγγελικῶν δογμάτων ἐχώμεθα, καὶ μετ' ἐκείνων ἂν δέῃ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπομένωμεν, καὶ τὴν ἀξιόκτητον πενίαν τοῦ πολυφρόντιδος προτιμήσωμεν πλούτου.
 [02129]  Πεῖσαι μὲν γὰρ τοὺς ταῖς καθ' ἡμῶν ὑπαχθέντας συκοφαντίαις ἀναγκαῖον ὑπολαμ βάνομεν, καὶ δεῖξαι μὲν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλή θειαν, διελέγξαι δὲ τὸ κατ' αὐτῶν στρατευσάμενον ψεῦδος.
 [02181]  Περὶ γὰρ θείων ἀγωνι ζόμεθα δογμάτων, ἐν οἷς ἔχομεν τὴν τῆς σωτηρίας ἐλπίδα.
 [02193]  Ἠκούσαμεν γὰρ ὡς καὶ τῆς σῆς φιλοθεΐας ὁ σύνοικος, γνοὺς τοὺς ἐν ταῖς μεγάλαις πόλεσι γεγενημένους ἀναθεματισμούς, ἐπαύσατο μὲν τὴν λοξὴν τῶν καρκίνων πορείαν μιμούμενος, ἐβάδισε δὲ τὴν εὐθεῖαν περὶ δογμάτων διαλεχθεὶς ἔν τινι πανηγύρει.
 [02235]  βασιλείας προσήνεγκεν τῶν χειμαζομένων Ἐκκλησιῶν τὴν γαλήνην, τὸ τῆς πολεμηθείσης πίστεως κράτος, τῶν εὐαγγε λικῶν δογμάτων τὴν νίκην.
 [02248]  ὑπήκουον δὲ οἱ ταὐτὰ ἡμῖν φρονοῦντες, καὶ τῶν δογμάτων κοινωνοῦντες, καὶ τὰ ἡμέτερα ἐπὶ πλεῖστον θαυμάσαντες.
 [02257]  ἀλλ' αὐτὴ καθ' αὑτὴν ἐξετάζῃ τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν τῶν ἀποστολικῶν δογμάτων χαρακτῆρα.
 [02294]  Ὅπερ γάρ ἐστι πλοίῳ μὲν τρόπις, οἰκίᾳ δὲ θεμέλιος, τοῦτο τοῖς εὐσεβεῖν προαιρουμένοις ἡ τῶν εὐαγγε λικῶν δογμάτων ἀλήθεια.
 [02308]  ∆ιὰ γὰρ τὴν θείαν χάριν ὑπὲρ τῶν ἀποστολικῶν πεπολεμήμεθα δογμάτων.
 [02315]  ἀλλ' ἐπὶ τῶν παλαιῶν διεμείνατε δογμάτων, ἃ καὶ διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων φρονεῖν τὰς Ἐκκλησίας ὁ ∆εσπότης ἐδίδαξε.
 [02351]  Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώ πων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολι κῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν·
 [02354]  Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν.
 [02432]  Εἰ δὲ ἐπιμένοιεν ἀπει θοῦντες, μηδεμίαν πρὸς αὐτοὺς περὶ δογμάτων ποιεῖσθε διά λεξιν.
 [02464]  Πολλαὶ μὲν γὰρ ἀκροα τῶν μυριάδες μαρτυροῦσιν ἡμῖν τὴν τῶν εὐαγγελικῶν δογμάτων πεπρεσβευκόσιν ἀλήθειαν.
 [02559]  υ τοῦ Καρχηδόνος, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδέ ξατο ὑπὲρ τουτωνὶ τῶν δογμάτων.
 [02561]  Καὶ Ἀλέξανδρος δὲ ὁ ἐκείνου διδάσκα λος ὑπὲρ τούτων ἠγωνίσατο τῶν δογμάτων.
 [02564]  Καὶ μὲν δὴ καὶ ὁ νῦν τὴν μεγάλην Ῥώμην ἰθύνων, καὶ τῶν ὀρθῶν δογμάτων τὰς ἀκτῖνας ἐκ τῆς Ἑσπέρας πάντοσε ἐκτείνων ὁ ἁγιώτατος Λέων, τοῦτον ἡμῖν τῆς πίστεως τὸν χαρακτῆρα διὰ τῶν οἰκείων δογμάτων προσήνεγκεν.
000-00-00 Serial Number=0040527225
Eranistes Ante [Go Back]  
 [00021]  Καὶ τῷ μὲν ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνιζομένῳ δογμάτων Ὀρθόδοξος ὄνομα, ὁ δὲ ἕτερος Ἐρανιστὴς ὀνομάζεται.
 [00035]  καὶ μέντοι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τῶν τῆς ἀληθείας δογμάτων προστατεύειν νομίζουσιν, καὶ οὐ μόνοι γε οἱ τὰ Πλάτωνος καὶ Πυθαγόρου θρησκεύοντες, ἀλλὰ καὶ οἱ τῆς Ἐπικούρου συμμορίας καὶ οἱ πάμπαν ἄθεοι καὶ ἀδόξαστοι.
 [01018]  {ΟΡΘ.} Ἰδού σοι καὶ τὸ τῆς περιβολῆς ὄνομα προσενήνοχεν ὁ τῶν σῶν δογμάτων διδάσκαλος.
 [01190]  Αὕτη μὲν οὖν ἡ τῶν διεφθαρ μένων δογμάτων διαφορά.
 [01818]  Αὐτὸς δὲ συνήγορος τῶν ἡμετέρων ἀνεφάνης δογμάτων.
 [02026]  {ΕΡΑΝ.} Πάντα δεῖ λίθον, κατὰ τὴν παροιμίαν, κινεῖν, ὥστε τὸ ἀληθὲς ἐξευρεῖν, οὐχ ἥκιστα δὲ θείων προκειμένων δογμάτων.
 [02499]  Ἐκ τοῦ κατηχητικοῦ δʹ λόγου περὶ τῶν δέκα δογμάτων.
 [03128]  οὐδὲ γὰρ κανόνα ποιοῦμαι δογμάτων τὰ πανηγυρικῶς ἐν ταῖς ἐκκλησίαις λεγόμενα.
 [03294]  ἐκ γὰρ τῆς θείας γραφῆς μεμαθήκαμεν τὸν τῶν δογμάτων κανόνα.
000-00-00 Serial Number=0163921893
Graecarum affectionum curatio Ante [Go Back]  
 [00178]  Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος ἤκουσα [1.54] γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν , μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν·
 [00191]  [1.62] Ὅτι δέ γε καὶ οἱ ταῖς δόξαις τῶν φιλοσόφων ἀκολουθήσαντες, πίστει χρώμενοι ποδηγῷ, οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἠσπάσαντο, μάλα ἄν τις μάθοι ῥᾳδίως, τὰς τῶν δογμάτων δια [1.63] φορὰς ἐξετάσας.
 [00423]  ∆ιά τοι τοῦτο καὶ Σωκράτης ὁ Σωφρονίσκου κωμῳδῶν αὐτοὺς διετέλει, ὅτι τὰ ἀνθρώποις οὐκ ἐφικτὰ εἰδέναι λίαν ἰσχυριζόμενοι, πρὸς ἀλλήλους ἀεὶ διεμάχοντο, καινῶν προσ τατεύοντες καὶ ἐναντίων δογμάτων, ᾗ φησιν ὁ Ξενοφῶν ἐν τοῖς [2.12] Ἀπομνημονεύμασιν.
 [01409]  [5.8] Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων [5.9] ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος.
 [01605]  Οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων [5.45] ἐπεθύμησαν.
 [01684]  Ἀλλὰ τούτων μὲν τῶν δογμάτων οὐδένα διδάσκαλον ἡμῖν ἐπιδεῖξαι δυνήσεσθε, ἡμεῖς δὲ τῶν ἀποστολικῶν καὶ προφητικῶν δογμάτων τὸ κράτος ἐναργῶς ἐπιδείκνυμεν·
 [01716]  τῶν δὲ θείων λογίων καὶ τὴν ξυντομίαν θαυμάσατε καὶ τὴν δύνα μιν ἀνυμνήσατε καὶ μάθετε θείων δογμάτων ἀλήθειαν, σώματος θείαν διάπλασιν, ψυχῆς φύσιν ἀθάνατον καὶ τὸ ταύτης λογικὸν ἡγούμενον τῶν παθῶν καὶ τὰ πάθη ἀναγκαῖα τῇ φύσει καὶ [5.77] χρήσιμα.
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
 [03294]  ∆ημόκριτος δὲ ὁ Ἀβδη ρίτης, ὁ τῶν τούτου δογμάτων πατήρ, ἀντὶ τῆς ἡδονῆς τὴν εὐθυμίαν τέθεικεν, ὀνομάτων, οὐ δογμάτων ἐναλλαγὴν ποιησά [11.7] μενος.
 [03328]  Ἀριστοτέλης δέ, τῆς Πλάτωνος διδασκαλίας μεταλαχών, τούτων οὐκ ἀπώνατο τῶν δογμάτων, ἀλλὰ ξυμπληροῦσθαι τὴν εὐδαιμο νίαν ἐκ τριγενείας ἔφη, ἐκ τῶν κατὰ ψυχήν, ἐκ τῶν κατὰ σῶμα, ἐκ τῶν ἐκτός·
 [03423]  [11.33] Ἀλλὰ ταῦτα μὲν αὐτοῦ ἐπαινετέον, εἰ καί τινα ἐπιμιξίαν ἔχει τῶν νόθων δογμάτων, τὸν Ῥαδάμανθυν καὶ τὸν Μίνω καὶ τὰς μακάρων νήσους, καὶ μέντοι καὶ τὸ μόνας κολάζεσθαι τὰς ψυχὰς τῶν σωμάτων κεχωρισμένας.
 [03424]  Ταῦτα γάρ που τῶν τῆς ἀληθείας δογμάτων ἀλλότρια·
 [03426]  Τὰς δὲ μετενσωμα τώσεις, ἃς ἐκ τῶν Πυθαγόρου δογμάτων ἐκεῖνος ὑφείλετο, παν τάπασιν, ὦ ἄνδρες, φευκτέον.
 [03461]  [11.42] Ἀλλὰ τούτων πάλιν τῶν λόγων ἐπιλαθόμενος τὸν γὰρ οὐρανὸν ταῖς τοιαύταις ψυχαῖς ἀπεκλήρωσεν , ἐν τῇ Πολιτείᾳ τὴν Ὀρφέως ψυχὴν κύκνειον ἔφη σῶμα λαχεῖν, καὶ ἀετὸν μὲν ἔφη γενέσθαι τὸν Ἀγαμέμνονα, λέοντα δὲ τὸν Αἴαντα, ἀθλητὴν δὲ τὴν Ἀταλάντην, καὶ πίθηκον τὸν Θερσίτην, οὐκ οἶδα ὅτου χάριν τήνδε τῶν δογμάτων τὴν ἀλογίαν ἐνθεῖναι τοῖς λόγοις κατα δεξάμενος·
000-00-00 Serial Number=0469213963
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00012]  Ἐπειδὴ δὲ τῶν παμμιάρων τούτων δογμάτων τὸ μύσος γυμνούμενον βδελυ ρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκό τας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος.
 [00020]  Τὸ δὲ τρίτον τοὺς μεταξὺ τούτων κἀκείνων δηλώσει βεβλαστηκότας, οἳ διαφόρων δογμάτων πα τέρες ἐγένοντο.
 [00023]  Ἵνα δὲ καὶ τῶν ἀναγνωσομένων τὰς γλώττας, καὶ [83.340] τῶν ἀκουσομένων τὰς ἀκοὰς ἀποτρίψωμεν, καὶ τῆς λοιμώδους ἀπαλλάξωμεν δυσοδμίας, καθάπερ τι Χαλαστραῖον, καὶ μύρον εὐῶδες προσοίσομεν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, καὶ πᾶσαν αἵρεσιν τῆς τῶν θείων λογίων διδασκαλίας ἀντίπαλον ἐπιδείξομεν.
 [00031]  τῇ δὲ τῆς ἀληθείας διδασκαλίᾳ, Θείων δογμάτων Ἐπιτομή·
 [00033]  Παρακαλῶ δὲ τοὺς ἐντευξομένους, ἕκαστον τῶν αἱρετικῶν δογμάτων τῇ τῆς ἀληθείας παρεξετάσαι διδασκαλίᾳ·
 [00611]  Χριστιανοὶ γὰρ καὶ τῶν μυσαρῶν δογμάτων οἱ διδάσκαλοι, καὶ τῶν εὐαγγελικῶν οἱ κή ρυκες ὠνομάζοντο, καὶ πᾶς ἀγνοῶν τὸ διάφορον, πάντας ἐναγεῖς ὑπελάμβανε τοὺς τῆς μιᾶς προσηγο ρίας μετέχοντας.
 [00777]  Ὁ δὲ Φωτεινὸς, μίαν ἐνέργειαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος εἴρηκεν, ἑτέροις ὀνόμασι τὴν τῶν Σαβελλίου δογμάτων κηρύττων διάνοιαν.
 [00829]  Ἀλλ' ἐπὶ τὴν διήγησιν τῶν ὑπολοίπων μεταβῶμεν δογμάτων.
 [00974]  Οὗ τος γὰρ εἰς τῶν πρεσβυτέρων κατάλογον τῆς Ἀλεξανδρέων Ἐκκλησίας τελῶν, καὶ τὸν μέγαν Ἀλέξανδρον τοῖς ἀρχιερατικοῖς ἐνιδρυθέντα θώκοις ἰδὼν, τοῦ φθόνου τὸ κέντρον ἐδέξατο, καὶ τῆς πρὸς αὐτὸν ἁψιμαχίας ἐπιζητῶν ἀφορμὰς, πρόφασιν εὗρε τὴν τῶν δογμάτων ἀσέβειαν.
 [01067]  Καὶ ἕτερα δὲ ἄττα προσεπενόησεν, ἵνα δόξῃ καινῶν εὑρετὴς γεγενῆσθαι δογμάτων.
 [01127]  Ἀλλ' ἐκεῖνος μὲν οὐδὲν τῶν τῆς εὐσεβείας δογμάτων ἐκαινοτόμησεν·
 [01157]  Ὅπως δὲ οὗτος τοῦ τῆς Ἐκκλησίας ἀποτμηθεὶς σώματος τὸν διάφορον ἐκύησε φλήναφον τῶν δογμάτων, περιττὸν ᾠήθην εἰπεῖν.
 [01201]  Οὕτω καταθελχθεὶς ὁ πρεσβύτης, καὶ κοινωνὸν τῶν δογμάτων εὑρηκέναι νομίσας, τῇ ὁμολογίᾳ τὴν κατηγορίαν ἐκράτυνε.
 [01224]  Καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων Πατέρων, ἀφ' οὗ κατηγγέλθη [83.436] τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους, ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκουμένην ἅπασαν·
 [01731]  Φέρε τοίνυν, κἀν τῷδε τῷ κεφαλαίῳ τὴν τῶν ἐκκλησιαστικῶν δογμάτων εὐγένειαν ἐπιδείξωμεν.
 [01774]  Εἰ κότως τοίνυν τῶν τῆς ἀληθείας δογμάτων ὁ περὶ τῆς ὕλης ἐξελήλαται λόγος.
 [03046]  Παρακαλῶ τοίνυν τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ἑκάστῳ τῶν πονηρῶν ἐκείνων δογμάτων παραθεῖναι τὰ θεῖα, καὶ τῇ παρ
000-00-00 Serial Number=0214409530
Historia ecclesiastica Ante [Go Back]  
 [00098]  ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικη φόρον ἀγωνιστήν, ὃς ἐπὶ τῶν δυσσεβῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον τὰ τῆς ἐκκλη σίας κατέσχε πηδάλια, μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ γενναῖος τῶν εὐαγγελικῶν δογμάτων γενόμενος πρόμαχος.
 [00106]  Ἀλέξανδρος δέ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέσεσι μεταπείθειν ἐπειρᾶτο καὶ συμβουλαῖς·
 [00231]  οἵ γε οὐδὲ τῶν ἀρχαίων τινὰς συγκρίνειν ἑαυτοῖς ἀξιοῦσιν οὐδὲ οἷς ἡμεῖς ἐκ παίδων ὡμιλήσαμεν διδασκάλοις ἐξισοῦσθαι ἀνέχον ται, ἀλλ' οὐδὲ τῶν νῦν πανταχοῦ συλλειτουργῶν τινα εἰς μέτρον σοφίας ἡγοῦνται, μόνοι σοφοὶ καὶ ἀκτήμονες καὶ δογμάτων εὑρεταὶ λέγοντες εἶναι, καὶ αὐτοῖς ἀποκεκαλύφθαι μόνοις ἅπερ οὐδενὶ τῶν ὑπὸ τὸν ἥλιον ἑτέρῳ πέφυκεν ἐλθεῖν εἰς ἔννοιαν.
 [00284]  Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρῳ καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέροιαν ἰθύνειν πεπιστευμένῳ καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ἦσαν δογμάτων συνήγοροι.
 [00342]  Οὕτω δὲ τῆς βλασφημίας ἐν ταῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἑῴαν ἐκκλησίαις διασπαρείσης, ἔριδες ἐν ἑκάστῃ πόλει καὶ κώμῃ καὶ [30] μάχαι περὶ τῶν θείων δογμάτων ἐγίγνοντο.
 [00374]  Ταῦτα καὶ τὰ τούτοις παραπλήσια, οἷα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος.
 [00375]  τῆς δὲ συνόδου τὸ μὲν πλεῖστον τοῖς λεγομένοις ἐπείθετο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγείαν ἠσπάζετο·
 [00715]  τῶν δὲ ἄλλων ἀρχιερέων (παρῆσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες) προφανῶς ἀντιλεγόντων καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαι κωλυόντων, πρὸς βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες [72] ἀπῆλθον, καὶ πείσαντες αὐτὸν ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, ὡς μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.
 [00820]  τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαι ροῦντες ἐξήλαυνον.
 [00825]  οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ γε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος.
 [00862]  Οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τύρον συναλισθέντων, ἀφί κοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὧν εἷς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος·
 [01012]  ἐρῶ δὲ καὶ ὅπως οὗτος ἐκ τῆς τῶν ἀποστολικῶν δογμάτων εὐθύτητος παρετράπη.
 [01024]  κατιδὼν δὲ εὔριπον τοῦ Κωνσταντίου τὴν γνώμην καὶ καλάμοις ὑπ' ἀνέμων ἐναντίων τῇδε κἀκεῖσε κλινομένοις προσεοικυῖαν, ἐθάρρησε τὸν κατὰ τῶν εὐαγγελικῶν δογμάτων ἀνα δέξασθαι πόλεμον.
 [01042]  Καὶ γὰρ Παῦλον (Κωνσταντινουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν, τῶν ὀρθῶν προκινδυνεύων δογμάτων) οἱ τῆς Ἀρειανικῆς μετειληχό τες νόσου ἐγράψαντο ὡς στάσεως ἀρχηγόν, καὶ ἄλλα τινὰ προσθέν τες ἃ συκοφαντεῖν εἰώθασι τῆς εὐσεβείας τοὺς κήρυκας.
 [01188]  Ἐκ τῶνδε τῶν γραμμάτων ἔστι μαθεῖν τῶν μὲν κατηγόρων τὴν συκοφαντίαν, τῶν δὲ πάλαι δικασάντων τὴν ἀδικίαν, καὶ πρὸς τού τοις τῶν δογμάτων τὴν ὑγείαν.
 [01199]  Στέφανος δὲ (αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραν νικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντε χομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς.
 [01536]  Κατὰ μὲν δὴ τὴν Ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφί σματά τε καὶ μηχανήματα.
 [01551]  ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, τὴν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι·
 [01561]  τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἠσπάζοντο βίον, τοῖς τῶν πρε σβυτέρων καὶ διακόνων ἐγκατέλεγε τάγμασι, τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους τῶν τε ἀποστολικῶν δογμάτων ἀντε χομένους ἀγεράστους κατέλειπε.
 [01562]  τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων.
 [01593]  τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκο πικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερ μαχῶν.
 [01602]  καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν καὶ τὴν κατ' αὐτὸν ἐξετάσειν ὑπόθεσιν.
 [01650]  ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ' αὐτῶν καταστῆναι προσέταξε.
 [01734]  τότε δὴ οὖν οἱ συνεληλυθό τες ἐπίσκοποι (πολλοὶ δὲ ἦσαν πάντοθεν συνειλεγμένοι) χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, εἶθ' οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ τῶν δογμάτων βουλεύσασθαι.
 [01736]  τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄ τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας.
 [01739]  οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο καὶ τὸ ψήφισμα γραφῆναι καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν.
 [01754]  καὶ παραυτίκα Εὐζώϊον ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον·
 [01758]  ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ' αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προ στάτην ἀντ' ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτ ἀνεμνήσθησαν εἰρημένων σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν , πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύ ουσιν εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ .
 [02371]  Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ' ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν.
 [02428]  Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν [228] δογμάτων ἐποιεῖτο φροντίδα.
 [02429]  Αὐδαῖος δέ τις, Σύρος καὶ τὸ γένος καὶ τὴν φωνήν, καινῶν εὑρετὴς δογμάτων κατ' ἐκεῖνον ἐγένετο τὸν καιρόν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος.
 [02436]  διὰ ταῦτά φασιν ἐκεῖνοι καθ' ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν.
 [02503]  ὁ δὲ σμικρά τινα παρὰ τῶν γνωριμωτέρων λαβὼν καὶ διδασκαλίαις [235] ἅπαντας καὶ προσευχαῖς καθοπλίσας καὶ τῶν ἀποστολικῶν ὑπερμα χεῖν δογμάτων παρεγγυήσας, ἐπὶ τὸν Ἴστρον ἀπῆρεν.
 [02528]  Ὁ μέντοι Λούκιος οὐκ ἐζήλωσε τὴν Εὐνομίου πραότητα, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε, τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα·
 [02602]  ὁ μέντοι ὕπαρχος εἰς τὴν Καισάρειαν ἀφικόμενος καὶ Βασίλειον τὸν μέγαν μεταπεμψά μενος, τιμῆς τε ἠξίωσε καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῷ καιρῷ παραινῶν καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δι' ὀλίγην δογμάτων ἀκρίβειαν·
 [02606]  οἱ δὲ τοῖς θείοις λογίοις ἐντεθραμμένοι προέσθαι μὲν τῶν θείων δογμάτων οὐδεμίαν ἀνέχονται συλλαβήν, ὑπὲρ δὲ τούτων, εἰ δέοι, καὶ πάσας τοῦ θανάτου τὰς ἰδέας ἀσπάζονται.
 [02622]  καὶ εἴσω δὲ αὐτῶν τῶν παραπετασμάτων ἔνθα καθῆστο γενέσθαι κελεύσας, πολλοὺς πρὸς αὐτὸν περὶ τῶν θείων δογμάτων ἐποιήσατο λόγους καὶ δὴ καὶ λέγοντος ἤκουσεν.
 [02628]  δογμάτων γὰρ θείων ἐπαΐειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς.
 [02839]  καὶ τούτου δήλου γενο μένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Ἀφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ' ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν·
 [02861]  Κατὰ τοῦτον τὸν χρόνον ἐν Ἐδέσσῃ μὲν Ἐφραῒμ ὁ θαυμάσιος, ἐν Ἀλεξανδρείᾳ δὲ διέπρεπε ∆ίδυμος, κατὰ τῶν ἀντιπάλων τῆς ἀλη θείας δογμάτων συγγράφοντες.
 [02913]  [273] Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου ∆αβὶδ ἐβόα·
 [02924]  ταύτην ἐπαινέσας τὴν γνώ μην ὁ Βάλης προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν·
 [02928]  ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν.
 [02931]  καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς οὐκ εἶναι δογμάτων ἔφη διαφοράν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν.
 [03025]  ∆άμασος [279] δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἦν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αἱρού μενος·
 [03030]  ∆ιχῆ μέν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπερα γωνιζόμενοι δογμάτων διῄρηντο.
 [03034]  ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσω πεῖον καὶ τῶν ἀποστολικῶν δόξας ὑπερασπίζειν δογμάτων, μικρὸν ὕστερον, προφανὴς ὤφθη πολέμιος.
 [03049]  εἰ τὴν ∆αμάσου, ὦ φιλότης, κοινωνίαν ἀσπάζῃ, ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν·
 [03051]  δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον.
 [03079]  φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσσης κεχειροτονηκέναι ποιμένα·
 [03246]  ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ κυρίου διδα σκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα.
 [03423]  ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων.
000-00-00 Serial Number=0933107495
Historia religiosa Ante [Go Back]  
 [00145]  [1.10] Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν , ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
 [00169]  Ὁ γὰρ τοσοῦτος ἀνὴρ τῶν μὲν ὑφ' ἡμῶν πρεσβευο μένων δογμάτων κῆρυξ ἦν καὶ συνήγορος·
 [00334]  [2.15] Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων.
 [00342]  [2.16] Ἐθρύλησαν δὲ τοῦ ψεύδους οἱ τρόφιμοι καὶ φήμην ἐν ἐκείνῃ τῇ πόλει κατέσπειραν ὡς τοῦ μεγάλου Ἰουλιανοῦ, τοῦδε τοῦ Πρεσβύτου φημί, τῶν ὑπ' αὐτῶν θρησκευομένων δογμάτων τὴν κοινωνίαν ἀσπαζομένου.
 [00540]  [3.16] Ἐγὼ δὲ πρὸς τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων ἀκρίβειαν.
 [00545]  [3.17] Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην.
000-00-00 Serial Number=0101659596
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03234]  διαφθορὰν δὲ καὶ μαστῶν πτῶσιν, τῶν δυσσεβῶν δογμάτων τὴν μάθησιν.
 [04573]  καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν.
000-00-00 Serial Number=0059565306
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00180]  Καὶ μέντοι καὶ οἱ τῶν δυσσεβῶν δογμάτων ἀπηλλαγμένοι, βίον δὲ βε βιωκότες παράνομον, πόῤῥω που τοῦ τῶν δικαίων συλλόγου γενήσονται.
000-00-00 Serial Number=0482662141
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00153]  ἣν ἐπίσημον ἀπέφηνε τῶν δογμάτων τὸ ὕψος, ὡς ἐπ' ὄρους ὑψηλοῦ καὶ μεγίστου κειμένην.
 [00179]  εἰς μίαν δὲ κοινῇ πᾶσαι τελοῦσι τῇ συμφωνίᾳ τῶν ἀληθῶν ἡνωμέναι δογμάτων.
 [02256]  Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ' [80.1361] ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦ τον προστεθεικότες τὸν μῦθον.
 [05219]  Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκα λίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παν αγίου Πνεύματος κρουνῶν ἀρυόμεθα.
000-00-00 Serial Number=0260429740
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01605]  Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμε λήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κο λάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελού μενος.
 [04084]  Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας·
000-00-00 Serial Number=0973452628
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03252]  οἱ δὲ τῶν εὐαγγελικῶν ὑποφῆται δογμάτων, λεόντειον ἐνδεικνύμενοι φρόνημα, σὺν παῤῥησίᾳ πολλῇ τῷ τῆς ἀληθείας καταγωνίζονται λόγῳ τοὺς συνηγόρους τοῦ ψεύδους.
 [06128]  τὸ δὲ στηθύνιον, ὃ τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων.
000-00-00 Serial Number=0132906914
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00017]  καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων πα τέρων, τῶν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους·
 [00053]  Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ με γαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ ∆ε σπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἀεὶ ἦν, καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὅτι πάν των ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς·
000-00-00 Serial Number=0446475208
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00045]  Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τούτους κολάσει ἐμβαλεῖν;
 [00590]  Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυλάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν;
000-00-00 Serial Number=0067476869
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00069]  Ταῦτα φρονοῦμεν, ταῦτα κηρύττομεν ὑπὲρ τούτων ἀγωνιζόμεθα τῶν δογμάτων.
 [00105]  τρὶς γὰρ καὶ αὐτὸς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐξηλάθη τῆς ποίμνης·
 [00116]  Οὐδὲ γὰρ ἡ διαφορὰ τῶν γλωττῶν διαφορὰν δογμάτων εἰργάσατο·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»