Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διηνεκῶς [183]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διηνεκῶς


000-00-00 Serial Number=0265688837
Commentaria in Isaiam Ante [Go Back]  
 [00637]  Προσωποποιίᾳ δὲ ἐχρήσατο καὶ ὑπέδειξεν ἡμῖν τὸν θάνατον οἷόν τι κῆτος |104 b| ἀνεῳγὸς ἔχον τὸ στόμα διηνεκῶς καὶ ἀπαύστως ὑποδεχόμενον τοὺς παρα πεμπομένους νεκρούς.
 [01200]  Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τῆς ἀκτῖνος ἐκείνης ἀπέλαυσαν, ἀλλὰ πολλοὶ σφᾶς αὐτοὺς ἑκόντες ἐστέρησαν τοῦ φωτός, οὗτοί φησιν, οὓς εἵλκυσας διὰ τῶν θαυμάτων καὶ εὐφροσύνης ἐνέπλησας, διηνεκῶς ταύτης ἀπολαύσονται τῆς εὐφροσύνης θεριστὰς μιμούμενοι καὶ νικηφόρους στρατιώτας σκῦλα διαιρουμένους.
 [03016]  Ταύτας δὲ ἡμεῖς ἀγαπήσωμεν τὰς πύλας καὶ ταύταις διηνεκῶς προσεδρεύσωμεν, ἵνα δι' ἐκείνων εἰς τὴν τριπόθητον ἐκείνην εἰσέλθωμεν πόλιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν πνεύματι ἁγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03989]  Ταύτην καὶ τοῖς σώμασιν ὁ σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν.
 [04233]  Τούτου χάριν οὐδὲ τὸν Ἡσαΐαν, καίτοι προφήτην ὄντα καὶ προφήτην ἐπισημότατον, ἀξιόχρεων ἐκάλεσε τῆς πόλεως σύμμαχον, ἀλλὰ τοὺς ζῶντας καταλιπὼν τοῦ τετελευτηκότος ἐμνήσθη, καὶ τὸ φρόνημα καταστέλλων καὶ προτρέπων εἰς ἀρετὴν τῇ μνήμῃ τῶν παρελθόντων καὶ διδάσκων ὡς ἀνθεῖ παρ' αὐτῷ διηνεκῶς τῶν δικαίων ἡ μνήμη.
 [04523]  Τὸν ταῦτα πεποιηκότα, τὸν ταῦτα διηνεκῶς ἐνεργοῦντα τίνι ἀπεικάζετε;
 [04824]  Τούτων τῶν ἀγαθῶν αὐτοὺς διηνεκῶς ἀξιώσω καὶ πᾶσαν αὐτῶν κηδεμονίαν καὶ εἰς τὸν ἔπειτα ποιήσω χρόνον.
 [05572]  Καὶ γὰρ Ἰουδαῖοι μέγα μὲν ἐφρόνουν ἐπὶ τῇ Ἱερουσαλήμ, ἐμεγαλαυχοῦντο δὲ καὶ ὡς ὑπὸ τοῦ θεοῦ τῶν ὅλ ων ἐκλεγέντες καὶ τὸ θεῖον ὄνομα διηνεκῶς ἐν τῷ στόματι περιέφερον οὐκ ἀληθείᾳ τοῦτο γε ραί ροντες ἀλλὰ τῷ ψεύδει καθυβρίζοντες.
 [06470]  Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ διηνεκῶς ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ;
 [06486]  Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν διαθή κην πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ, καὶ βεβαίαν σοι τὴν εἰρ ήνην φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον.
 [06673]  εἰ γὰρ οὐχ ὑλακτοῦσιν ἀλλὰ διηνεκῶς καθεύδουσιν, πῶς ἀναίδειαν ἔχουσιν;
 [06716]  Οὐ διηνεκῶς φησι τοῖς εἰδώλοις διατελεῖτε λατρεύοντες καὶ τὰ ἄλση περινοστοῦντες καὶ ἐν ταῖς φάραγξι τὰ τέκνα τοῖς δαίμοσι καταθύοντες;
 [06931]  οὐ γὰρ ἠδύναντο τοῦτο διηνεκῶς δρᾶν σαρκικώτερον ζῶντες καὶ τῇ τοῦ σώματος θεραπείᾳ προστετηκότες.
 [07177]  αὕτη γὰρ διηνεκῶς καὶ τὰ βασιλικὰ δέχεται δῶρα καὶ τὰ παρὰ τῶν ἐθνῶν προσφερόμενα κομιζομένη τὸν τούτων αἴτιον ἀνυμνεῖ.
 [07186]  τῆς γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης, τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ, προμηθοῦνται δὲ τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε.
 [07297]  ὁρῶμεν γὰρ τοὺς τὰς μεγίστας πεπιστευμένους ἀρχὰς διηνεκῶς πρὸς τούτους συντρέχοντας καὶ σὺν θερμῇ προθυμίᾳ τὴν παρὰ τούτων εὐλογίαν κομιζομένους.
000-00-00 Serial Number=0527560592
De providentia orationes decem Ante [Go Back]  
 [00384]  Ἐπειδὴ δὲ διηνεκῶς κινεῖται (ἀρτηριῶν γὰρ αὕτη πηγὴ), κάτωθεν μὲν ὑπέστρωσεν αὐτῇ οἷόν τινα στρωμνὴν μαλακὴν, τὸ μανὸν καὶ σπογγοειδὲς καὶ πολύπορον καὶ ἀρτηριῶδες τοῦ πνεύμονος σῶμα·
 [00527]  Οὕτως, «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·» οὕτως, «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·» οὐ φωνὴν ἀφιεῖσαι, οὐδὲ διὰ γλώττης φθεγγόμεναι, ἀλλὰ διηνεκῶς ἀλλήλας διαδεχόμεναι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων χρείαν ὑπ' ἀλλήλων πλεονεκτούμεναι·
 [00679]  Τὰς γὰρ πηγὰς τῶν εὐεργεσιῶν διηνεκῶς ἐκεῖθεν δεχόμενοι, εἰς δύναμιν τῷ χορηγῷ τὸν ὕμνον προσφέρετε.
 [00694]  καὶ οἷόν τινες οἰκέται ὑπὸ τοῦ νόμου τῆς δεσποτείας ἀναγκαζόμεναι, καὶ τῶν οἰκήσεων ἐξίασι, καὶ τὸ χρειῶδες συλλέγουσι, καὶ ἀχθοφοροῦ σαι διατελοῦσι, καὶ σπουδαίως οἰκοδομοῦσι, καὶ τοῦ μέλιτος ἐνιεῖσαι τὰ νάματα, ὥσπερ τινὶ θησαυρῷ σήμαντρα καὶ σφραγῖδας ἐπιβάλλουσι, καὶ οἷόν τινα δασμὸν καὶ φόρον, ὡς βασιλεῦσι διηνεκῶς τοῖς ἀνθρώποις χορηγοῦσι.
 [00838]  Τὸ γὰρ τούτων δέος ἐπικείμενον, καὶ νύττον σε διηνεκῶς, καὶ κεντοῦν, εἰς προσευχὴν διεγείρει, καὶ καλεῖν εἰς συμμαχίαν τὸν ἐπίκουρον ἀναγκάζει.
 [00843]  Ἵνα δὲ μὴ διηνεκῶς τῷ δέει τούτῳ βαλλόμενος, λυ πηρὰν βιώσῃς ζωὴν, πόῤῥω σου ταῦτα κατῴκισε.
 [00909]  Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις;
 [01220]  Ὁ μὲν γὰρ διηνεκῶς γαστριζόμε νος, καὶ τοῦ κόρου τοὺς ὅρους ὑπερβαίνων, ὠθεῖ τὰ σιτία, καὶ κατ' ἀνάγκην τῇ γαστρὶ παραπέμπει·
 [01386]  Ταῦθ' ἡ δέσποινα διηνεκῶς ὁρῶσα, δέον ὠφέλειαν ἐντεῦθεν ἀρύσασθαι, εἰς τὸ τῆς ἀκολασίας βάραθρον ἐνέπεσεν.
 [01635]  Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν.
 [01812]  Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μι μήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων.
000-00-00 Serial Number=0323427260
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00026]  Ἐγὼ διηνεκῶς τῶν ἐκεῖθεν ἀφικνουμένων διατελῶ πυνθανό μενος, πῶς ἡ σὴ διάκειται μεγαλοπρέπεια κατά τε ψυχὴν κατά τε τὸ σωμάτιον, ἧς πολλὴν ἔχω τὴν φροντίδα, καὶ σφό δρα πολλήν.
000-00-00 Serial Number=0628881454
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00129]  Ταῦτα νῦν γράφω, τὸν τιμιώτατον καὶ εὐλα βέστατον Ὑπάτιον τὸν ἀναγνώστην εἰδώς, καὶ προθύμως μὲν τοῖς τῆς σῆς ὁσιότητος διακονούμενον νεύμασι, διηνεκῶς δὲ τῶν ἀξιεπαίνων σου, δέσποτα, μεμνημένον κατορθωμάτων.
 [00498]  Ταύτην αἰτοῦμεν διηνεκῶς τὸν τῶν ὅλων Θεόν·
 [00534]  καὶ τῶν ἀφικνουμένων διηνεκῶς ἐπυνθανόμην, εἰ ἐκομίσθη σου τῇ θαυμασιότητι τὰ σύμβολα τῆς ἀρχῆς.
 [01345]  Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριά δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας.
 [01383]  Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν.
 [01653]  Τῆς δὲ ὑμετέρας μεγα λοφυΐας διηνεκῶς ὑπερεύχομαι καὶ τοὺς ἁγίους ἅπαντας κοινωνεῖν μοι τῶν εὐχῶν ἱκετεύω.
 [01832]  Οὗ τὴν μνήμην κἀν τῇ διανοίᾳ, κἀν τῇ γλώττῃ, διηνεκῶς περιφέρομεν, ἱκετεύοντες τὸν τῶν δυνάμεων Κύριον, ἀμείψασθαι τὴν ὑμετέραν μεγαλο πρέπειαν, καὶ τοῖς παροῦσι, καὶ τοῖς μέλλουσιν ἀγαθοῖς.
 [01907]  Τῆς δὲ ὑμετέρας θαυμασιότητος διηνεκῶς μνημονεύο μεν, καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολοῦμεν τὴν ὑμετέραν οἰκίαν εὐλογίας ἐμπλῆσαι.
 [02118]  ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύ της ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν.
 [02329]  Εἰργά σατο δὲ τὸ φίλτρον, καὶ τοῦτο πυρσεύει διηνεκῶς, τὰ παρὰ τῶν τοῦ σοῦ μέλιτος γεγευμένων συμφώνως λεγόμενα.
000-00-00 Serial Number=0320856273
Eranistes Ante [Go Back]  
 [02148]  Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν ἁγίου καθέζεσθαι, δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ πνεύματι διὰ τὸν οἰκοῦντα θεὸν ἐν αὐτῷ διηνεκῶς.
000-00-00 Serial Number=0357419610
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00347]  Νύμφην δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στορ γὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους·
 [00587]  προσήκει καὶ ἡμᾶς ἐξηρτῆσθαι σοῦ καὶ διηνεκῶς προσεδρεύειν, καὶ τῶν σῶν ἀπολαύειν μαστῶν.
 [00980]  Χρὴ δὲ ὑμᾶς διηνεκῶς ἐξάπτειν αὐτὴν, καὶ διεγείρειν, καὶ εἰς ὕψος αὐτὴν αἴρειν τὴν φλόγα.
 [01384]  Καὶ εἰκότως αὐτὴν καπνῷ θυμιά ματος ἐοικέναι φασὶ, τὴν κατὰ τὸν μακάριον Παῦλον παραστήσασαν τὰ μέλη αὐτῆς θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ προσφέρουσαν διηνεκῶς τὴν τῆς αἰνέσεως θυσίαν, καὶ τὰ μέλη αὐτῆς τὰ ἐπὶ τῆς γῆς νεκρώσασαν, καὶ τῷ Χριστῷ συνταφεῖσαν, καὶ ὁλοκαύτωσιν ἑαυτὴν τῷ Θεῷ προσκομίσασαν.
 [01907]  Ἐγὼ δὲ ἐξηρτημένη τοῦ φίλτρου, καὶ κρεμαμένη τῶν ἱερῶν αὐτοῦ λόγων, τῆς ζητήσεως εἰχόμην, καὶ βοῶσα διετέλουν, καὶ διηνεκῶς καλοῦσα·
 [02136]  ἐπιθυμοῦσα γὰρ αὐτοῦ διηνεκῶς, ἐπιθυμίαν καλεῖ·
 [02219]  ἡ γὰρ νύμφη ὑπὲρ τὸν κόσμον τοῦτον πολιτεύεται, καὶ ἔξω τούτου τυγχάνει, καὶ ὑπὲρ τοῦτον ἵπταται, καὶ ὅλη τοῦ νυμ φίου γίνεται, καὶ διηνεκῶς ἐκεῖνον φαντάζεται·
 [02466]  Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ' οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρα τῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐ φροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμη δίαν.
 [02477]  ∆ιδάσκει τοίνυν ὁ νυμ φίος, ὅτι τῶν εὐσεβῶν ψυχῶν τὸ ὀπτικὸν λίμναι εἰσὶ, τὰ θεῖα νάματα δεχόμεναι, καὶ διηνεκῶς πλημμυ ροῦσαι·
 [02633]  Χρὴ γὰρ ὑμᾶς διηνεκῶς πυρσεύειν αὐτὴν, καὶ διεγείρειν, ἵνα θερμῶς αὐτὸν ποθήσητε, καὶ ὡς αὐτὸς βούλεται, ἐπὶ τὴν τελειότητα φθάσητε.
000-00-00 Serial Number=0097766221
Graecarum affectionum curatio Ante [Go Back]  
 [01337]  Οὔτε γὰρ ἡ γῆ ἐν τοσαύταις δὴ χιλιάσιν ἐτῶν ἀρουμένη καὶ σπειρομένη καὶ φυτευομένη καὶ τρέφουσα τοὺς καρποὺς καὶ πατουμένη καὶ μεταλλευομένη καὶ ὑομένη καὶ νιφομένη καὶ φλεγο μένη, μείωσίν τινα πέπονθεν ἢ τοὺς καρποὺς ἐλάττους τοῖς γεωρ γοῦσι προσφέρει, οὔτε ἡ θάλαττα, τῶν νεφῶν διηνεκῶς ἐκεῖθεν ἀνιμωμένων τῶν ὑδάτων τὴν φύσιν, καὶ τὸν ὑετὸν ὠδινόντων καὶ παρεχόντων τῇ γῇ, ἐλάττων ὤφθη πώποτε ἢ κοιλοτέρα ἐγένετο ἢ τὰς ἠϊόνας κατέλιπεν, ἃς πάλαι κατέκρυπτεν, οὔτε μὴν ηὐξήθη [4.61] πάλιν, τοὺς πανταχόθεν εἰσρέοντας ποταμοὺς δεχομένη.
 [01344]  [4.63] ∆ιὸ δὴ καὶ ἔγωγε θαυμάζω καὶ τοῦ ἀέρος μὴ δαπανωμένην τὴν φύσιν, τοσούτων μὲν ἀνθρώπων, τοσούτων δὲ ἀλόγων ζῴων διαπνεόντων τοῦτον διηνεκῶς, τοσαύτης δὲ ἀκτῖνος καὶ οὕτως ἄγαν θερμῆς τοῦτον διαπερώσης, πρὸς δὲ τῷ ἡλίῳ καὶ τῆς σελήνης καὶ [4.64] τῶν ἀστέρων ταὐτό γε τοῦτο ποιούντων.
 [04028]  ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσοσμίαν, ἣ διηνεκῶς τὴν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένην ὧν παρανόμως εἰργάσατο.
000-00-00 Serial Number=0764116526
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02518]  Ὀφθαλμοὶ μὲν γὰρ τὰ τῆς κατανύξεως προχέουσι δάκρυα, αἱ δὲ ἀκοαὶ τὰ θεῖα λόγια διαπορ θμεύουσι τῇ ψυχῇ, ἡ δὲ γλῶττα καὶ ὑμνεῖ τὸν εὐερ γέτην καὶ διηνεκῶς προσφέρει τὴν προσευχὴν, αἱ δὲ χεῖρες ὑπουργοῦσι τῇ θεραπείᾳ τῶν δεομένων, καὶ [83.520] οἱ πόδες νῦν μὲν εἰς εὐκτηρίους θέουσιν οἴκους, νῦν δὲ στάσιν ἐν προσευχαῖς, καὶ πλεῖστον ὅσον ὑπομέ νουσι πόνον.
 [03052]  οἷς ἕπεσθαι προσήκει διηνεκῶς, καὶ τὸν τούτων ἀκλινῆ φυλάττειν κανόνα, καὶ τούτῳ τὴν οἰκείαν διευθύνειν ψυχήν·
000-00-00 Serial Number=0790395200
Historia ecclesiastica Ante [Go Back]  
 [03385]  ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ' ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα.
 [03669]  Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς·
000-00-00 Serial Number=0573070407
Historia religiosa Ante [Go Back]  
 [00093]  [1.3] Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
 [00411]  καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς.
 [00608]  [4.4] ∆ιέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον οὔτε πρός τινα διαλεγόμενος οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος.
 [00644]  Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται.
 [00664]  ∆ιαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς.
 [00711]  Τούτου εἵνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο καὶ ἐπίτασιν καθ' ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν καὶ ἡδονῆς ἀνάπλεως καὶ πόρρω τὸν κόρον ἐλαύνων.
 [00915]  Ἀλλὰ καὶ ἐν ὄρεσι καὶ ἐν πεδίοις καὶ ἐν ἄστει καὶ ἐν προαστείοις καὶ ἐν οἰκίαις καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν κυρίου.
 [01126]  Προσευχῇ δὲ καὶ ὑμνῳδίᾳ διηνεκῶς χρώμενος, ἐπιθυμίαν καὶ θυμὸν καὶ τῦφον καὶ τἄλλα τὰ ἄγρια τῆς ψυχῆς κατε κοίμιζε θηρία.
 [01571]  τὴν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν.
 [01649]  [21.5] Ἐν τούτῳ διαιτώμενος ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται, οὐκ ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνήν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν περιφράττουσαν, ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται καὶ διαναπαυόμενος καὶ ἑστὼς καὶ καθήμενος καὶ ὑγιαίνων καὶ ἀρρωστίᾳ τινὶ κατεχόμενος ὡς διηνεκῶς ὑπὸ θεαταῖς ἀγωνίζεσθαι καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι.
 [01792]  Ἔχεις γὰρ Ἰωάννην τὸν πάνυ, τὴν τοῦ λόγου φωνήν, τοῦ δεσπότου τὸν πρόδρομον, ταύτην ὑπὲρ σοῦ τὴν ἱκετείαν διηνεκῶς προσκομίζοντα.
 [01861]  Οὕτω πᾶσαν ἐκείνην διατελέσας τὴν νύκτα καὶ διηνεκῶς τὴν ἐκείνων ἔφοδον προσδεχόμενος, ἐπειδὴ ἡμέρα ἐγένετο καὶ ἧκόν τινες, ἐπυθόμην τί περὶ τῶν Ἰσαύρων εἶεν ἀκηκοότες.
 [01926]  Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην ἣν οὔ ποτε μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων, ἐμοὶ δὲ μόνῳ παραγινομένῳ τοῦτο ποιεῖν ἐπιτρέπει.
 [01951]  Μέσος δὲ αὐτὸς καθειργμένος καὶ τούτους κἀκείνους εἰς ὑμνῳδίαν διεγείρει καὶ ἔστιν ἀκούειν αὐτῶν διηνεκῶς τὸν δεσπότην ὑμνούντων.
 [01989]  Καὶ τῷ σώματι προσδε δεμένος ὑπόπτερον ἔχει ψυχὴν καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται.
 [01996]  Οὐ μόνον, ἔφη, αὐτοὺς οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς στάσεως, ἀλλὰ καὶ κατακλίνεσθαι πολλάκις παρεγ γυῶ.
 [02129]  [26.10] Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατε λέσας ἔτη τὴν πολυθρύλητον ταύτην κατέλαβε κορυφὴν θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσιν δὲ ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ τινὶ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἂν μηδὲ βουλόμενος ἔξω τῶν ὅρων ἐκείνων ἀπίοι, ἔνδον διῆγεν διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος·
 [02234]  [26.23] Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χειρώνειον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ καὶ διηνεκῶς πλεῖστον ἐκεῖθεν ἰχῶρα ἐκκρίνεσθαι.
 [02275]  οἱ μὲν γὰρ ἑστᾶσι διηνεκῶς, οἱ δὲ εἰς καθέδραν καὶ στάσιν τὴν ἡμέραν μερίζουσι.
 [02280]  Ἐκεῖθεν τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν καὶ κιβωτόν τινα βραχεῖαν οὐδὲ τῷ σώματι σύμμετρον ἐκ ξύλων κατα σκευάσας ἐν αὐτῇ διῆγε, κατακύπτειν διηνεκῶς ἠναγκασμένος·
 [02286]  Ἕστηκε μέντοι διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων καὶ τὸν τῶν ὅλων θεὸν ἀνυμνῶν, ἅπαν τὸ σῶμα τῷ δερματίνῳ συγκαλύπτων χιτῶνι·
 [02599]  Ὁμοίως γὰρ κάλλος καὶ πενία καὶ πλοῦτος, καὶ ὑγίεια καὶ νόσος, τιμή τε καὶ ἀτιμία, καὶ τἄλλα, ὅσα τῶν ἀνθρώπων παρατρέχει τὴν φύσιν, οὐ παρὰ τοῖς αὐτοῖς ἀεὶ μένοντα θεωρεῖται, ἀλλὰ τοὺς κεκτημένους ἀμείβοντα, καὶ ἐξ ἄλλων εἰς ἄλλους διηνεκῶς μεταβαίνοντα.
000-00-00 Serial Number=0828011096
Interpretatio in Danielem Ante [Go Back]  
 [00376]  Προσήκει γὰρ, φησὶ, τὸν ἀΐδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν Θεὸν, σοφίας ὄντα καὶ συνέσεως πηγὴν, ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύοντα, καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς ἐλέγχοντα μὲν τὸ τῆς ἀν θρωπίνης εὐημερίας ἀβέβαιον, δεικνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν·
 [00417]  Εὐχὴ, φησὶν, ἐστὶν ἐμοὶ, ζῇν σε διηνεκῶς·
 [00889]  καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γενόμενα θαύματα.
 [02225]  Τούτων ἀκούσας, φησὶν, ἐγὼ ∆ανιὴλ δέους ἐνεπλή σθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέ ξασθαι.
 [02557]  Εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γινομένην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε·
000-00-00 Serial Number=0691790104
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00796]  Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν.
 [01927]  ∆ι' ὧν γὰρ, φησὶ, προσέφερες, προέτρεπες αὐτοὺς προσθέειν σοι, καὶ προστρέχειν, καὶ διηνεκῶς συν εῖναι.
 [02212]  πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν' ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ.
 [02254]  μόνον γὰρ ὁ Ζοροβάβελ τοῦ ἀπὸ τῆς αἰχμαλωσίας συνανελ θόντος λαοῦ ἄρξας διετέλεσε, τὰ δὲ ἄλλα ἔθνη οὐ μόνον αὐτοῦ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ διηνεκῶς ἐπολέμει.
 [04202]  Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες.
 [04233]  Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ·
 [04234]  οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χρι στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06230]  οὐ γὰρ ἐν ἑορταῖς εὐσεβοῦσιν οἱ ἅγιοι, διηνεκῶς δὲ τὴν τῶν θείων νόμων ἐκπληροῦσι φυλακήν.
000-00-00 Serial Number=0902149856
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00776]  ὑετὸν μὲν γὰρ αὐτοῖς πρώϊμον καὶ ὄψιμον διηνεκῶς παρέχω.
 [01015]  οὐ γὰρ διέλιπον, φησὶ, διηνεκῶς αὐτοῖς διὰ τῶν προφητῶν διαλεγόμενος, καὶ τὰ κρείττω προτρέπων·
 [01357]  οὐ γὰρ ἀπετρέποντο ταύτης, ἀλλὰ διηνεκῶς αὐτὴν ὥδευον.
 [01816]  καὶ πολ λοὺς ἐκτησάμην ἐχθροὺς, οἳ διηνεκῶς λοιδοροῦνται καὶ ἐπαρῶνται.
 [01919]  Ἀπεικάζει δὲ τὸν τῷ Θεῷ πεποιθότα, καὶ παραβάλ λει φυτῷ διηνεκῶς ἀρδομένῳ, καὶ μὴ βλαπτομένῳ ὑπὸ καύματος σφοδροτάτου, ἀεὶ δὲ ὥριμον φέροντι τὸν καρπόν.
000-00-00 Serial Number=0803480268
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00083]  Περιέχει γὰρ οὐχ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ἀσεβῶν κατηγορίαν, καὶ παραινεῖ τοῖς θείοις λόγοις προσέχειν διηνεκῶς·
 [00154]  οἷον δέ τινα φύλλα, τὴν ἀγαθὴν ἐλπίδα διηνεκῶς ἐν ἑαυτοῖς φέροντες τεθήλασι καὶ ἀγάλλονται, καὶ συλῶσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα.
 [00155]  Ἔχουσι δὲ καὶ τὸν μεγαλόδωρον ∆εσπότην τῇ προθυμίᾳ συνεργοῦντα διηνεκῶς·
 [00449]  καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος.
 [00573]  Τῷ ψεύδει, φησὶ, διηνεκῶς τὴν γλῶτταν μολύνουσιν.
 [00670]  Οἶδα μὲν μεγάλα καὶ χαλε πὰ πλημμελήσας, ἀλλ' ὅμως δακρύων διηνεκῶς διατελῶ, καὶ τὰ ὑπ' ἐμοῦ τετολμημένα θρηνῶν.
 [00799]  Ἐγὼ δὲ τοσαύτης τοῦ Θεοῦ προνοίας τυχὼν, ὑμνήσω τὸν εὐεργέτην διηνεκῶς, τῆς κρί σεως τὸ δίκαιον διηγούμενος.
 [01484]  Ταύ της δὲ ἆθλον τῆς ἀρετῆς τὸ τῆς θείας ἐπικουρίας διηνεκῶς ἀπολαύειν, καὶ ἐν πολλοῖς ἀγαθοῖς δια μένειν, καὶ τὴν αἰώνιον προσμένειν ζωήν.
 [02269]  Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως, καὶ ἡμᾶς αὐτοὺς, καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μεταλαγχάνειν διηνεκῶς ἱκετεύομεν, ∆έσποτα.
 [02415]  Νύκτωρ, φησὶ, καὶ μεθ' ἡμέραν διηνεκῶς βοῶντος, καὶ σιγᾷν οὐκ ἀνεχομένου, οὐκ ἀκήκοας, ἀλλὰ τῷ πάθει παρέδωκας·
 [02619]  Ἐγὼ δὲ τὴν Ἰουδαίων ἐμβροντησίαν θρηνῶ, ὅτι τοῖς θείοις λογίοις διηνεκῶς ἐντυγχάνον τες, τὴν ἐν τούτοις διαλάμπουσαν οὐ συνορῶσιν ἀλήθειαν, ἀλλ' εἰς τὸν ∆αβὶδ εἰρῆσθαι τὸν Ψαλμὸν ἀποφαίνονται, τοῦ βοῶντος ἀκούοντες, Ἀναγγε λήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγε λοῦσι τὴν δικαιοσύνην αὐτοῦ, λαῷ τῷ τεχθησομένῳ, [80.1025] ὃν ἐποίησεν ὁ Κύριος·
 [02682]  Εἰς μακρότητα ἡμερῶν, τοῦτ' ἔστιν ἀεὶ, καὶ διηνεκῶς.
 [02792]  τὴν γὰρ παρὰ σοῦ φιλανθρω πίαν προσμένω διηνεκῶς.
 [02829]  Οἱ γὰρ διηνεκῶς τοῖς ἱεροῖς ἐντρεφό μενοι Λόγοις μανθάνουσιν ἀκριβῶς δι' ἐκείνων, ὡς πᾶσαι αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται·
 [03030]  Ἐγὼ δὲ, φησὶ, τοσαύ της ἀπολαύσας εὐεργεσίας, οὐ πλοῦτον ζητῶ τὸν ἐμὸν εὐεργέτην, καὶ δυναστείαν, οὐδὲ βασιλείαν καὶ δόξαν, ἀλλὰ τὸ διηνεκῶς τῷ θείῳ προσεδρεύειν ναῷ, καὶ τὸ θεῖον ἐκεῖθεν κατοπτρίζεσθαι κάλλος, καὶ ἐπι σκοπεῖν ἅπαντα τὰ κατὰ νόμον γινόμενα·
 [03392]  ἀντὶ τοῦ, Προσήκει ταύτης ἕνεκα τῆς εὐεργεσίας διηνεκῶς ᾄδειν σε καὶ ὑμνεῖν τοὺς τοσαύτης δόξης τετυχηκότας, ἐν μηδενὶ καιρῷ σιωπῶντας.
 [03463]  Παροργίσας γάρ σε διὰ τῆς ἁμαρτίας, δακρύειν διηνεκῶς ἀναγ κάζομαι·
 [03584]  κεντοῦμαι δὲ διηνεκῶς ὑπ' αὐτῆς.
 [03622]  Τοῦτο γὰρ εἶπεν, Ἐπιστη ριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου ἐκ μεταφορᾶς τῶν φιλικῶς περί τινα διακειμένων, καὶ ἀποβλέπειν εἰς αὐτὸν ἐθελόντων διηνεκῶς.
 [03664]  Τοῖς τὸν Θεὸν ἐπεγνωκόσι, καὶ πλάνης ἀπηλλαγμένοις, ἁρμόττει τὸν Θεὸν διηνεκῶς ἀν υμνεῖν.
 [04062]  Ἐγὼ δὲ τῆς σῆς προνοίας ἀπολαύσας, νύκτωρ καὶ μεθ' ἡμέραν τὰς σὰς ἐντολὰς μελέτην ποιήσομαι, καὶ διηνεκῶς σου τὰς εὐεργεσίας ὑμνήσω.
 [04162]  Τοιγάρτοι διηνεκῶς τῆς ἡμέρου σου καὶ δικαίας με τάδος κηδεμονίας, τῆς θεογνωσίας ἠξιωμένοις, καὶ ἀγαθὰ πράττειν προαιρουμένοις.
 [04311]  Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς.
 [04385]  Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερη μένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυ θρωπότητος μεταβολὴν οὐχ εὑρίσκω.
 [04394]  Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύ πτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας.
 [04697]  Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα.
 [04836]  Τοιγάρτοι ταῦτα διηνεκῶς λογιζόμενος, ἄπαυστον ἔχω τὸν θρῆνον.
 [04981]  Ἱκετεύομεν δὲ ἀεὶ τῆς σῆς ἀπολαῦσαι ῥοπῆς, καὶ διηνεκῶς τῶν σῶν εὐεργεσιῶν διεξιέναι τὸ πλῆθος.
 [05249]  Ἀνυμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεὰν, διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς.
000-00-00 Serial Number=0689760029
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00475]  προσφέρεις γὰρ ταύτας διηνεκῶς·
 [00598]  Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν, λή θην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας, καὶ τὰς τολμηθεί σας παρανομίας·
 [00814]  Καὶ ἐν τῷ πρώτῳ ψαλμῷ, δένδρῳ παρ' ὄχθην ὑδάτων πεφυτευμένῳ, καὶ τεθηλότι διηνεκῶς, καὶ τὸν καρπὸν ὥριμον φέ ροντι, τὸν τῆς ἀρετῆς ἀπείκασεν ἀθλητήν.
 [01150]  Ὑπὸ διαφόρων ἐχθρῶν ἐξελαυνόμενός τε καὶ πολε μούμενος, καὶ οἱονεὶ συμπατούμενος καὶ διηνεκῶς τοῦτο πάσχων, τὴν σὴν, ὦ ∆έσποτα, φιλανθρωπίαν προσμένω.
 [01151]  Τὸ δὲ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέ ραν ὁ Σύμμαχος ἡρμήνευσεν, ἀντὶ τοῦ ἐνδελεχῶς καὶ διηνεκῶς.
 [01778]  Τὸ δὲ εἰς τοὺς αἰῶνας, ἀντὶ τοῦ διηνεκῶς τέθεικεν.
 [01961]  Ο δὲ ἐξ ἐθνῶν πεπιστευκὼς λαὸς διηνεκῶς ἂν εἴποι·
 [02228]  Καὶ οἱ ταῖς τῶν δαιμόνων θυσίαις μιαινόμενοι βουνοὶ, τοὺς τὸν Θεὸν διηνεκῶς ὑμνοῦν τας, καὶ τὸν ἀγγελικὸν ἀσπαζομένους βίον ὑποδεξά μενοι, λαμπροί τινες ἔσονται καὶ περίβλεπτοι.
 [02285]  Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον.
 [02411]  [Αὐτὸν γὰρ ἀνυμνεῖν διηνεκῶς τοῖς εἰς αὐ τὸν πιστεύουσι παρακελευόμενος οὐ παύεται.]
 [02627]  Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσ έταξε.
 [03044]  καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον·
 [03500]  Ὑμνήσουσι δὲ αὐτὸν διηνεκῶς·
 [04116]  Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς.
 [04169]  Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ ῥίψω.
 [04220]  Τὸν παλαιὸν δεδω κὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν·
 [04667]  ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς.
 [05164]  καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυ κύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς ἐντρυφῶντας.
 [05370]  διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω.
000-00-00 Serial Number=0697607756
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00294]  Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παια νίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λου τροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν γινόμενοι.
 [01211]  Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας.
 [02498]  Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι.
 [02856]  Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν.
 [03151]  Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται.
 [03584]  Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα.
 [03744]  Ἀλλ' οὐκ εἰς ἀνάπαυλαν ἐμαυ τὸν ἐξέδωκα, καὶ ῥᾳστώνην, τούτοις περιπεσὼν, οὔτε εἰς τὰς ἄλλας τοῦ βίου ψυχαγωγίας ἐμαυτὸν προενήνοχα, ἀλλὰ θρήνοις καὶ δάκρυσι κεχρημέ νος, καὶ διηνεκῶς ποτνιώμενος τὴν θείαν ἐξῄτουν βοή θειαν.
 [04104]  Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευ νῶντας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας·
 [04224]  ὁ δὲ προφήτης ἱμείρεται τοῦτον ἔχειν τὸν πόθον διηνεκῶς.
 [04349]  Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυ φὴν, ταύτης δεῖται διηνεκῶς.
 [04972]  Ἐν δὲ τούτοις ὁρᾶ ται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια·
 [05253]  Πλέον γὰρ τῶν παίδων αἱ παιδίσκαι, ἅτε δὴ ταῖς δεσποίναις ἐν τοῖς θαλά μοις συνοῦσαι, διηνεκῶς προσέχειν ταύταις εἰώ θασι, καὶ τὴν παρ' αὐτῶν ποθοῦσιν εὐμένειαν.
 [05448]  Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ' ἐν αὐταῖς ποιεῖσθαι τὴν πορείαν διηνεκῶς.
 [05612]  ∆ιὸ πάντα τὸν Ἰσραὴλ τῆς αὐτῆς ἐλπίδος ἔχεσθαι παρεκάλεσαν, καὶ διηνεκῶς ταύτην ἔχειν, καὶ τοὺς ἐκ ταύτης φυομένους συλλέγειν καρπούς.
 [06117]  Ταύτης τῆς εὐφροσύνης διηνεκῶς ἀπολαύειν ἀντιβολῶ.
 [07100]  Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς.
 [07290]  Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατ ορθούμενα.
000-00-00 Serial Number=0361503541
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00786]  σὺ δὲ, διηνεκῶς τούτοις ἐπεν τρυφῶν, οὐδεμίαν ἐντεῦθεν ὠφέλειαν ἐδρέψω, ἀλλὰ τῶν παρ' ἐμοῦ σοι χορηγουμένων ἀγαθῶν τοῖς δαί μοσι τὰς ἀπαρχὰς προεκόμισας.
 [01031]  ἐπειδὴ ἐγὼ πάντα τὰ τίμια παραδώσω τοῖς ἐναντίοις, καὶ διηνεκῶς ταπεινώσω.
 [01063]  ἑπό μενοι διηνεκῶς, καὶ πᾶν τὸ κελευόμενον δρῶντες.
 [01124]  Τοιοῦτον ἔχων ∆ε σπότην, ὃς κατὰ πάντων ἔχει τὸ κράτος, ἄληστον αὐτοῦ διὰ παντὸς ἔχε τὴν μνήμην, καὶ δικαιοσύνης ἀντέχου, καὶ φιλάνθρωπος ἔσο περὶ τὸν πέλας, καὶ τοῖς θείοις διηνεκῶς ἀκολούθει προστάγμασιν·
 [01243]  Οὐαὶ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ! Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει, ὅτι ὁ Ἐφραῒμ συστρέφει τὰς ἀδικίας, καὶ αὔξει διηνεκῶς, βουλῇ πονηρᾷ κεχρημένος.
 [01508]  Ἀλλὰ καὶ οὗτοι, φησὶ, κἀκεῖνοι τοῖς ὅπλοις διηνεκῶς χρήσονται.
 [02405]  οὕτως οὗτοι τοῖς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦν τες, ἐπιβουλαῖς κατ' αὐτῶν ἐχρῶντο μυρίαις.
 [02610]  Πρὸς δὲ τούτῳ καὶ τῶν Ἰουδαίων κατηγο ρίαν ὑπέλαβεν ἔσεσθαι τὴν τῶν Νινευϊτῶν εὐπεί θειαν, ὡς τῶν μὲν ἀγνῶτι καὶ ἀλλοφύλῳ πεπιστευ κότων ἀνδρὶ, τῶν δὲ μυρίοις προφήταις ὁμοφύλοις, μετὰ θαυματουργίας τὴν προφητείαν ποιουμένοις, διηνεκῶς ἀπειθούντων, καὶ ὄνησιν οὐδεμίαν παρ' αὐ τῶν δεχομένων.
 [03468]  διηνεκῶς τὸν εὐεργέτην ὑμνοῦντες, καὶ τοῖς ἐκείνου νόμοις ἀκολουθοῦντες, καὶ τὴν ἀπὸ τῶν ἁγίων τετριμμένην πορείαν ὁδεύον τες·
 [05732]  πρὸ δὲ ταύτης τῆς τόλμης, τῆς θείας κηδεμονίας διηνεκῶς ἀπολαύοντες διετέλεσαν.
 [06001]  Ἴστε σαφῶς, φησὶ, καὶ ὑμεῖς ταῖς Μω σαϊκαῖς ἐντρεφόμενοι διηνεκῶς ἱστορίαις, ὡς Ἡσαῦ καὶ ὁ Ἰακὼβ ὁ ὑμέτερος γενάρχης, καὶ τὸν αὐτὸν ἔσχον πατέρα, καὶ ἐκ μιᾶς ἐβλάστησαν μήτρας, καὶ τὴν αὐτὴν κατ' αὐτὸν ᾤκησαν γαστέρα·
000-00-00 Serial Number=0244999290
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00125]  Εἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς κατοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας;
 [00962]  Εἰ ἐν τοῖς δαιμονιῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας;
000-00-00 Serial Number=0156462729
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02376]  ἐπειδὴ δὲ φυλάξαι τὸν θεῖον οὐκ ἠβουλήθησαν νόμον, οὐ πᾶσαν αὐτοῖς παρέδωκεν, ἀλλ' εἴασέ τινας διηνεκῶς αὐτοῖς πολεμοῦντας, ἵνα πολεμούμενοι τὴν θείαν αἰτῶσι βοήθειαν.
 [02426]  διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς
 [02847]  ὥσπερ γὰρ τὸ πρόβατον, καὶ τὰ τούτῳ προσόμοια διηνεκῶς ἀναπεμπάζεται τὴν τροφήν, οὕτως ὁ ἐμμελὴς καὶ φιλόθεος πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν·
 [03236]  ἐπειδὴ γὰρ τοῦ πλείονος ἐφιέ μενοι διηνεκῶς ἔσπειρον, μὴ διαναπαυομένη δὲ ἡ γῆ ἐξιτήλους ἔφερε τοὺς καρπούς, τῷ ἑβδόμῳ ἔτει ἄσπαρτον ἐᾶσαι τὴν γῆν διηγόρευσε·
 [04048]  ἐκείνων ἀναμιμνησκόμενος, ἥμερος γενοῦ τοῖς ὑπηκόοις καὶ πρᾶος καὶ ἧς ἀπολαύεις ἀναπαύλης διηνεκῶς, μετάδος τούτοις ἐν τῇ ἑβδόμῃ τῆς ἑβδομάδος ἡμέρᾳ.
 [04581]  πελάζων γὰρ τῷ θείῳ νεῷ διηνεκῶς τῆς θεία
000-00-00 Serial Number=0173720360
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01359]  συνεῖναι δὲ αὐτῷ κελεύσας, καὶ ὁμοδίαιτον εἶναι διηνεκῶς.
000-00-00 Serial Number=0554503620
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00072]  καὶ τὸ τῆς παλιγ γενεσίας ἐπιτελοῦντες μυστήριον, βαπτίζομεν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγο ρίαν προσφέροντες, καὶ μέντοι καὶ ταῖς ἐκκλησίαις διηνεκῶς λειτουργοῦντες, δοξάζειν εἰώθαμεν τὸν Πα τέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»