Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διδασκαλίαν [219]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διδασκαλίαν


000-00-00 Serial Number=0732177079
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00010]  αἴτιοι δὲ τούτων οἱ τὴν ἀποστολικὴν διαφθεῖραι πίστιν φιλονει κήσαντες καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν ἀλλόκοτον διδασκαλίαν ἐπιθεῖναι τολμήσαντες·
 [00071]  Καὶ τὸ Ἐμμανουὴλ δὲ ὄνομα, Θεοῦ καὶ ἀνθρώπου τυγχάνει σημαντικὸν, ἑρμηνεύε ται γὰρ, κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεὸς, τουτέστιν, ἐν ἀνθρώπῳ Θεὸς, ἐν τῇ ἡμετέρᾳ φύσει Θεός.
000-00-00 Serial Number=0435102701
Commentaria in Isaiam Ante [Go Back]  
 [00328]  Λόγον γὰρ ἐνταῦθα οὐ τὸν θεὸν λόγον καλεῖ ἀλλὰ τὴν τοῦ θείου λόγου διδασκαλίαν·
 [01520]  Τοὺς μὲν γὰρ τῆς τῶν δαιμόνων ἠλευθέρου μανίας, τοὺς δὲ τῆς τῶν παθημάτων ἐπικρατείας ἀπήλλαττε, τοῖς δέ γε πιστεύουσι τὴν ὀνησιφόρον καὶ ζωῆς πρόξενον διδασκαλίαν προσέφερεν.
 [01626]  Ταῦτα τῷ χορῷ τῶν ἀποστόλων ἁρμόττει καὶ τοῖς μετ' ἐκείνων ἐξ Ἰουδαίων πεπιστευκόσιν, οἳ καὶ εἰς τὰ ἔθνη διεπόρθμευσαν τὴν θείαν διδασκαλίαν καὶ παρηγγύων ἀλλήλοις τὴν δεσποτικὴν πληροῦν ἐντολὴν τὴν λέγουσαν·
 [02791]  οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως τὴν ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον.
 [02811]  Οὗτος καὶ τῶν κατὰ τῆς εὐσεβείας μαινομένων πόλεων τὸ θεομάχον φρόνημα καταλύσας τοῖς ἀποστολικοῖς αὐτὰς ὑπέταξεν ἴχνεσι καὶ τοῖς τὴν ἐκείνων διδασκαλίαν ἐκδεξαμένοις.
 [03076]  Γλῶσσαν ἑτέραν καλεῖ τὴν παραβολικὴν καὶ τροπικὴν τῶν προφητῶν διδασκαλίαν, φαυλισμὸν δὲ χειλέων τοὺς παρ' αὐτῶν κατὰ τῶν προφητῶν γινομένους ψόγους.
 [04580]  Τοῖς αὐτοῖς παρακελεύεται σύμφωνον προσφέρειν διδασκαλίαν καὶ τὴν ἐσομένην κρίσιν ἅπασι προμηνύειν.
 [05671]  Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ εῖθρα προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν.
 [06348]  πρὸ γὰρ τοῦ πάθους νύκτωρ καὶ μεθ' ἡμέραν διαλεγόμενος καὶ τὴν ὀνησιφόρον διδασκαλίαν προσφέρων κατὰ τὸν τοῦ πάθους ἐσίγησε καιρόν.
 [07162]  Πάντες δὲ οὗτοι νῦν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὴν προφητικὴν διδασκαλίαν προσφέ ρουσιν .
 [07295]  «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται» κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν.
 [07755]  κατὰ ταὐτὸν γὰρ καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ βασιλεῖς καὶ ὑπήκοοι καὶ σοφοὶ καὶ ἰδιῶται μίαν ἔχουσι τράπεζαν, τὴν διδασκαλίαν τοῦ πνεύ ματος.
 [07817]  τοῦ γὰρ μεγάλου δημηγορήσαντος Πέτρου ὁμοῦ τρισχιλίους ἡ χάρις ἐγέννησε καὶ πάλιν ἄλλην διδασκαλίαν προσενεγκόντος πεντακισχιλίους κατὰ ταὐτὸν ἀπεκύησεν·
 [07893]  Ἐκ τούτων ἦν Κρῖσπος ὁ ἀρχισυνάγωγος καὶ Σωσθένης πάλιν ἀρχισυνάγωγος, οἳ τῆς τοῦ θεσπεσίου Παύλου διδασκαλίας ἀπήλαυσαν, καὶ ἄλλοι δὲ μυρίοι ἔν τε Ἀντιοχίᾳ τῆς Πισιδίας καὶ Ἰκονίῳ καὶ Λύστροις κἀν ταῖς ἄλλαις πόλεσιν, οἳ τὴν σωτήριον διδασκαλίαν ἐδέξαντο.
000-00-00 Serial Number=0054780424
De incarnatione domini Ante [Go Back]  
 [00403]  Οὐχ ἥκιστα δὲ καὶ τῆς Ἐπιστολῆς τὸ προοίμιον, ταύτην ἔχει τὴν διδασκαλίαν.
000-00-00 Serial Number=0947883487
De providentia orationes decem Ante [Go Back]  
 [00557]  Ἐπειδὴ δὲ γυναιξὶν αἱ ὠδῖνες εἰς τοιαύτην διδασκαλίαν ἀρκοῦσι, μόνων οὕτω τὰς τῶν ἀνδρῶν παρειὰς ἐστεφάνωσεν.
 [00711]  Τοῖς μὲν γὰρ εὖ φρονοῦσι, καὶ τὸν χαρακτῆρα τῆς φύσεως ἀκήρατον διασώζουσι, ἀρκεῖ πρὸς διδασκαλίαν ὁ ἔμφυτος λόγος, τοῖς δὲ τοῦτον διαφθείρουσι, καὶ θηριώδη βίον προελο μένοις, τὸν ἁρπακτικόν τε καὶ ὠμοβόρον, ἔλεγ χος ἀληθὴς πρόκειται τῶν ἀλόγων ἡ εὔτακτος πολι τεία.
 [00925]  Ἀλλ' ὅμως ἤρκεσεν αὐτοῖς εἰς διδασκαλίαν ἡ φύσις.
 [01289]  Ὄνησιν γὰρ οὐδεμίαν παρὰ τῶν εὖ καὶ καλῶς εἰσηγησαμένων ἑλκῦσαι θελήσαντες, ἀλλὰ τῇ μοχθηρίᾳ τοῦ τρόπου τὴν ἐκείνων διδασκαλίαν ὑβρίσαντες, τῆς θείας ἐπι μελείας σφᾶς αὐτοὺς ἀπεστέρησαν·
 [01677]  ἀπόχρη γὰρ ὁ ἔμφυτος λόγος εἰς τὴν τούτων διδασκαλίαν.
 [01804]  Εἰ δὲ καὶ τὴν τούτου διδασκαλίαν λῆρόν τινα καὶ μῦθον νομίζεις, δέξαι τὴν φύσιν διδάσκου σαν καὶ κηρύττουσαν τὴν ἀνάστασιν.
 [02170]  Καὶ οὐ μόνον ἡνίκα ηὐσέβει, τὴν διὰ τούτων διδασκαλίαν πᾶ σιν ἀνθρώποις προσέφερε, ἀλλὰ καὶ ὅτε τῆς παρα νομίας εἰσεπράττετο δίκας.
000-00-00 Serial Number=0199665606
De sancta trinitate Ante [Go Back]  
 [00004]  Ἔδει μὲν πάντας τοὺς τῇ προσηγορίᾳ τοῦ Σωτῆ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαμπρυνομένους, καὶ πρό βατα εἶναι σεμνυνομένους τοῦ τὴν ψυχὴν τεθεικότος ποιμένος ὑπὲρ ἡμῶν, τῆς τοῦ ποιμένος ἀκούειν φω νῆς, καὶ τὴν ὑπ' ἐκείνου δεικνυμένην νέμεσθαι πόαν, καὶ τοῖς τῆς εὐαγγελικῆς πίστεως ὅροις καὶ νόμοις ἐμμένειν, καὶ τὴν ἁπλῆν τῶν ἀποστόλων στέργειν διδασκαλίαν·
 [00010]  καὶ τῶν θείων δογμάτων τὴν διδασκαλίαν προθήσομεν, τοῖς τε εἰδόσιν εἰς ἀνά μνησιν, καὶ τοῖς ἀγνοοῦσιν εἰς μάθησιν.
 [00022]  ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναί σωμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας προσοίσωμεν·
 [00184]  Ἵνα δὲ δείξωμεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα, ἐπ' αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν·
 [00216]  εἰ δὲ φαῖεν ἀρκεῖν τὸ γράμμα πρὸς ἀκριβῆ διδασκαλίαν, ἐκ τῶν προκειμέ νων τὴν ἔννοιαν αὐτῶν διελέγξωμαι·
000-00-00 Serial Number=0088545322
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00012]  Ὑπέσχετο δὲ εἰς ἅπασαν χυθήσεσθαι τὴν οἰκουμένην τὴν τῆς θεογνωσίας διδασκαλίαν·
000-00-00 Serial Number=0176727951
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00029]  ἀλλ' οἷς τὴν διδασκαλίαν προσέφερε τὴν ὠφέλειαν πραγμα τευόμενος.
 [00168]  τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν' ὅταν ἡμῖν προσπέσῃ πάθος προσ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα τος.
 [00898]  τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάτ τειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν.
 [00917]  Τούτου χάριν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀν θρώποις συνανεστράφη , καὶ διὰ τῆς ὁρωμένης ἀνθρωπό τητος τὴν ζωηφόρον τοῖς ἀνθρώποις διδασκαλίαν προσήνεγκεν, καὶ λογικοῖς πρέπουσαν πολιτείαν ἐνομοθέτησεν·
 [01114]  ὅτι τοῖς λαοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσφέρομεν;
 [01191]  Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον.
 [01250]  Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν ἐγὼ γὰρ οὐ πείθομαι , τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν.
 [01346]  Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν.
 [01358]  Εἰ δὲ οἱ νῦν τὰς καθ' ἡμῶν συκοφαντίας ὑφή ναντες παραχαράττειν ἡμᾶς τὴν εὐαγγελικὴν διδασκαλίαν φασίν, τί δήποτε μὴ παρόντας ἐλέγχουσιν, ἀλλ' ἀπόντων κατηγοροῦσι;
 [01583]  Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημέ νην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρό νημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς.
 [01668]  Καὶ γὰρ ἤδη καὶ πλειόνων ὡς ἔτυχε ταῦτα βεβαιωσάντων, ἀντέστημεν ἐν Ἐφέσῳ, καὶ οὐ πρότερον ἐκοινωνήσαμεν τῷ ταῦτα γεγραφότι, ἕως τοῖς παρ' ἡμῶν ἐκτεθεῖσι συνθέμενος, σύμφωνον αὐτοῖς διδασκαλίαν προσ ήρμοσεν, οὐδεμίαν τῶν κεφαλαίων ἐκείνων ποιησάμενος μνή μην.
 [01690]  καὶ χρὴ πάντα κινῆσαι πόρον, ὥστε μηδὲν αὐτῇ νόθον ἐπεισαχθῆ ναι, μηδὲ τὴν ἀποστολικὴν παραφθαρῆναι διδασκαλίαν.
 [01738]  καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην.
 [01802]  Πόρρω γὰρ ἡμᾶς διάγοντας καὶ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκό τας, κατέκριναν ὡς ἠθέλησαν οἱ δικαιότατοι δικασταί, καὶ τὴν ἐκ τῆς τοῦ Θεοῦ Σωτῆρος παρουσίας μέχρι καὶ τήμερον ἐν ταῖς Ἐκκλησίαις κρατήσασαν διδασκαλίαν παραλιπόντες, και νήν τινα, καὶ νόθον, καὶ ἄντικρυς ἐναντίαν τῇ παραδόσει τῶν ἀποστόλων εἰσήγαγον, καὶ τοῖς τὰ παλαιὰ κρατοῦσι κηρύγματα προφανῶς πολεμοῦσι.
 [01828]  Ἵνα δὲ μή τις τῶν ἀγνοούντων ἡμᾶς ἀληθὲς εἶναι πιστεύσῃ τὰς καθ' ἡμῶν γεγενημένας διαβολάς, καὶ σκανδαλισθῇ νομί σας ἕτερα παρὰ τὴν εὐαγγελικὴν διδασκαλίαν φρονεῖν, ἀντι βολῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν, ταύτην αἰτῆσαι τὴν χάριν τὴν καλλίνικον κορυφήν, ὥστε με τὴν Ἑσπέραν καταλαβεῖν καὶ παρὰ τοῖς ἐν ἐκείνῃ θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις δικάσασθαι·
 [01867]  Εἰ δὲ τὴν ὀρθὴν τοῦ εὐαγγελικοῦ κηρύγματος προσμαρτυροῦσιν ἡμῖν διδασκαλίαν, βοῶμεν πρὸς αὐτούς·
 [01939]  τινὲς δὲ αὐτῶν καὶ γονάτων ἥπτοντο, τὴν διδασκαλίαν ἡμῶν ἀποστολικὴν ὀνομάζοντες·
 [02097]  σύντομον διδασκαλίαν, ἱκανὴν οὖσαν καὶ αὐτὴν διδάξαι τὴν τῶν ἀποστολικῶν δογμά των ἀλήθειαν.
 [02221]  Κἀγὼ τοίνυν ἕτερα μέν τινα ἐμαυτῷ σύνοιδα πλημμε λήματα, τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκαλίαν ἀκραιφνῆ διετήρησα.
 [02434]  Ὑμεῖς δὲ τὴν εὐαγγελικὴν διδασκαλίαν ἄσυλον διατηρήσατε, ἵν' ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ, μετὰ τῆς προσηκούσης ἐργα σίας τὴν παρακαταθήκην τῷ δικαίῳ προσενεγκότες Κριτῇ, τῆς τριποθήτου φωνῆς ἐπακούσητε·
 [02613]  Ταύτην ἡμεῖς τὴν διδασκαλίαν διατελοῦμεν κηρύττοντες.
 [02728]  Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσήνεγκεν καὶ δι' ὧν τῷ θαυμασίῳ γέγραφε Τίτῳ.
 [02933]  Ταῦτα παρὰ τῶν θείων ἐδιδάχθημεν ἀποστόλων, ταύτην καὶ Ἰωάννης καὶ Ματθαῖος, τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ μέγιστοι ποταμοί, τὴν διδασκαλίαν ἡμῖν προσήνεγκαν·
000-00-00 Serial Number=0585214734
Eranistes Ante [Go Back]  
 [00030]  Ἄμεινον μὲν ἦν συμφωνεῖν ἡμᾶς καὶ τὴν ἀπο στολικὴν διδασκαλίαν φυλάττειν ἀκήρατον.
 [00054]  Κατὰ δέ γε τὴν τῶν πατέ ρων διδασκαλίαν, ἣν ἔχει διαφορὰν τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἢ τὸ γένος πρὸς τὸ εἶδος ἢ τὸ ἄτομον, ταύτην ἡ οὐσία πρὸς τὴν ὑπόστασιν ἔχει.
 [00149]  Ἀπόκριναι τοίνυν, τοῦ θείου Παύλου πνευματικὴν τὴν διδασκαλίαν ὁμολογεῖς;
 [00183]  Εἰ δὲ μὴ στέργεις τὴν ἀποστολικὴν διδασκαλίαν, ἄντικρυς ὁμολόγησον.
 [00740]  {ΟΡΘ.} Ἄκουσον οὖν τῶν ἀνδρῶν τὴν ἀποστολικὴν προφερόντων διδασκαλίαν.
 [01260]  {ΕΡΑΝ.} Τοῖς ἀπίστοις ἐκεῖνοι τήνδε τὴν διδασκαλίαν προσήνεγ καν·
 [01262]  {ΟΡΘ.} Μάλιστα μέν εἰσιν ἔτι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν μυρία συστήματα, καὶ χρὴ τούτων ἑκάστῳ κατάλληλον διδασκαλίαν προσφέρειν.
 [01537]  ὅτι δέ γε καὶ τὴν περὶ τῆς σαρκὸς διδασκαλίαν προσήνεγκεν, οὐκ ἀπέδειξας.
 [01544]  ἐδείξαμεν γὰρ τοῖς μὲν ἀγνοοῦσι τὴν θεότητα τὴν περὶ ταύτης προσενεχθεῖσαν διδασκαλίαν·
 [04211]  Εἰ δὲ τοῦτο ἀληθές, ἀληθὲς δέ, οὐκ ἄρα εἰς σάρκα ὁ θεὸς λόγος ἐτράπη, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο κατὰ τὴν αὐτοῦ τοῦ ἀποστόλου διδασκαλίαν.
000-00-00 Serial Number=0528150380
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00161]  ἅλας εἰδότες τὴν πνευματικὴν σύνεσιν, καὶ τὴν θείαν διδασκαλίαν, τὴν διαστύφουσαν τὰ σεσηπότα, καὶ σῶα φυλάττου σαν.
 [00431]  βούλομαι ἀμέσως ἐκ τοῦ στόμα τος τὴν ἱερὰν δέξασθαι διδασκαλίαν, καὶ ταύτην τοῖς τῆς διανοίας μου καταφιλῆσαι χείλεσι.
 [00656]  Μετὰ ταῦτα ἡ νύμφη, καταλι ποῦσα τούς τε πρὸς τὰς νεάνιδας λόγους, καὶ τὴν πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ διδασκαλίαν, τρέπεται πρὸς τὸν νυμφίον, καὶ ἣν ἔχει περὶ αὐτὸν ἀγάπην γυμνοῖ, καί φησιν·
 [01152]  Φωνὴν πάλιν τρυγόνος τὴν τοῦ παναγίου Πνεύματος διδασκαλίαν καλεῖ.
 [01701]  Ἀναγκαῖον τούτοις παραθεῖναι τὴν ἀποστολικὴν διδασκαλίαν τὴν λέγουσαν·
 [01713]  ∆ηλοῖ δὲ ἐνταῦθα τοὺς τῆς Ἐκκλησίας διδασκάλους, τὴν εὐσεβῆ διδασκαλίαν προσφέροντας, καὶ οἱονεὶ κηρίον μελισσῶν ἐν τοῖς χείλεσι φέροντας, καὶ τὰς σταγόνας τοῦ μέλιτος ἀποστάζοντας·
 [01789]  Οὐ γὰρ μόνον τὴν εὐαγγελικὴν ἔχει διδασκαλίαν προφανῶς ῥέουσαν, ἀλλὰ καὶ τοῦ νόμου τὸ φρέαρ, ὅπερ ἐστὶ φρέαρ ὕδατος ζῶντος, καὶ κεκρυμμένα μὲν ἔχον τὰ νάματα, ῥοιζοῦντα δὲ, καὶ ἦχον ἀποτε λοῦντα, καὶ ἀπὸ τοῦ Λιβάνου προχεόμενα ἐν Ἱερο σολύμοις γὰρ ἤνθει ἡ νομικὴ πολιτεία, ἥτις Λίβανος τροπικῶς ὀνομάζεται·
 [02029]  οὔτε γὰρ νήθει, οὔτε ὑφαίνει τὰ κρίνα, κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀμφιέννυσιν αὐτά.
 [02209]  καὶ τὴν μὲν πίστιν ἀκίνητον ἔχοντες, καὶ τὰ τῆς εὐ σεβείας δόγματα σῶα διαφυλάττοντες, καὶ πᾶσαν αἱρετικὴν καὶ ἀλλόφυλον διδασκαλίαν ἀποστρεφόμε νοι, ἀμελέστερον δὲ βιοῦντες, καὶ ποτὲ μὲν σφῶν αὐ τῶν ἐπιμελούμενοι, ποτὲ δὲ πάλιν εἰς ῥᾳθυμίαν κυλινδούμενοι, καὶ ποτὲ μὲν ἁμαρτάνοντες, ποτὲ δὲ τῆς μετανοίας πηγάζοντες δάκρυα.
 [02308]  διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσ φέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ἅρμασι λαοῦ τοῦ ἡγουμένου, ἢ, ὡς ὁ Ἀκύλας, ἅρμασι λαοῦ ἑκου σιαζομένου ἄρχοντος.
 [02508]  Καλεῖ δὲ πλο κὴν τριχῶν βασιλικῇ πορφυρίδι ἀπεικασμένην τὴν μετὰ ἁρμονίας προσφερομένην διδασκαλίαν, καὶ τῷ αἵματι τοῦ Χριστοῦ διηνθισμένην·
 [02585]  Πᾶν γὰρ εἶδος καρποφοροῦσιν οἱ τὴν ἡμετέραν διδασκαλίαν δεξάμενοι.
 [02624]  μυρεψικὸν δὲ οἶνον καλεῖ τὴν τῇ θείᾳ χάριτι διηρτυμένην διδασκαλίαν, καὶ οἱονεὶ μεμυρισμένην, καὶ εὐώδη τυγχάνουσαν.
 [02751]  τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα λύσω.
000-00-00 Serial Number=0631655455
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00178]  Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος ἤκουσα [1.54] γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν , μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν·
 [00247]  μόνοις γὰρ τοῖς ὁρατοῖς προστε τήκατε καὶ τὰ χειρόκμητα ξόανα σέβοντες, τὴν περὶ τῆς τοῦ [1.82] ἀοράτου φύσεως διδασκαλίαν οὐ δέχεσθε.
 [00285]  Εἰ [1.89] δὲ ἐκεῖνοι ὀλίγων ἕνεκα ψηγμάτων πλεῖστον ὅσον ὑπομένουσι πό νον, καὶ μέντοι καὶ κίνδυνον, τίς οὕτως ἐστὶ τῶν θείων ἀνέρα στος, ὡς τὴν περὶ τῆς ἀληθείας διαδρᾶναι διδασκαλίαν, μυριο πλάσιον ἔχουσαν κέρδος;
 [00385]  Οὕτω, ξὺν Θεῷ φάναι, καὶ τὴν ἄλλην [1.128] ὑμῖν διδασκαλίαν προσοίσομεν.
 [00583]  [2.55] Ταύτην ἔχει τὴν διδασκαλίαν τὰ Μωϋσοῦ τοῦ μεγάλου ξυγ γράμματα·
 [00596]  ἅπαξ γὰρ εἰπὼν τὸ Θεός καὶ δὶς τὸ Κύριος ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ εἷς ἐστιν, καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς [2.60] θείας οὐσίας ἐμήνυσεν.
 [00637]  Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν καὶ Ἡσαΐας ὁ προφήτης καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλκαὶ Ζαχαρίας καὶ Μιχαίας καὶ ἅπας ὁ τούτων προσφέρει χορός·
 [00700]  [2.91] Εἰ δὲ καὶοἱ τῆς ἀληθείας ἀντίπαλοι οὕτω κομιδῇ θαυμάζουσι τὴν ἀλήθειαν, ὡς καὶ βραχέσι μορίοις ἐκεῖθεν σεσυλημένοις δια καλλύνειν τὰ οἰκεῖα ξυγγράμματα, καὶ πολλῷ ψεύδει ταῦτα μιγνύμενα μὴ ἀμβλύνειν τὸ σφέτερον κάλλος, ἀλλὰ κἀν φορυτῷ κειμένους τοὺς μαργαρίτας ἀστράπτειν καὶ, κατὰ τὴν εὐαγ γελικὴν διδασκαλίαν, τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνειν καὶ ὑπὸ τῆς σκοτίας μὴ κρύπτεσθαι ξυνιδεῖν εὐπετές, ὅπως ἐστὶν ἀξιέ ραστα καὶ ἀξιάγαστα τὰ θεῖα μαθήματα, τοῦ ψεύδους κεχωρι [2.92] σμένα.
 [01103]  [4.1] ∆ημόκριτον τὸν ∆αμασίππου τὸν Ἀβδηρίτην φασὶ παραπλη σίαν εἶναι τῇ φύσει λέγειν τὴν ἀρίστην διδασκαλίαν·
 [01131]  Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν·
 [01201]  Τοῦτο δὴ ξυνορῶν ὁ Σω κράτης, μετεωρολόγοις καὶ φυσιολόγοις ἐρρῶσθαι φράσας, τὴν ἠθικὴν διδασκαλίαν ἠσπάσατο.
 [01610]  Ὁ δὲ Ἀριστοτέλης ἔτι ζῶντι τῷ Πλάτωνι προφανῶς ἀντετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπ έλαυσεν, οὔτε τοῦ πολυθρυλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν τοῖς λόγοις κράτος ἔδεισεν, ἀλλ' ἀνέδην πρὸς αὐτὸν παρετά ξατο, οὐκ ἀμείνοσιν ἐκείνων, ἀλλὰ πολλῷ γε χείροσι χρησάμε [5.47] νος δόγμασιν.
 [01661]  Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωτ τίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσ ήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας [5.61] ξυγγραμμάτων ἐνέπλησαν.
 [01681]  τίνες τοῦ Σταγειρίτου τὴν διδασκαλίαν κρατύνουσιν;
 [01713]  [5.76] Παράθετε τοίνυν, ὦ φίλοι ἄνδρες, τῷ ὕθλῳ τῶν φιλοσόφων τὴν ἁπλῆν τῶν ἁλιέων διδασκαλίαν, καὶ ἀθρήσατε τὸ διάφορον·
 [02272]  [7.49] Ταῦτα δὴ οὖν καὶ παρὰ τῶν ὑμετέρων διδασκάλων μεμαθη κότες καὶ παρὰ τῶν θείων λογίων, παρ' ὧν ταῦτα σεσύληται, τὴν διδασκαλίαν κρατύναντες, τὰ μὲν ὀψοποιοῖς καὶ κρεοπώλαις ἁρμόττοντα μισήσατε θύματα, τὴν δὲ τῆς αἰνέσεως θυσίαν τῷ ποιητῇ προσενέγκατε.
 [03600]  Προεῖπε τοῖς ἀποστόλοις ὁ δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς [11.73] ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες·
 [03854]  Τοιαύτην μὲν οὖν ἀδικίας πέρι καὶ δικαιοσύνης Σωκράτης καὶ [12.43] Πλάτων διδασκαλίαν ἐποιησάτην, ἀξιέπαινον ἀληθῶς καὶ λογικὴν καὶ τῇ φύσει τῇ ἀνθρωπίνῃ ξυμβαίνουσαν·
000-00-00 Serial Number=0211704195
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00131]  Τὸν δὲ γάμον οὗτος πρῶτος τοῦ διαβόλου διδασκαλίαν ὠνόμασε.
 [00437]  Τὴν τούτου διδασκαλίαν Σευῆρος διαδεξάμενος, ἐκ τῆς οἰκείας προσηγορίας τοὺς ὑπ' αὐτοῦ πεφε νακισμένους ὠνόμασεν.
 [00470]  Ὁ δὲ Μαρκίων ὁ Ποντικὸς, ταῦτα παρὰ Κέρδωνος παιδευθεὶς, οὐκ ἔστερξε τὴν παραδοθεῖσαν διδασκαλίαν, ἀλλ' ηὔξησε τὴν ἀσέβειαν.
 [01031]  Τούτοις εἴξας ὁ Εὐνόμιος, συνεσκιασμένην τοῖς πολλοῖς ἐν Κυζίκῳ διδασκαλίαν προσέφερεν.
 [01035]  Οἱ δὲ πάλιν σπουδαιότερον ἐλιπάρησαν ταύτην αὐτὸν παντὶ τῷ λαῷ τὴν διδασκαλίαν προσ ενεγκεῖν, καὶ τῆς βασιλέως θεραπείας προτιμῆσαι τὸ ποίμνιον μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενον.
 [01161]  Καὶ γὰρ ἀνθρώποις ἡ θεία δια λεγομένη Γραφὴ, οὐδὲ τῶν ὁρωμένων ἀκριβῶς τὴν φύσιν ἐπισταμένοις, ὡς ἐνῆν αὐτοῖς ἀκούειν, τὴν διδασκαλίαν πεποίηται.
 [01341]  Ἐπειδὴ τοίνυν τὸ τοῦ ψεύδους ἐπεδείξαμεν αἶσχος, καὶ τοὺς αἱρετικοὺς ἐγυμνώσα μεν μύθους, καὶ δῆλον αὐτῶν γεγένηται καὶ τὸ δυσ σεβὲς, καὶ τὸ ἀτερπὲς καὶ ἀπίθανον, φέρε τούτοις τὴν εὐαγγελικὴν παραθέντες διδασκαλίαν, δείξωμεν φωτὸς καὶ ζόφου διαφορὰν, καὶ ὑγείας ἄκρας καὶ νόσου χαλεπωτάτης.
 [01427]  Καὶ πάλιν, τὴν τῶν εἰδώλων διελέγχων ἀσθένειαν, ταύτην ἡμῖν περὶ τοῦ Θεοῦ τῶν ὅλων τὴν διδασκαλίαν προσήνεγκε·
 [01513]  Ἐπὶ τὴν προκειμένην τοίνυν μεταβῶμεν διδασκαλίαν, καὶ δείξωμεν, ὅτι τὸν αὐτὸν καὶ Κύριον, καὶ Μονογενῆ, καὶ τὸν Θεὸν εἶναι Λόγον, καὶ Σωτῆρα, καὶ Ἰησοῦν ἐδιδάχθημεν.
 [02176]  Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσενήνοχε κἀν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ.
 [02692]  Ἐπειδὴ δὲ καὶ τὴν ἠθικὴν διδασκαλίαν διέφθειραν οἱ παμ μίαροι, καὶ ἐναντίας ἀλλήλοις ἐπενόησαν ἀτραπούς·
 [02900]  Καὶ Γαλάταις δὲ τὴν αὐτὴν διδασκαλίαν προσήνεγκε·
 [02990]  Ταύτην δὲ ἡμῖν τὴν διδασκαλίαν καὶ ὁ ∆εσπότης Χριστὸς διὰ τῶν οἰκείων παραβολῶν προσενήνοχε.
000-00-00 Serial Number=0737366080
Historia ecclesiastica Ante [Go Back]  
 [00134]  πιθανωτέραις γοῦν καὶ βωμολόχοις ὁμιλίαις τὴν φθοροποιὸν ἑαυτῶν διδασκαλίαν ἐπικρύ πτοντες συναρπάζουσι τὸν εἰς ἀπάτην ἐγκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εὐσέβειαν·
 [00371]  παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ' αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολε μίων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύ ματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.
 [00377]  ὑπαγορεύσαντες δὲ καὶ πίστεως διδασκαλίαν ἐπέδοσαν τῷ κοινῷ·
 [00598]  πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστειλε δή μοις, τῆς μὲν προτέρας αὐτοὺς ἐξαπάτης ἀπαλλαγῆναι παρεγγυῶν, τὴν δὲ τοῦ σωτῆρος ἡμῶν μεταμαθεῖν διδασκαλίαν προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ξεναγῶν.
 [01065]  νόθον γὰρ ὑποβάλλοντες διδασκαλίαν τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειρά θησαν·
 [01189]  οὐ γὰρ μόνον τὰ περὶ τῆς θείας ἡμᾶς ἐδίδαξαν φύσεως οἱ μακάριοι πατέρες, ἀλλὰ καὶ τὴν περὶ τῆς οἰκονομίας διδασκαλίαν προσήνεγκαν.
 [01292]  πείθουσι γὰρ δὴ τὸν πάντα ῥᾳδίως πειθόμενον καὶ τὴν αἱρετικὴν εἰσδεξάμενον νόσον, εἰς Μεδιόλανον (πόλις δὲ αὕτη τῆς Ἰταλίας) σύνοδον συνα γεῖραι, καὶ πρῶτον μὲν τοὺς συνεληλυθότας ἅπαντας ἀναγκάσαι τῇ παρὰ τῶν ἀδίκων ἐκείνων δικαστῶν ἐν Τύρῳ γεγενημένῃ καθαιρέσει συνθέσθαι, εἶθ' οὕτως Ἀθανασίου τῶν ἐκκλησιῶν ἐξελαθέντος ἑτέραν πίστεως ἐκθέσθαι διδασκαλίαν.
 [01638]  ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνόν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἣν καὶ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν.
 [01649]  οὐ μὴν προ ήσεσθαι τὴν πατρῴαν διδασκαλίαν.
 [01745]  τοὺς δὲ γράφειν εἰς τάχος πεπαιδευ [172] μένους γράψαι προσέταξε τὰ παρ' ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι τὴν διδασκαλίαν ὑπολαβών.
 [01747]  μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν·
 [01750]  εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθους προσφερομένης καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν καὶ τὸν ἕνα καταλι πών, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν·
 [01856]  ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο.
 [02481]  [233] Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς ἐναντίας μερίδος ἐγένετο·
 [02518]  διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον.
 [02925]  οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν.
 [02930]  ἀλλ' ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον·
 [03055]  εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦν τες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν καὶ τὴν ∆αμάσου στέρξον διδασκαλίαν καὶ τοὺς θείους λάβε σηκούς.
 [03066]  Ἀπολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρ ρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν.
 [03738]  ὁ δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὶν ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσ οίσει.
000-00-00 Serial Number=0550456107
Historia religiosa Ante [Go Back]  
 [00073]  ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ μεγάλοι καὶ πρῶτοι τῶν εὐαγγελιστῶν, οἱ τῶν δεσποτικῶν θαυμάτων αὐτόπται, ἀλλὰ καὶ Λουκᾶς καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν.
 [00075]  Καὶ ἡμεῖς δὲ ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν τῶν διηγημάτων, ἀλλὰ παρ' ἄλλων ταύτην τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἧττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν ἢ Ματθαίῳ καὶ Ἰωάννῃ·
 [00441]  Ἡγεμόνευε δὲ αὐτῶν ὁ Εὐσέβιος τὴν τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίαν διαπορθμεύων.
 [00598]  ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον.
 [00632]  Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέ φετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος·
 [01478]  [16.3] Οὐ μόνον δὲ τὰς σωματικὰς ἀρρωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν ἰατρεύων, καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα καὶ τοῦ μὲν τὴν ἀκολασίαν κολάζων, τοῦ δὲ τὸ νωθρὸν διεγείρων.
000-00-00 Serial Number=0378458977
Interpretatio in Danielem Ante [Go Back]  
 [00017]  Ταύ την τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων δεχό μενοι, χρέος δίκαιον τοῖς μεθ' ὑμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι.
 [00176]  Μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ φιλο τιμίᾳ χρώμενος, ἀλλ' ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς.
 [00663]  Ὅσα δὲ προ εγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
 [01003]  Εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους, καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας, καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέως αὑτῶν αἰσχύνην, τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν τε καὶ παῤῥησίαν, δέξασθαι διὰ τῆς ὑμνῳδίας τὴν τῆς εὐ σεβείας διδασκαλίαν.
 [02685]  Οὕτω διεγείρας τὸν προφή την ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν ῥηθησομένων κατανόησιν, τὴν διδασκαλίαν προσφέρει.
 [02840]  μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας ∆ιαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν.
 [02842]  Τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῷ μακαρίῳ φησὶ ∆ανιὴλ, ὅτι ∆υνα μώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, τόν τε πρὸ τοῦ σταυροῦ τοῦ Κυρίου χρόνον, καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος τῶν ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις διδασκαλίαν κατὰ ταὐτὸν συναγαγών.
 [03030]  Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς.
 [03131]  Ἔχομεν δὲ τούτου παράδειγμα τὴν εὐαγγελικὴν διδασκαλίαν.
000-00-00 Serial Number=0780131519
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00607]  Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν.
 [01791]  Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα·
 [01825]  Ἐνώτια δὲ τοῖς ὠσὶ προσφερόμενα τὴν ἀγαθὴν λέγει διδασκαλίαν, κόσμον ταῖς ἀκοαῖς διὰ τῆς εὐπειθείας προσφέρουσαν·
 [01997]  Πρεσβυτέραν ἀδελφὴν τὴν Σαμάρειάν φησιν, οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν τῆς ἀσεβείας διδασκαλίαν ὠνόμασε·
 [02201]  ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προ φήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει.
 [02554]  αὐτὸς γὰρ οἶδε, κατὰ τὴν τῶν ἱερῶν Εὐαγγε λίων διδασκαλίαν, τί ἐστιν ἐν τῷ ἀνθρώπῳ.
 [03142]  Ἀργυροκόπον δὲ πάλιν τὴν προφητικὴν διδασκαλίαν ὠνόμασε, μό λυβδον δὲ τὴν τιμωρίαν·
 [04585]  Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ' αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν·
 [04983]  ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει;
 [05016]  διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγ γελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ' ἐκείνων μαρ τυρουμένην·
 [05109]  Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ·
 [05695]  Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ·
 [05855]  Ποίαν δὲ τοιαύτην διδασκαλίαν ἡ τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα;
000-00-00 Serial Number=0855570436
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01098]  Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, Εἰς ἡμετέ ραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν·
 [01114]  Ἰατροὺς καλεῖ τοὺς ἱερέας, ῥητίνην δὲ τροπικῶς τὴν πνευματικὴν διδασκαλίαν.
 [04692]  Τὴν τῆς θεογνωσίας διδασκαλίαν, τὸν διὰ Μωσέως δοθέντα νόμον.
000-00-00 Serial Number=0975384057
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00007]  Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας [80.860] τὴν ὠφέλειαν ἡ θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προ τέθεικε.
 [00035]  καὶ νῦν μὲν ἠθικὴν, νῦν δὲ δογματικὴν προσφέρει διδασκαλίαν·
 [00142]  Οὗ δὴ χάριν καὶ ὁ ∆εσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν.
 [00257]  Ἐπὶ δὲ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἰουδαίας, τὴν θείαν αὐτοῦ διδασκαλίαν τοῖς προσ ιοῦσι προσήνεγκεν·
 [00700]  προστίθησι δὲ καὶ διδασκαλίαν, τοὺς μὲν ὑπό τινων ἀδικουμένους εἰς τὸν Θεὸν ἔχειν τὰς ἐλπί δας προτρέπων, καὶ τὴν ἐκεῖθεν ἀναμένειν ῥοπὴν, τοὺς δὲ ἀδικοῦντας δεδιττόμενος τῆς τοῦ Θεοῦ δι καίας κρίσεως μνήμῃ.
 [02586]  τὴν δὲ θείαν τροφὴν, καὶ τὴν πνευματικὴν ἴσμεν διδασκαλίαν, καὶ τὴν μυστικὴν καὶ ἀθάνατον εὐωχίαν, ἣν οἱ με μυημένοι γινώσκουσι.
 [02647]  Χλόην δὲ ἐνταῦθα τὴν ἱερὰν τῶν θείων λογίων διδασκαλίαν καλεῖ.
 [03697]  Καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν προλαμβάνει ἡ προφητεία.
 [04151]  Λέγει τοίνυν τὴν πηγὴν ταύτην παρὰ τῷ Πατρὶ εἶναι, κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν τὴν λέγουσαν·
000-00-00 Serial Number=0015052080
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00083]  Ἀδεῶς γὰρ ὡς ἐν μιᾷ βασιλείᾳ διέδραμον, καὶ τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν.
 [00249]  Ὅτι μό νοις Ἰουδαίοις οἱ προφῆται διδασκαλίαν προσ έφερον, παντί που δῆλον·
 [00416]  Καὶ ὁ πρὸ τούτου ψαλμὸς πάντας ἀνθρώπους εἰς διδασκαλίαν ἐκάλεσε, καὶ οὗτος ὡσαύτως πάντα τῆς οἰκουμένης τὰ πέρατα.
 [00460]  ἀλλ' ἵνα καὶ διὰ τῶν παρόντων τὸν οἰκεῖον δείξῃ σκοπὸν, καὶ τὴν νηπίοις ἁρμόττουσαν καταπαύσας διδασκαλίαν, τὰ τέλεια προσενέγκῃ παθήματα.
 [00563]  Ἔδει γὰρ τῇ καινῇ διαθήκῃ παι δευούσῃ τὰ τέλεια, καὶ τῆς θεογνωσίας τὴν τελείαν συνῆφθαι διδασκαλίαν.
 [00742]  Ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι καὶ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῶν ἐν Βαβυλῶνι συμβεβηκότων, καὶ διδασκαλίαν τὴν ἐκεί νοις ἁρμόττουσαν.
 [00812]  Ταῦτα γὰρ καὶ περὶ ἑαυτοῦ λέγει ὁ μέγας ∆αβὶδ, καὶ τῷ Ἐζε κίᾳ προσφέρει διδασκαλίαν·
 [00905]  [Καὶ μάλιστα προ τιθεὶς αὐτοῖς τοῦτον τὸν ψαλμὸν κοινὴν διδασκαλίαν·
 [03516]  καί φησι, τὴν διδασκαλίαν αὐτοῦ, καὶ τοὺς ταύτης ὑποφή τας καὶ κήρυκας, ὑψηλοτέρους καὶ περιφανεστέ ρους τοῦ Λιβάνου γενήσεσθαι.
 [04241]  Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμά των αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν [80.1485] παρέπεμψαν.
 [04253]  Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων διεφυλάττετο μνήμη·
000-00-00 Serial Number=0386221349
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00906]  οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀτα λαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο.
 [00990]  ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ, Σφόδρα συλλογιστι κῶς τὴν διδασκαλίαν προσήνεγκεν.
 [01094]  Ταῦτα τοίνυν πόῤῥωθεν ὁ μακάριος ∆αβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων.
 [01141]  Ἐπειδὴ τὴν προτέραν ὑμῶν ἀσέβειαν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ ∆εσπότης παρεῖδε, νῦν γοῦν αὐτοῦ παραινοῦντος ἀκούσατε, καὶ τὴν σω τήριον διδασκαλίαν προσφέροντος, καὶ μὴ μιμήση σθε τῶν πατέρων τὴν ἀτέρμονα καὶ ἀντίτυπον [80.1644] γνώμην.
 [01967]  Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει.
 [02117]  Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν·
 [02879]  καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν.
 [03466]  διδασκαλίαν δὲ εὐσεβείας τοῖς βου λομένοις προσφέρει.
 [03527]  Τούτων ἕκαστον διδασκαλίαν ἀρετῆς τοῖς βουλομένοις προσ φέρει.
 [03913]  Καὶ τούτοις μέντοι κἀκείνοις ἡ τοῦ πνεύ ματος χάρις τὴν τῆς ὑμνῳδίας διδασκαλίαν προ τέθεικεν.
 [04082]  Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε·
 [04085]  ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησι.
 [06833]  Οὐ γὰρ μόνοις Ἰου δαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν.
000-00-00 Serial Number=0739693522
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00528]  εἰς ὑμετέραν γὰρ αὐτοὺς ἀποστέλλων διδασκαλίαν, τὸν παρ' ὑμῶν αὐτοῖς προὐξένησα θάνατον.
 [00785]  οἱ μὲν γὰρ διὰ προφητῶν οὐδεμίαν διδασκαλίαν ἐδέξαντο·
 [03234]  Οὕτω τῶν ὕστερον ἐσομένων ἐνέχυρα δεδω κὼς τὰ τότε γενόμενα, ἐπ' ἐκεῖνα πάλιν μεταφέρει τὸν λόγον, καὶ διδάσκει, ὅπως τῷ ἐν Βηθλεὲμ γεν νηθέντι Κυρίῳ πεπιστευκότες, οἵ τε ἱεροὶ ἀπόστολοι καὶ οἱ μετὰ τούτων, τοῦ θείου κηρύγματος προχει ρισθέντες διάκονοι, τοῖς ἀλλογενέσιν ἔθνεσι τὴν εὐαγ γελικὴν διδασκαλίαν προσοίσουσι.
 [03807]  ἀλλὰ τὸ παρὰ τῶν ἄλλων εἰσφέρει, καὶ τὴν περὶ τῶν ζητουμένων ἐπιφέρει διδασκαλίαν.
 [04087]  Τὸ δὲ, εἰς παιδείαν, ἔνια μὲν τῶν ἀντιγράφων μετὰ τοῦ νῦ ἔχει, καὶ δηλοῖ, ὡς καὶ τοῖς λόγοις, καὶ τοῖς ἔργοις ὁ τῶν ὅλων Θεὸς εἰς παιδείαν τῶν ἀνθρώπων καὶ διδασκαλίαν κέχρηται·
 [04413]  Τοῦτο δὲ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν γεγένηται·
 [04490]  Οὕτως ἀπειλήσας ὁ φιλάνθρωπος, πάλιν παρ αινεῖ, καὶ συμβουλεύει δεῖσαι τὰ εἰρημένα, καὶ τὴν προσήκουσαν δέξασθαι διδασκαλίαν·
 [05237]  Καὶ μὴ νομίσητε καινὴν εἶναι ταύτην τὴν διδασκαλίαν·
000-00-00 Serial Number=0465837061
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00563]  τὸ δὲ κατὰ τὴν λατρείαν, διδασκαλίαν πί στεώς τε καὶ πολιτείας, εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων ἔσχον καὶ ἔχουσιν, ἀλλ' οἳ μὲν ὀρθῶς, οἳ δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως, τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμελείας.
 [01192]  ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους.
 [01381]  ἵνα οὖν καθαρὸν ἁμαρτη μάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
 [01598]  συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνῳ αἵματι τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ·
 [01719]  εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας;
 [02009]  Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προ τρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία.
000-00-00 Serial Number=0365226269
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00006]  αὐτὸς γὰρ κἀν τοῖς ἱεροῖς εὐαγγελίοις, καὶ παραβολικῶς τὴν διδασκαλίαν προσέφερε, καὶ τῶν αἰνιγματωδῶς εἰρημένων ἐποιεῖτο τὴν ἑρμηνείαν.
 [00011]  κἀκείνων τοίνυν ἐμφράξομεν, σὺν θεῷ φάναι, τὰ βλάσφημα στόματα, τῆς θείας ἐπιδεικνύντες γραφῆς καὶ τὴν συμφωνίαν καὶ τὴν ἀρίστην διδασκαλίαν·
 [00028]  ἐκείνην γὰρ αὐτοῖς τὴν διδασκαλίαν ἔτι τὴν Αἴγυπτον οἰκοῦσι προσήνεγκε·
 [00448]  Τῆς θείας λεγούσης γραφῆς ἐξανέτειλεν ἔτι ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν , τολμηρὸν ἄγαν τὸ τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς καταλιπόντας τὴν διδασκαλίαν τοῦ πνεύματος.
 [04031]  ἰσ τέον μέντοι, ὡς οὐκ ἐν ἡμέρᾳ μιᾷ ταῦτα πάντα ὁ προφήτης τῷ λαῷ διε λέχθη, ἀλλ' ἐν πολλαῖς αὐτοῖς ἡμέραις τὴν διδασκαλίαν προσήνεγκεν.
 [04327]  ὅτι μέντοι οὐκ ἐν μιᾷ ἡμέρᾳ τῷ λαῷ ταύτην τὴν διδασκαλίαν ὁ προφήτης προσήνεγκε, καὶ ταῦτα δηλοῖ.
 [04375]  ἔχει τοίνυν ἡ βίβλος αὕτη καινήν τινα παρὰ τὰς ἄλλας διδασκαλίαν.
 [04400]  δῆλον γὰρ καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ὁ τοσαύτην διδασκαλίαν προσενεγκών, οὐκ ἀφαιρεῖται τὸ βλέπειν ἀλλὰ ποδηγεῖ καὶ φωτίζει καὶ τὴν εὐθεῖαν ὁδὸν ἐπιδείκνυσι.
000-00-00 Serial Number=0121099174
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00151]  Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι.
 [01565]  προ εγράφη διδασκαλίαν, ἵνα μάθωμεν, ὡς οὐ χρὴ εὖ μὲν πράττουσι τοῖς φίλοις συνεῖναι, δυσπραγίᾳ δὲ περι πεσόντας ἐᾷν.
000-00-00 Serial Number=0428858876
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00100]  Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός·
 [00111]  Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»