Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεχόμενος [38]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεχόμενος


000-00-00 Serial Number=0552894831
Commentaria in Isaiam Ante [Go Back]  
 [03156]  Ὥσπερ γὰρ ὁ ἐκ πυρῶν καὶ κριθῶν καὶ ζειῶν ἄρτος τὸ κύμινον δεχόμενος καὶ τὸ μελάνθιον ἡδίων γίνεται, οὕτω διὰ τούτων τοῖς ἄλλοις ἔθνεσιν ὁ θεὸς τὴν ὠφέλειαν ἐπόριζεν.
 [03677]  «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀθετῶν ὑμᾶς οὐχ ὑμᾶς ἀθετεῖ ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς.».
 [04024]  Ἄλυπος γὰρ ὁ βίος ἐκεῖνος, φροντίδων ἀπηλ λαγμένος, ζάλην οὐδεμίαν δεχόμενος, ἀλλ' ἑορτὴν ἔχων διηνεκῆ καὶ πανήγυριν.
000-00-00 Serial Number=0351794660
De incarnatione domini Ante [Go Back]  
 [00532]  διὰ δὲ τοῦ ὄξους τὴν ἐπὶ τὸ χεῖρον τῶν ἀνθρώπων μεταβολὴν αὐτὸς δεχόμενος, καὶ τὴν εἰς τὸ κρεῖττον ἐπάνοδον χαριζόμενος·
000-00-00 Serial Number=0105668902
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00251]  λιμὴν γὰρ ὑπάρχεις λιμέ νος, τοὺς ἐν αὐτῷ τῷ λιμένι χειμαζομένους δεχόμενος καὶ τῶν τῆς ἀδικίας ἀπαλλάττων κυμάτων.
 [00252]  Τῇ δὲ σῇ ὁσιότητι κόσμος οὐχ ὁ λιμήν, ὁ τὰς τῆς οἰκουμένης ὁλκάδας δεχόμενος, ἀλλὰ τὸ χρῆμα τῆς ἀγάπης τῆς θείας.
 [00293]  Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται ·
000-00-00 Serial Number=0579824984
Eranistes Ante [Go Back]  
 [00208]  ἐγὼ δὲ Χριστιανός εἰμι τοῖς θείοις πιστεύων λόγοις, καὶ τὰς περὶ τοῦ σωτῆρος ἡμῶν προφητείας ἀνενδοιάστως δεχόμενος.
 [02982]  {ΟΡΘ.} Τῇ θεότητι τὰ πάθη δεχόμενος, ἢ τῇ παθητῇ φύσει παρα χωρῶν κατὰ φύσιν ὑπομένειν τὰ πάθη καὶ κηρύττειν τῷ πάσχειν, ὡς οὐ φαντασία τὸ φαινόμενον, ἀλλ' ἀληθῶς ἐκ τῆς ἀνθρωπείας φύσεως εἰλημμένον;
000-00-00 Serial Number=0387520313
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00562]  Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται·
000-00-00 Serial Number=0961443603
Graecarum affectionum curatio Ante [Go Back]  
 [02170]  καὶ τοῦτον δεχόμενος ἀμείβεται τοὺς προσφέροντας, ἐπικουρίαν ὀρέγων καὶ εἰς καιρὸν ἐπαμύνων καὶ τῶν λωβᾶσθαι πειρωμένων ἐλευθερῶν.
000-00-00 Serial Number=0186145902
Historia religiosa Ante [Go Back]  
 [00664]  ∆ιαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς.
 [00869]  τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα.
 [01639]  οὗτος δὲ πᾶσι τούτοις ἐρρῶσθαι φράσας, καὶ σκηνῇ καὶ καλύβῃ καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν οὐρανόν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς, καὶ νῦν μὲν ὑετῷ λάβρῳ κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος, ἄλλοτε δὲ ταῖς ἀκτῖσι φλεγόμενός τε καὶ ἐμπιπράμενος καὶ πρὸς ἅπαντα καρτερῶν.
 [01957]  ῥαχίαν δὲ τραχεῖαν μάλα καταλαβὼν δυσχείμερον καὶ προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος δεχόμενος προσβολάς.
 [02287]  περὶ τὴν ῥῖνα δὲ μόνον καὶ τὸ στόμα βραχεῖαν τῷ πνεύματι παρείσδυσιν κατα λέλοιπεν ἵνα ἀναπνέῃ τὸν κοινὸν ἀέρα δεχόμενος, ἐπειδήπερ ἄλλως ζῆν οὐχ οἵα τε τῶν ἀνθρώπων ἡ φύσις.
000-00-00 Serial Number=0860122502
Interpretatio in Danielem Ante [Go Back]  
 [01873]  ∆ιαρκὴς γάρ ἐστι, καὶ τροπὴν οὐδεμίαν δεχόμενος, καὶ ἀεὶ ὡσαύτως ἔχει, καὶ εἰς τοὺς αἰῶνας διαμένει.
 [02047]  Προσήκει δὲ εἰδέναι, ὅτι ἀσώματος ὢν ὁ Θεὸς, ἁπλοῦς τε καὶ ἀσχημάτιστος, περιγραφὴν οὐδεμίαν δεχόμενος, ἀλλ' ἀπερίγραφον ἔχων τὴν φύσιν, σχηματίζει πολλάκις πρὸς τὸ χρή σιμον, ὡς ἐθέλει, τὰς ὀπτασίας.
000-00-00 Serial Number=0231442213
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00675]  Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμέ νων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι' ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν.
 [04468]  παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη.
000-00-00 Serial Number=0625234544
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00449]  καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος.
 [01785]  καθά περ γὰρ ὁ χειμαῤῥους, τὰς τῶν ὑδάτων συῤῥοίας ἐντεῦθεν κἀκεῖθεν φερομένας δεχόμενος, ἐξαπιναίως προσβάλλει·
 [03738]  Ἐκλεκτὸς δὲ λαὸς κληρονομία Θεοῦ προσαγορευόμενος, πάλαι μὲν ὁ Ἰουδαϊκὸς, μετὰ δὲ ταῦτα, ὁ ἐκ τῶν ἐθνῶν ἐκλεγεὶς, καὶ τῆς πίστεως τὰς ἀκτῖνας δεχόμενος.
 [04834]  Νύ κτωρ, φησὶ, καὶ μεθ' ἡμέραν ὀλοφυρόμενος κόρον οὐκ ἔλαβον, ἀλλ' οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δά κρυα, τὰ περὶ σοῦ ὀνείδη δεχόμενος.
000-00-00 Serial Number=0858103156
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00509]  Οὐκ ἐπει δὴ μὲν μόνον Θεὸς, οὐδὲ μόνον Ὕψιστος, οὐδὲ αἰ νέσεως θυσίαν δεχόμενος, τὰς αἰτήσεις χαρίζεται.
 [01005]  Τοσούτοις γὰρ, φησὶ, περικλυζόμενος κύμασι, καὶ οἷόν τινων πνευμάτων, ἢ στροβίλων ἀνέμων δεχόμενος προσ βολὰς, τὴν θείαν προσμένω ῥοπὴν, καὶ τῇ τῆς ἐπι κουρίας ἐλπίδι ψυχαγωγοῦμαι.
 [01317]  ∆ιὰ γὰρ τῶν πνευ ματικῶν νεφελῶν, τῶν προφητῶν, φημὶ, καὶ ἀπο στόλων, τῆς ἀληθείας ἀναφανείσης, ὕψιστος ἀν εδείχθη τῶν ὅλων ὁ Κύριος, οὐρανοῦ καὶ γῆς ποιητὴς, ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ παρὰ τῶν ἀνθρώπων ὕμνον δεχόμενος.
 [02915]  Αἰσχύνης ἀνα πίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος·
 [03427]  Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν·
 [04869]  Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπο λαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος.
 [05172]  Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλο γίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος.
000-00-00 Serial Number=0104260504
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01010]  Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον·
 [04938]  Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων.
 [06251]  Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος.
000-00-00 Serial Number=0968998909
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02467]  ἀπήρτη σε δὲ τούτου καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους, ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκ τορον τῆς σκηνῆς εἰσιὼν καὶ τὴν ἐκ τούτων ἀποτελουμένην ἠχὴν εἰσ δεχόμενος, μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ, εἰς μνήμην λαμβάνων τὸν ταῦτα προστεταχότα, καὶ τὴν προσφερομένην ἱερουργίαν δεχό μενον.
 [03486]  ὁ γὰρ κη λίδα δεχόμενος τῆς ἄνωθεν δεῖται καθάρσεως καὶ τῆς διὰ μετανοίας τῶν μολυσμῶν ἀφαιρέσεως.
 [04774]  καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται.
000-00-00 Serial Number=0252652347
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01373]  ὅτε καὶ τοῖς ἀσκοῦσιν ὁ σπινθὴρ ὑποτύ φεται, οἷον ἀρδείαν ἐλαίου δεχόμενος τὴν τροφήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»