Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεκάτας [22]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεκάτας


000-00-00 Serial Number=0979224443
Commentaria in Isaiam Ante [Go Back]  
 [00458]  Ἐνταῦθα δοκεῖ μοι κατηγορεῖν μὲν τῶν ἱερέων καὶ διδασκάλων, τὸν δὲ λαὸν διδάσκειν, ὡς οὐ διὰ τὴν τῶν ψυχῶν ἐπιμέλειαν ἀποτρέπουσιν αὐτοὺς προσέχειν τῷ θείῳ κηρύγματι ἀλλὰ διὰ τὰς προσφερομένας αὐτοῖς ἀπαρχὰς καὶ δεκάτας ἃς ἀνάγκην ἐπιτιθέντες εἰσέπραττον.
 [05871]  Ταύτης τοίνυν τῆς ἐκ πάσης γῆς καὶ θαλάττης συνειλεγμένης ἐκκλησίας ἐγένοντο βασιλεῖς τιθηνοὶ καὶ οἱ ἄρχοντες τροφοί, οἱ μὲν ἀπαρχὰς οἱ δὲ δεκάτας προσφέροντες.
000-00-00 Serial Number=0806204259
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04931]  Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρ ποῦσθε·
 [06100]  ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας.
 [06112]  Προσέταξε δὲ καὶ ἀπὸ τῶν δέκα κοτυλῶν μίαν κοτύλην προσφέρεσθαι, καὶ τῶν προβάτων δὲ ὡσαύτως τὰς δεκάτας.
000-00-00 Serial Number=0542244792
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02007]  Ὑπομενεῖτε δὲ, φησὶ, ταῦτα, ὡς καὶ ἐν Βαιθὴλ, καὶ ἐν Γαλγάλοις, τῇ δυσσεβείᾳ χρη σάμενοι, καὶ τριημέρους ἑορτὰς τοῖς εἰδώλοις παν ηγυρίζειν τετολμηκότες, καὶ τὰς ὑπ' ἐμοῦ προστε ταγμένας δεκάτας τοῖς ἐμοῖς ἱερεῦσι προσφέρεσθαι τοῖς τῆς ἀσεβείας ὑπουργοῖς προσενεγκόντες, καὶ ὁμολογίας τινὰς καὶ συνθήκας πρὸς τὰ εἴδωλα πεποιη κότες, ὡς τοῖς ἐκείνων νόμοις ἀκολουθήσετε.
 [06321]  Τοῦ νόμου γὰρ διαγορεύοντος τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας πρώτας τῷ Θεῷ προσφέρειν, εἶθ' οὕτω τὰ λειπόμενα λαμβάνειν, ὑμεῖς ἅπαντα κατ' αὐτὸν εἰς τὰ ὑμέτερα εἰσενέγκατε δοχεῖα, οὐ λογισάμενοι, ὅτι πτωχῶν ἐστιν ἁρπαγὴ, τῶν ἀπαρχῶν καὶ τῶν δεκα τῶν ἡ στέρησις.
000-00-00 Serial Number=0870683253
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00978]  ὅθεν αὐτῷ καὶ [61] Ἀβραὰμ ὁ πατριάρχης προσενήνοχε τὰς τῶν λαφύρων δεκάτας·
 [03752]  καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας, καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσ γιγνομένων κερδῶν, καὶ τῶν ἐξ ἐμπορίας ἢ ἑτέρας τινὸς χρείας.
 [03753]  τοὺς δὲ λευΐτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσι·
 [03756]  καλεῖ δὲ καὶ τὰς δεκάτας μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν.
 [04153]  Ξ Τὰς δεκάτας τοῖς ἱερεῦσι προσφέρειν νομοθετήσας, πῶς ἔφη, οὐ δυ νήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὰ ἐπιδέκατα [240] τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου ;
 [04154]  ∆ύο δεκάτας ἀφιεροῦσθαι τῶν ὄντων προσέταξε·
 [04189]  ὅτι δὲ δύο δεκάτας ἀφορίζεσθαι πάντων προσέταξε, σαφῶς ἐνταῦθα δεδήλωκε ὅτι δύο δεκάτας προσάγειν νενομοθέτηκε τῷ λαῷ, μίαν τοῖς λευΐταις καὶ μίαν εἰς λόγον δοχῆς καὶ εὐωχίας.
 [04203]  ἰστέον δέ, ὡς Ἰώσηππος, ἐντεῦ θεν λαβὼν ἀφορμήν, μᾶλλον δὲ καὶ τὸ ἰουδαίων ἐπιστάμενος ἔθος ὡς ἰου δαῖος, τρεῖς ἔφη δεκάτας προστεταχέναι τὸν νόμον προσφέρεσθαι, τὴν μὲν τοῖς λευΐταις, τὴν δὲ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, τὴν δὲ ἄλλην ταῖς τῶν προσφερόντων εὐωχίαις.
 [04324]  ἐδίδαξε δὲ πάλιν σαφέστερον, ὡς δύο ἀφορίζεσθαι δεκάτας προσέταξεν.
 [04561]  τούτου χάριν οὐδὲ κλῆρον αὐτοῖς ἀπένειμεν, οὐδὲ κτῆσιν ἔχειν ἐνομοθέτησεν, ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ, ἵνα τῶν βιωτικῶν ἀπηλ λαγμένοι φροντίδων, ἁγίως τὴν ἐγκεχειρισμένην ἁγιστείαν ἐπιτελῶσιν.
 [04906]  καθάπερ γὰρ τῶν ἀπὸ γῆς καρπῶν καὶ τῶν βοσκημάτων τὰς δεκάτας τοῖς ἱερεῦσι καὶ τοῖς λευΐταις ἀπένει μεν·
 [04907]  οὕτω καὶ τῶν πόλεων οἱονεὶ δεκάτας αὐτοῖς δοθῆναι προσέταξε.
 [04908]  ταύτας μέντοι δώσειν τῷ Θεῷ τὰς δεκάτας ὁ πατριάρχης Ἰακὼβ ἐπηγ γείλατο.
 [05073]  ἐκεῖ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ τῶν θρεμμάτων πρωτότοκα καὶ μέντοι καὶ τὰς ἄλλας θυσίας κομίζειν ἐκέλευσεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»