Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δῆθεν [25]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δῆθεν


000-00-00 Serial Number=0075407088
Commentaria in Isaiam Ante [Go Back]  
 [00345]  Εἶτα δείκνυσιν, ὡς οὐκ ἐννόμως ἀλλὰ καὶ λίαν παρανόμως πολιτευόμενοι τὴν ὑπὲρ τοῦ νόμου δῆθεν σπουδὴν ἐπεδεί κνυντο καὶ τὴν καινὴν οὐκ ἐδέχοντο διαθήκην, καὶ διδάσκει τὰ ὑπ' αὐτῶν τολμώμενα·
 [02848]  Τοὺς Ἰουδαίους αἰνίττεται διὰ ζῆλον δῆθεν τῷ σταυρῷ τὸν κύριον προσηλώσαντας.
 [06715]  Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύ μενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν·
000-00-00 Serial Number=0587785721
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02245]  οἱ δὲ δικαιότατοι δικασταὶ τὸν ἀπόντα κατέκριναν, οὐ δικάσαντες, μᾶλλον δὲ καὶ λίαν ἐπαινέσαντες τὰ δῆθεν εἰς κατηγορίαν ἡμῶν ἐπιδοθέντα συγγράμματα.
000-00-00 Serial Number=0799612224
Graecarum affectionum curatio Ante [Go Back]  
 [01032]  εἶτα, ὡς θεοῖς δῆθεν, τὰς θυσίας ἐπετέλουν καὶ τελευ τήσαντα δὲ ταφῆς ἠξίουν πολυτελοῦς.
000-00-00 Serial Number=0854745507
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00387]  Καὶ τὰ ἀπειρημένα πράττοντες, ἀγγέλου τινὸς ἐπιλέγουσιν ὄνομα, ὡς ἐκείνῳ δῆθεν τὴν ἀσέλ γειαν χαριζόμενοι·
 [00894]  Οὗτος ὁ Ναυᾶτος, ὀλίγους τινὰς καὶ λίαν εὐαριθμή τους κοινωνῆσαι τῆς αἱρέσεως πείσας, εἰς τὴν Ἰτα λίαν ἐξῆλθε, καὶ τρεῖς πολιχνίων ἐπισκόπους ἐξαπα τήσας ἦγεν, ὡς δῆθεν πρεσβευσομένους ὑπὲρ αὐτοῦ πρὸς τὸν τῆς Ῥώμης ἐπίσκοπον.
 [01189]  Οὕτως ἐξαπατηθέντες οἱ τρισάθλιοι ἔργον μὲν οὐδὲν μετίασι (πνευματικοὺς γὰρ ἑαυτοὺς ὀνομάζουσι), τῇ δὲ εὐχῇ δῆθεν ἐσχολα κότες, τῆς ἡμέρας τὸ πλεῖστον καθεύδουσιν.
 [02637]  Ἐπειδὴ γὰρ Ἰουδαῖοι, τοῦ Θεοῦ δῆθεν ὑπερμαχοῦντες, ὡς ἀντίθεον τῷ σταυρῷ τὸν ∆εσπότην προσήλωσαν, μέγιστος αὐτῶν ἔλεγχος τῆς ἀσεβείας γενήσεται τοῦ Ἀντιχρίστου ἡ παρου σία.
000-00-00 Serial Number=0805007279
Historia ecclesiastica Ante [Go Back]  
 [00877]  τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὢν Ἀθανάσιος.
 [01025]  καὶ τῶν ἐκκλησιῶν δῆθεν τὴν ζάλην ὀλοφυρό μενος, αἰτίους ἔλεγε τοὺς τὴν ἄγραφον τοῦ ὁμοουσίου φωνὴν ἐν τεθεικότας τῇ διδασκαλίᾳ τῆς πίστεως, καὶ τοῦτο καὶ τοῖς ἱερωμένοις καὶ τοῖς πολλοῖς ἐργάζεσθαι τὴν διάστασιν.
 [02646]  ἐποίει δὲ ταῦτα τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν, τῇ δέ γε ἀληθείᾳ τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος.
 [02696]  Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαν τος (πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀτα ξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί.
 [03775]  μετὰ τούτους αἱρετικοὶ δῆθεν κοινωνικοί·
000-00-00 Serial Number=0044737101
Historia religiosa Ante [Go Back]  
 [01495]  καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατα κρύψας καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος ὡς δῆθεν ὠνησόμενος κάρυα τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν καὶ οἰκίαν μισθωσάμενος καὶ ὀλίγα χρήματα τοῖς κεκτημένοις προδεδωκὼς τρεῖς μὲν καὶ τέτταρας ἡμέρας ἡσυχίαν ἦγεν·
 [02010]  ∆ρυὸς δὲ ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν δῆθεν χρείαν δεόμενος, ταύτην καὶ νύκτωρ ἐπετίθει τοῖς ὤμοις καὶ ἐπικειμένης προσηύχετο καὶ μεθ' ἡμέραν ἀπολαύων σχολῆς.
 [02546]  ἐπειδὴ γὰρ καθίσαι προσέταξε, καὶ τὰ εὑρεθέντα σιτία διένειμε, τῆς πρὸς αὐτὸν εὐθὺς ἤρξατο διαλέξεως, ἐρόμενος μὲν δῆθεν, καὶ πυθόμενος πόσον ἔχοι τὸ φίλτρον, ἀποκαλύπτων δὲ τοῖς ἄλλοις τοῦ μεγάλου Πέτρου τὸν ἔρωτα·
000-00-00 Serial Number=0741502225
Interpretatio in Danielem Ante [Go Back]  
 [01810]  Βιασθεὶς δὲ ὁ βασιλεὺς τῷ τε δῆθεν εὐλόγῳ τῶν λόγων καὶ τῷ πλήθει τῶν κατηγόρων, παραδίδωσι μὲν τοῖς λέουσι τὸν μακάριον ∆ανιήλ·
000-00-00 Serial Number=0340843081
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01619]  Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογι σμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ' ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι.
000-00-00 Serial Number=0661411822
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00846]  Καὶ γὰρ οὗτος τὸν θεῖον νόμον παρα βαίνων ἀεὶ, καὶ τἀναντία τοῖς ὑπὸ τοῦ Θεοῦ διηγο ρευμένοις διαπραττόμενος, πάλιν, ὡς ὑπὲρ τοῦ νομοθέτου δῆθεν ἀγωνιζόμενος, ἐσταύρωσε τὸν ∆ε σπότην Χριστὸν, ἀντίθεον ἀποκαλῶν καὶ παρά νομον.
000-00-00 Serial Number=0781431675
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01101]  [Καὶ πολλοὶ τὰ αὐτὰ νοσοῦντες φιλίας δῆθεν περικείμενοι ἐπικάλυμμα πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους φασίν·
 [01371]  Νόσον χαλεπὴν παραδιδόασι τοῖς δῆθεν παρ' αὐτῶν βαπτιζομένοις μᾶλλον δὲ βυθιζομένοις·
000-00-00 Serial Number=0863693893
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02622]  Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐδ' αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν·
000-00-00 Serial Number=0227441907
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03804]  Τούτων τῶν δευτέρων τὸ πρόσωπον ὁ θαυμάσιος Ἀμβακοὺμ ὁ προφήτης ἀνα λαβὼν, ἐπαπορεῖ μὲν, ὡς δῆθεν αὐτὸς μαθεῖν ἐφιέ μενος τὴν αἰτίαν τῶν γιγνομένων·
000-00-00 Serial Number=0492093861
Quaestiones in Octateuchum Ante [Go Back]  
 [03162]  Τινὲς ὑπὸ δαιμόνων τινῶν ἐνεργούμενοι, ἐξηπάτουν πολλοὺς τῶν ἀνοή των, ὡς δῆθεν προαγορεύοντες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»