Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δίκας [226]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δίκας


000-00-00 Serial Number=0754844427
Commentaria in Isaiam Ante [Go Back]  
 [00026]  πρὸ πάντων μέντοι τὴν ἐσχάτην Ἰουδαίων πανωλεθρίαν ὀδύρεται ἣν ὑπέμειναν τῆς κατὰ τοῦ δεσπότου μανίας εἰσπραττόμενοι δίκας.
 [00217]  Εἰσάγων φησὶν ὑμᾶς εἰς δικαστήριον οὐ δίκας εἰσπράξομαι τῶν τετολμημένων, ἀλλὰ τὴν μεταμέλειαν ὁρῶν μιμήσομαι τοὺς δευσοποιοὺς καὶ τῷ τοῦ παναγίου βαπτίσματος λουτρῷ ἀμείψω τοῦ αἵματος τὴν χροιὰν καὶ οὐκ ἐάσω ὑμᾶς φέρειν ἔλεγχον τῆς μιαιφονίας διηνεκῆ.
 [00366]  Ἐγὼ δέ φησι ταῦτα οὐ παρόψομαι, ἀλλὰ δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπράξομαι.
 [00466]  Κριτής ἐστι τῶν ὅλων ὁ κύριος καὶ δίκας εἰσπράξεται τοὺς ἄρχειν πεπιστευμένους καὶ τῆς διδασκαλίας τὴν διακονίαν ἐγκεχειρισμένους τῆς εἰς τὸν λαὸν παρα νομίας.
 [00646]  Οἱ γὰρ ὁρῶντες τίνοντας δίκας τοὺς δυσσεβεῖς καὶ παρανόμους τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.
 [00728]  Τότε φησὶν οἱ τῆς κατ' ἐμοῦ μανίας τίνοντες δίκας ἀνα βλέψουσι μὲν εἰς τὸν οὐρανὸν ἐπικουρίας τινὸς ἀντιβολοῦντες τυχεῖν, ὄψονται δὲ οὐ τὴν πρόνοιάν μου δίκην φωτὸς ἐπιφαι νομένην ἀλλὰ τὴν τιμωρητικὴν δύναμιν ζόφον αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιφέρουσαν.
 [01063]  Καθάπερ γὰρ ὁ Λευὶ πρὶν εἰς τόνδε παραχθῆναι τὸν βίον πρὸ ἑξήκοντα καὶ ἑκατὸν ἐτῶν διὰ τοῦ Ἀβραὰμ ἀποδεκατωθῆναι λέγεται ἐν τῇ ὀσφύι τοῦ πατριάρχου κρυπτόμενος, οὕτω καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως ὁ Ἐμμανουὴλ διὰ τοῦ Ἀσσυρίου καὶ τὴν ∆αμασκὸν καὶ τὴν Σαμάρειαν δίκας ὑπὲρ τῶν κατὰ τὴν Ἱερουσαλὴμ γεγενημένων εἰσέπραξεν.
 [01216]  Οὗτοι δὲ αὐτοὶ οἱ ἀόρατοι δυσμενεῖς οἱ τὸν ἄνθρωπον δι' ἀπάτης γυμνώσαντες τῆς προτέρας δόξης καὶ τῆς θείας εἰκόνος τὴν στολὴν ἀπο δύσαντες αὐτοὶ μὲν δώσουσιν ὧν ἐτόλμησαν δίκας, ἣν δὲ ἔλαβον στολὴν μετὰ καταλλαγῆς ἀποτίσουσιν.
 [01356]  Τὰ δύο σημαίνει κατὰ ταὐτόν, καὶ ὅτι πόρρωθεν ἥξει καὶ ὅτι τὰ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπταισμένα ἐν τῷ καιρῷ τῆς δίκης εἰς μέσον ἀχθήσεται καὶ ὑπὲρ πάντων εἰσπραχθήσονται δίκας.
 [01682]  Οὐ γὰρ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἄλλους ἀνθρώπους δίκας εἰσπράξομαι τῆς δυσσεβείας.
 [04082]  ∆ῆλός ἐστιν ὁ τρισάθλιος οὗτος ὡς Ἑβραῖος ὢν καὶ εἰδὼς ὅτι πολλάκις αὐτοὺς ὁ θεὸς δίκας τῆς ἀσεβείας πραττόμενος ἀλλοφύλοις παρέδωκεν ἔθνεσι τούτοις τοῖς λόγοις ἐχρήσατο.
 [04237]  Τούτου δὴ χάριν καὶ αὐτὸς ὁ δυσσεβὴς διέφυγε βασιλεὺς καὶ τὴν Νινευὴ κατέλαβε πόλις γὰρ ἦν αὕτη βασιλική , ἀλλ' ἐκεῖ δέδωκεν ὧν ἐτόλμησε δίκας καί, ἐπειδὴ αὐτὸς κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐξέτεινεν, ὑπὸ τῶν υἱέων αὐτοῦ δέχεται τὴν σφαγὴν εἰσπραχθεὶς ὧν ἐτόλμησε δικαιοτάτην ποινήν.
 [04867]  Ταῦτα ὑπέμειναν ὑπὸ Βαβυλωνίων καὶ ὕστερον ὑπὸ Ῥωμαίων οὐδενὸς ἐπαμύνοντος οὐδὲ δίκας τῆς ἀσεβείας εἰσπραττομένου.
 [05610]  Οὐ χρημάτων δεόμενος ἀπεδόμην σε Βαβυλωνίοις ἀλλὰ δίκας σε τῆς παρανομίας πραττό μενος, ἀλλ' ὅμως πάλιν σοι τὴν ἐλευθερίαν δωρήσομαι.
 [05839]  Ἁμαρτημάτων τίνοντες δίκας ταῖς τῶν πολε μίων χερσὶ παρεδόθησαν.
 [07033]  Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰουδαῖοι δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δύναμιν.
 [07408]  Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν.
 [07452]  οὗ δὴ χάριν τῆς ἀχαριστίας αὐτοὺς εἰσεπράξατο δίκας.
 [07558]  Τῆς πολλῆς φησι παρανομίας τίνομεν δίκας καὶ ἐοίκαμεν φύλλοις ὑπὸ λαίλαπος φερομένοις.
 [07626]  Ἐπειδὴ πάσῃ συζῶντες παρανομίᾳ ὡς ἄκ ρας ἀρετῆς ἐπειλημμένοι τῶν ἄλλων ὑπερφρονοῦσι, δρέψονται ὧν τολμῶσι τἀπίχειρα καὶ δι δάσκει ὡς οὐ μόνον κατὰ τὸν παρόντα βίον ἀλλὰ κἀν τῷ μέλλοντι δώσουσι δίκας·
 [07807]  τιμωρίας διδάσκων τὸ δίκαιον εἶπεν ὅτι τῶν ὅλων ὁ κύριος δίκας πράττεται τοὺς ἀντικειμένους αὐτῷ.
 [07914]  ∆ιδάσκει τοίνυν κἀνταῦθα ὡς οἱ τῆς εὐφροσύνης ἐκείνης ἀπολαύοντες τοὺς κολαζομένους ὁρῶσι τίνοντας ὧν ἐπλημμέλησαν δίκας, διαφερόντως δὲ τοὺς αὐτὸν τὸν τῆς οἰκουμένης δεσπότην τῷ ξύλῳ προσηλῶσαι τετολμηκότας.
000-00-00 Serial Number=0378270090
De providentia orationes decem Ante [Go Back]  
 [00008]  τίνουσι δὲ καὶ δίκας τῶν τολμημάτων ἀξίας.
 [00700]  Οὐκ ἔχουσι δίκας, οὔτε δικαστήρια·
 [00861]  οὐχ εὑρὼν δὲ τῆς ἁμαρτίας τὸ χαλαρὸν καὶ ὑπεῖκον, ἀλλὰ τῆς ἀρετῆς τὸ στεγανὸν ὅπλον καὶ ἀῤῥαγὲς, ἀπεπήδησε μὲν παραυτίκα, οἷόν τι βέλος κατ' ἀντιτύπων ἀκοντισθὲν, καὶ πρὸς τὸν ἀκοντίσαντα πάλιν ἐπανελθὸν, ἐχώρησε δὲ κάτω τῆς πυρᾶς, ὥσπερ δίκας τῆς τόλμης ἑαυτὸν εἰσπραττό μενος, ὅτι κατὰ δεσποτικῆς χειρὸς ἐχρήσατο τῷ θυμῷ.
 [01371]  Τοιαύτας τοιγαροῦν δίκας ὑπὲρ ἐνυπνίων τίσας ὁ Ἰωσὴφ, ἄγεται μὲν εἰς τὴν Αἴγυπτον, ἀποδίδοται δὲ πάλιν τῷ Πεντεφρῇ·
 [01511]  Ὁ δὲ, ταῖς τῶν δεσποτῶν ἀνοσιουργίαις ἀντηγωνίζετο, καὶ τῆς εὐσεβείας τὸν πυρσὸν σῶον φυλάττειν ἐσπούδαζε, καὶ προφήτας ἑκατὸν ἐν δύο σπηλαίοις κατακρύψας ἔτρεφε, λιμοῦ χαλεποῦ τηνι καῦτα τὴν οἰκουμένην κατέχοντος, ὃν ὁ μέγας Ἠλίας ἐπεστράτευσε τοῖς ἀνθρώποις, δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος.
 [01703]  ἔστιν ἕτερος βίος, ἐν ᾧ καὶ οἱ διαφυγόντες τὴν τιμω ρίαν ἐνθάδε, τὰς ἀξίας τίσουσι δίκας, καὶ οἱ τιμῆς οὐδεμιᾶς κατὰ τὸν παρόντα βίον ὑπὲρ τῶν τῆς ἀρε τῆς ἀπολαύσαντες πόνων, κομιοῦνται τῶν ἱδρώτων τὰς ἀντιδόσεις.
 [01884]  «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;» Ἔστι δὲ ἀκοῦ σαι καὶ τοῦ θεσπεσίου ∆ανιὴλ, καὶ τῶν ἁγίων ἐκείνων μειρακίων, ἐν αὐτῇ τῇ τῶν δεινῶν ἐκεί νων προσβολῇ τὸν Θεὸν ἀνυμνούντων, καὶ τῶν ἁμαρτημάτων, ὧν οὐκ ἦσαν ἐργάται, τὴν μνή μην εἰς μέσον φερόντων, καὶ δίκας τίνειν ὑπὲρ ὧν ἐπλημμέλησαν ὁμολογούντων, ἀλλὰ οὐ στεφάνων σφᾶς αὐτοὺς ἀξίους εἶναι λεγόντων, οὐδὲ δυσχεραι νόντων τὰ τῆς δίκης ζυγά.
 [01987]  Ταῦτα προειπὼν, ταῦτα παθὼν, τῷ σταυρῷ προσηλοῦται, οὐχ ἁμαρτημάτων δίκας τίνων (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), ἀλλὰ τῆς ἡμετέρας φύσεως ἐκτί νων τὸ χρέος.
 [01997]  Ὑπελάμβανον γὰρ αὐτὸν οἱ τῷ ξύλῳ προσηλω μένον ὁρῶντες, ὑπὲρ πλείστων ἁμαρτημάτων κολά ζεσθαι, καὶ δίκας τίνειν ὑπὲρ οἰκείων πλημμελη μάτων.
 [02156]  Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα.
 [02160]  Ὁ δὲ ἀνεγίνωσκέ τε καὶ ἡρ μήνευε, καὶ τῆς τιμωρίας τὴν αἰτίαν ἐδίδασκε, λέ γων, ὡς Ἡμεῖς δίκας ἁμαρτημάτων τίνοντες δορυά λωτοι γεγενήμεθα·
 [02170]  Καὶ οὐ μόνον ἡνίκα ηὐσέβει, τὴν διὰ τούτων διδασκαλίαν πᾶ σιν ἀνθρώποις προσέφερε, ἀλλὰ καὶ ὅτε τῆς παρα νομίας εἰσεπράττετο δίκας.
000-00-00 Serial Number=0629269958
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00139]  Μαθεῖν δὲ ὅλως βούλομαι παρὰ τίνος ἠπάτημαι, οὐχ ἵνα δίκας εἰσπράξωμαι τὸν ἀπατήσαντα, ἀλλ' ἵνα χάριν ὁμο λογήσω·
000-00-00 Serial Number=0699939787
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00388]  Οὕτω καὶ τὰς παιδείας τοῖς ἀνθρώποις ἐπάγει, οὐ μόνον δίκας τῶν πεπλημμελημένων πραττόμενος, ἀλλὰ καὶ πρόφασιν εἰς φιλανθρωπίαν τοῖς εὐπόροις πορίζων.
 [01603]  ∆υοῖν γὰρ θάτερον, ἢ οὐ πείθεται γράψαι ὁ εὐσεβέστατος βασιλεύς, ἢ κατασκευά ζουσι παρανομῆσαι ἡμᾶς καὶ δίκας ὑπ' αὐτῶν ὕστερον τῆς παρανομίας ἀπαιτηθῆναι.
 [01605]  ἐκεῖ γὰρ καὶ ἐγγράφως κελεύ σαντες, δίκας ἀπῄτουν τὸν ὑπακούσαντα.
 [01903]  Οὓς δὲ καὶ νῦν ἀδικεῖν ἡ σὴ παίδευσις εἴρηκεν, οὐκ εἰς μακρὸν τίσουσι δίκας ὧν νῦν παρανόμως τολμῶσι.
000-00-00 Serial Number=0454421997
Eranistes Ante [Go Back]  
 [02768]  ἐν ἐκείνῳ δὲ τῷ βίῳ δώσει δίκας οὐ θάνατον ὑπομένουσα, ἀλλ' ἐν ζωῇ κολαζομένη.
 [02794]  {ΟΡΘ.} Οἱ μαθηταὶ ἄρα δίκας ἔδοσαν ὑπὲρ ὧν κακῶς ἐδιδάχθησαν·
000-00-00 Serial Number=0979000270
Graecarum affectionum curatio Ante [Go Back]  
 [01727]  Ταύτῃ τοι καὶ δίκας εἰσπράττεται, ὡς ἐθελοντὴς ὑπομείνας τὸ πάθος.
000-00-00 Serial Number=0978690743
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00171]  Ὁ μὲν γὰρ Πυθαγόρας τὰς ἡμαρτηκυίας ψυχὰς ἔφησεν εἰς σώματα πέμπεσθαι, ὥστε καὶ δίκας δοῦναι, καὶ καθαρθῆναι σπουδῇ.
 [01117]  Ὁ δὲ ἔφησε δεδιέναι, μή τινων ἀναιρε θέντων, μεταμεληθέντες οἱ λειπόμενοι δίκας αὐτὸν εἰσπράξωνται τῆς σφαγῆς·
 [01738]  Οὗτοι δὲ ποίας ἂν τίσειαν δίκας τῆς ἀσεβείας ἀξίας, τῶν μὲν θείων ἀπολαύσαντες Εὐαγγελίων, τὸ δὲ τούτων ἀποδράσαντες φῶς, καὶ τὸ σκότος ἀσπασά μενοι ταῖς νυκτερίσι παραπλησίως;
000-00-00 Serial Number=0446843445
Historia ecclesiastica Ante [Go Back]  
 [01035]  ἓξ δὲ ἔτη θηρίων ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ' αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων.
 [01579]  Εὐδόξιον δὲ τῆς μὲν πόλεως ἐξελαθῆναι, δοῦναι δὲ δίκας ὧν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον.
 [01700]  ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ' ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος.
 [01910]  τὸν μέντοι πάντα ἐφορῶντα ὀφθαλμὸν οὐ διέφυγον, ἀλλ' ἔδοσαν ἀξίας τοῦ τολμήματος δίκας.
 [01991]  Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας.
 [02001]  οὗτοι μὲν οὖν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.
 [02167]  ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν, τῆς ἐπιβουλῆς πε παυμένον.
 [02280]  Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας.
 [02495]  εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν, ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας.
 [02910]  καὶ ἐπανήξω, ἔφη, καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας.
 [03164]  πᾶσαι γὰρ ὄντως ἐφ' ἡμᾶς αἱ θλίψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν, ἴσως μὲν ἐπειδὴ δίκας ἁμαρτημάτων ἐτίναμεν, ἴσως δὲ καὶ τοῦ φιλανθρώπου θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος.
 [03621]  ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λει τουργίας.
 [03631]  ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν.
000-00-00 Serial Number=0078212976
Historia religiosa Ante [Go Back]  
 [00331]  πέπαυται γὰρ ὁ ἀσεβής, κατὰ τὴν Ἡσαΐου φωνήν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας, καί, κατὰ τοῦ πεποιηκότος καὶ σεσωκότος τυραννήσας θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου δέδεκται τὴν δικαίαν σφαγήν.
 [00645]  Τοιαύτας αὐτὸς τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο δίκας.
 [00900]  Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρ βάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπέλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰοβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας.
 [00950]  Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως οἵας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινίας ἔτισε δίκας καὶ πάντες τὸν Ἀφραάτου διετέλουν ὑμνοῦντες θεόν.
000-00-00 Serial Number=0764121473
Interpretatio in Danielem Ante [Go Back]  
 [00777]  αὐτοῖς δὲ τοῖς ἁγίοις προσ πελάζειν οὐκ ἴσχυσεν, ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παρ έχουσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ ∆εσπότου θερα πόντων εἰσπραττομένη.
 [01066]  τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν, αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο, ἐπιμείναντα δὲ τῇ δυσσεβείᾳ μετὰ βραχὺ μετρίως ἐκόλασεν, εἶτα μετανοίᾳ χρησάμενον φιλανθρωπίας ἠξίωσεν.
 [01090]  Ἐγὼ μὲν οὖν, οἷόν τινι δημίῳ τῷ Ἀσσυρίῳ χρώμενος, δίκας δι' αὐτοῦ τοὺς παρα νομοῦντας εἰσπράττομαι.
 [01119]  Ἐν τῇ ἰσχύϊ μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψο μαι τῇ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι Οὕτω γυμνώσας τῶν λογισμῶν τοῦ Ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον, καὶ διδάσκει, ὡς οὐδὲν ἂν τῶν ὑπ' αὐτοῦ γενομένων ἐγένετο, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, καὶ βουλη θέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ' αὐτοῦ πεπονθότας.
 [01159]  Ἀλλὰ πάλιν ὁ ἀγαθὸς ∆εσπότης, μακροθυμίᾳ χρησάμενος, δίκας μὲν αὐτὸν τῆς τε ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ εἰσεπράξατο, τὴν δὲ θείαν αὐτῷ δύναμιν ὑποδείκνυσι, τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας.
 [01656]  Σκοποῦντες τοίνυν εὑρίσκομεν, πρῶ τον μὲν, ὅτι Ναβουχοδονόσορ ἕτερον ἀσεβείας τίσαντα δίκας οὐκ ἐθεάσατο, διὸ καὶ συγγνώμης αὐτὸν ἠξίω σεν ἡ δικαία τοῦ Θεοῦ ψῆφος·
 [01900]  Ἔπειτα διηγήσατο, ἡλίκας ὁ Ναβουχοδονόσορ τῆς ὠμότητός τε καὶ ἀλα ζονείας ἔδωκε δίκας·
 [02706]  Πρὸ μὲν γὰρ τούτου μυρία τε τολμηκότες κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμω ρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν·
000-00-00 Serial Number=0903844714
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00547]  Οὕτω ποθεῖ τῶν ἁπάντων ὁ ποιητὴς καὶ ∆εσπότης τὴν τῶν ἁμαρτωλῶν μεταμέ λειαν, ὅτι κἂν ἅπασάν τις συλλέξῃ τὴν ἀρετὴν, ἀμελεῖ δὲ τῶν ἐγκεχειρισμένων ψυχῶν, οὐδὲν ἐκ τῶν οἰκείων κατορθωμάτων ὠφεληθήσεται, δίκας δὲ ὑπὲρ τῆς περὶ ἐκείνας
 [00570]  τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας.
 [00711]  δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν.
 [00944]  Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας.
 [01001]  Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκ δικήσω ἐπ' αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας.
 [01170]  δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας.
 [01305]  Ἔξω, φησὶ, τῆς πόλεως τίσετε δίκας ὧν ἠσεβήσατε, καὶ διὰ τῆς πείρας μαθήσεσθέ με ∆εσπότην.
 [01325]  Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν.
 [01361]  Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρο νίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας.
 [01428]  ∆ιὰ πάντων ἐδίδαξε τῶν εἰρημένων, ὡς ὀργάνοις κεχρη μένος τοῖς πολεμίοις, δίκας ἀπαιτήσει τῆς ἀσεβείας, καὶ τὸν βασιλέα, καὶ τοὺς ἄρχοντας, καὶ ἅπαν τὸ ὑπήκοον.
 [01439]  Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λεί ψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι.
 [01611]  πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας.
 [01697]  Ταῦτα δὲ πείσονται, δίκας ὧν ἐπλημμέλησαν τίνοντες.
 [01940]  Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι.
 [01950]  Ἀνδροφόνων γὰρ καὶ μοιχευτριῶν γυναικῶν τίσεις δίκας·
 [02022]  ὅθεν εἰς τὴν ἐσχάτην ἀκολασίαν ἐξέπε σαν, καὶ δίκας ὑπέμειναν τῶν ἀσεβημάτων ἀξίας.
 [02049]  Ἀλλὰ κἀγὼ ἀπεστράφην καὶ δίκας ὧν ἥμαρτεν ἐπραξάμην.
 [02052]  [81.953] Ταὐτὰ, φησὶν, ἐκείναις πείσῃ καὶ σὺ, καὶ ὧν εἰς ἐμὲ πεπλημμέληκας δώσεις τὰς δίκας.
 [02237]  Οὐδεμίαν, φησὶν, ὄνησιν ἐκ τῆς τοῦ Αἰγυπτίου συμμαχίας καρπώσεται, ἀλλὰ τῆς παρα βάσεως τίσει δίκας.
 [02324]  πᾶσαι γὰρ αἱ ψυχαὶ ἐμαί εἰσιν, ἡ δὲ ἁμαρτάνουσα ψυχὴ, αὕτη τίσει τὰς δίκας.
 [02372]  Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας.
 [02387]  Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσ πράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω·
 [02398]  Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο.
 [02403]  οἱ δὲ τούτου παῖδες, τοῦτον μὲν οὐ ζηλώσαντες, δυσ σεβείᾳ δὲ πάσῃ συζήσαντες, δίκας τῶν οἰκείων πλημμελημάτων ἐξέτισαν, ἐκ τῆς τοῦ πατρὸς φιλο θεΐας οὐδὲν ὄφελος καρπωσάμενοι.
 [02472]  ἀλλὰ τοῦτον Φαραὼ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς δορυάλωτον λαβὼν, πεπεδημένον εἰσήγαγεν εἰς τὴν Αἴγυπτον, καὶ ἐκεῖ τῆς παρανομίας τὰς δίκας ἐξέτισε·
 [02586]  ἐπειδὴ δὲ λαὸς ἐμὸς ἐχρημά τιζε, δίκας αὐτοὺς ἐπὶ τῶν δυσμενῶν οὐκ ἐπραξά μην, ἵνα τὸ παράπαν τὸ ὄνομά μου μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, οἷς οὗτοι συνῴκουν·
 [02663]  Εἶτα προστίθησιν, ὅτι καὶ τούτους πάλιν δίκας ἐβουλήθην εἰσπράξασθαι τῆς ἀσεβείας, καὶ τοὺς μὲν αἰχμαλωσίᾳ, τοὺς δὲ σφαγῇ παραδοῦναι.
 [02871]  Καὶ ἐν τούτοις γὰρ μάχαιραν, καὶ βέλη, τὴν τιμωρητικὴν ἐνέργειαν προσηγόρευσε, τὰς ἀξίας δίκας παρὰ τῶν ὑπευθύνων εἰσπραττόμενος.
 [02928]  ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ' ἄλλα καθ' ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐ τεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος.
 [02984]  Τούτου χάριν σε, φησὶ, ταύτης τῆς ἀδικίας πράξομαι δίκας.
 [03019]  Ὑμᾶς δὲ, φησὶν, ὦ Βαβυλώνιοι, οὓς ῥομφαίαν ὀνομάζω, ταῦτα πεποιη κότας, ἃ παρηγγύησα, οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῇ οἰ κείᾳ γῇ δίκας ἀπαιτήσω τῆς ἀσεβείας.
 [03354]  Ἐπειδὴ γὰρ ἐκείνους τῆς ἐμῆς προετίμησας προμηθείας, δι' αὐτῶν ἐκεί νων πράξομαί σε δίκας τῆς εἰς ἐμὲ παρανομίας, καὶ τοῖς ἐκείνων σε παραδώσω κολαστηρίοις.
 [03371]  Ἐρασθεῖσα, φησὶ, τῶν Χαλ δαίων, πάλιν αὐτοὺς ἐμίσησας, ἀλλ' ἐγὼ τούτοις σε παραδώσω, καὶ διὰ τούτων σὲ δίκας τῆς τιμωρίας εἰσπράξομαι, καὶ διὰ τῆς τιμωρίας γυμνὴν ἅπα σαν ὑποδείξω σου τὴν ἀσέβειαν·
 [03456]  Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δι καστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι·
 [03483]  ∆ιὸ καὶ τὸ ἀψευδὲς τῆς προφητείας ὑποδεικνὺς ὁ ∆εσπότης, ἐπισημήνασθαι κελεύει τὴν ἡμέραν, καθ' ἣν ὁ πολέμιος τῇ πόλει προσβάλλειν ἤρξατο, ἵνα καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τοῦ τέλους τῶν πραγ [81.1052] μάτων μάθωσι, καὶ οἱ ἤδη αἰχμάλωτοι γενόμενοι, καὶ οἱ πολιορκούμενοι, ὡς ἄνωθεν ταῦτα περὶ αὐτῶν προεῖπεν ὁ Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν τῶν πολεμίων ἡττήθησαν ἰσχὺν, ἀλλὰ τῶν οἰκείων ἁμαρτημάτων τίνοντες δίκας.
 [03511]  Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας.
 [03534]  Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσα σθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας·
 [03606]  ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παρα δοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα δι δάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων·
 [03685]  τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μή νιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους δια φθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς·
 [04351]  Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπε σεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας.
 [04650]  Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰσ πράξονται·
 [04750]  δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ' εἴασε τὴν ψυχὴν ἀπερίτμητον.
 [04752]  Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος·
 [04790]  Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονη θεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέ λησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας·
 [04827]  Οὔτε, φησὶ, τὸν δί καιον ὀνήσει ἡ παρ' ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργα σίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας·
 [05060]  ∆ικάσω, φησὶ, καὶ οὐ πε [81.1161] ριόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι.
 [05222]  Τῆς γὰρ ἀνομίας, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀδικίας τῆς εἰς ἐμὲ γενομένης, τίνοντες, φησὶ, δίκας οἱ τοῦ οἴκου Ἰσραὴλ, ἐπίτασιν ἔσχον τῶν συμφορῶν, τοὺς σοὺς δόλους, καὶ τὰς μετὰ τῶν πολεμίων ἐπιβουλάς.
 [05752]  Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦ σαι ἐπ' αὐτὸν, καὶ ἐπὶ τὰ σὺν αὐτῷ ἔθνη, ὅτι δι' αὐ τοῦ συγχωροῦντος ἥξουσιν ἀπ' ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας.
 [05814]  ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανο μίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας.
 [05817]  Θεω ροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τί νοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν.
000-00-00 Serial Number=0079828799
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00863]  Ἀλλ' ὅμως τίσουσι, φησὶν, ἐν καιρῷ ὧν ἐτόλμησαν δίκας.
 [01335]  [81.572] δίκας τῆς ἀσεβείας·
 [01449]  ὁ δὲ λίαν ἀλγήσας, κρί ναι δικαίως ἀντιβολεῖ τὸν Θεὸν, καὶ δίκας ἀπαιτῆσαι τοὺς ἀνοσίους·
 [01713]  Λέγει δὲ ὅτι καὶ τῶν ἀδικιῶν αὐτῶν τὴν μνήμην ποιήσεται, καὶ δίκας αὐ τοὺς ὧν ἠσέβησαν πράξεται.
 [01888]  κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον, οὐκ ἀξίας ἔτισαν δίκας.
 [02108]  Εἶτα αἰτεῖ πάλιν γενέσθαι κριτὴν τὸν Θεὸν, καὶ ἀπαιτῆσαι αὐτοὺς δίκας τῶν ἐπιχει ρημάτων ἀξίας·
 [02445]  Μετὰ γὰρ δὴ τὰ ἑβδομήκοντα ἔτη, αὐτόν τε τῆς Βαβυλῶνος τὸν βασι λέα, καὶ τοὺς ὑπηκόους ἐκείνου, δίκας τῆς ἀσεβείας καὶ παρανομίας ἀπαιτήσειν ἔφη, καὶ ἐμπεδώσειν ἅπασαν τοῦ Ἱερεμίου τὴν πρόῤῥησιν.
 [02486]  Τουτέστιν, ὥστε δι' ἀλλήλων δίκας δοῦναι τῆς ἀσεβείας.
 [02492]  Μετὰ γὰρ δὴ τὴν διὰ τούτου τοῖς ἄλλοις προσενεχθεῖσαν τιμωρίαν αὐτὸς ἔδωκε δίκας.
 [02587]  Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει·
 [02945]  οὕτως οὐχ οἷόν τε τῶν πατέρων ἡμαρτηκότων, δίκας εἰσπραχθῆναι τοὺς παῖδας.
 [02951]  Οὕτω, φησὶν, ἀδύνατόν ἐστι τοὺς παῖδας εἰσπραχθῆναι δίκας ὑπὲρ πατρῴων ἁμαρτημάτων, ὅτι καὶ τῶν πατέρων ἡμαρ τηκότων τὰ μέγιστα ἀγαθὰ τοῖς παισὶν ἐπαγγέλλο μαι.
 [03239]  Τῶν πραγμάτων, φησὶ, δειξαμένων τὴν τῆς ἐμῆς προφητείας ἀλήθειαν, τῶν δὲ ὑμετέρων προφητῶν τὴν ψευδολογίαν, ἔδει κρίναι δικαίως, καὶ τοὺς ψευδομένους ἀπαιτῆσαι δίκας, οὐ τὸν τὰ ἀληθῆ προμηνύσαντα.
 [03248]  Καὶ Ἰουδαίων μὲν οὐδεὶς ἐπεκούρησε τῷ προφήτῃ, τοιαύτας ὑπὲρ τῶν θείων λογίων ἀπαιτουμένῳ δίκας.
 [03339]  Αὐτίκα τοίνυν ἔφη Ναβουζαρδὰν, καὶ τούτους δίκας ἀξίως δεδωκέναι, καὶ τὸν Θεὸν δίκαια δεδρακέναι.
 [03563]  Ἐπειδὴ δίκας τῆς ἀσεβείας ἔδωκαν οἱ Αἰγύπτιοι καὶ τοῦ Θεοῦ βουληθέντος ἀνῃρέθησαν, διὰ τοῦτο θυσίαν κέκληκε τὴν ἐκείνων σφαγήν.
 [03636]  Ἔδει γὰρ αὐτοὺς δίκας δοῦ ναι τῆς ἀσεβείας·
 [03698]  αὐτοῦ γὰρ συγ χωροῦντος, ἐκεῖνα εἰργάζετο, καὶ δι' ἀλλήλων οἱ δυσ σεβεῖς δίκας τῆς ἀσεβείας ἐτίννυον.
 [03749]  Εἰ δὲ τοὺς ἀμελῶς σφάτ τοντας, ἔνθα κελεύει Θεὸς, ἀραῖς ὁ προφητικὸς ὑπο βάλλει λόγος, ποίας ἡμεῖς τίσομεν δίκας τῆς πνευ ματικῆς ἐργασίας ὀλιγωροῦντες;
 [04064]  δι' αὐτῶν γὰρ καὶ τούτους εἰσεπράξατο δίκας.
 [04145]  Κελεύει δὲ καὶ τοῖς τοξόταις ἀφειδῶς ἀφεῖναι τὰ βέλη, καὶ τῆς ἀσεβείας αὐτῆς ἀπαιτῆσαι δίκας.
 [04185]  Οὐκέτι γὰρ, φησὶν, ὁ ∆εσπότης μακροθυμήσει, ἀλλ' ἀπαιτήσει δίκας τῆς ἀσεβείας.
 [04338]  Ἐκδικηθήσεται, φησὶ, τὸ αἷμά μου παρ' αὐτῶν, καὶ δίκας τίσουσιν ὧν παρηνόμησαν [81.753] εἰς ἐμέ.
 [04407]  καὶ οὐδὲν, φησὶν, ἀπώνατο τῶν τόξων, οὔτε τῶν δοράτων, τοῦ Θεοῦ δίκας αὐτὴν πραττομένου.
 [04768]  Ἔδωκαν γὰρ δίκας Βα βυλώνιοι τῆς παρανομίας ἀξίας.
000-00-00 Serial Number=0203915119
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00330]  Ἐν γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε.
 [00721]  Πολλάκις γὰρ τὸν Σαοὺλ ὑποχεί ριον λαβὼν, τῆς ἀδίκου δυσμενείας δίκας οὐκ εἰσ επραξάμην.
 [00758]  Αὐτὴν κατ' αὐτὴν κριθῆναι τὴν παροῦσαν ὑπόθεσιν ἱκετεύω, καὶ μὴ ἑτέρων νῦν δοῦναι δίκας ἁμαρτημάτων.
 [00838]  ὅς σοι τῷ Θεῷ δυσμεναίνων ἀεὶ, καὶ διὰ τὸν κατὰ σοῦ πόλεμον τοὺς ἀνθρώπους ἐξαπατῶν, πάλιν οἷά τις τιμωρὸς δίκας αὐτοὺς εἰσπράττεται τῆς ἀπάτης.
 [01277]  Ἀλλ' ὅμως κἀκεῖνοι ποινὴν ἔδοσαν ὧν ἐτόλμησαν, καὶ οὗτοι περὶ ὧν ὁ προφητικὸς διέξεισι λόγος τὰς ἀξίας τίσουσι δίκας·
 [01732]  ἐκεῖνοι μὲν γὰρ τοιαύτας δώσουσι δίκας·
 [04427]  καὶ τὸν Ἀβεσσὰ πειρα θέντα δίκας τὸν ἀλιτήριον πράξασθαι διεκώλυεν, εἰρηκὼς, Ἄφετε αὐτὸν καταρᾶσθαί με, ὅτι Κύ ριος προσέταξεν αὐτὸν καταρᾶσθαι τὸν ∆αβίδ.
000-00-00 Serial Number=0563040435
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00458]  Συναχθῆναι δὲ αὐτοὺς κελεύει, οὐχ ἵνα δίκας εἰσπράξηται, οἷα δὴ ἐναντία πεφρονη κότας·
 [00649]  ἡττηθεὶς δὲ, καὶ αἰσχύνην ὀφλισκάνει, καὶ δίκας εἰσ πράττεται.
 [01539]  διὰ πάντων διδάσκων, ὡς ἐκείνης τῆς φωνῆς εἰσπράτ [80.1312] τονται δίκας, ἢν συμφώνως ἀφῆκαν, τὴν δικαίαν τοῦ Πιλάτου παραφθείραντες ψῆφον·
 [01549]  ∆ι' ὧν, φησὶν, ἐτόλμησαν, διὰ τούτων δότωσαν δίκας·
 [01573]  καὶ νῦν δὲ ὡσαύτως ἐν αἷς παροικοῦσι πόλεσιν, ἀφορμῆς τινος γινομένης, πολλάκις τὰ ἀνήκεστα πάσχουσι, τῆς ἀρᾶς, καὶ τοῦ ψεύδους, καὶ τῆς ἁμαρτίας τοῦ στόματος ἀπαιτούμενοι δίκας·
 [02898]  Ὧν οὐκ ἠδίκησα, δίκας εἰσ πράττομαι.
 [03053]  Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰσ πραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις·
 [03615]  Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδω κότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξ ώκειλαν.
 [03683]  Ἀλλ' ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπω ρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημέ νων εἰσπραττόμενος·
 [03702]  ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας.
 [03776]  Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδό σιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπ ενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ' ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σω τῆρος ἀσεβείας τίνοντες δίκας.
 [04361]  ἀλλ' ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας.
 [04505]  ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας·
 [04622]  Ἐπειδὴ δίκας ἁμαρτημά των τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ' ἐκείνων ἱκε τεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσ σεβείᾳ δουλεύουσιν.
000-00-00 Serial Number=0229011655
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00567]  Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς [80.1604] συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν.
 [02772]  κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ·
 [02793]  ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν.
 [03099]  Πάντων γὰρ κατὰ ταυτὸν τίσουσι δίκας.
 [04890]  Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγε λίας τοῖς ἔργοις.
 [06402]  Μεμά θηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας.
000-00-00 Serial Number=0188556492
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00134]  οὐχ ἁπλῶς δὲ τοῦδε τοῦ χώρου τὴν μνήμην ἐποιήσατο, ἀλλὰ τῆς θείας ἀνα μιμνήσκων εὐεργεσίας τὸν τηνικάδε βασιλέα, καὶ διδάσκων, ὅτι καθάπερ δίκας εἰσέπραξε τοὺς τὸν Ναβουθὲ κατασφάξαντας διὰ τοῦ προπάτορος αὐτοῦ Ἰηοῦ·
 [00345]  τούτου χάριν ἀγανακτῶν Θεὸς, Ἐπειδὴ, φησὶ, ταῖς μὲν ὑπὲρ ἁμαρτιῶν προσφερομέναις ἐντρυφᾶτε θυσίαις, τὴν δὲ προσήκουσαν τοῖς πταίου σιν οὐ προσφέρετε θεραπείαν, τῶν ἀδικιῶν τούτων δώσετε δίκας, ἀλλοφύλοις ἔθνεσιν εἰς σφαγὴν ἐκδο θέντες.
 [00431]  διὸ τίσουσι ταυτησὶ τῆς ὕβρεως δίκας, προφανῶς ὁρῶντες ὁποῖος ὁ τῆς εὐσεβείας καρπός.
 [00609]  Ἀλλὰ τούτων τίσουσι δίκας·
 [00841]  ἀλλὰ τούτων, φησὶν, ὅτι τάχιστα δώσουσι δίκας.
 [00934]  Ἀλλὰ ταύτης, φησὶ, τῆς παρανομίας εἰσ πραχθήσεσθε δίκας.
 [00960]  Ταῦτα δὲ πείσονται, τῆς περὶ τὰ εἴδωλα μανίας ἀπαιτούμενοι δίκας.
 [01146]  Γυ μνωθήσεται γὰρ τῶν τῆς εὐπορίας ἀγαθῶν, δικαίας τῆς παρανομίας ἀπαιτούμενος δίκας.
 [01182]  ἀλλὰ τῶν παρ' αὐτοῦ σπειρομένων ἀμήσει τὰ δράγματα, ἀναλόγους ὧν δέδρακε τὰς δίκας πραττόμενος.
 [01745]  Ταῦτα δὲ, φησὶ, πείσονται δίκας τίνοντες ὑπὲρ ὧν τὸν Ἰούδαν ἠδίκησαν.
 [02505]  Ὥσπερ γάρ σε δίκας εἰσπράξομαι ὧν εἰς τοὺς ἐμοὶ ἀνακειμένους τόπους τετόλμηκας·
 [02622]  Ἐπειδὴ δὲ λύσιν οὐδαμόθεν ἐλάμβανε τὰ δεινὰ, κλήρῳ μαθεῖν ἠδυνήθησαν τὸν τοῦ κλύδω νος αἴτιον, εἰδότες, ὡς εἰκὸς (τὴν γὰρ φυσικὴν ἐκέκτηντο γνῶσιν), ὡς ἔστι τοῖς ἁμαρτάνουσιν ἀπο κειμένη ποινὴ, καὶ δίκας τίνομεν ὧν πλημμελοῦμεν ἀξίας.
 [02655]  Καὶ σαφῶς μεμαθηκότες ὑπὸ τοῦ Θεοῦ τὴν κατ' αὐτοῦ ψῆφον ἐξενηνέχθαι, ἱκε τεύουσι μὴ δοῦναι δίκας ὑπουργοῦντες τῇ ψήφῳ·
 [02657]  τουτέστιν, Ὑπὲρ ἀθώου αἵματος μὴ τίσωμεν, ὦ ∆έσποτα, δίκας.
 [02987]  Σὺν τοῖς ἄλλοις γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, τῆς προτέρας στερηθέντες τρυφῆς, τὴν ἀλλοτρίαν δουλοπρεπῶς οἰκεῖν ἠναγκάσθησαν, δίκας ὧν ἐπλημμέλησαν τί νοντες.
 [03343]  Τούτου χάριν, φησὶν, ἀρχὴν τῆς κατὰ σοῦ τιμωρίας ποιήσομαι, καὶ δίκας σε τῆς παρανομίας εἰσπράξο μαι, καὶ συχνά σοι καὶ ἐπάλληλα ἐπάξω κακά.
 [03395]  Εἰ γὰρ καὶ ἐγὼ δίκας ἔτισα ὑπὲρ ὧν ἐπλημμέλησα, ἀλλ' ἐκεῖνοι ἀδίκῳ κατ' ἐμοῦ ἐχρήσαντο γνώμῃ.
 [03483]  Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας.
 [03485]  Εἴασε δὲ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς εἰς ἔργον ἀγαγεῖν τὸ ἐγχείρημα, δίκας δι' αὐτῶν τὸν Ἰσραὴλ εἰσπρατ τόμενος.
 [03511]  Τούτου μάρτυρες ὑμεῖς οἱ Νινευῗται, μεταμελείᾳ χρησάμενοι, καὶ τὴν σωτηρίαν εὑράμενοι, καὶ πάλιν πονηρίᾳ πλείστῃ χρησάμενοι, καὶ τέως δίκας ὑπὲρ ταύτης οὐ τίσαντες·
 [03633]  Λέγει τοίνυν, ὅτι Τῶν εἰς σὲ τὸν Ἰακὼβ γεγενημένων ὑπὸ τῶν Ἀσσυρίων δεινῶν δίκας αὐτοὺς εἰσεπραξάμην διὰ τὴν τοῦ προπάτορος ἀρετὴν, ἧς εἵνεκα καὶ τὴν Ἰσραὴλ αὐτῷ προσηγορίαν ἐπέθηκα.
 [03982]  καὶ ὥσπερ ἐξ ὕπνου διαναστάν τες οἱ τῆς σῆς ἐπὶ πλεῖστον ἀνασχόμενοι τυραννίδος, τὸν σὸν τυρεύσουσιν ὄλεθρον, καὶ δώσεις δίκας τῶν μυρίων σφαγῶν, καὶ τῆς πολλῆς δυσσεβείας, καὶ τῆς εἰς τὰς πόλεις παρανομίας, ἃς τῶν οἰκητόρων ἐρήμους ἀπέφηνας.
 [04017]  καὶ οἷόν τισι θηρίοις τοῖς πολεμίοις παραδοθήσῃ, τῶν παντοδαπῶν σου κακῶν ἀπαιτούμενος δίκας.
 [04040]  Οὕτω διαμορφώσας ὁ μα κάριος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα, καὶ σχηματίσας εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, εἰς ἐπαπό ρησιν καὶ λύσιν τῶν ζητουμένων, καὶ δείξας τοῦ Θεοῦ τὸ δίκαιον, καὶ ὅπως Ἰουδαίους μὲν διὰ Βαβυλωνίων, [81.1825] καὶ Βαβυλωνίους δὲ δι' ἑτέρων εἰσπράττεται δίκας, εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον καὶ προσευχὴν, πάλιν ἐν προσχήματι προσευχῆς τὰ ἐσόμενα προθε σπίζων.
 [04855]  Οὐκέτι, φησὶν, ἀνέξομαι περιιδεῖν τὰ κατὰ τῆς Ἱερουσαλὴμ τολμώ μενα, ἀλλὰ δίκας εἰσπράξομαι τοὺς ὑπερβάντας τῆς κατὰ τῆς ὁρισθείσης τιμωρίας τὸ μέτρον, καὶ πλείονα τῶν καταψηφισθέντων ἐπαγαγεῖν αὐτῇ τε τολμηκότας κακά.
 [04858]  διὸ ζήλῳ δικαίῳ χρησάμενος, αὐτὴν μὲν ἀξιώσω φειδοῦς, ἐκείνους δὲ τῶν τετολμημένων ἀπαιτήσω δίκας.
 [04875]  Λέγει τοίνυν ὅτι αἱ ἀόρατοι δυνάμεις ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προσετάχθησαν κατ' ἀλλήλων ἐγεῖραι καὶ παρ οξῦναι ταῦτα τὰ ἔθνη, ὥστε δι' ἀλλήλων δοῦναι δίκας ὧν κατὰ τοῦ Ἰσραὴλ ἐπλημμέλησαν.
 [04884]  Τούτοις ἰσαρίθμους ἐπέστησεν ἀοράτους δυνάμεις, κατ' ἀλλήλων αὐτοὺς διεγειρούσας, ἵν' ὑπ' ἀλλήλων εἰσπραχθῶσιν ὧν ἐτόλμησαν δίκας.
 [05115]  Ἐδιδά χθη δὲ διὰ τούτων καὶ ὁ προφήτης, καὶ ὁ λαὸς, ὡς πάντων ἀνθρώπων κριτής ἐστιν ὁ τῶν ὅλων Θεὸς, καὶ ἅπαντας ἀξίας εἰσπράξεται δίκας, πανωλεθρίαν ἐπάγων οὐ μόνον τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν, ἀλλὰ καὶ τοῖς ἀδικοῦσι τὸν πέλας.
000-00-00 Serial Number=0875046492
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01381]  ἵνα οὖν καθαρὸν ἁμαρτη μάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
000-00-00 Serial Number=0807702959
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00286]  τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδα μόθεν προσήκοντι προσέβαλε σώματι.
 [00560]  φάνων κἀκεῖνοι δίκας τιννύουσιν ὑπὲρ ὧν κατὰ γνώμην ἐξήμαρτον.
 [00835]  ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν, οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος, ἀλλ' ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ ἀναστήσων·
 [01531]  οὐκ ἐπει δὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους, εἰς κοινὴν τῶν ἐντευ ξομένων ὠφέλειαν.
 [02241]  ἀλλὰ τοῖς τῶν αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς, οὐκ ἔτισαν δίκας οὔτε οἱ πατέρες αὐτῶν, οὔτε οἱ προπάτορες αὐ τῶν·
 [02839]  διδασκόμεθα δὲ πάλιν ἐντεῦθεν, ὡς τὰ παρὰ τοῦ λαοῦ προσφερόμενα ἐσθίοντες, καὶ μὴ ἐννόμως ζῶντες, μηδὲ σπουδαίως τὰς ὑπὲρ τούτων προσφέροντες προσευχάς, δίκας ὑπέχομεν τῷ Θεῷ.
 [03654]  ΞΞΙΙΙ Τί δήποτε τῶν δύο λελοιδορηκότων, ἐκείνη δίκας ἔτισε μόνη;
 [04753]  τῆς αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπῄτησε τοῦδε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας.
 [04978]  ἀλλ' ἔδοσαν δίκας τῆς ἀσεβείας·
 [05278]  οὐδεὶς γὰρ τῶν τοὺς τοιούτους παραβεβηκότων νόμους εἰσεπράχθη δίκας·
000-00-00 Serial Number=0970854163
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00102]  Τίνος χάριν ὁ Ἡλεὶ δίκας ὑπὲρ τῶν παίδων ἔτισε, καὶ ταῦτα παραινέσας αὐτοὺς τὰ προσ ήκοντα;
 [00242]  Τίνος χάριν Σαμουὴλ διὰ τὰς τῶν παίδων παρα νομίας οὐκ ἔτισε δίκας;
 [01187]  Τινὲς μὲν προπετείας αὐτὸν δοῦναι δίκας εἶπον,
 [01202]  ἀλλ' ἑτέρας παρα νομίας ἔτισε δίκας.
 [01500]  φι λοστόργως δὲ ὡς περὶ πρωτότοκον υἱὸν τὸν Ἀμνὼν διακείμενος, τῆς πονηρᾶς πράξεως οὐκ εἰσέπραξε δίκας.
 [01637]  ∆εδιὼς γὰρ μὴ συναγάγῃ πάλιν αὐτοὺς ἡ φύσις, εἶτα τῶν καταλλαγῶν γενομένων δίκας ἀπαιτηθῇ προδοσίας, τὴν ἐσχάτην ἐκείνην παρανομίαν ὑπέθε το, ὥστε μηδεμίαν παρείσδυσιν γενέσθαι καταλ λαγῶν.
 [01658]  ἐκεῖνον δὲ τὸν ἀλιτήριον δίκας ἀξίας εἰσέπραξεν.
 [01752]  ∆ιδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ σοφῶς ἅπαντα πρυτανεύων, ὅτι κἂν παραυτίκα μακροθυμήσας μὴ ἐπενέγκῃ τὴν ὑπὲρ τῶν παρα βεβασμένων νόμων ποινὴν, ἀλλ' οὖν ὕστερον δίκας ἀξίας εἰσπράττεται·
 [01838]  Οἰκείας παρανομίας δίκας ἔτισεν ὁ λαός.
 [01842]  Τούτων οὖν αὐτοὺς ὁ δίκαιος κρι τὴς εἰσεπράξατο δίκας, καὶ διὰ τοῦ ∆αβὶδ εἰσεπρά ξατο, ἐπειδήπερ αὐτὸν ἠδίκησαν.
 [02899]  Καὶ διατί φιλανθρωπίας ἀπῃτήθη δίκας;
 [03835]  Ἀλλ' οὗτος μὲν ἐν τῇ ἐρήμῳ δίκας εἰσ επράχθη τῆς τυραννίδος·
 [04465]  Ἠβουλήθη, φησὶν, ὁ ∆εσπότης Θεὸς δίκας ἐκείνοις εἰσπράξασθαι τῆς ἀσεβείας.
 [04555]  Ἔτισε δὲ καὶ δίκας τῆς ἀσεβείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»