Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δίκαιον [306]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δίκαιον


000-00-00 Serial Number=0849677801
Commentaria in Isaiam Ante [Go Back]  
 [00004]  ἐπειδὴ δὲ καὶ πτωχοὺς οἶδα πολλοὺς ἀφ' ὧν ἔχουσι μεταδιδόντας καὶ τὸν δίκαιον κριτὴν ἐπαι νοῦντα τὴν γνώμην καὶ ταύτῃ μετροῦντα τὴν ἀμοιβήν, ἐπιχειρῶ κἀγὼ τῆς πτωχείας ὑπερβῆναι τοὺς ὅρους καὶ ὧν ἔλαβον ψιχίων μεταδοῦναι τοῖς ὁμοπίστοις.
 [00272]  Ἐλέῳ γὰρ κεράσας τὸ δίκαιον τοῖς μὲν τὸν σταυρὸν τετολμηκόσιν εἶτα μεταμεληθεῖσι συνέγνω καὶ τὴν μεταμέλειαν δεξάμενος παρέσχε τὴν σωτηρίαν καὶ τοῖς τὰ δεινὰ ἐκεῖνα πεπονθόσι καὶ αἰχμαλώτοις γεγενημένοις οὐ συναπώλεσεν, ἐκείνους δὲ πανωλεθρίᾳ παρέδωκεν.
 [00443]  ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.
 [00646]  Οἱ γὰρ ὁρῶντες τίνοντας δίκας τοὺς δυσσεβεῖς καὶ παρανόμους τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.
 [00676]  Τοιοῦτοι δὲ καὶ οἱ ἄδικοι δικασταί, οἱ δωροδόκοι, οἱ πωλοῦντες τὸ δίκαιον.
 [00683]  [23Οἱ] δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ.
 [01350]  παρανόμως δικαζόντων καὶ προιεμένων τὸ δίκαιον.
 [01738]  Συνῆψε δὲ τῇ ἐρημίᾳ τῆς προτέρας ἀκρασίας τὴν μνήμην, τὸ δίκαιον τῆς τιμωρίας δεικνύς.
 [02505]  ∆ιδάσκει ὁ λόγος τῆς τιμωρίας τὸ δίκαιον.
 [03120]  ∆ιὰ τούτων τοίνυν ἔδειξε τῆς ψήφου τὸ δίκαιον.
 [03290]  Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι καὶ ἐπλαγίαςαν ἐν ἀδίκοις δίκαιον.
 [03569]  τῶν ἀρχόντων τὸ δίκαιον κρίμα .
 [03936]  Τὸ μέτρον σημαίνει τῆς τιμωρίας τὸ δίκαιον·
 [04383]  Ἀλλ' ὅμως ἐλέῳ πλείστῳ τὸ δίκαιον κεραννύς, ἣν οἱ τιμωρούμενοι σμικρὰν ἐκάλουν παιδείαν διπλασίονα ὠνόμασεν ὁ κριτής.
 [05477]  Φανήσονται οἱ ὀνειδισμοί σου, τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις.
 [05979]  ἀνθρωπίνης γὰρ ἀρετῆς φιλοσοφία καὶ καρτερία καὶ μέντοι καὶ ἡ ἐπὶ τὸν δίκαιον κριτὴν ἐλπίς.
 [06011]  διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον.
 [06386]  Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν [11ἀπὸ] τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς.
 [06388]  ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τοῦ πεπονθότος, καὶ τοῦ θανάτου τὸν πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ ἀθ άνα τον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα ἁμαρτημάτων .
 [06683]  δίκαιον γὰρ τὸν δεσπότην ὀνομάζει Χριστόν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ».
 [06815]  Ταῦτα δὲ ποιῶ, ἐπειδήπερ οὐ δίκαιον τῆς δικαιοσύνης τὸν νομοθέτην ἴσου ἀξιοῦν τούς τε τῆς εὐσεβείας τροφίμους καὶ <τοὺς> τῇ δυσσεβείᾳ προστετηκότας.
 [06853]  ὅσα τῶν συμβολαίων οὐκ ἔχει τὸ δίκαιον ὡς ἐπιζήμια λῦσον.
 [07342]  Οὐδένα γὰρ ἄλλον φησὶ τοιο ῦτον εὑρήσετε δίκαιον, ἅγιον, ἀληθῶς θεόν, ἐπιμελῶς ὑμῶν προμηθούμενον.
 [07436]  Οὐ μόνῃ τῇ δικαιοσύνῃ κεχρημένος δικάζει, ἀλλ' ἐλέῳ κιρνᾷ τὸ δίκαιον, μᾶ λλον δέ·
 [07437]  νικᾷ ἡ φιλανθρωπία τὸ δίκαιον.
 [07537]  [4συναντήσεται] γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται.
 [07538]  Ἔδειξε τοῦ ἐλέου τὸ δίκαιον·
 [07540]  ∆ιά τοι τοῦτο τοῖς ὑπομένουσι καὶ τοῖς ποιοῦσι τὸ δίκαιον τὴν τοῦ ἐλέου χορηγίαν συνέ ζευξεν.
 [07557]  Ἔδειξε καὶ διὰ τούτων τῆς τιμωρίας τὸ δίκαιον.
 [07807]  τιμωρίας διδάσκων τὸ δίκαιον εἶπεν ὅτι τῶν ὅλων ὁ κύριος δίκας πράττεται τοὺς ἀντικειμένους αὐτῷ.
000-00-00 Serial Number=0953144968
De incarnatione domini Ante [Go Back]  
 [00377]  ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον·
000-00-00 Serial Number=0326520324
De providentia orationes decem Ante [Go Back]  
 [00020]  Ἐπειδὴ τοίνυν καὶ πατέρων ἡμῖν οἰκειό τερος, καὶ δεσποτῶν κυριώτερος, καὶ πάντων εὐερ γετῶν προμηθέστερος, καὶ τείχους παντὸς ἀσφαλέ στερος, καὶ βασιλέων ἁπάντων ἀμέτρως βασιλικώτε ρος, δίκαιον ἡμᾶς, τοὺς καὶ τὸ εἶναι παρ' αὐτοῦ λαβόντας, καὶ τὸ εὖ εἶναι προσειληφότας, ταῖς βλασ φημεῖν αὐτὸν τολμώσαις γλώτταις τὰς οἰκείας ἀντι τάξαι, καὶ λόγοις εὐσεβέσι τοὺς δυσσεβεῖς λόγους κατακοντίσαι·
 [00050]  τὸ δὲ, δίκαιον.
 [01099]  Ποιότητι τοιγαροῦν γνώμης, οὐχὶ ποσότητι δώρων προσέχειν τὸν δίκαιον κριτὴν ἐντεῦθεν δήπουθεν διδασκόμεθα.
 [01117]  καὶ οὔτε τὸ δίκαιον αὐτοὺς, οὔτε τὸ μακρόθυμον κατ αιδεῖ.
 [01181]  Μία δὲ οὖσα ἡ φύσις, τοῦ ∆ημιουργοῦ κηρύττει τὸ δίκαιον·
 [01288]  Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους, [83.685] καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο.
 [01369]  καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ.
 [01625]  Οὐκοῦν καὶ ὑμῖν αὐτοῖς συν δοκεῖ, μὴ τὴν τοιαύτην χλιδὴν εὐπραξίαν ὁρίζεσθαι, ἀλλὰ τὸν δίκαιον καὶ σώφρονα βίον ἐπαίνων ἄξιον εἶναι, καὶ εὐφημίας τῆς ἀνωτάτω, καὶ εἴτ' ἐν πενίᾳ, εἴτ' ἐν περιουσίᾳ φανείη τῶν ἴσων στεφάνων ἀξιοῦν.
 [01690]  εἶτα λογιζώμεθα, ὡς δίκαιος ὢν ὁ τῶν ὅλων Ποιητὴς καὶ Κριτὴς, τοῖς οἰκείοις ἀγωνισταῖς ἀγω νοθετήσει δικαίως, καὶ οὐκ ἀνέξεται παραφθεῖραι τὸ δίκαιον ἡ τοῦ δικαίου τρυτάνη.
 [01697]  ἀλλὰ τοὺς μὲν παραδίδωσι τιμωρίᾳ, καὶ τῆς ψήφου τὸ δίκαιον παραδεικνὺς, καὶ διὰ τούτων τοὺς λοιποὺς δεδιττόμενος, καὶ εἰς μεταμέλειαν προκαλού μενος·
 [01726]  Εἴποι δ' ἂν καὶ τὸ σῶμα, τὸ καλῶς τοῖς τῆς ψυχῆς ὑπηρετῆσαν βουλεύμασιν, ὁμοίως πρὸς τὸν δίκαιον κριτὴν, εἴ τινος μεταλάβοι φωνῆς·
 [01772]  Εἰ γὰρ ἄνθρωποι πολ λάκις, οὐδὲ τὸ δίκαιον περὶ πολλοῦ ποιούμενοι, ἀλλὰ καὶ τούτου λίαν ὀλιγωροῦντες, τοὺς ἐν τοῖς εὐτελέσι τούτοις καὶ ἀκερδέσιν ἀγῶσιν οὕτω τιμᾷν εἰώθασι, πολλῷ μᾶλλον τοὺς λαμπροὺς καὶ μεγάλους τῆς ἀρε τῆς ἀγωνιστὰς, ὁ ταύτης καὶ νομοθέτης, καὶ ἀγωνοθέτης τιμήσει, καὶ στεφανώσει, καὶ τὸ δίκαιον νικήσει τῷ μεγέθει τῶν δωρεῶν.
 [02066]  Ἐξέτισα τοίνυν τὸ τῆς φύσεως ὄφλημα, καὶ θάνατον ἄδικον ὑπομείνας, καταλύω τὸν δίκαιον·
000-00-00 Serial Number=0342563689
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00078]  Παρακαλῶ τοίνυν τὴν ὑμετέραν ἀγχίνοιαν αἰδεσθῆναι τὸν νομοθέτην, καὶ τὸν δίκαιον φοβηθῆναι κριτήν, καὶ μὴ γενέσθαι κακὸν τοῖς ἄλλοις παράδειγμα, μηδὲ τὴν τῆς παρανομίας θύραν ἀνοῖξαι τοῖς φιληδόνοις, μηδὲ προτιμῆσαι τὸ ἡδὺ τοῦ συμφέροντος.
 [00100]  Πολλοὺς μὲν ἔχει πολεμίους τὸ δίκαιον·
 [00267]  [33] ..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα·
000-00-00 Serial Number=0323425293
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00011]  κλέπτει γὰρ ὁ πόθος τὸ δίκαιον.
 [00632]  Τῶν τὸ δίκαιον περὶ πολλοῦ ποιουμένων οὐδὲν ἱκανὸν ἐπισχεῖν τὸν ἐπαινούμενον τοῦτον σκοπόν.
 [00633]  Βεβαιοῖ δὲ τὸν λόγον ἡ σὴ μεγαλοπρέπεια, ἀχθεσθεῖσα μὲν ἐπὶ τὰ πρώην ἀναγγελθέντα, οὐκ ἀνασχομένη δὲ παριδεῖν τὸ δίκαιον πολε μούμενον, ἀλλ' εἰς καιρὸν τὴν ἀθυμίαν ἀπορρίψασα, καὶ τὸν τῆς ἀληθείας ἐχθρὸν ἐνδίκως ἐπιστομίσασα.
 [00706]  τὸν δὲ τῆς θείας ἑορτῆς πληρῶσαι νόμον ὑπέλαβον δίκαιον.
 [00912]  Τὸν γὰρ πολλοῖς κοσμούμενον εἴδεσιν ἀρετῆς δίκαιον ἡγούμεθα καὶ τὸν ταύτης προσλαβεῖν κολοφῶνα·
 [01339]  ἔννομον δὲ καὶ δίκαιον τοὺς βουλομένους διώκειν παρόντων κατηγορεῖν τῶν φευγόντων, καὶ τοὺς ἐλέγχους παράγειν.
 [01386]  Οὕτω γὰρ καὶ τοῖς ἄλλοις ἡ ὑμετέρα μεγαλοφυΐα δικάζουσα πράγμασιν ἐκφέρει τὰς ψήφους, ἐκ τῶν τῆς κατηγορίας καὶ ἀπολογίας λόγων συνορῶσα τὸ δίκαιον.
 [01639]  Πῶς δὲ δίκαιον τοὺς αὐτοὺς ὠμότητα καὶ φιλανθρωπίαν κατηγορεῖσθαι;
 [01738]  καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην.
 [01767]  Ἔγνωμεν τὸν θερμὸν καὶ δίκαιον τῆς σῆς ὁσιότητος ζῆλον, καὶ τὴν δικαιοτάτην καὶ ἔννομον παρρησίαν, ᾗ χρησάμενος, δέσποτα, τὰ ἐν Ἐφέσῳ τολμηθέντα ἤλεγξας.
 [02459]  Τὴν δὲ γεγενημένην δίκαιον οἶμαι διελέγξαι συκοφαντίαν.
 [02519]  δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν.
000-00-00 Serial Number=0981365383
Eranistes Ante [Go Back]  
 [02797]  [194] {ΟΡΘ.} Ἀλλ' ὅμως καὶ τούτων οὕτω γεγενημένων, δίκαιον τὸν κριτὴν καὶ ἴσμεν καὶ ὀνομάζομεν.
 [02867]  Τὸ γὰρ μὴ δυνηθῆναι τὸν ἀγαθὸν γενέσθαι κακὸν τὴν ὑπερβολὴν σημαίνει τῆς ἀγαθότητος, καὶ τὸ τὸν δίκαιον μηδέποτ' ἂν γενέσθαι ἄδικον μηδὲ τὸν ἀληθῆ ψεύστην τὸ ἐν ἀληθείᾳ καὶ δικαιο σύνῃ σταθερόν τε καὶ βέβαιον δείκνυσιν.
 [02886]  {ΟΡΘ.} Εἰ τοίνυν πολλὰ τῷ θεῷ ἀδύνατα, καὶ τοσαῦτα ὁπόσα τῆς φύσεως ἐναντία τῆς θείας, τί δήποτε τὰ ἄλλα πάντα κατὰ φύσιν ἐῶντες, τὸ ἀγαθόν, τὸ δίκαιον, τὸ ἀληθές, τὸ ἀόρατον, τὸ ἀνέφικτον, τὸ ἀπερίγραφον, τὸ ἀΐδιον, καὶ τὰ ἄλλα ὅσα τῷ θεῷ προσεῖναί φαμεν, μόνας τὴν ἀθανασίαν καὶ τὴν ἀπάθειαν τρεπτὰς εἶναί φατε, καὶ τὸ δύνατον τῆς ἀλλοιώσεως ἐπ' αὐτῶν συγχωρεῖτε, καὶ δίδοτε τῷ θεῷ δύναμιν ἀσθενείας δηλωτικήν;
 [03069]  {ΕΡΑΝ.} Καὶ πῶς δίκαιον εἶναί σοι δοκεῖ τὰ δικαίως τῷ θανάτῳ παραδοθέντα σώματα τῷ παρανόμως κατασχεθέντι κοινωνῆσαι τῆς ἀναστάσεως;
 [03070]  {ΟΡΘ.} Σοὶ δὲ πῶς εἶναι δίκαιον φαίνεται, τοῦ Ἀδὰμ παραβεβη κότος τὴν ἐντολήν, ἀκολουθῆσαι τῷ προγόνῳ τὸ γένος;
000-00-00 Serial Number=0143470407
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00038]  Συνίδωμεν τοίνυν, εἰ δίκαιον τοσούτους καὶ τοιούτους ἄνδρας διαπτύσαν τας, καὶ αὐτοῦ δὲ τοῦ παναγίου καταφρονήσαντας Πνεύματος, ταῖς οἰκείαις ἐννοίαις ἀκολουθεῖν, μὴ πει θομένους τῷ καλῶς εἰρηκότι·
000-00-00 Serial Number=0436879456
Graecarum affectionum curatio Ante [Go Back]  
 [00113]  Καὶ δὴ καὶ νῦν ὑμῶν τοῦτο δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν σκοπὸν τῆς λέξεως ἐᾶν ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν [1.31] νοῦν προσέχειν, εἰ δίκαια λέγω.
 [00961]  Πάνυ με θράττει, πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάτ τονται ὡς χείρους, καὶ δίκαιον εἶναι κατηγοροῦντες τὸν θεράποντα κολάζεσθαι τὰ ἄδικα πράττοντα, αὐτοὶ κελευσθέντες ἄδικα δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων καλοῦντι οὐχ ὑπακούουσιν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν·
 [01911]  Ἵνα δὲ καὶ θῶμεν ἀληθῶς εἶναι δίκαιον τὸν δυσποτμίᾳ τινὶ κατεχό μενον, ἐκεῖνό γε πᾶσιν ἐπίδηλον, ὡς οὐδεμίαν ἐκ τῆς δυσημερίας εἰσδέξεται βλάβην, φέρειν ὡς ἀρετῆς ἀθλητὴς πεπαιδευμένος τὰ δυσχερῆ.
 [01934]  ∆ιὰ δὴ τούτων ἁπάντων καὶ τῆς προνοίας τὸ δίκαιον ἔδειξε, καὶ ὡς ἕκαστον τῶν γινομένων τῷ παντὶ καθέστηκε ξύμφορον.
 [02031]  τοῦτο γὰρ δίκαιον, καὶ οὐκ ἐκεῖνο.
 [02059]  Οὐ τοίνυν παριδεῖν ὁ τοῦ παντὸς Κύριος ὑπέλαβε δίκαιον τὸν οὗ χάριν ταῦτα πάντα ἐγένετο ὑπὸ τῆς ἁμαρτίας πολιορκού μενον καὶ ὡς δορίληπτον τῷ θανάτῳ παραδιδόμενον, καὶ διὰ τοῦτο τὴν ἀνθρωπείαν ὑπέδυ μορφὴν καὶ τὴν ἀόρατον τῇ ὁρωμένῃ κα τεκάλυψε φύσιν, καὶ τήν τε ὁρωμένην ἀναμάρτητον διεφύλαξε [6.78] καὶ τὴν κεκρυμμένην ἀκήρατον διετήρησεν·
 [02062]  ἀλλ' οὐκ ἐβουλήθη τὴν ἐξουσίαν, [6.79] ἀλλὰ τῆς προνοίας ἐπιδεῖξαι τὸ δίκαιον.
 [03321]  μόνον γὰρ εἶναι ξυμφέρον τὸ [11.12] δίκαιον ἔλεγεν.
 [03323]  ἄλλο γάρ τι παρὰ τὸ ξυμφέρον εἶναι τὸ δίκαιον ἔλεγον, ἀξύμφορον ταύτῃ πῃ τὸ ξυμφέρον δεικνύντες·
 [03755]  ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέ σθαι.
 [03763]  Ὁμοίωσιν γάρ φησι προσηγό ρευσα τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως.
 [03793]  Τὸν γὰρ τοιοῦτόν φησι θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα.
 [03849]  δίκαιον ἢ οὐ δίκαιον;
000-00-00 Serial Number=0654979944
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00459]  καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν.
 [00466]  καὶ δεικνὺς ἑαυτὸν δίκαιον εἶπεν·
 [00473]  τὸν δὲ δημιουργόν τε καὶ δίκαιον, ὃν καὶ πονηρὸν ὠνόμαζε·
 [00677]  Οἱ δὲ Ναζωραῖοι Ἰουδαῖοί εἰσι, τὸν Χριστὸν τιμῶντες ὡς ἄνθρωπον δίκαιον, καὶ τῷ καλουμένῳ κατὰ Πέτρον Εὐαγγελίῳ κεχρημένοι.
 [00760]  Καὶ γὰρ τῇ τῶν εἰδώλων θεραπείᾳ δεδουλωμένος ὑπέλαβε δίκαιον, τὸν τῇ τῶν ὁμοπίστων ἀντιλέγοντα ψήφῳ, τῆς ἐκείνων ἀποτμηθῆναι συμμορίας.
 [01355]  Μίαν εἶναι τῶν ὅλων ἀρχὴν καὶ ἡ Παλαιὰ καὶ ἡ Καινὴ διδάσκει Γραφὴ, τὸν Θεὸν τῶν ὅλων, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγέννητον, ἀνώλεθρον, αἰώνιον, ἄπειρον, ἀπερίγραφον, ἀπεριό ριστον, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἁπλοῦν, ἀγαθὸν, δίκαιον, φῶς νοερὸν, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ θείῳ βουλήματι μετρου μένην.
 [01845]  Ὅτι σε εὗρον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ.
 [01907]  Ἀλλὰ δίκαιον ἴσμεν τὸν τῶν ὅλων Θεὸν, καὶ δικαιοσύνης πηγήν·
 [02146]  Ὑπερβαίνει, φησὶν, ἡ τῆς φιλανθρωπίας φιλοτιμία τὸ δίκαιον.
 [02326]  Ἐπειδὴ δὲ Μαρκίων ὁ βδελυρὸς ἕτερον λέγει τὸν δίκαιον, ὃν καὶ ∆ημιουργὸν ὀνομάζει, ἕτερον δὲ τὸν ἀγαθὸν, ὃν Χριστὸν Ἰησοῦν εἶναί φησι, φέρε καὶ περὶ τούτου μικρὸν διεξέλθωμεν, καὶ δείξωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ∆ημιουργὸν καὶ Σωτῆρα, καὶ ἀγαθὸν τὸν αὐτὸν καὶ δίκαιον.
 [02357]  Ποίαν τοίνυν τίσαντες τιμωρίαν ἀξίαν δώσουσι δίκην τῆς βλασφημίας, οἱ τὸν οὕτως ἀγαθὸν νομοθέτην οὐ μόνον οὐ δίκαιον, ἀλλὰ καὶ πονηρὸν ὀνομάσαι τετολμηκότες.
 [02514]  Οὐδὲ γὰρ δίκαιον, τὴν μετὰ σώματος ἡμαρτηκυῖαν ψυχὴν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ φθόνον, καὶ πόθους ἐκτόπους εἰσδεξα μένην, διὰ δὲ τῶν ἀκοῶν λόγοις παρανόμοις κατα θελχθεῖσαν, καὶ δι' ἑκάστου μορίου τοῦ σώματος ἐρεθισμούς τινας οὐκ ἀγαθοὺς δεξαμένην, μόνην εἰσπράττεσθαι τὴν ὑπὲρ τῶν πεπλημμελημένων ποι νὴν, καὶ τοῦτο ὑπομένειν, οὐκ ἐν σμικρῷ τινι χρόνῳ, ἀλλ' ἐν ἀπείροις αἰῶσιν;
 [02519]  Πῶς οὖν δίκαιον, τὸ σῶμα μετὰ τῆς ψυχῆς συναθροῖσαν τὸν πλοῦτον τῆς ἀρετῆς, κόνιν εἶναι καὶ παρεῤῥίφθαι, μόνην δὲ τὴν ψυχὴν ὡς νικη φόρον ἀνακηρύττεσθαι;
 [02520]  Εἰ δὲ τοῦτο σχέτλιον, δίκαιον ἄρα πρότερον ἀναστῆναι τὰ σώματα, εἶθ' οὕτως κοινῇ δοῦναι τὰς τῶν πεπολιτευμένων εὐθύνας.
000-00-00 Serial Number=0393195570
Historia ecclesiastica Ante [Go Back]  
 [00500]  Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ·
 [00635]  τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ' ἀξίαν φαιδρύνεσθαι δίκαιον.
 [01237]  ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκό τος, ἔφη δίκαιον εἶναι τοῖς βασιλέως προστάγμασιν εἴκειν, βούλεσθαι μέντοι καὶ αὐτὸς ἀπαγγεῖλαί τινα καὶ αἰτῆσαι.
 [01238]  τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλο μένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρα σχεθῆναι τῶν θείων.
 [01434]  αὐτὰς γὰρ θεῖναι τὰς φωνὰς ὑπέλαβον δίκαιον.
 [01504]  δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν, καὶ μὴ [148] διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν.
 [01640]  ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα καὶ τὸ ἑτερο ούσιον, ἄγραφα τυγχάνοντα καὶ οὔτε προφητικοῖς οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι καὶ θείων ἐξελάσαι συλ λόγων.
 [02146]  οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρωσε κλινομένην [2] καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα.
 [02377]  ἥν, οὐδ' ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ τὸ δίκαιον ἐπιβαλλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως .
 [02405]  καὶ ἦν δίκαιον γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, οὐ σοφίσμασι τὰ τῆς θρησκείας τῆς τριάδος γράφοντας, ἀλλ' ἐν ταπεινοφροσύνῃ καταξιωθέντας.
 [02880]  ὁ δὲ ἐπέστειλεν ὡς οὐχ ὅσιον ἐπα μύνειν ἀνδρὶ πολεμοῦντι θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρα [271] σύτητα.
 [03321]  οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασι λείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον.
 [03416]  ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν.
000-00-00 Serial Number=0938497424
Historia religiosa Ante [Go Back]  
 [00082]  Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο;
 [00307]  Καί ποτε θεασάμενος ὁ Πρεσβύτης ἐπ' ὤμων αὐτὸν φέροντα τὸ τῶν ἰσχάδων φορτίον, δυσχεράνας ἔφη μὴ ποιήσασθαι ἂν ταῦτα τροφήν, οὐ γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομένειν κόπον, αὐτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾶν τοῖς ἐκείνου.
 [01537]  Οὐδεὶς δὲ τῶν ἀδίκων θρασύτητι τὸ δίκαιον ἀπῆλθε νενικηκώς·
000-00-00 Serial Number=0210245669
Interpretatio in Danielem Ante [Go Back]  
 [00017]  Ταύ την τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων δεχό μενοι, χρέος δίκαιον τοῖς μεθ' ὑμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι.
 [00182]  Καὶτοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον·
 [00799]  Ὑμνοῦμεν δέ σε, φησὶ, τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως·
 [00824]  Ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσαμεν βασιλέα, ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτῳ, καὶ ἀπηνεστάτῳ, καὶ οὐ δαμῶς εἰδότι τὸ δίκαιον δουλεύειν ἠνάγκασας βα σιλεῖ, ἔχοντι καὶ τοὺς ὑπηκόους τῇ βασιλικῇ πονηρίᾳ συμβαίνοντας.
 [01192]  Τῶν θείων, φησὶ, θαυμάτων αὐτόπτης γενόμενος, νενόμικα δίκαιον κοινωνοὺς ὑμᾶς ἅπαν τας τῆς τούτων θεωρίας λαβεῖν.
 [01248]  οὐ γὰρ εἶχε τὸ δίκαιον.
 [01482]  Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν.
 [01856]  ∆ίκας μὲν οὖν ἀξίας δεδωκότες τὸ δίκαιον κηρύττουσι τοῦ Θεοῦ·
 [02574]  Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, προστέθεικεν·
 [02606]  Καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον, Πάντα, φησὶ, τὰ κακὰ ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου, Κύριε.
 [03688]  Ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολμῶντας, καὶ ταῦτα τῇ πείρᾳ μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές.
000-00-00 Serial Number=0109539509
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00420]  Εἰ γὰρ ἀπὸ τῆς προγνώσεως τὰς τι μωρίας ἐπῆγεν ὁ ∆εσπότης, πόθεν ἂν ἐγνώσθη τοῦ Θεοῦ τὸ δίκαιον τοῖς οὐχ ὁρῶσι τὸ τῆς προγνώσεως τέλος;
 [00559]  Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ·
 [00709]  Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει.
 [00718]  τὰ δὲ ζυγὰ καὶ σταθμία, τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον·
 [00858]  τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια.
 [01040]  Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται·
 [01170]  δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας.
 [01181]  Ἀλλ' ὁ ∆εσπότης καὶ τὸν εὐνούστατον οἰκέτην θεραπεύει, καὶ τῆς τιμωρίας δι δάσκει τὸ δίκαιον.
 [01320]  τὸν φιλάνθρωπον ἱκε τεύει ∆εσπότην ἐλέῳ κεράσαι τὸ δίκαιον·
 [01659]  Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, κατα λιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον.
 [01664]  Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον.
 [01831]  Εὐθὺς μὲν γὰρ ἐξελθόντες ἐξ Αἰγύπτου ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους, τῆς βιαίας ἐργασίας δίκαιον ἀπαιτοῦντες μισθόν.
 [02219]  Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν·
 [02372]  Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας.
 [02407]  Καὶ ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀδικίας ἃς ἐποίησεν ὁ ἄνομος, ἐὰν ποιήσῃ, οὐ μὴ ζήσεται·
 [02580]  Εἶτα διδάσκει τῆς ὀργῆς τὸ δίκαιον.
 [02603]  δικαιώματα δὲ, οὐ μόνον ὡς ἐνδίκως γραφέντα, καὶ τὸ δίκαιον ἔχοντα, ἀλλὰ καὶ ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενα.
 [02846]  Καὶ τὸ δίκαιον δὲ τῆς τιμωρίας δεικνὺς, καλῶς προστέθεικε τὸ, Ἐξ ολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον.
 [02897]  ∆ιὰ τοῦ κρότου, φησὶ, τῶν χειρῶν σήμανον τῆς συμφορᾶς τὴν ὑπερ βολὴν, καὶ θαύμασον τῆς τιμωρίας τὸ δίκαιον.
 [02980]  Ἀδικίᾳ γὰρ χρησάμενος συνεργῷ, τὸ μὲν ὑψηλὸν δι' ἀρετὴν ἐταπείνωσας, τὸ δὲ ταπεινὸν δι' ἀδικίαν τοῖς λόγοις ἐπῆρας, παραφθείρας τὸ δίκαιον.
 [03105]  Ἀπεμπωλοῦντες, φησὶ, διετέλουν τὸ δίκαιον, καὶ χρημάτων ἀπεδίδοντο τὰς ἀθώας σφαγάς·
 [03205]  Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε·
 [03270]  Οὕτω διηγησάμενος τῆς ἀσεβείας τὰ εἴδη, καὶ τῆς τιμωρίας τὸ δίκαιον ὑπο δείκνυσι.
 [03542]  Ὑποδεί κνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας.
 [04844]  ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον.
 [05358]  Καὶ πάλιν τῆς τιμωρίας τὸ δίκαιον δείκνυσι.
 [05807]  Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύ της ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον.
 [06083]  Αὐτοὶ δὲ καὶ ταῖς φονικαῖς δικα σάτωσαν δίκαις, καὶ τὰς ἄλλας δὲ ἀμφιβολίας λυέτω σαν, πανταχοῦ τιμῶντες τὸ δίκαιον.
 [06100]  ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας.
000-00-00 Serial Number=0955542266
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00105]  Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει·
 [00411]  Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι (ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον.
 [00732]  κεράννυσι δὲ τὸ δίκαιον ἀγαθότητι.
 [01229]  Ταῦτα τοίνυν τοιαύ την ἔχοντα τὴν φύσιν οὐ δίκαιον εὐλαβεῖσθαι·
 [01456]  Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον·
 [01520]  Τῆς τιμωρίας τὸ δίκαιον ἔδειξε.
 [02756]  Καὶ διδάσκων τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε·
 [02763]  Ἀντὶ τοῦ, σφοδρὸν, ἀλλ' ὅμως δίκαιον.
 [02801]  καὶ δεικνὺς αὐτῆς τὸ δίκαιον, ἐπάγει·
 [03385]  Ἔστω γὰρ, φησὶ, Κύριος ἐν ἡμῖν, εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, ὅτι κατὰ τὸν λό γον ὃν ἐὰν ἀποστείλῃ σε Κύριος ὁ Θεὸς πρὸς ἡμᾶς οὕτω ποιήσομεν.
 [04235]  διὰ τούτου δὲ δηλοῖ τῆς τιμωρίας τὸ δίκαιον.
 [04380]  διδάσκει δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον.
 [04443]  Ἡμεῖς τοίνυν τῆς κρίσεως τὸ δίκαιον δείσωμεν, καὶ τῇ φιλ ανθρωπίᾳ θαῤῥοῦντες, μὴ ἀπαγορεύσωμεν τὴν σω τηρίαν·
 [04463]  Ἀναμιμνήσκουσι δὲ καὶ τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ψήφου τῆς θείας ὁμολογοῦσι τὸ δίκαιον.
 [04499]  Πάλιν τῇ θείᾳ ψήφῳ τὸ δίκαιον ἀπονείμαντες, σφίσιν αὐτοῖς ἀπονέμουσι τὴν αἰσχύνην.
 [04505]  Πάλιν μέντοι μνημονεύ σαντες τῆς τιμωρίας, δίκαιον ὀνομάζουσι τὸν ∆εσπό την.
 [04515]  Ὁμολογοῦμεν τῆς τιμωρίας τὸ δίκαιον.
 [04559]  Καὶ ταῦτα μέντοι οὐ πρὸς ἀξίαν τῆς ἡμετέρας ἀσε βείας ἐπήγαγες, ἀλλ' ἐκέρασας φιλανθρωπίᾳ τὸ δίκαιον.
 [04894]  ∆είκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον.
 [04923]  Συνεχῶς μέντοι ὁ προφήτης τῆς ψήφου τὸ δίκαιον εὐφημεῖ, τὴν ἐντεῦθεν ὠφέλειαν προσφέρων τοῖς ἐντυγχάνουσιν.
 [05088]  Ἔδειξε τῆς παιδείας τὸ δίκαιον·
000-00-00 Serial Number=0723381162
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00059]  Ἐγὼ δὲ καὶ τοὺς Ἑβδομήκοντα, καὶ τοὺς ἄλλους ἅπαντας τῆς θείας Γραφῆς ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι.
 [00596]  [ιγʹ.] Ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε.
 [00630]  Μὴ μετρήσῃς τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν, ἀλλὰ τῇ φιλανθρωπίᾳ τὸ δίκαιον κέ ρασον [80.904] γʹ.
 [00732]  Παρακαλεῖ τοίνυν τὸν δίκαιον κριτὴν μηκέτι μακροθυμίᾳ, ἀλλὰ δικαίᾳ χρησάμενον ψήφῳ, τὴν τιμωρίαν ἐπιθεῖναι τοῖς ἀδικοῦσι.
 [00760]  Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον.
 [00775]  Εἰ δὲ καὶ ταύτης κα ταφρονήσαντες ἐπιμείναιεν ἁμαρτάνοντες, αὐτίκα τὴν πανωλεθρίαν ἐπάγει τὸ δίκαιον ἔχουσαν.
 [00799]  Ἐγὼ δὲ τοσαύτης τοῦ Θεοῦ προνοίας τυχὼν, ὑμνήσω τὸν εὐεργέτην διηνεκῶς, τῆς κρί σεως τὸ δίκαιον διηγούμενος.
 [01220]  Κύριος ἐξετάζει τὸν δίκαιον, καὶ τὸν ἀσεβῆ.
 [01482]  Ἡ γὰρ δωροδοκία διαφθείρει τὸ δίκαιον.
 [01636]  ὁ δέ γε Ἀκύ λας οὕτως ἔφη, Εἰσάκουσον, Κύριε, δίκαιον, ἀντὶ τοῦ δικαίως, καὶ μὴ μακροθύμως.
 [01644]  οἶδα γάρ σου τῆς ψήφου τὸ δίκαιον.
 [01882]  ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέ πων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν περὶ τὸν Θεὸν κτησαμένους·
 [01889]  οὕτως ὁ μέγας ∆αβὶδ τῶν οἰκείων [80.981] κατορθωμάτων μνημονεῦσαι βιασθεὶς, ἵνα δείξῃ τῆς τοῦ Θεοῦ προμηθείας τὸ δίκαιον, οὐκ ἠνέσχετο τὴν γεγενημένην κρύψαι παρανομίαν.
 [02169]  δικαιώματα δὲ, ὡς διδάσκων τὸ δίκαιον, καὶ ἀπ αγορεύων τὸ ἄδικον, καὶ τοὺς κατορθοῦντας ἀπο φαίνων δικαίους·
 [02245]  Τὸν δίκαιον, φησὶ, κριτὴν ἱκετεύομεν, τῇ τῆς ψυχῆς σου καθαρό τητι κατάλληλον τὴν ἀντίδοσιν δοῦναι.
 [02957]  ἵνα μὴ δυσσεβέσιν ἀνθρώ ποις, καὶ δωροδόκοις, καὶ μιαιφόνοις, καὶ προϊεμέ νοις τὸ δίκαιον συναπόλωμαι.
 [03059]  Ἔλεον μὲν αἰτεῖ, οὐκ ἄδικον δὲ, ἀλλὰ καὶ μάλα δίκαιον.
 [03143]  Μηδεὶς δὲ τὸν δίκαιον ἐπαρᾶσθαι τοῖς ἐχθροῖς νομιζέτω·
 [03199]  Τούτου δῆτα χάριν καὶ συντρέχειν ἅπαντας ἐν τῷ ναῷ δίκαιον, καὶ τῶν ὕμνων αὐτῷ προσφέρειν τὰς ἀντιδόσεις.
 [03389]  Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαί δεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφρο σύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ' ἐκείνην μετ' εὐθυμίας προσ μένειν.
 [03900]  καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
 [03942]  Καὶ δεικνὺς τῆς εὐχῆς τὸ δίκαιον, ἐπάγει·
 [04232]  τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως·
 [04281]  Τούτου γάρ τοι χάριν εὐλογεῖ μὲν τὸν εὐλογοῦντα τὸν δίκαιον, τὸν δὲ καταρώμενον τοῖς ἴσοις ἀμείβεται·
 [04289]  Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
 [04291]  Καὶ νέος ὢν, καὶ εἰς γῆρας ἐλθὼν, οὐκ οἶδα θεασάμενος δίκαιον τῆς θείας ἔρημον προνοίας γενόμενον.
 [04317]  Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν.
 [04320]  Λέγει δὲ ὡς οὐ περιόψεται τὸν δίκαιον ὁ ∆εσπότης ἐπιβουλευόμε νον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν, ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα.
 [05153]  ∆ιδάσκει δὲ καὶ τῆς βασιλείας τὸ δίκαιον.
000-00-00 Serial Number=0689822972
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00108]  Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασι λεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι·
 [00461]  Τού των δὲ, φησὶ, γινομένων, θαυμάσουσιν οἱ οὐρανοὶ τῆς ψήφου τὸ δίκαιον.
 [00623]  τὸ δὲ σὸν δίκαιον διαλάμπει.
 [00625]  Τὸ τοίνυν ὅπως οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικὸν (οὐ γὰρ διὰ τοῦτο ἥμαρτον, ἢ αὐτὸς ὁ ∆αβὶδ ἢ ὁ λαὸς μετὰ ταῦτα, ἵνα ὁ Θεὸς δικαιωθῇ), ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρ τίας ὑπὸ τούτων γινομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται·
 [00769]  Τὴν γεγενημένην κατὰ τῶν ἱερέων συκοφαντίαν μεμαθηκὼς ὁ θεῖος ∆αβὶδ, τοῦτον συν έγραψε τὸν ψαλμὸν, εἰς ὑπομονὴν καὶ καρτερίαν τοὺς ἀδικουμένους ἀλείφων, καὶ τῆς θείας ψήφου διδάσκων τὸ δίκαιον.
 [00787]  ὑπὲρ δὲ τὸ δίκαιον ἀσπάζῃ τὸ ἄδικον.
 [00815]  Καὶ ἐν ταῦθα ἐλαίαν πολλῷ βρίθουσαν καρπῷ, καὶ ἐν οἴκῳ θείῳ πεφυτευμένην, τὸν δίκαιον εἴρη κεν·
 [00906]  ὥστε ἕκαστον τῶν πολεμουμένων παρὰ τὸ δίκαιον ὑπό τινων μετὰ πάσης κατανύξεως προσφέρειν [80.1265] ὁμοίως τῷ ∆αβὶδ ἱκετείαν τῷ δυναμένῳ ὡς τὸν προ φήτην ἐκ χειρὸς τῶν ἀδικούντων ῥύσασθαι τῷ Θεῷ.] γʹ.
 [01054]  ] Εἶτα δείκνυσι τῆς τιμωρίας τὸ δίκαιον.
 [01262]  τὴν δὲ ἀλήθειαν τῷ ἐλέῳ συν έζευξε, τὸ δίκαιον τῆς φιλανθρωπίας δεικνύς.
 [01633]  εἶτα τοῦ Θεοῦ τὸ δίκαιον καὶ φιλάνθρωπον.
 [01815]  Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς;
 [02338]  Παραπικραίνουσι γὰρ καθ' ἑαυτῶν τὸν δίκαιον κριτὴν, καὶ τὴν δικαίαν κόλασιν ἐπισπῶν ται.
 [02510]  Οὐ φέρουσι γὰρ αὐτοῦ τὴν ἐπιφάνειαν, δίκαιον αὐ τὸν κριτὴν ἐπιστάμενοι.
 [02838]  Τοὺς γὰρ τοσούτων ἀπολαύοντας δίκαιον διὰ πάντων τὸν εὐεργέτην δοξάζειν.
 [04032]  Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρη σάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργά σατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται.
 [04734]  ∆ιὰ τούτων δὲ διδασκόμεθα τῆς θείας ψήφου τὸ δίκαιον.
 [04998]  Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιή σασθαι.
000-00-00 Serial Number=0418122053
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00831]  λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον.
 [00854]  Τὴν γὰρ νῦν κεκρυμμένην οἰκο νομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι.
 [00857]  ∆ιὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρε δήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον δῆλον πᾶσι γενήσεται.
 [00951]  Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ κατα φάγεται ὁ ἀσεβὴς τὸν δίκαιον.
 [01232]  Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύτ των, καὶ δίκαιον.
 [01473]  Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ τὸ δίκαιον ἐπιστάμενοι.
 [01476]  ἡ δὲ δευτέρα ἕξει τὸ δίκαιον.
 [01506]  Τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέρ γειν τὸ δίκαιον.
 [01591]  Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρω πίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι τιθέντα τὸ πέρας;
 [01605]  Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμε λήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κο λάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελού μενος.
 [01627]  Συν ήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον·
 [02201]  Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον.
 [02251]  ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν.
 [02286]  Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τι μωρίας τὸ δίκαιον.
 [02473]  καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγα γεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος.
 [02818]  Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν.
 [03638]  οἱ γὰρ τῆς τιμωρίας ἀγ νοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι·
 [03674]  Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ' αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λα βεῖν.
 [04916]  Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπειοι οὐ πάντως πάντες τὸ δίκαιον ἔχουσι·
 [05333]  ∆είξας τοῦ Θεοῦ τὸ δίκαιον, δι καίαν ποιεῖται τὴν δέησιν·
 [05463]  Καὶ ἐν τῷ πεντηκοστῷ καὶ πρώτῳ ψαλμῷ τὸν δίκαιον ἐλαίᾳ παρέβαλεν·
 [05892]  Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας.
 [06402]  Μεμά θηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας.
 [06540]  τὴν γὰρ εἰς ἐμὲ γεγενημένην εὐεργεσίαν ἐνέχυρον τῆς εἰς αὐτοὺς λήψονται σωτηρίας, καί σε τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.
 [06858]  Ἐν ἁπάσαις δέ σου ταῖς οἰκονομίαις διαλάμπει τὸ δίκαιον.
 [06903]  Ἀγαθὴ παραίνεσις, Οὔτε γὰρ ἀεὶ οἱ ἄρχοντες ἄρ χουσιν, ἀλλὰ πρόσκαιρον ἔχουσιν ἐξουσίαν, οὔτε πάντες οἱ ἄρχοντες τιμῶσι τὸ δίκαιον.
 [07118]  ἣ γὰρ ἂν, πρὸ τῶν ἄλλων τὸν ποιητὴν ὕμνησαν, ὡς δικαιο [80.1988] σύνης πηγαὶ τιμῶσαι τὸ δίκαιον.
 [07253]  Καὶ οἱ τὸ δίκαιον τιμῶντες, ἐν εὐκλείᾳ γενήσονται, πολλῆς ἀπολαύον τες ἀναπαύλης.
000-00-00 Serial Number=0037851274
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00880]  Οὕτω τὴν τῶν παίδων ἀναίρεσιν προειπὼν, ὑποδεί κνυσι τῆς τιμωρίας τὸ δίκαιον·
 [01137]  τὸ γὰρ δίκαιον ἀτιμάζων διατελεῖς, τὴν ἄδικον δυναστείαν ποθεῖς, καὶ ἐπὶ πλούτῳ μέγα φρονεῖς, καὶ ἀλαζονευόμενος σαυτῷ τὴν τούτου συλλογὴν ἐπιγράφεις.
 [01753]  Οὐδὲ γὰρ τοῖς ἀναξίοις τὰς ἀγαθὰς ὑποσχέσεις δίκαιον χορηγεῖν τὸν Θεὸν, δίκαιον ὄντα, καὶ μυσαττόμενον ἀδικίαν.
 [01880]  Ἀνθ' ὧν ἀπέδοντο τὸν δίκαιον ἀργυρίου, καὶ πένητα ἕνεκεν ὑποδημάτων, (ζʹ) τῶν καταπατούν των ἐπὶ τὸν χοῦν τῆς γῆς·
 [01882]  Καὶ οὗτοι δὲ, φησὶ, πρὸς λῆμμα βλέποντες, ἀπημπώλουν τὸν δίκαιον, καὶ αἰσχροκερδείᾳ δουλεύοντες, οὐδὲ ὑποδήματα παρῃτοῦντο κερδαίνειν, ἃ τὴν ἐσχάτην χρῆσιν τοῖς ἀνθρώποις παρέχει, προϊέμενοι μὲν τοὺς ἀδικουμένους, αἰκιζόμενοι δὲ τοὺς πενεστέρους, τῶν δὲ ἀτιμοτέρων τὰς δικαιολογίας οὐ προσιέμενοι.
 [02104]  ἐπατεῖτε γὰρ τὸ δίκαιον, δῶρα μὲν παρὰ τῶν δυνατωτέρων λαμβάνοντες, ἐν δὲ τῷ δικάζειν τοὺς πένητας κατακρίνοντες.
 [02556]  Καὶ τὸν ἐκείνων δὲ ὄλεθρον εἰς ἅπαντας ἀν θρώπους ἡ φήμη διαγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον.
 [02653]  Μηδαμῶς γὰρ, φασὶ, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον·
 [02656]  Μὴ δῷς γὰρ, φασὶν, ἐφ' ἡμᾶς αἷμα δίκαιον·
 [02803]  σκόπησον τοίνυν, εἰ δίκαιον, σὲ μὲν ὑπὲρ τῆς κολοκύνθης ἀλγεῖν, ἧς οὐ γεγένησαι γεωργὸς (οὔτε γὰρ ἐφύτευσας, οὔτε ἤρδευσας, ἀλλ' ὑπὸ τὴν ἕω γενομένη, σκώληκος τῇ ὑστεραίᾳ καὶ ἡλίου γεγένηται παρανάλωμα), ἐμὲ δὲ ἀφειδῶς τοσαύτῃ χρήσασθαι πόλει, ὑπ' ἐμοῦ τὸ εἶναι λαβούσῃ, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν, ἢ ἀριστερὰν αὑτῶν, καὶ κτήνη πολλά.
 [03025]  οἱ πεπιστευμένοι γὰρ τὸ κρίνειν, ἐπάτουν τὸ δίκαιον·
 [03057]  ἀλλὰ τοῦ δικαίου μὲν ἐποιεῖσθε λόγον οὐδένα, τὸ δὲ ἄδικον δίκαιον ἐπειρᾶσθε δεικνύναι, καὶ ταύτῃ κεχρημένοι τῇ γνώμῃ, αἱμάτων ἀδίκων τὴν Ἱερου σαλὴμ ἐνεπλήσατε·
 [03393]  οἶδα γὰρ τῆς τι μωρίας τὸ δίκαιον, εἰς τὸ μέγεθος ἀποβλέπων τῆς ἁμαρτίας.
 [03561]  Καὶ τῆς τιμωρίας τὸ δίκαιον δεικνὺς, ἐπήγαγεν·
 [03797]  Εἰδότες τοίνυν τοῦ Κρι τοῦ τὸ δίκαιον, δείσωμεν τὸ κριτήριον, ἵνα τὴν ἐκεῖ θεν ἐκφερομένην κατὰ τῶν παρανομούντων διαφύγω μεν ψῆφον, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03846]  ὅτι ἀσεβὴς καταδυνα στεύει τὸν δίκαιον·
 [03901]  τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιωπή σεις ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
 [03908]  Τὸν γὰρ δίκαιον ἐνταῦθα οὐ τὸν ἐν ἅπασι δίκαιον κέκληκεν, ἀλλὰ κατὰ σύγκρισιν τὸν τοῦ ἀδικοῦντος δικαιότερον.
 [04040]  Οὕτω διαμορφώσας ὁ μα κάριος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα, καὶ σχηματίσας εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, εἰς ἐπαπό ρησιν καὶ λύσιν τῶν ζητουμένων, καὶ δείξας τοῦ Θεοῦ τὸ δίκαιον, καὶ ὅπως Ἰουδαίους μὲν διὰ Βαβυλωνίων, [81.1825] καὶ Βαβυλωνίους δὲ δι' ἑτέρων εἰσπράττεται δίκας, εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον καὶ προσευχὴν, πάλιν ἐν προσχήματι προσευχῆς τὰ ἐσόμενα προθε σπίζων.
 [04236]  Καὶ δεικνὺς τῆς προφητείας τὸ δίκαιον, ἐπάγει·
 [04248]  Ὁ κατάλογος τῶν ἁμαρτη μάτων ἔδειξε τῶν τιμωρημάτων τὸ δίκαιον·
 [05243]  Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρ μὸν ποιεῖτε, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὑτοῦ.
 [05658]  ἐπειδὴ δὲ λαβεῖν αὐτοὺς ἐκεῖνοι οὐκ ἠβουλήθησαν, ῥίψας αὐτοὺς ἀνεχώρησε, τὸν δίκαιον τῆς ἀδικίας μισθὸν, τὴν ἀγχόνην φημὶ, παρὰ τοῦ κριτοῦ τῆς ἀδικίας τοῦ διαβόλου δεξάμενος.
 [06146]  δίκαιον γὰρ διαφερόντως τὸν ἱε ρέα εἶναι τῶν θείων νόμων ἐργάτην·
 [06180]  Αἱ γὰρ ὑπὸ τῶν οἰκείων ἀνδρῶν ἀδικούμεναι γυναῖ κες, τῶν ἐπικουρούντων σπανίζουσαι, ὀδυρμοῖς καὶ δάκρυσι κεχρημέναι, τὸν δίκαιον ἐκάλουν κριτήν·
000-00-00 Serial Number=0702284217
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00529]  κἂν συμβαίη δὲ στεῖραν τὴν γυ [27] ναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο τῷ ἀνδρὶ καὶ τῇ γυναικί, τῷ δὲ ἀδήλῳ οὐκ ἔστι δίκαιον παριδεῖν τὸν νόμον.
 [01184]  ἔτι δέ, ἵνα μὴ ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον, χρὴ ἕκαστον ἐκ τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν·
 [01185]  ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος, ἀπόλ λυται τῆς κρίσεως τὸ δίκαιον·
 [01549]  δίκαιον φησὶν ὁ ἀπόστολος Παῦλος παρὰ θεῷ ἀντα ποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλῖψιν, ὑμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν ἐν τῇ βασιλείᾳ αὐτοῦ.
000-00-00 Serial Number=0325623572
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00443]  πρὸς δὲ τούτοις, ἔδει τὸν δίκαιον ἀγωνοθέτην τοῖς τῆς ἀρετῆς ἀθληταῖς προθεῖναι τῆς νίκης τὰ ἆθλα·
 [00563]  Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον.
 [00772]  ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα.
 [00871]  ἔχει δὲ καὶ ἡ τιμωρία τὸ δίκαιον.
 [00958]  Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτενεῖς;
 [01052]  οὐκοῦν οὐδὲ τὸν Ἀβραὰμ ἡ περιτομὴ ἐδικαίωσεν, ἀλλ' ἡ μὲν πίστις ἀπέφηνε δίκαιον·
 [01764]  ἀλλ' ἀναμένει τῶν πραγ μάτων τὸ τέλος καὶ δείκνυσιν ἅπασι τῆς τιμωρίας τὸ δίκαιον.
 [02211]  ΞΛ Πῶς τὸ δίκαιον σώζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων;
 [02253]  εἰ γὰρ τὴν πολυτελεστέραν ἐσθῆτα ταῖς ἑορταῖς φυλάττειν εἰώθασιν οἱ πολλοί, πολλῷ μᾶλλον τὸ θεῖον ὄνομα προσευχαῖς καὶ διδασ καλίαις ἀφιεροῦν δίκαιον.
 [04210]  [244] ΞVΙ Τί ἐστι, δικαίως τὸ δίκαιον διώξετε ;
 [04212]  εἰσὶ γάρ τινες γνώμῃ μὲν οὐ τι μῶντες τὸ δίκαιον, διὰ δὲ τοὺς ἀληθῶς τιμῶντας τὸ δίκαιον, ὑποκρινό μενοι τιμᾶν τὸ δίκαιον.
 [04344]  μετὰ γὰρ τὰ θεῖα δίκαιον θεραπεύειν τούτους δι' ὧν εἰς τὸ εἶναι παρήχθημεν.
 [05458]  ἔπειτα ἐκείνου τὸ συμβόλαιον ἀσπαστῶς [317] δεξαμένου, τὸν περὶ τοῦ γάμου προστέθεικεν λόγον, εἰρηκὼς δίκαιον εἶναι τὸν τοῦ τετελευτηκότος κτώμενον τοὺς ἀγρούς, γῆμαι καὶ τὴν γυναῖκα καὶ φυλάξαι τῇ παιδοποιΐᾳ τοῦ κατοιχομένου τὴν μνήμην.
000-00-00 Serial Number=0043190956
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01387]  Ὁ δὲ, Οὐ δίκαιον ὑπολαμβάνω, φησὶ, τοῦ στρατηγοῦ καὶ τῆς στρατιᾶς ἁπάσης ἐν πολέμῳ καὶ πολιορκίᾳ ταλαιπωρούντων, ἐμέ τινα τῷ σώ ματι προσενεγκεῖν θεραπείαν καὶ τόνδε τὸν λόγον ἐβεβαίωσεν ὅρκῳ.
 [01556]  Ἐμὲ, φησὶ, ἀνάγκη μεταναστεύειν, σὲ δὲ οὐ δίκαιον ἀρ τίως ἀφιγμένον σὺν ἡμῖν ὑπομένειν τὸν πόνον.
 [01756]  Ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ βασιλεὺς τῆς θεηλάτου πληγῆς, τὸν δίκαιον ἤρετο δικαστήν.
 [01793]  Καὶ δίκαιον γὰρ καὶ συμφέρον εἶξαι τῷ γήρᾳ, καὶ ἔνδον καθήμενον διατάττειν τὴν στρατιάν.
 [01883]  οὐκ ᾠήθη δίκαιον τῆς οἰκείας σωτηρίας φροντίσαι, ἀλλὰ συμμετασχεῖν τῶν ἐπιφερομένων κολάσεων τῷ λαῷ·
 [01915]  Ἐκείνου δὲ προῖκα δώ σειν ὑποσχομένου καὶ τὴν ἅλω, καὶ τοὺς βοῦς, καὶ τῶν ἀρότρων τὰ ξύλα, ἵνα ἐν ἐκείνῃ μὲν δομήσηται τὸν βωμὸν, τούτους δὲ ἱερεύσῃ, τοῖς δὲ ξύλοις προσ ενέγκῃ τὸ πῦρ, δίκαιον εἶπεν ὁ βασιλεὺς, μὴ ἐξ ἀλλοτρίων τῷ Θεῷ δῶρα προσφέρειν, ἀλλ' ἐξ οἰ κείων.
 [02841]  Τὴν δὲ νηστείαν γενέσθαι προσέταξεν, ὥστε ταύτῃ δεῖξαι τοῦ φόνου τὸ δίκαιον.
 [02900]  Ὅτι χρὴ τῇ φιλανθρωπίᾳ συγκιρνᾷν τὸ δίκαιον.
 [03028]  Χρὴ γὰρ εἰδέναι τῆς θείας προμηθείας τὸ δίκαιον, καὶ ὡς ἐνδίκως κολάζει τοὺς ἁμαρτάνοντας, καὶ εὐεργετεῖ τοὺς θεραπεύοντας.
 [03226]  Ἄξιον δὲ θαυμάσαι τοῦ προφήτου καὶ τῆς χάριτος τὴν ἰσχὺν, καὶ τῆς ψήφου τὸ δίκαιον.
 [03955]  Οὐ γὰρ ἂν δίκαιον φόνον ἐπεμέμψατο βασιλεῖ, ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίαν προσαγορεύσας.
 [04238]  Ἔδει ξεν αὐτοῖς τὸν τῶν ὅλων ὀπτῆρα, καὶ τὸ τούτου δέος ἐντέθεικεν, ἵνα μὴ δώροις, μηδὲ φιλίᾳ πωλῶσι τὸ δίκαιον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»