Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γινόμενον [43]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γινόμενον


000-00-00 Serial Number=0980651975
Commentaria in Isaiam Ante [Go Back]  
 [03360]  Κελεύεται ὁ προφήτης διαμαρτύ ρασθαι ὡς ἀνόνητον τὸ γινόμενον καὶ οὐδεμίαν αὐτοῖς ἢ παραψυχὴν ἢ ὠφέλειαν παρέχον.
 [06707]  τῷ γὰρ θεῷ συνῆφθαι δοκοῦντες λάθρᾳ τοῖς δ αίμοσιν ἐδού λευον, καὶ μοιχεία ἦν ἄντικρυς τὸ γινόμενον.
000-00-00 Serial Number=0988323033
De providentia orationes decem Ante [Go Back]  
 [00405]  Τὰς δὲ ἀρτηρίας τὸ πνεῦμα πανταχοῦ κομιζούσας (λεπτομερὲς δὲ τοῦτο, καὶ ῥᾳδίως φροῦδον γινόμενον), καὶ διὰ τῶν σμικροτάτων μερῶν εὐπετῶς ἐκκρινόμενον·
000-00-00 Serial Number=0311684370
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00438]  φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυ σεν.
000-00-00 Serial Number=0989976823
Graecarum affectionum curatio Ante [Go Back]  
 [00514]  καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;
 [00515]  τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπογινόμενον, ὄντως δὲ [2.34] οὐδέποτε ὄν.
 [00521]  Τὸ γὰρ ὂν ἀεὶ γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον, ἀλλοιώσεις παμπόλλους ἐπιδεχόμενον, εἰκότως ἔφη οὐδέποτε εἶναι·
 [01280]  Πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γινόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας·
 [01380]  Τοιόνδε τι γινόμενον ἐπὶ τῶν θείων λογίων ἴδοι τις ἄν.
 [02116]  Πανταχῇ γὰρ ἔστιν εὑρεῖν τοὺς καλουμένους θεοὺς ἐρῶν τας καὶ λυττῶντας καὶ θορνυμένους, καὶ τὸν μὲν πατέρα τῶν θεῶν ἀετῷ καὶ ταύρῳ καὶ κύκνῳ προσεικασμένον καὶ τόνδε τὸν τρόπον ταῖς ἐρωμέναις μιγνύμενον, τὸν δὲ λόγιον Ἑρμῆν τρά γον γινόμενον καὶ τὸν τραγοσκελῆ καὶ αἰγόκερων Πάνα παιδο [7.9] ποιοῦντα.
 [03757]  Πρῶτον μὲν γὰρ φυγεῖν τὰ τῇδε ἐκέλευσεν, οὐκ ἔξω τῆς γῆς γινόμενον, ἀλλὰ τῶν περιγείων πραγμάτων ἀπαλλαττόμενον·
 [03805]  Καὶ εἰ μὲν ἐκείνους ἐβάλλετε μόνους, εἶχεν ἄν τινα τὸ γινόμενον λόγον·
 [03870]  φασὶ δὲ αὐτόν, μεμψαμένου τινὸς τὸ γινόμενον καὶ εἰρηκότος·
000-00-00 Serial Number=0947470069
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01180]  Εἰδότες δὲ οἱ διαβαίνοντες παιδιὰν τὸ γινόμενον, τὰ μὲν ἀληθῆ πλημμελήματα κατα κρύπτουσι, σμικρὰ δέ τινα λέγουσι, καὶ γέλωτος ἄξια, ἃ καὶ λέγειν ὀκνήσειεν ἄν τις, εἰ μὴ τὴν τού των ἔχοι φρενοβλάβειαν.
 [02388]  καὶ δρῶντες ἃ πάσχειν οὐ θέλομεν, ταύτῃ κηρύττομεν ὡς ἴσμεν, ὅτι κακὸν τὸ γινόμενον.
 [02389]  Τοιγάρτοι φονεύων τις, ἢ μοιχεύων, οἶδεν ὅτι κακὸν τὸ γινόμενον.
000-00-00 Serial Number=0285378516
Historia ecclesiastica Ante [Go Back]  
 [00505]  φασὶ δὲ αὐτὸν καὶ τόδε προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπι σκόπου γάμον ἀλλότριον διορύττοντος γένοιτο, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψῃ τοὺς θεω μένους τῶν δρωμένων ἡ ὄψις.
000-00-00 Serial Number=0077988625
Interpretatio in Danielem Ante [Go Back]  
 [00898]  εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐκείνῃ τῇ χώρᾳ γινόμενον, ἐξάψαι τὴν φλόγα δυνάμενον.
 [00997]  Καὶ τίς ἄν σε πρὸς ἀξίαν ὑμνήσειεν, ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς, τῶν τροπῶν τὰς ἀλλαγὰς, καῦμα προσφόρως ἐν θέρει γινόμενον;
 [02033]  θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον.
000-00-00 Serial Number=0968651950
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02743]  Τὸ δὲ, ∆ιακριθήσο μαι πρὸς ὑμᾶς πρόσωπον κατὰ πρόσωπον, τὸν διὰ τῶν πραγμάτων γινόμενον ἔλεγχον παραδηλοῖ·
 [03979]  Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆ νον.
 [05524]  Εἰ τὸ πολλῷ, φησὶ, παρ' ὑμῖν δυσκολώτερον φαινόμενον, εὐπετῶς ὑπ' ἐμοῦ μάλα γινόμενον ἔδειξα, εὔδηλον, ὡς καὶ τοῦτο ῥᾷον μετὰ πολλῆς ποιήσω τῆς εὐμαρείας, καὶ οἷον ἀπό τινων τάφων τῶν τῆς αἰχμ αλωσίας δεσμῶν ἐξαγαγὼν ὑμᾶς, εἰς τὴν οἰκείαν ἐπανάξω πατρίδα·
000-00-00 Serial Number=0428681016
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [04522]  Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλειῶν γινόμενον, καὶ τὸν ἀποκείμενον σφετε ρισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκε φωνὴν, Πλὴν μάτην ταράσσεται, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
000-00-00 Serial Number=0840036690
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00372]  τὸν δὲ ἀλαζόνα πλούσιον πικρῶς κολαζόμενον, καὶ τοῦ πένητος [80.1228] ἱκέτην γινόμενον·
 [02285]  Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον.
000-00-00 Serial Number=0669141054
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02161]  ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλή λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον.
 [02419]  ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν.
 [02856]  Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν.
 [03587]  οὕτω τὸν Μωϋσέα προβατέα γινόμενον δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ Θεὸν ἐχειροτόνησε τοῦ Φαραώ·
 [05524]  ὃ καὶ ἐπὶ τῶν ληΐων γινόμενον ὁρῶμεν ἀεί.
000-00-00 Serial Number=0679813802
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01192]  Καθάπερ γὰρ τὴν ἑωθινὴν δρόσον, καὶ τὴν κατὰ τοῦ τον τὸν καιρὸν ἐπιφαινομένην νεφέλην, ἀνίσχων ὁ ἥλιος τὴν μὲν δαπανᾷ ῥᾳδίως, τὴν δὲ σκεδάννυσιν εὐπετῶς, τὸν δὲ τῆς ἅλω χνοῦν βίαιος ἄνεμος εὐ μαρῶς ἀφανίζει, ἀτμὸν δὲ ἐν ἀέρι γινόμενον νέφος ἀκρίδων ἐπιγενόμενον διαλύει·
 [01458]  Τὸ δὲ, Ἀνέβλεψαν πρὸς σὲ, οὐχ ὡς περὶ λογικῶν εἴρηκεν, ἀλλ' εἰς ἔλεον ἑλκῦσαι τὸν ∆εσπότην βουλόμενος, οὕτως ἐκάλεσε τὸν ἀπὸ τῆς ἐνδείας γινόμενον μυκηθμόν.
000-00-00 Serial Number=0091338038
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00354]  Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν τοῦ θέλοντος δείκνυσι, πῶς ὁ παντοδύναμος θεὸς πάντας θέλων σωθῆναι οὐ σῴζονται κτλ;
 [00934]  εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται;
 [01030]  Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκά τερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν ἐστιν ἐπαινετόν.
 [01031]  ἐναντίως δὲ γινόμενον, ἀμφότερά ἐστι ψεκτά.
 [02006]  Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν καὶ πρό γνωσιν τοῦ θέλοντος δείκνυσι, δῆλον ὅτι τὸ μὴ γινόμενον θέλημα ἀσθένειαν καὶ ἄγνοιαν τοῦ θέλοντος τὰ μὴ γινόμενα συνίστησι.
000-00-00 Serial Number=0713637888
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00563]  Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον.
 [01246]  τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν παρὰ πολλῶν γυναίων τῷ Κυρίῳ πεπιστευκότων γινόμενον.
 [03589]  τοῦτο καὶ νῦν ὁρῶμεν γινόμενον.
000-00-00 Serial Number=0713620663
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01877]  ἢ λιμὸν τρισὶ συμμετρού μενον ἔτεσιν, ἢ πολεμίων ἔφοδον ἐπὶ μησὶ τρισὶ κατακράτος νικώντων καὶ διωκόντων, ἢ τὸν ἐκ τοῦ λοιμοῦ θάνατον ἐν τρισὶν ἡμέραις γινόμενον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»