Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γεγενημένης [67]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γεγενημένης


000-00-00 Serial Number=0187726617
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00104]  Ἀπολινάριος δὲ τῷ σώματι προστίθησι καὶ ψυχὴν ἄλογον, ὡς τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ὑπὲρ ἀλόγων, οὐχ ὑπὲρ λογικῶν γεγενημένης·
000-00-00 Serial Number=0591220200
Commentaria in Isaiam Ante [Go Back]  
 [05020]  Εἶτα ὁ κριτὴς ὑπὲρ τῆς γεγενημένης τιμωρίας ἀπολογίαν πρ οσ φέρει·
 [07394]  Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον.
000-00-00 Serial Number=0330629587
De incarnatione domini Ante [Go Back]  
 [00347]  Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνη τῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης·
000-00-00 Serial Number=0950231016
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00220]  Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης;
 [00570]  Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκο φαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμη θείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα.
 [01434]  Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές.
 [01521]  Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ∆εσποτικὸν σῶμα καλεῖ, τὸν δὲ νοῦν τῆς γεγενημένης σω τηρίας ἀποστερεῖ, οὐκ οἶδα πόθεν μαθὼν ψυχῆς καὶ νοῦ τὴν διαίρεσιν.
 [01646]  Τῷ ὄντι γὰρ δὶς ἤδη χειρο τονίας ἐπισκοπικῆς ἐν τῇ ἐπαρχίᾳ τῇ ἡμετέρᾳ γεγενημένης, οὐδεμιᾶς ἐκοινώνησα.
 [01661]  Ἐν Ἀντιοχείᾳ δὲ τῆςἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ' ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμέ νηκεν ἡ διαίρεσις.
 [01841]  Ἔδειξεν ὁ πάντ' ἐφορῶν καὶ πρυτανεύων ∆εσπότης, καὶ τὴν ἀποστολικὴν τῶν ἡμετέρων δογμάτων ἀλήθειαν, καὶ τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ ψεῦδος.
000-00-00 Serial Number=0515437961
Eranistes Ante [Go Back]  
 [00189]  Κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει.
 [00843]  Ἐκ τῆς ἀπολογίας τῆς γεγενημένης ὑπὲρ ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας.
000-00-00 Serial Number=0735283434
Graecarum affectionum curatio Ante [Go Back]  
 [00573]  [2.52] Καὶ τῆς ἔναγχος γεγενημένης ἀναμνήσας εὐεργεσίας, προσμεῖναι τῇ δουλείᾳ παρεκελεύσατο καὶ μὴ μερίσαι τὸ σέβας, ἀλλὰ τῷ ὄντι μόνῳ προσνεῖμαι.
000-00-00 Serial Number=0766848087
Historia ecclesiastica Ante [Go Back]  
 [00045]  Περὶ τῆς ὑπὸ Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ γεγενημένης κατὰ τοῦ ἁγίου Εὐσταθίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου συσκευῆς.
 [00065]  Περὶ τῆς ἐν Τύρῳ γεγενημένης συνόδου καὶ τῆς ἐκεῖσε κατὰ τοῦ [3] μακαρίου Ἀθανασίου διὰ τὴν Ἀρσενίου περιβόητον χεῖρα κατα σκευασθείσης ἐπιβουλῆς.
 [00908]  οὕτω δὴ τῆς ἑορτῆς λαμπροτάτης γεγενημένης, οἱ μὲν εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας, ὁ δὲ βασιλεὺς τὴν τῆς πανηγύρεως μεμαθηκὼς φαιδρότητά τε καὶ πολυτέλειαν, θυμηδίας τε ἐνεπλήσθη καὶ τῶν ἀγαθῶν τὸν πρύτανιν ὕμνησεν ὅτι καὶ ταύ την αὐτῷ τὴν αἴτησιν ἔδωκεν.
 [00973]  Περὶ τῆς ἐν Νίκῃ τῆς Θρᾴκης γεγενημένης συνόδου καὶ ἔκθεσις πίστεως παρ' ἐκείνων γραφεῖσα.
 [00983]  Περὶ τῆς ἐν Νικαίᾳ πάλιν γεγενημένης συνόδου.
 [00985]  Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου.
 [00995]  Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδου καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων.
 [01194]  πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν καὶ τὰς ὑπὸ Στε φάνου καὶ τῶν ἄλλων τολμωμένας παρανομίας μαθεῖν, καὶ μέντοι [119] καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμε νείας.
 [01826]  Περὶ τῆς ἐν Περσίδι γεγενημένης σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως.
 [01832]  Περὶ τῆς ἐν Ἀντιοχείᾳ πανδημεὶ γεγενημένης χορείας.
 [02957]  Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ Ἀμ βροσίου γεγενημένης ἐπιβουλῆς.
 [02971]  Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης στάσεως.
 [02979]  Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς δυτικοῖς διαστάσεως.
 [02995]  Περὶ τῆς εἰς τοὺς Σκύθας ὑπ' αὐτοῦ γεγενημένης προνοίας, καὶ τοῦ κατὰ τῶν Μαρκιονιστῶν ζήλου.
 [03007]  Περὶ τῆς ὕστερον γεγενημένης τοῖς πεπολεμηκόσιν Ἰωάννῃ τῷ ἐπισκόπῳ μεταμελείας, καὶ τῆς τῶν λειψάνων αὐτοῦ μετακομιδῆς.
 [03035]  καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς [280] γεγενημένης ἔφησε σωτηρίας.
 [03504]  Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευ τὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστρά τευσε.
 [03726]  εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα·
000-00-00 Serial Number=0286350906
Historia religiosa Ante [Go Back]  
 [00479]  Οὗτος οὖν τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα.
000-00-00 Serial Number=0822752118
Interpretatio in Danielem Ante [Go Back]  
 [00609]  Ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν, καὶ γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν, ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης·
 [02752]  Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ·
000-00-00 Serial Number=0116319478
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04790]  Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονη θεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέ λησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας·
000-00-00 Serial Number=0964804411
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01526]  καὶ πάλιν τῆς εἰς αὐτὸν γεγενημένης παρανομίας κατηγορεῖ.
 [01753]  Ἀναμιμνήσκει δὲ καὶ τῆς πρὸς τοὺς πα τέρας γεγενημένης διαθήκης, καὶ ὅτι παρὰ τῶν εἰδώ λων οὐδεμία βοήθεια·
 [03129]  Ἀγανακτήσας τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἀναμιμνήσκει μὲν τῆς ἐν Αἰγύπτῳ δουλείας, καὶ τῆς γεγενημένης ἐλευθερίας, καὶ τῆς μετὰ ταῦτα δεδομένης νομοθεσίας·
000-00-00 Serial Number=0919288576
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02227]  ὁ μακάριος Ἐζεκίας, ἀνὴρ εὐσεβείᾳ πάσῃ κοσμούμενος, ταύτην λαβὼν τὴν ἐπιστολὴν, καὶ τὸν προφήτην Ἡσαΐαν εἰς συν ηγορίαν παραλαβὼν, ἔδραμεν εἰς τὸν θεῖον νεὼν, καὶ τὴν ἐπιστολὴν ἀναπτύξας, ὑπέδειξε τῷ Θεῷ, τὴν τῶν πολεμίων διδάσκων ἀσέβειαν, καὶ παρακα λῶν τῆς γεγενημένης ἕνεκα βλασφημίας δεῖξαι τοῖς Ἀσσυρίοις τὴν οἰκείαν ἰσχύν.
 [03506]  ∆ιὸ καὶ ὁ μέγας παρακαλεῖ ∆αβὶδ, αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ δυσσεβείᾳ συζῶντας μετ' αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι.
 [04134]  Πρόῤῥησιν ὁ λόγος ἔχει τῆς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆ ρος ἡμῶν γεγενημένης μεταβολῆς.
 [05263]  Προθεσπίσας ὁ προτεταγμένος ψαλμὸς περὶ τῆς ἐκ δυσσεβῶν ἐθνῶν συλλεγείσης Ἐκκλησίας, καὶ βασι λίδος γεγενημένης, καὶ δείξας τοὺς υἱοὺς αὐτῇ·
000-00-00 Serial Number=0493519187
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04272]  Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατ ηγορεῖ·
 [05433]  Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρω πίας προσενεγκεῖν.
000-00-00 Serial Number=0645278037
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00047]  Τῆς τοῦ λαοῦ διαιρέσεως ἐπὶ Ῥοβοὰμ τοῦ Σολο μῶντος γεγενημένης, τῶν δέκα φυλῶν Ἱεροβοὰμ ὁ Ναβὰτ ἐβασίλευσεν.
 [00164]  Ἀποστάσιον, φησὶν, ἐγένετο τῆς αἰτίας ἐξ ἐκεί νης γεγενημένης.
 [05523]  Οὕτω γὰρ αὐτοὺς, φησὶν, ἀνθῆ σαι παρασκευάσω, ὥστε μηδὲ αἴσθησιν ἔχειν τῆς γεγενημένης αἰχμαλωσίας, τὴν προτέραν ὁρῶντας εὐπραξίαν.
 [06203]  Εἶτα τῆς ἐν νόμῳ γεγενημένης ἀναμιμνήσκει συγκαταβάσεως.
000-00-00 Serial Number=0004149437
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00041]  Εἰ τὰ μέλλοντα γίνεσθαι προφῆται καὶ ἀπόστολοι προ εῖπον καί τινες τῶν Ἑλλήνων, πόθεν οἱ κρείττους γνωρίζονται, γεγενημένης τῆς ἑκατέρων προρρήσεως;
 [00570]  Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρό παια, λοιμῶν ἐφόδους, τῶν τεμενῶν τὰς λύσεις, προειρήκασι προ φῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι διὰ χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζονται, ἅπαξ παρ' ἑκατέ ρου μέρους τῆς τῶν ἐσομένων γεγενημένης προρρήσεως;
000-00-00 Serial Number=0172591388
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01118]  ἀλλὰ γὰρ ταῦτα σκιὰ ἦν τῆς ὑπὲρ ἡμῶν γεγενημένης οἰκο νομίας·
 [01464]  τῆς γὰρ πρὸ δύο καὶ εἴκοσι ἐτῶν γεγενημένης ἀναμιμνῄσκει παρανομίας.
 [02244]  καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πα τριάρχας γεγενημένης ἐπαγγελίας·
 [03483]  πράξεως γὰρ γεγενημένης ὁ ἑφθὸς βραχίων δηλωτικός.
 [04523]  Πρῶτον ἀνέμνησεν ὁ προφήτης τῆς θείας ἐπιφανείας τῆς ἐν τῷ Σινᾷ ὄρει γεγενημένης.
 [05034]  ἵνα πολε μούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι.
 [05039]  ἐκεῖθεν πέμπει τὸν ἄγγελον, ἀναμιμνῄσκων αὐτοὺς τῆς τε τοῦ ποταμοῦ διαβάσεως, καὶ τῆς γεγενημένης περιτομῆς.
000-00-00 Serial Number=0869597077
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00503]  Εἰ γὰρ καὶ τῆς χειροτονίας οὕτω γεγενημένης, ἐγύμνωσαν οἱ ἀδελφοὶ τὸν φθόνον, ἐν τῇ παρατάξει τὸν ∆αβὶδ θεασάμενοι, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ τοῦτον ἐγεγόνει τὸν τρόπον·
 [00871]  Καὶ τῆς βασιλικῆς χειροτονίας γεγενημένης, καὶ τῆς πνευματικῆς χάριτος μετα στάσης, δοῦλον ἑαυτὸν ὠνόμαζε τοῦ γεγυμνωμένου τῆς χάριτος, καὶ τοῦ διψῶντος τοῦ αἵματος.
 [01415]  Οὕτω τῆς γραφῆς ἐν ἀλλοτρίῳ γεγενημένης προσώπῳ, ὁ δικαστὴς δικαίαν τὴν ψῆ φον ἐξήνεγκε·
 [01781]  Τῆσδε τῆς τιμωρίας γεγενημένης, ἵλεως ὁ ∆εσπότης ἐγένετο, καὶ τῶν νεφελῶν ἔλυσε τὰς ὠδῖνας, καὶ τῇ γῇ συνήθως δοῦναι προσέταξε τοὺς καρπούς.
 [01873]  Καὶ πρῶτον μὲν αὐτοὺς ἠθέλησε τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας ἀναμνῆσαι, καὶ δεῖξαι ταύτης τὸ ἀληθές·
 [02659]  Ἐξανδραπο δισθεισῶν δὲ τῶν δέκα φυλῶν, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, μετέστησάν τινας ἐκ τῶν ἑῴων μερῶν εἰς ἐκείνας τὰς πόλεις τῶν Ἀσσυρίων οἱ βα σιλεῖς, Οὗτοι δὲ ἐκ τῆς Σαμαρείας ὠνομάσθησαν Σα μαρεῖται.
 [02875]  Τῆς γὰρ [80.737] συμπλοκῆς ἐν πεδίῳ γεγενημένης, δυοκαίδεκα μυ ριάδας τῶν ἀντιπάλων ὁ Ἰσραὴλ κατηκόντισεν.
 [04258]  Εἶτα ἀναμιμνήσκει τῆς [80.836] γεγενημένης εὐεργεσίας τε καὶ θαυματουργίας.
 [04299]  Ἀλλὰ καὶ τῆς μεγίστης ταύτης θαυματουργίας γεγενημένης ἔτι, φησὶν, Ὁ λαὸς οὐ κατηύθυναν τὴν καρδίαν αὑτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὑτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»