Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γεγενῆσθαι [143]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γεγενῆσθαι


000-00-00 Serial Number=0330339611
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00016]  καὶ δοκήσει καὶ φαν τασίᾳ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ἀλλ' οὐκ ἀληθείᾳ γεγενῆσθαι δογματίζων.
 [00018]  Ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ κεφαλαίῳ, ὥσπερ ἐπιλαθόμενος ὧν ἐν προοιμίοις ἐξ έθετο, τὴν καθ' ὑπόστασιν ἕνωσιν εἰσάγει, καὶ σύν οδον καθ' ἕνωσιν φυσικὴν, κρᾶσίν τινα καὶ σύγχυσιν διὰ τούτων τῶν ὀνομάτων γεγενῆσθαι διδάσκων τῆς τε θείας φύσεως καὶ τῆς τοῦ δούλου μορφῆς.
 [00038]  οὔτε γὰρ τὴν ἕνωσιν λύομεν, καὶ ἀσύγχυτον αὐτὴν γεγενῆσθαι πιστεύο μεν, τῷ Κυρίῳ πειθόμενοι λέγοντι τοῖς Ἰουδαίοις·
 [00195]  Τὴν γὰρ ἕνωσιν ἐξ αὐτῆς τῆς συλλήψεως ἐν τῇ ἁγίᾳ τῆς Παρθένου νηδύϊ γεγενῆσθαι πιστεύομεν.
000-00-00 Serial Number=0914907098
Commentaria in Isaiam Ante [Go Back]  
 [02213]  Τινὲς δὲ ταῦτα ἔφασαν γεγενῆσθαι κατὰ τὸν τῶν Μακεδόνων καιρόν, ἀλλ' οὐ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία.
 [02561]  ∆ῆλοι τοίνυν εἰσὶν ἑκόντες αὐτὸ καταλελοιπότες ἐπὶ τῆς Βαβυλῶνος ἀνερμήνευτον, ἵνα μήτις ὑπολάβῃ δαίμονας τῆς πόλεως γεγενῆσθαι δημιουργούς.
 [02584]  Ταῦτά τινες ἔφασαν μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενῆσθαι, τῶν Τυρίων τοῖς ἐν Ἱεροσολύμοις ἱερεῦσι ταῦτα προσ φερόντων τὰ δῶρα·
 [02894]  Ἀλλὰ δῆλον ὡς οὐ τὸ πνεῦμα λέγει ἐν τῇ γῇ γεγενῆσθαι ἀλλὰ τὴν διὰ τοῦ πνεύματος σωτηρίαν ἐν τῇ γῇ τοῖς ἀνθρώποις παρασχεθῆναι.
 [07155]  Ταῦτα εἰκὸς μὲν καὶ ἐπὶ τοῦ προτέρου γεγενῆσθαι νεὼ καὶ μετακομίσαι πάλαι αὐτοὺς ἀπὸ |177 a| τοῦ Λιβάνου ξύλα.
000-00-00 Serial Number=0667491257
De incarnatione domini Ante [Go Back]  
 [00145]  διὸ καὶ τὸ «ὡς ἄνθρωπος» τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλὰ πιστεύσωμεν ὅτι σάρκα λαβὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος·
000-00-00 Serial Number=0328378916
De providentia orationes decem Ante [Go Back]  
 [00041]  Καὶ οἱ μὲν, ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸν κόσμον·
 [00058]  Οἱ δὲ, ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν·
000-00-00 Serial Number=0277295530
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00360]  Ἀσύγχυτον γὰρ ἕνωσιν γεγενῆσθαι πιστεύομεν καὶ ἴσμεν τινά τε τῆς ἀνθρωπότητος καί τινα τῆς θεότητος ἴδια.
 [00756]  Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέ βιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεο σέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος.
 [00889]  Πρῶτον μὲν, τὸ τὸν ὑμέτερον πατέρα, τὸν μέγαν ἐκεῖνον καὶ ἀποστολικὸν ἄνδρα, καὶ ἐμὸν γεγενῆσθαι πατέρα.
 [01510]  Ἄνθρωπον δὲ αὐτὸν ἡ θεία λέγει γεγενῆσθαι Γραφή, οὐ τῆς θεότητος τραπείσης, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἐκ σπέρματος Ἀβραὰμ ληφθείσης.
 [01915]  Τί δήποτε δὲ καὶ προφανῶς ψεύδονται καί φασι μηδεμίαν γεγενῆσθαι περὶ τὸ δόγμα καινοτομίαν;
000-00-00 Serial Number=0573306918
Eranistes Ante [Go Back]  
 [00098]  {ΕΡΑΝ.} Οὐ κατὰ τροπὴν αὐτὸν λέγομεν γεγενῆσθαι σάρκα, ἀλλ' ὡς οἶδεν αὐτός.
 [00099]  {ΟΡΘ.} Εἰ μὴ σάρκα λαβὼν λέγεται γεγενῆσθαι σάρξ, δυοῖν θάτερον ἀνάγκη λέγειν, ἢ τὴν εἰς σάρκα τροπὴν αὐτὸν ὑπομεμενηκέναι, ἢ δοκήσει τοιοῦτον ὀφθῆναι, κατὰ δὲ τὸν ἀληθῆ λόγον ἄσαρκον εἶναι θεόν.
 [00613]  {ΟΡΘ.} Κἀγὼ πείθομαι τῇ θείᾳ ταύτῃ διδασκαλίᾳ, νοῶ δὲ αὐτὴν εὐσεβῶς, ὅτι σάρκα λαβὼν καὶ ψυχὴν λογικὴν λέγεται γεγενῆσθαι σάρξ.
 [00629]  Εἰπὼν γάρ, Ὁ λόγος σὰρξ ἐγένετο, ἐπήγαγε, Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐν ἡμῖν σκηνώσας καὶ οἷόν τινι ναῷ χρησάμενος τῇ ἐξ ἡμῶν ληφθείσῃ σαρκὶ λέγεται γεγενῆσθαι σάρξ.
 [00655]  τί δήποτε ὁ θεῖος ἀπόστολος ἐν ὁμοιώματι αὐτὸν ἀνθρώπου γεγενῆσθαι λέγει;
 [00722]  οὕτω δὲ καὶ ἐνταῦθα σάρκα φησὶν αὐτὸν γεγενῆσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτήν, ἀνεπάφου μενούσης ἐκείνης.
 [00883]  Πόθεν δὲ πάλιν ἠρεύ ξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὡς εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ δια παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέστη;
 [00894]  τοῦτο γὰρ ἡμῖν σαφῶς ἑτέρωθι δι εστείλατο, γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγενῆσθαι, ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν, ὅτι Ὥσπερ γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός.
 [00937]  Ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρό νων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι, ἢ ταύτην προαιώνιον εἶναι, ἢ ἐν τοῖς ἐσχάτοις γεγενῆσθαι τὸν λόγον.
 [01012]  Τροπὴν ἂν λέγοι τοῦ ἑνὸς λόγου ὁ φάσκων αὐτὸν σάρκα γεγενῆσθαι.
 [01020]  Πιστεύομεν οὖν, ἀναλλοιώτου μενούσης τῆς θεότητος, τὴν σάρκωσιν αὐτῆς γεγενῆσθαι πρὸς ἀνακαίνισιν τῆς ἀνθρωπότητος.
 [01025]  Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου γεγενῆσθαι, οὐκ ὀνόματι, ἀλλ' ἀληθείᾳ προσλαβόντα σάρκα ἐκ Μαρίας τῆς παρθένου.
 [01070]  {ΟΡΘ.} Ἀλλ' Ἀπολινάριος δύο λέγει, καὶ τὴν μὲν ἄλογον ἀνειληφέναι τὸν θεὸν λόγον, ἀντὶ δὲ τῆς λογικῆς αὐτὸν ἐν σαρκὶ γεγενῆσθαι.
 [01549]  {ΟΡΘ.} Πότε δὲ φὴς γεγενῆσθαι τὴν ἕνωσιν;
 [01582]  {ΟΡΘ.} Ἀλλ' ἐν τῇ συλλήψει γεγενῆσθαι τὴν ἕνωσιν;
 [01654]  Εἰπὲ τοίνυν, τὴν σάρκωσιν κατὰ τροπήν τινα γεγενῆσθαι λέγεις;
 [01797]  Σὺ γάρ, ὡς ἔοικε, τὴν ἄλογον ἔχεις, ἀτελῆ γεγενῆσθαι τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος.
 [01885]  {ΟΡΘ.} Πηνίκα δὲ ταύτην γεγενῆσθαι λέγεις;
 [02164]  Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων.
 [02226]  Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [02273]  ἵνα μὴ δόξῃ μεταβληθεῖσα κατὰ τὴν αὐτὴν ἑρμηνείαν γεγενῆσθαι καὶ ἡ τοῦ λόγου φύσις τοῖς τοῦ σώματος παθή μασι σύμμορφος.
 [02288]  Ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτως ὁ λέγων ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα.
 [02535]  Ἀνάγκη γὰρ κατὰ τὴν ποιότητα τῶν γενῶν καὶ τῶν φύσεων, ἄλλην μὲν αὐτῶν γεγενῆσθαι τὴν ὁμιλίαν, μηδέπω κατὰ τὸ τοῦ ἀνθρώπου τεχθέντος μυστήριον, ἄλλην δὲ ἔτι προσελαύνοντος τῷ θανάτῳ, καὶ ἄλλην ἤδη τυγχάνοντος αἰωνίου.
 [02605]  Ἵνα δὲ γνῷς ὡς καὶ Ἀπολινάριος ἀσύγχυτον λέγει γεγενῆσθαι τὴν ἕνωσιν, προσοίσω σοι καὶ τὰς τούτου φωνάς.
 [04220]  Οἱ μίαν φύσιν θεότητός τε καὶ ἀνθρωπότητος μετὰ τὴν ἕνωσιν γεγενῆσθαι πιστεύοντες ἀναιροῦσι τῷδε τῷ λόγῳ τὰς τῶν φύσεων ἰδιότητας·
 [04234]  Οἱ τὴν ποικίλην ταύτην συντεθεικότες καὶ πολύμορφον αἵρεσιν, ποτὲ μὲν σάρκα γεγενῆσθαι τὸν θεὸν λόγον φασί, ποτὲ δὲ τὴν σάρκα λέγουσι τὴν εἰς θεότητος φύσιν δεδέχθαι μεταβολήν.
 [04249]  Πεινῆσαι μέντοι καὶ διψῆσαι τὸν σωτῆρα Χριστὸν μεμαθήκαμεν, καὶ ἀληθῶς γε ταῦτα καὶ οὐ δοκήσει γεγενῆσθαι πιστεύομεν.
 [04429]  Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες;
000-00-00 Serial Number=0444489062
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00538]  Πρόσωπον δὲ τῆς Ἐκκλησίας, κατὰ μὲν τὸ ὁρώμενον, τὸ ἱερατικὸν ἀξίωμα, κατὰ δὲ τὸ νοούμενον, αὐτὸς ὁ νυμφίος, ὁ κεφαλὴ αὐτῆς γεγενῆσθαι ἀξιώσας, κατὰ τὴν τοῦ Ἀποστόλου φω [81.65] νήν.
000-00-00 Serial Number=0990793705
Graecarum affectionum curatio Ante [Go Back]  
 [00091]  [1.25] Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς·
 [00094]  [1.26] Ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι·
 [00489]  Ἡσίοδος μὲν γὰρ ἐκ τοῦ Χάους ἔφησεν Ὠκεανὸν καὶ Τηθὺν γεγενῆσθαι, ἐκ δὲ Ὠκεανοῦ καὶ Τηθύος τὸν Οὐρα νὸν καὶ τὴν Γῆν, ἐκ δὲ τούτοιν Κρόνον τε καὶ Ῥέαν καὶ τούτων τοὺς ἀδελφούς, ἐκ δὲ Κρόνου καὶ Ῥέας τὸν ∆ία καὶ τὴν Ἥραν [2.29] καὶ Ποσειδῶνα καὶ Πλούτωνα.
 [00694]  Καὶ οὗτος ἄρα ἦν ὁ λόγος, καθ' ὃν ἀεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειεν, καὶ νὴ ∆ία καὶ ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι, δι' οὗ πάντα ἁπλῶς γεγενῆσθαι, ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι εἴς τε σῶμα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον, μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον, ἀμέλει καὶ ἀνα λυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι.
 [01414]  Οἱ μὲν γὰρ ἀΐδιον εἶναι τῶν ἀνθρώπων τὴν φύσιν εἰρήκασι καὶ τοῦδε τοῦ γένους ἀεὶ ἔμπλεων γεγενῆσθαι τὴν γῆν, οἱ δὲ ἐν τῇ Ἀττικῇ πρῶτον φῦναι ἀνθρώπους, ἄλλοι δὲ ἐν Ἀρκαδίᾳ τοῦτο γενέσθαι πρῶτον, ἕτεροι δ' αὖ πάλιν ἐν Αἰγύπτῳ καὶ ἄλλαις δὲ πόλεσι πολλὴ περὶ τούτου φιλοτιμία γεγένηται.
 [02340]  [8.24] Καὶ τὸν ∆ιόνυσον δὲ Σεμέλης υἱὸν γεγενῆσθαι καὶ Ὅμηρος ἔφη καὶ Εὐριπίδης καὶ ἄλλοι γε πλεῖστοι·
 [03911]  [12.61] Καὶ ὁ Πορφύριος δέ, τὴν Φιλόσοφον ἱστορίαν ξυγγράψας, πρῶτον μὲν αὐτὸν ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρτυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγ [12.62] γεγραφότι.
 [03947]  [12.73] Καὶ γὰρ δὴ καὶ γυναῖκας γεγενῆσθαι παρ' Ἕλλησιν ἀξιεπαί νους ἀκούομεν.
000-00-00 Serial Number=0559826553
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00087]  τὸν δὲ κόσμον γεννητὸν εἶναι, γεγενῆσθαι δὲ ἐκ τῆς φαινομένης τοῦ πυρὸς ἐνεργείας·
 [00099]  τοὺς δὲ προφήτας τῶν ἀγ γέλων ὑπουργοὺς γεγενῆσθαι.
 [00148]  Ἠρνήθη δὲ καὶ οὗτος τῆς σαρκὸς τὴν ἀνάστασιν, τὰς δὲ προφητείας καὶ αὐτὸς ὑπ' ἀγγέλων ἔφησε γεγενῆσθαι, τὸν δὲ νόμον ὑπὸ τοῦ ἄρχοντος τεθῆναι τῶν Ἰουδαίων.
 [00667]  τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἐξ Ἰωσὴφ καὶ τῆς Μαρίαςἔφησε γεγενῆσθαι, ἄνθρωπον μὲν ὄντα, ἀρετῇ δὲ καὶ καθαρότητι τῶν ἄλλων διαφέροντα·
 [00834]  Ἔφη δὲ τὸν Νικόλαον ἕνα γεγενῆσθαι τῶν ἑπτὰ διακόνων, οὓς ὁ χορὸς τῶν ἀποστόλων διὰ τὴν τῶν χηρῶν ἐχειροτόνησε θεραπείαν.
 [00978]  οὗτος ἐξ οὐκ ὄντων ἔλεγε γεγενῆσθαι τὸν ὄντα, καὶ τρεπτὴν αὐτὸν ἔχειν ἔφησε φύσιν.
 [01067]  Καὶ ἕτερα δὲ ἄττα προσεπενόησεν, ἵνα δόξῃ καινῶν εὑρετὴς γεγενῆσθαι δογμάτων.
 [01084]  τὸν γὰρ τῆς αἱρέσεως ἄρχοντα λέγουσι τοιούτων ποπάνων γεγενῆσθαι δημιουργόν.
 [01153]  Πολέμιος δέ τις, ἐκ τῶν τούτου συγγραμμά των τὰς ἀφορμὰς ἐσχηκὼς, καὶ συνουσίωσιν λέγει γεγενῆσθαι καὶ κρᾶσιν τῆς θεότητος καὶ τοῦ σώματος.
 [01718]  Ἀκούσωμεν τοίνυν Ἰωάννου τοῦ θεσπεσίου πάντα διὰ τοῦ Λόγου γεγενῆσθαι φήσαντος, καὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἢ νοουμένων μηδὲν δίχα τούτου γεγενῆσθαι.
 [02999]  Εἰ δὲ ταῦτα πρὸ τοῦ βαπτίσματος λέγουσι γεγενῆσθαι, τὸν πρῶτον τῆς Ἐκκλησίας θεμέλιον καταμάθωσι κλονούμενον, καὶ ὑπὸ τῆς θείας χάριτος βεβαιούμενον.
000-00-00 Serial Number=0166387677
Historia ecclesiastica Ante [Go Back]  
 [00176]  προηγεῖται γὰρ κατ' αὐτοὺς τῆς τὰ ὅλα δημιουργούσης τοῦ θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα ἐν ᾧ φασι μὴ γεγενῆσθαι τὸν υἱὸν ὑπὸ τοῦ πατρός, ψευδομένης κατ' αὐτοὺς καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης γραφῆς.
 [00562]  Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι.
 [00602]  Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννί δος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.
 [00603]  νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοι κήσεως θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας ἐπιγνόντας τε τὸν ὄντως ὄντα ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατά στασιν.
 [00684]  Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγά [68] πην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλό μενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποίητο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
 [00693]  νῦν ὑμέτερόν ἐστιν πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ἣ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως [ὡς] ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρομεν.
 [00726]  Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος.
 [01027]  Τούτῳ συνεργῷ κεχρημένοι Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεό δωρος ὁ Περίνθιος (ἐλλόγιμος δὲ διαφερόντως ὁ Θεόδωρος ἦν καὶ δὴ καὶ τῶν θείων εὐαγγελίων τὴν ἑρμηνείαν συνέγραψεν, Ἡρακλεώ την δὲ αὐτὸν ὀνομάζουσιν οἱ πολλοί), οὗτοι συνεχῶς ἅτε δὴ γειτο νεύοντες τὸν βασιλέα ὁρῶντες, τὴν ἀπὸ τῆς ἐξορίας ἐπάνοδον Ἀθα νασίου παμπόλλων ἔλεγον αἰτίαν γεγενῆσθαι κακῶν, καὶ οὐ μόνον τὴν Αἴγυπτον μεταλαγχάνειν τοῦ κλύδωνος, ἀλλὰ καὶ τὴν Παλαιστί νην καὶ τὴν Φοινίκην καὶ τὰ ἄλλα ὅμορα ἔθνη.
 [01104]  καὶ οἱ ἐπίσκοποι δὲ γράψαντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν ἱκανῶς διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην γεγενῆσθαι.
 [01105]  ἄλλως τε λέγουσιν ὑπομνήματα ἔχειν κατ' αὐτοῦ, ἃ κατὰ μονομέρειαν συνέστη γεγενῆσθαι.
 [01110]  ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι, σὺν Μελιτίῳ ποτὲ γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας δε [108] χθέντες, [οἳ] καὶ σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδὲ πώποτε τοῦτον πρεσβύτερον Μελιτίου γεγενῆσθαι, μηδ' ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην ἐκκλησίαν ἢ λειτουργόν.
 [01147]  καὶ εἰ ζητοῖεν, τίς τοῦ υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη [ἦν] ἡ μόνη τοῦ πατρὸς ὁμολογουμένη, καὶ μηδέ ποτε πατέρα χωρὶς υἱοῦ μηδὲ υἱὸν χωρὶς πατρὸς γεγενῆσθαι μηδὲ εἶναι δύνασθαι ὅ ἐστι [114] λόγος πνεῦμα.
 [01448]  Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προσ τάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν.
 [01488]  τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παρα γεγενῆσθαι ἐκ τῶν οὐρανῶν, καθὼς γέγραπται, εἰς καθαίρεσιν ἁμαρτίας καὶ θανάτου, καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου, καθὼς γέγραπται, κατὰ σάρκα, καὶ συναναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν βούλησιν τοῦ πατρὸς σταυρῷ προσηλωθέντα, ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατελθόντα, ὃν αὐτὸς ὁ ᾅδης ἐτρόμασε, καὶ ἀνελθόντα ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, συναναστραφέντα μετὰ τῶν μαθητῶν τεσ σαράκοντα ἡμερῶν πληρουμένων καὶ ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, ἐρχόμενον δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως μετὰ δόξης πατρικῆς ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
 [01978]  ἰδὼν δὲ τὸν καλού μενον θεὸν κόνιν γεγενημένον, τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χρι στιανοῦ τινος τὸν ἐμπρησμὸν γεγενῆσθαι τοπάζων.
 [01981]  Ἀλλὰ καὶ ταῦτα οὕτως γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡπλίζοντο·
 [02928]  ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν.
 [03039]  ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῷ λόγῳ συγκατεληλυθέναι ἔφη σεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα.
 [03210]  Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν [298] ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα.
000-00-00 Serial Number=0593225300
Historia religiosa Ante [Go Back]  
 [00479]  Οὗτος οὖν τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα.
 [02146]  Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο.
000-00-00 Serial Number=0010649443
Interpretatio in Danielem Ante [Go Back]  
 [00286]  Καὶ ὁ μακάριος δὲ ∆ανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐπήγαγε νῦν·
 [01815]  Ἀλλ' ἔοικεν ὁ ∆αρεῖος χρηστὸς μὲν γεγενῆσθαι, καὶ τὸν τρόπον ἐπιεικὴς, καὶ μᾶλλον εὐσεβείᾳ προσέχων, ψοφοδεὴς δὲ ὅμως καὶ λίαν εὐ εξαπάτητος.
000-00-00 Serial Number=0352065980
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00121]  μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν·
 [04637]  Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει·
 [05770]  Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πί στιν·
 [05851]  καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ' ἔσε σθαι προσδοκώντων.
000-00-00 Serial Number=0484249473
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02332]  λέγει δὲ καὶ τοὺς ἱερέας κοινωνοὺς αὐτῶν γεγενῆσθαι τῆς ἀσεβείας.
 [03350]  Ἐπανῆλθον δὲ καὶ οἱ πρὸς Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας καταφυγόντες, ἐπειδὴ τὸν Γοδολίαν ἔμαθον ἄρχοντα γεγενῆσθαι.
 [03389]  τὴν δὲ τῆς ἀποκρίσεως ἀναβολὴν γεγενῆσθαι νομίζω εἰς ὠφέ λειαν τῶν ᾐτηκότων·
 [03678]  Λέγει δὲ γεγενῆσθαι τὴν πρόῤῥησιν πρὸ τοῦ πατάξαι Φαραὼ τὴν Γάζαν, καὶ ἀπεικάζει χειμάῤῥῳ πλημμυροῦντι τῶν Βαβυλω νίων τὴν στρατιάν·
 [04831]  Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν.
 [05226]  Λέγει δὲ τούτων τὴν ἁμαρτίαν πρόξενον γεγενῆσθαι·
000-00-00 Serial Number=0805899680
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01534]  οἷς λέγει διαφανῆ γεγενῆσθαι τοῦ Θεοῦ τὰ θαύματα·
 [02094]  Καὶ γὰρ ἐκεῖνος πρῶτον εἶπε γεγενῆσθαι τὸν οὐρανὸν, εἶτα διηγεῖται καὶ τὴν τοῦ στερεώματος δημιουργίαν·
 [03015]  Τοῦτο δὲ γεγενῆσθαι πολλάκις ἡ ἱστορία διδάσκει.
 [03131]  Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ ἐν Βαβυλῶνι προσευχόμενος, πρὸς τὴν Ἱερουσαλὴμ τετραμμένας ἀνεῴγνυ φωταγωγοὺς, οὐκ ἐκεῖ περιγεγράφθαι τὸ Θεῖον ὑποπτεύων, ἀλλ' ἐκεῖ τὴν θείαν ἐπιφάνειαν γεγενῆσθαι μεμαθηκώς.
 [03541]  Ὤμην δὲ, φησὶ, τῇ ἁμαρ τίᾳ περιπεσὼν, πόῤῥω τῆς σῆς γεγενῆσθαι κηδε μονίας·
 [04339]  Φρούδους δὲ ἔφη γεγενῆσθαι οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἐκείνων τόπους·
000-00-00 Serial Number=0123847008
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00639]  ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων ἀνθρώπων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν.
 [02248]  Οἴδαμεν οὖν, ὥς τινες τῶν συγγραφέων, ἐξ ἐπιπολῆς νενοηκότες τὰ εἰρημένα, τούτων ἕκαστον ἔφασαν γεγενῆσθαι μετὰ τὴν τῆς αἰχμαλωσίας ἐπάνοδον, εὐετηρίας αὐτοῖς πρὸς τῇ ἐλευθερίᾳ παρασχεθείσης, καὶ ὑετῶν ἀφθό νων, ὡς καὶ τὸν Ἰορδάνην πλημμυρεῖν.
 [02250]  Ἐγὼ δὲ μηδὲν τοιοῦτον παρὰ τῆς ἱστορίας γεγενῆσθαι μεμαθηκώς·
 [02256]  Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ' [80.1361] ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦ τον προστεθεικότες τὸν μῦθον.
 [03312]  Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν.
 [04763]  Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου ∆αβὶδ, καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι.
 [05404]  Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου ∆αβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν·
000-00-00 Serial Number=0008811176
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00830]  Ὥσ [80.1621] περ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέ ραντον διαμεῖναι·
 [01681]  Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
 [02117]  Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν·
 [03904]  Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγε λίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.
 [04029]  ∆ιαφερόντως δὲ ταύτην ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι τὴν ἡμέραν ἔφη.
 [05993]  Τινὲς τοῖς Ἰουδαϊκοῖς ἀκολουθήσαντες μύθοις ἰσαρίθμους ταῖς δυοκαίδεκα φυλαῖς ἔφασαν τῇ Ἐρυθρᾷ θαλάσσῃ γεγενῆσθαι τὰς διαιρέσεις, ἐπειδὴ ὁ Προφήτης οὐ δι αίρεσιν, ἀλλὰ διαιρέσεις εἶπεν.
 [07110]  ∆ύο οὐρανοὺς ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι ὁ μέγας ἡμᾶς ἐδίδαξε Μωσῆς·
000-00-00 Serial Number=0775000215
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01381]  ὑπολαμβάνω δὲ καὶ τὰ κατὰ τὸ ῥητὸν νοούμενα τῷ ὄντι γεγενῆσθαι.
 [01470]  Τὸ μὲν οὖν μὴ γεγενῆσθαι κατ' ἐκείνην τὴν ἔφοδον ἑτέραν, ἀορίστως ἀπεφήνατο·
 [01776]  Ἐπειδὴ δὲ πολὺν ἑκάτερος αὐτῶν ἐβασίλευσε χρόνον (Ὀζίας μὲν γὰρ δύο καὶ πεντήκοντα ἡγεμόνευσεν ἔτη, Ἱερο βοὰμ δὲ ἓν καὶ τεσσαράκοντα), εἰκότως τοῦ σεισμοῦ δεδήλωκε τὸν καιρὸν, καὶ ἔφη τοῦτον μετὰ δύο τῆς προφητείας ἐνιαυτοὺς γεγενῆσθαι, ἵνα διδάξῃ σαφῶς, ὁπηνίκα τοὺς θείους λόγους πρὸς τὸν λαὸν ἐποιήσατο.
 [01777]  Τινὲς δὲ τοῖς χρόνοις οὐκ ἀκριβῶς προσεσχηκότες, τοῦτον ὑπέλαβον γεγενῆσθαι τὸν σεισμὸν, ἡνίκα Ἡσαΐας ὁ μέγας, μετὰ τὴν Ὀζίου τελευτὴν, εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπ ηρμένου, ὅτε τὸ ὑπέρθυρον ἀπὸ τῆς τῶν Σεραφὶμ ἐπήρθη φωνῆς·
 [02830]  Ἐπειδὴ περὶ Σα μαρείας καὶ Ἱερουσαλὴμ ἔφη, πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεγενῆσθαι τοὺς λόγους, εἰκότως οὐ λαὸν, ἀλλὰ λαοὺς εἰς ἀκρόασιν συναγείρει.
 [05116]  Μὴ γάρ τις οἰέσθω, κατὰ κλεπτῶν μόνων καὶ ἐπιόρκων ταύτην γεγενῆσθαι τὴν ἀπειλήν·
000-00-00 Serial Number=0400688469
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01888]  ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κή ρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγε [126] νημένων κτισμάτων κατέχουσαι τοῦ ποτὲ πόλεις γεγενῆσθαι δει κνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρῃσκείας αἰτίας ἀμφοτέρων προσφέρουσαι.
000-00-00 Serial Number=0188357592
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00104]  συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους.
 [00186]  Τῆς θείας διδασκούσης γραφῆς, ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λε γούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυν θανομένων ἐμφαίνει τὴν ἄνοιαν.
 [00378]  τινὲς δέ, κατ' εἰ κόνα Θεοῦ κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν, τεκμηρίῳ κεχρημένοι σαφεστάτῳ, τῷ τὸν ποιητὴν ἐπαγαγεῖν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πε τεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς ·
 [00460]  οὕτω φρέαρ ὅρκου , διὰ τὸ παρ' αὐτῷ γεγενῆσθαι τοὺς ὅρκους·
 [00759]  κέδρου, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς , καὶ περὶ τοῦ Γολιὰδ ὅτι τεσσάρων πήχεων καὶ σπιθαμῆς τὸ μῆκος εἶχεν , ἡγοῦμαι γεγενῆσθαι τινὰς παμμεγέθεις ἀνθρώπους.
 [01534]  οὗ δὴ χάριν ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει·
 [04621]  οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον καὶ συλληφθῆναι καὶ δεθῆναι καὶ καθειρχθῆναι κελεῦσαι.
 [04654]  λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη θείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων .
 [05359]  οἶμαι δὲ τοῦτον τὸν πόλεμον πρὸ τῶν ἄλλων γεγενῆσθαι πολέμων, οὐ μετὰ πολὺν χρόνον τῆς Ἰησοῦ τελευτῆς.
000-00-00 Serial Number=0518648565
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00166]  τὴν δέ γε κι βωτὸν δορυάλωτον γεγενῆσθαι μαθὼν, κατέπεσε μὲν ἀπὸ τοῦ δίφρου, τῇ δὲ τῆς ἀθυμίας ὑπερβολῇ τοῦ βίου τὸ τέλος ἐδέξατο.
 [01460]  Ὁ δὲ Οὐρίας ἔοικεν ἐκ μὲν τῶν ἀλλοφύλων ὡρμῆσθαι, προσήλυτος δὲ γεγενῆσθαι·
 [03543]  Ταύτην οἶμαι καὶ τοῦ Ἄχαζ γεγενῆσθαι τὴν κατηγορίαν.
 [04082]  Ταῦτα τῶν μὲν Βασι λειῶν ἡ βίβλος ὑποστηρίγματα ἔφη γεγενῆσθαι τοῦ οἴκου Κυρίου, καὶ τοῦ οἴκου τοῦ βασιλέως·
 [04111]  Πάλιν δὲ καὶ ἑτέρας ἐδιδάχθημεν γεγενῆσθαι βίβλους προφητικάς·
 [04143]  Ὁμόρους δὲ λέγει τούτους αὐτῶν γεγενῆσθαι.
 [04520]  Ἔφη δὲ τοιαύτην ἑορτὴν ἐκ τῶν ἡμερῶν Σολομῶντος μὴ γεγενῆσθαι.
000-00-00 Serial Number=0385380626
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00068]  Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν [83.1437] τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»