Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένος [273]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γένος


000-00-00 Serial Number=0638001323
Commentaria in Isaiam Ante [Go Back]  
 [00952]  ∆εῖ γάρ φησι φυλαχθῆναι τὸ ∆αυιτικὸν γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» καὶ παράσχῃ τὴν προσδοκωμένην εὐλογίαν τοῖς ἔθνεσιν.
 [01274]  Ζηλώσας γὰρ καὶ τὴν τῶν δαιμόνων δυναστείαν μιςήσας καὶ τῶν ἀνθρώπων οἰκτείρας τὸ γένος τήνδε τὴν οἰκονομίαν ἐπραγματεύσατο·
 [01567]  προφήτης καὶ δείκνυσιν αὐτὸν ἐξ Ἰεσσαὶ μὲν καὶ ∆αυὶδ τὸ κατὰ σάρκα γένος κατάγοντα, ἄρχοντα δὲ οὐκέτι Ἰουδαίων ἀλλὰ τῶν ἐθνῶν καὶ εἰς αὐτὸν πιστεύοντας οὐκ Ἰουδαίους ἀλλὰ τὰ ἔθνη.
 [01894]  Μωαβῖται δὲ ἀπὸ τοῦ Λὼτ τὸ γένος κατάγουσιν·
 [02333]  Ἰδουμ αίαν δὲ ἐνταῦθα τοῦ Ἠσαῦ τὸ γένος καλεῖ·
 [02336]  ἀλλ' ὅμως καίπερ ἐξ Ἀ βραὰμ τὸ γένος κατάγοντες Ἰσραηλῖται καὶ Ἰδουμαῖοι μάλα δυσμενῶς περὶ ἀλλήλους διέκειν το ...............
 [02368]  Λέγει τοίνυν οὐχ ὅτι παντελῶς τὸ τοιοῦτον καταλυθήσεται γένος, ἀλλ' ὅτι ἡ δόξα κατασβεσθήσεται καὶ ὀλίγοι ἀντὶ πολλῶν ἔσονται.
 [02386]  Θυγατέρα δὲ γένους αὐτὴν καλεῖ ὡς ἐξ αὐτῆς καὶ αὐτὸς κατάγων τὸ γένος.
 [02547]  καὶ γὰρ Νεβρὼδ ὁ ταύτην δείμα ς ἐκ τοῦ Χαναὰν κατάγει τὸ γένος ἀλλὰ καὶ ταύτην ἔρημον εἰργάσατο τῶν οἰκητόρων ὁ δυσσεβὴς καὶ παρά νομος βίος.
 [02785]  ἐκ γὰρ τοῦ Σὴθ ὁ Νῶε κατάγει τὸ γένος, πάντων δὲ τῶν ἄλλων ἀνθρώπων τῇ τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ παραδοθέντων ἐκ τούτου πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀνήνθησεν.
 [03297]  μέντοι καὶ ὁ Ἠσαῦ ἐκεῖθεν κατάγει τὸ γένος.
 [03299]  Εἰ γὰρ τοῦ Ἀβραάμ φησιν ἠγά πων τὸ γένος, πάντας ἂν τοὺς ἐξ Ἀβραὰμ τῆς ἴσης κηδεμονίας ἠξίωσα·
 [03824]  ὁμόγλωττοί σού εἰσιν οἱ κήρυκες τῆς ἀληθείας, Ἑβραῖοι τὸ γένος, ἐν τῇ Γαλιλαίᾳ τραφέντες, τὴν αὐτήν σοι γλῶτταν ἔχοντες, ἀλλ' ἑκὼν οὐκ ἐπαΐεις τῶν λεγομένων.
 [03832]  Ὥσπερ τοὺς Ἰουδαίους ἐξἈβραὰμ τὸ γένος κατάγοντας, τὴν ἐ κείνου δὲ ζηλῶσαι πίστιν οὐκ ἐθελήσαντας ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν, οὕτω τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ πνευματικὰ δεξαμένην χαρίσματα Ἱερουσαλὴμ καὶ Σιὼν προσαγορεύει.
 [04216]  ἐπὶ πλεῖστον αὐτῶν φυλάξω τὸ γένος.
 [04312]  Τινὲς δὲ ἐντεῦθεν πρόφασιν εἰληφότες ἔφασαν τὸν μακάριον Ἐζεκίαν τὰς πρὸς τὸν ∆αυὶδ ὑπὸ τοῦ θεοῦ γεγενη μένας ἐπιστάμενον ὑποσχέσεις καὶ ὅτι «οὐκ ἐκλείψει» τῆς βασιλείας τὸ γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ἀμελῆσαι τῆ ς παιδοποιίας διὰ τὴν τῆς ζωῆς ἐπιθυμίαν, ὑπελάμβανε γὰρ μὴ πρότερον αὐτὸν τελευτήσειν πρὶν ἢ π αί δων γενέσθαι πατέρα·
 [04424]  Φύσει μὲν γάρ φησι χόρτῳ ἔοικε τῶν ἀνθρώπων τὸ γένος, ἄνθει δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία.
 [04619]  Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς <ἐπαγγελιῶν> καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν.
 [04766]  Μαρτυρεῖ δὲ καὶ τὸ γένος τῇ φύσει·
 [04861]  ὥσπερ γὰρ ἡ παγὶς ἀγρεύει τῶν ἀλόγων τὰ γένη, οὕτως ἡ πλάνη τῶν ἀνθρώπων τὸ γένος.
 [04995]  Ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, [21τὸν] λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι.
 [06031]  ἀλλ' ηὐξήθη τὸ γένος ὡς ἠβουλήθην.
 [06637]  ἐπειδὴ γὰρ ὠλιγώρουν μὲν ἀρετῆς, μέγα δὲ ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, διδάσκει ὁ τῶν ὅλων θεὸς ὡς ἀρετὴν ἀλλ' οὐ γένος ζητεῖ.
 [07097]  Μαδιὰμ καὶ Κηδὰρ καὶ Γεφὰ ἔθνη ἐστὶ βαρβάρων νομάδων ἐκ τοῦ Ἰσμαὴλ καταγόντων τὸ γένος, Σαβὰ δὲ φῦλόν ἐστιν Αἰθιοπικόν.
 [07644]  ν ἐβλάστησε γένος, οὔτε τῷ Ἰωσὴφ τῷ ποθουμένῳ ἀλλὰ τῷ Ἰούδᾳ δέδωκεν·
 [07900]  οὐκέτι γὰρ τοὺς ἐκ Λευὶ τὸ γένος κατάγοντας ἱερέας καλεῖ, ἀλλ' ἐκ τῶν πεπιστευκότων ἐθνῶν τούτους χειροτονεῖ.
 [07902]  Ὥσπερ ἅπασαν τὴν ὁρωμένην μεταβαλὼν κτίσιν καινὴν ἀπεργάσομαι, οὕτως ὑμῶν ἀείμνηστον φυλάξω τὸ γένος, οὐχ ὑμῶν δὲ μόνων ἀλλὰ καὶ τῶν δι' ὑμῶν πεπιστευκότων.
000-00-00 Serial Number=0013101161
De incarnatione domini Ante [Go Back]  
 [00008]  Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐ ηργέτησε γένος.
 [00064]  Ἀλλ' οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀν [75.1425] θρώπων ἀπώνατο·
 [00068]  σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων·
 [00548]  οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώ πων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυ τὸν δι' ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα.
000-00-00 Serial Number=0996871471
De providentia orationes decem Ante [Go Back]  
 [00528]  καὶ τοσοῦτόν πως ἐκβοῶσιν, ὡς ἁπάντων ἀνθρώπων τὸ γένος τῆς τού των ἐπαΐειν φωνῆς.
 [00687]  ἔστι γὰρ ἰδεῖν καὶ τῶν πτηνῶν τὸ σμικρότατον γένος, τὰς μελίττας, πολιτικὸν καὶ κοινωνικὸν αἱρουμένας βίον, διὰ δὲ τὴν ἀσθένειαν τῷ κέντρῳ καθωπλισμένας, ἀμοιβαδὸν δὲ καὶ κατὰ τάξιν ἐκ τῶν σίμβλων ἀπαιρούσας, καὶ τὸν ἀέρα διαπερώσας, καὶ ἄλση καὶ λειμῶνας καὶ λήϊα περι πετομένας, καὶ ἄνθεσι, καὶ φύλλοις, καὶ καρ ποῖς ἐφιζανούσας, καὶ τὸ χνοῶδες καὶ χρειῶδες συλ λεγούσας, καὶ σφᾶς αὐτὰς φορτιζούσας, καὶ ταῖς τε [83.625] ἀγκύλαις τῷ τε αὐχένι τὰ φορτία περιτιθείσας, καὶ οὕτως εἰς τοὺς σίμβλους ἐπανιούσας·
 [00689]  Τί τοιοῦτον, φασὶν, ἐτεχνάσατο τῶν ἀνθρώπων ἡ φύσις, εἰς φοιτητὰς καὶ διδασκάλους δι ηρημένη, καὶ πόνῳ πολλῷ καὶ χρόνῳ κατορθοῦσα τὴν τέχνην, οἷα τῶν μελιττῶν τὸ φιλόπονον καὶ φιλόκαλον γένος, οὐκ εἰς διδασκάλους καὶ φοιτητὰς μεμερι σμένον, οὐδὲ ἱμάσι καὶ ῥάβδοις τὴν τέχνην δεδιδα γμένον, ἀλλ' ἔμφυτον ἔχον καὶ αὐτοδίδακτον τὴν ἀμήχανον ἐργασίαν, ὑφαίνει τε τὰ κηρία, καὶ πλη ροῖ τὰ δοχεῖα, οὐ μέτρων, οὐ κέντρων, οὐ γωνιῶν δεομένη;
 [01133]  Πλευρὰν γὰρ μίαν ἐξ ἐκείνου λαβὼν ὁ Ποιητὴς, οὕτω τὸ γένος τοῦτο διέπλασεν, ὅπως μὴ φύσεως ἑτέρας αὐτὴ νομίζηται διὰ τὸ τοῦ σχήματος ἑτε ροῖον.
 [01135]  Οὐ γὰρ ἐξ ἀρχῆς ὁ Ποιητὴς, τοῖς μὲν δου λείαν, τοῖς δὲ δεσποτείαν ἀπένειμεν, ἀλλ' ἓν ἁπάν των ἐδημιούργησε γένος.
 [01139]  Ἐπειδὴ δὲ πολλὴν ἐν τοῖς μετὰ ταῦτα τὴν ἀκοσμίαν εἶδεν ἐκ τῆς ἀναρχίας γεγενημένην, καὶ πᾶσαν ἀδεῶς παρανομίαν ἐκτελουμένην, εἰς ἄρχοντας καὶ ἀρχομένους διεῖλε τῶν ἀνθρώπων τὸ γένος, ἵνα τῶν ἀρχόντων τὸ δέος σμικρύνῃ τῶν ἁμαρ τημάτων τὸ πλῆθος.
 [01184]  Μὴ τοίνυν τοῦ ∆ημιουργοῦ κατηγόρει τὴν δουλείαν θεώμενος, ἀλλὰ τὴν ἁμαρτίαν καὶ βλασφημίαν φεῦγε, δι' ἣν εἰς δουλείαν καὶ δε σποτείαν διῃρέθη τῶν ἀνθρώπων τὸ γένος.
 [01291]  Εὑρίσκομεν δὲ τὸν τῶν ὅλων Θεὸν, δι' ὑπερβολὴν τῆς τῶν ἀνθρώπων πονηρίας τὰς ἡνίας ἐῶντα πολλάκις καὶ φέρεσθαι τῶν ἀνθρώπων ὡς ἂν θέλωσι συγχωροῦντα τὸ γένος.
 [01301]  Ἐπὶ δὲ τοῦ παρόντος τὸν καὶ κοινὰς καὶ ἰδίας τοῖς ἀνθρώποις δωρεὰς χορηγοῦντα, καὶ μυρίοις ὅσοις ἀγαθοῖς τὸ ἡμέτερον περικλύζοντα γένος, ὑμνήσω μεν.
 [01402]  Τοῦτον ὁρῶν δειμαίνω καὶ δέδοικα, καὶ ὑβρίσαι τὸν γάμον οὐκ ἀνέχομαι, τῆς φύσεως τὴν πηγὴν, τῆς εἰς τὸν βίον εἰσόδου τὴν θύραν, δι' ὃν οὐκ ἐπέλιπε τῶν ἀνθρώπων τὸ γένος, ὃς οὐκ ἐᾷ σβεσθῆναι τῷ θανάτῳ τὴν φύσιν, ἀλλὰ νικᾷ τῇ φυτουργίᾳ τὰς τοῦ τέμνοντος χεῖρας, καὶ περιγίνεται τῇ βλάστῃ τῆς τοῦ ἀμῶντος δρεπάνης·
 [01456]  ἀλη θείας πόῤῥω τυγχάνει τῶν ὀνείρων τὸ γένος.
 [01524]  Καὶ γίνεται σύμβου λος τοῦ βασιλέως ὁ οἰκέτης, τοῦ ἀνδρὸς ὁ εὐνοῦ χος, τοῦ ἡμεδαποῦ ὁ ὀθνεῖος, τοῦ Ἰσραηλίτου ὁ Αἰ θίοψ, ὁ ἐκ τοῦ Χὰμ τοῦ ἐκ τοῦ Σὴμ τὸ γένος κατ άγοντος.
 [01819]  Καὶ ἔστιν ἰδεῖν ἀπὸ τῆς βραχείας ἐκείνης ὕλης γινομένους καὶ αἵματος ὀχε τοὺς, καὶ πνεύματος ἀγωγοὺς, καὶ συνδέσμους στε γανοὺς, καὶ σαρκῶν μαλακότητα, καὶ ὀστῶν στεῤ ῥότητα, καὶ ὀφθαλμῶν λαμπρότητα, καὶ κόρης καθαρότητα, καὶ παρειᾶς λειότητα, καὶ τρι χῶν λεπτότητα, καὶ τἄλλα μυρία ὅσα σῶμα τὸ ἀνθρώπειον ἔχει γένος·
 [02124]  Ἐκεῖθεν μετὰ χρόνου πολλοῦ περίοδον, καλεῖ μὲν τὸν Ἀβραὰμ, καὶ κελεύει τὴν πατρῴαν καταλιπεῖν οἰκίαν, ἄγει δὲ αὐτὸν εἰς τὴν πάλαι μὲν Χαναναίων, νῦν δὲ Παλαιστινῶν προσαγορευομένην χώραν, καὶ δίδωσιν αὐτῷ τὴν τῆς περιτομῆς ἐντο λὴν, ἵν' ἔχῃ τὸ ἐκ τούτου γένος σημεῖον τῆς εὐσε βείας, τῶν περιττῶν τὴν ἀφαίρεσιν.
 [02168]  Ἄθρει τοιγαροῦν, ὅπως ἁπάντων ἀνθρώπων [83.769] ἀεὶ προὐνόησε τῶν ὅλων ὁ Ποιητὴς, καὶ οὐ μόνον τῶν ἐξ Ἀβραὰμ καταγόντων τὸ γένος, ἀλλὰ πάντων τῶν ἐξ Ἀδάμ·
000-00-00 Serial Number=0405851066
De sancta trinitate Ante [Go Back]  
 [00356]  καὶ δι' ἑνὸς προβάτου τῶν προβάτων ἅπαν τὸ γένος·
000-00-00 Serial Number=0035540700
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00369]  Παρακαλῶ δέ σου τὴν ὁσιότητα δηλῶσαι ἡμῖν τοῦ μνηστεύσασθαι βουλομένου καὶ τοὔνομα καὶ τὸ γένος (οὐδὲν γὰρ τούτων περιεῖχε τὰ γράμματα), ἵνα καὶ τῇ μητρὶ καὶ τοῖς προσήκουσι τῇ παιδὶ ταῦτα ποιήσω γνώριμα καὶ συμβουλεύσω τὰ δέοντα.
000-00-00 Serial Number=0764086545
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00454]  Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πα τρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον.
 [01789]  Οὐ παντελῶς ἄρα τῶν ἀνθρώπων τὸ γένος ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιλέλοιπε χάρις·
 [01983]  τῇ γὰρ ἀπαρχῇ δήπουθεν κοινωνήσει τὸ γένος·
 [02525]  Πρῶτον μὲν ὡς ἡ ληφθεῖσα φύσις ἐκ τῆς ὀσφύος τοῦ ∆αβὶδ κατάγει τὸ γένος·
 [02552]  Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ ἕλκει ταῦτα τὸ γένος.
 [02727]  Καὶ τὸν αὐτὸν κατὰ σάρκα μὲν ἐξ Ἰουδαίων ἔφη κατάγειν τὸ γένος, αἰώνιον δὲ εἶναι Θεόν, καὶ πάντων ὁμοῦ τῶν γενητῶν ∆εσπότην παρὰ τῶν εὐγνωμόνων ὑμνούμενον.
000-00-00 Serial Number=0163104773
Eranistes Ante [Go Back]  
 [00054]  Κατὰ δέ γε τὴν τῶν πατέ ρων διδασκαλίαν, ἣν ἔχει διαφορὰν τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἢ τὸ γένος πρὸς τὸ εἶδος ἢ τὸ ἄτομον, ταύτην ἡ οὐσία πρὸς τὴν ὑπόστασιν ἔχει.
 [00062]  ἀλλ' ὅμως τούτων ἁπάντων γένος ἐστὶ τὸ ζῷον, εἴδη δὲ τὰ προλελεγμένα.
 [00067]  Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται.
 [00494]  Οὐ μόνον δὲ Σολομὼν καὶ Ζοροβάβελ, οἷς τὰς τοιαύτας προσαρ μόττουσι προφητείας, τὸν ὡρισμένον βιώσαντες χρόνον τοῦ βίου τὸ τέρμα κατέλαβον, ἀλλὰ καὶ ἅπαν ἀπέσβη τοῦ ∆αβὶδ τὸ γένος.
 [00504]  Ὁρῶμεν δὲ αὐτοῦ καὶ τὸ γένος φροῦδον, καὶ τὴν βασιλείαν δεξαμένην τὸ πέρας.
 [00507]  {ΟΡΘ.} Εἰ τοίνυν ἀληθὴς ὁ θεός, ὥσπερ οὖν ἀληθής, ὑπέσχετο δὲ τῷ ∆αβὶδ καὶ τὸ γένος εἰς τὸν αἰῶνα φυλάξειν καὶ τὴν βασιλείαν ἀδιά δοχον τηρήσειν, οὔτε δὲ τὸ γένος ὁρῶμεν οὔτε τὴν βασιλείαν (ἀμφό τερα γὰρ ἐπαύσατο), πῶς πείσομεν τοὺς ἀντιλέγοντας ὡς ἀψευδὴς ὁ θεός;
 [00530]  {ΟΡΘ.} Εἰ τοίνυν ἀναμφιλέκτως ἀληθὴς ἡ ὑπόσχεσις, οὐχ ὁρῶμεν δὲ παρὰ Ἰουδαίοις οὔτε τὸ γένος οὔτε τὴν βασιλείαν τοῦ προφήτου ∆αβίδ, πιστεύσωμεν ἀριδήλως τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σπέρμα τοῦ ∆αβὶδ κατὰ τὸ ἀνθρώπινον ὀνομάζεσθαι.
 [00978]  εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ.
 [01077]  Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ὅλος ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ τοὺς τῆς θείας εἰκόνος ἀπώλεσε χαρακτῆρας, ἠκολούθησε δὲ τῷ γενεάρχῃ τὸ γένος·
 [01363]  ∆ιδάξασα γὰρ ἡμᾶς τοῦ πατριάρχου Ἀβραὰμ τὸν πατέρα, τοῦ δὲ Ἰσαὰκ καὶ τὸν πατέρα καὶ τὴν μητέρα, καὶ τοῦ Ἰακὼβ ὡσαύτως, καὶ τῶν τούτου παίδων, καὶ μέντοι καὶ τῶν πρόπαλαι γενομένων τὴν γενεαλογίαν ἐπιδείξασα, τοῦ Μελχισεδὲκ οὔτε τὸν πατέρα εἴρηκεν οὔτε τὴν μητέρα, οὔτε μὴν ἔκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος.
 [02180]  οὐδὲ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται.
 [02526]  οὕτω μέντοι, ὥστε ταύτῃ αὐτῇ τῇ καθ' ἕτερον γένος αὐτῶν ὁμιλίᾳ μηδὲ πώποτε λαλεῖν, εἰ μὴ μετὰ τοῦ σημαίνειν θεόν τε καὶ ἄνθρωπον.
 [02793]  {ΕΡΑΝ.} Ὁ Ἀδὰμ καὶ πᾶν τοῦδε τὸ γένος.
 [03053]  Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος.
 [03070]  {ΟΡΘ.} Σοὶ δὲ πῶς εἶναι δίκαιον φαίνεται, τοῦ Ἀδὰμ παραβεβη κότος τὴν ἐντολήν, ἀκολουθῆσαι τῷ προγόνῳ τὸ γένος;
 [03071]  {ΕΡΑΝ.} Εἰ καὶ μὴ τῆς παραβάσεως ἐκείνης ἐκοινώνησε τὸ γένος, ἀλλ' οὖν ἑτέρας ἁμαρτάδας ἐξήμαρτε, καὶ τούτου χάριν τοῦ θανάτου μετέλαβεν.
 [03080]  Ὥσπερ γὰρ τοῦ γενάρχου κατακριθέντος ἅπαν συγκατεκρίθη τὸ γένος, οὕτως τοῦ σωτῆρος λύσαντος τὴν ἀράν, ἀπήλαυσεν τῆς ἐλευθερίας ἡ φύσις.
000-00-00 Serial Number=0899582803
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00129]  Κατὰ γὰρ φύσιν, τοῦ Ἀβραὰμ ἦσαν ἀπόγονοι, ὃς ἐκ τοῦ Σὴμ κατῆγε τὸ γένος·
 [01436]  Τοὺς ἐν νόμῳ τοίνυν τελειωθέντας κύκλῳ τῆς κλίνης ἑστάναι φασὶν, ἀπὸ μὲν τοῦ Ἰσραὴλ τὸ γένος κατά γοντας, δυνατοὺς δὲ ὄντας ὑπὲρ ἅπαντας, καὶ ῥομ φαίαν κατέχοντας, καὶ πολεμικὴν ἐμπειρίαν εἰδότας, καὶ ἄλλας ῥομφαίας ἐπὶ τῶν μηρῶν φερομένους.
 [01465]  Ἐπειδὴ τοίνυν ἐξ ἐκείνων κατῆγον τὸ γένος οἱ μακάριοι ἀπόστολοι, [81.125] εἰκότως φησὶ τὸ φορεῖον ἀπὸ ξύλων τοῦ Λιβάνου κατ εσκευάσθαι.
000-00-00 Serial Number=0827050567
Graecarum affectionum curatio Ante [Go Back]  
 [00062]  Ἁβραὰμγὰρ τοῦ πατριάρχου παρὰ τοῦ Θεοῦ τῶν ὅλων τῆς περιτομῆς δεξαμένου τὴν ἐντολήν, ἐφύλαξε μὲν ταύτην τὸ γένος·
 [00065]  τῇ γὰρ ὄχθῃ τοῦ ποταμοῦ προσερριμμένον εὑροῦσα τὸν Μωϋσῆν, εὐθύς τε τὴν περιτομὴν εἶδε καὶ τὸ γένος ἐπέγνω καὶ τῶν Ἑβραίων ἔκγονον τὸ βρέφος ὠνόμασεν.
 [00373]  Τὸ μὲν γὰρ Ἀβραμιαῖον γένος καὶ νόμον θεῖον ἐδέξατο καὶ προφητικῆς ἀπήλαυσε χάριτος·
 [00783]  Ἥλιος μὲν γὰρ ἀνίσχων καὶ τὴν ἡμέραν ποιῶν πρὸς ἐργασίαν διεγείρει τῶν ἀνθρώπων τὸ γένος·
 [01043]  Ταύτῃ τοι ἀναγκαία τοῖς θνητὴν ἔχουσι φύσιν ἡ τοῦ θήλεος χρεία, τοῖς δέ γε ἀθανάτοις γεγενημένοις τὸ θῆλυ γένος παντάπασι περιττόν·
 [01053]  Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπά σαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον [3.93] τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος.
 [01071]  τὸν δὲ ποιητήν, τῇ μὲν τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ὁ ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ, τὴν δὲ ἀγωνιστικὴν οὐκέτι κωλῦσαι διαμάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη, καὶ γένωνται ἀνδρα
 [01361]  Ὅταν ᾠδικῶν ὀρνίθων ἀκούσωμεν ποικίλα γε ᾀδόντων ᾄσματα καὶ διάφορα, καὶ τεττίγων τερετιζόντων, ἐρρῶσθαι φράσαντες Σειρῆσι καὶ Μούσαις, τὸν πάνσοφον καὶ παναλκῆ Θεὸν προσκυνήσωμεν, τὸν καὶ τοῖς μικροῖς πτηνοῖς τοσαύτην μέλους δωρησάμενον ἁρμονίαν καὶ διὰ πάντων καὶ τρέφοντα καὶ τέρποντα καὶ καταθέλγοντα τῶν ἀνθρώπων τὸ γένος.
 [01642]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ [5.56] ρος αὐξησάντων τὸ γένος.
 [01658]  Θρᾳκικὸν δὲ τοῦτο τὸ γένος·
 [01718]  ∆ι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζό μεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται [5.78] διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος.
 [01947]  οὐδὲν γὰρ ἕτερον βούλεσθε, τήνδε τὴν ἰσότητα ποθοῦντες, ἢ λιμῷ καὶ σπάνει τῶν ἀναγκαίων [6.54] ἄρδην ἅπαν ἀφανισθῆναι τῶν ἀνθρώπων τὸ γένος.
 [01983]  τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντα, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δακτύλων, ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ ∆ία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι.
 [01993]  Μετέχειν δὲ τοῦ εἶναι μόνον τοὺς λίθους ἔφη καὶ τὰ προσόμοια τούτοις, τὰ δέ γε φυτὰ μεταλαχεῖν καὶ τοῦ ζῆν, αἴσθησιν δ' ἔχειν μετὰ τοῦ ζῆν τὰ ἄλογα εἴρηκε, λόγου δὲ μετειληχέναι τῶν ἀνθρώπων τὸ γένος, τελείαν δὲ ζωὴν ἔχειν τῶν ἀσωμάτων τὴν φύσιν, τούτοις δὲ ἐπήγαγεν·
 [02440]  αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ' ἐκάλυψεν, οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.
 [02594]  Καὶ οὐ μόνον Ῥωμαίους καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ἀλλὰ καὶ τὰ Σκυθικὰ καὶ τὰ Σαυροματικὰ ἔθνη καὶ Ἰνδοὺς καὶ Αἰθίοπας καὶ Πέρσας καὶ Σῆρας καὶ Ὑρκανοὺς καὶ Βακτριανοὺς καὶ Βρεττανοὺς καὶ Κίμβρους καὶ Γερμανοὺς καὶ ἁπαξαπλῶς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων δέξασθαι τοῦ σταυρωθέντος τοὺς νόμους ἀνέπει σαν, οὐχ ὅπλοις χρησάμενοι καὶ πολλαῖς μυριάσι λογάδων οὐδὲ τῇ τῆς Περσικῆς ὠμότητος χρώμενοι βίᾳ, ἀλλὰ πείθοντες καὶ [9.16] δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες πα ροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστη ρίων δεχόμενοι.
 [02824]  Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον.
 [02840]  Τίνι γάρ που προσήκουσιν ὠμο φαγίαι καὶ διασπασμοὶ αἰσχρορημοσύναι τε καὶ αἰσχρουργίαι καὶ μανίαι ὀρινομένων καὶ ῥιψαυχενούντων σὺν κλόνῳ, ἢ δαίμοσι παμπονήροις, τὸ τῶν ἀνθρώπων πημαίνουσι γένος;
 [03098]  ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, τὸν λαόν μου, ὃν περιε ποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι.
 [03233]  Ἐπειδὴ γὰρ εἰς ἀλογίαν ἐσχάτην ἐξέπεσε τῶν ἀνθρώπων τὸ γένος, ἀναγκαίως αὐτοῖς δοθῆναι νομοθέτην αἰτεῖ, ὥστε καὶ τὴν φύσιν ἐπιγνῶναι [10.97] καὶ τῆς θηριωδίας ἀπαλλαγῆναι.
 [03436]  Καὶ ἵνα μὴ πάντα λέγων μηκύνω, ἔστιν εὑρεῖν αὐτὸν λέγοντα τῶν τὴν πολιτικὴν ἀρετὴν ἠσκηκότων τὰς ψυχὰς εἰς μελίττας μετενσωματουμένας καὶ σφῆκας καὶ μύρμηκας καὶ εἴς γε τὸ ἀνθρώπειον γένος.
 [03466]  Ἀλλ' οὐ μέντοι σοι, ἦν δ' ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ' ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος δὲ Παμφύλου·
 [03592]  τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος.
 [03856]  ∆ιαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ ποιητὴς ἐντέθεικε τῇ φύσει τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν ἐναντίων διάγνωσιν.
 [03963]  τὸν δὲ σώφρονα γάμον νομοθετοῦσιν, ὡς καὶ τὸ γένος αὔξοντα καὶ λαγνείας τοὺς σωφρονεῖν βουλομένους ἐλευθεροῦντα·
000-00-00 Serial Number=0821441710
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00162]  Ὁ δὲ Καρποκράτης, Ἀλεξανδρεὺς ὢν τὸ γένος, ὑπὸ μὲν ἀγγέλων καὶ αὐτὸς τὴν
 [00514]  Ὁ δὲ Μάνης Πέρσης μὲν ἦν, ὥς φασι, τὸ γένος, τῆς δὲ δουλείας ἐπὶ πλεῖστον εἵλκυσε τὸν ζυγὸν, Σκυθιανὸς δὲ δουλεύων προσηγορεύετο·
 [00858]  Ὁ δὲ Νοητὸς Σμυρναῖος μὲν ἦν τὸ γένος, ἀνενεώσατο δὲ τὴν αἵρεσιν, ἢν Ἐπίγονος μέν τις οὕτω καλούμενος ἀπεκύησε πρῶτος, Κλεο μένης δὲ παραλαβὼν ἐβεβαίωσε.
 [01757]  Βλαστησάτω γὰρ, ἔφη, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποι οῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς.
 [01832]  Ἐντεῦθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ χρηματίζοντες, ἔφυγον τὴν πρὸς τὸ γένος τοῦ Κάϊν ἐπι μιξίαν.
 [02147]  Ὁ μὲν γὰρ τῆς δικαιοσύνης ὅρος ἑνὸς ἡμαρτηκότος ἅπαν τὸ τούτου γένος τῷ θανάτῳ παρ έδωκεν·
 [02163]  Εἰ γὰρ ἑνὸς ἡμαρτη κότος κατεκρίθη τὸ γένος, πάντως δήπουθεν δικαιό τερον τοὺς ὑπὸ τὴν ἁμαρτίαν τελέσαντας, τὴν κόλα σιν δέξασθαι.
 [02776]  Ταύτην πρώτην τῶν ἀνθρώπων τὸ γένος παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν εὐλογίαν ἐδέξατο.
 [02783]  ∆ιὰ γὰρ δὴ τοῦτο καὶ πλείους ἔχειν γυναῖκας τοὺς παλαιοὺς οὐκ ἐκώλυσεν, ἵνα αὐξηθῇ τῶν ἀνθρώπων τὸ γένος.
000-00-00 Serial Number=0945384979
Historia ecclesiastica Ante [Go Back]  
 [00801]  ἀλλ' ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ' ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.
 [01228]  Λεόντιος γὰρ μετ' ἐκεῖνον τῆς προεδρίας ἔτυχεν, ἀνὴρ Φρὺξ μὲν τὸ γένος, τὴν δὲ γνώμην κρυψίνους καὶ τὰς ὑφάλους πέτρας μιμούμενος.
 [02429]  Αὐδαῖος δέ τις, Σύρος καὶ τὸ γένος καὶ τὴν φωνήν, καινῶν εὑρετὴς δογμάτων κατ' ἐκεῖνον ἐγένετο τὸν καιρόν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος.
 [03582]  Γαϊνάς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι τυραννικῷ κεχρημένος ἐστρατήγει κατ' ἐκεῖνον τὸν χρόνον, πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ τὴν πεζὴν στρατιάν.
000-00-00 Serial Number=0939705074
Historia religiosa Ante [Go Back]  
 [00258]  Εἵπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ εἶδος μέγας καὶ ἀξιάγαστος, θαυμασιωτέραν τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος Ἰάκωβος ὄνομα αὐτῷ , ὃς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ.
 [00677]  Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου ∆αυΐδου καταβοῶν καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν.
 [00744]  Οὕτω καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς.
 [02240]  Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς τῆς τὸ τῶν ἀνθρώπων πρὸς ἑαυτὴν ἐπιστρεψάσης γένος, ἄνθρωπος εἶ ἢ ἀσώματος φύσις;
 [02318]  Ὁ δὲ τῇ ἑλλάδι χρησάμενος φωνῇ Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν·
 [02333]  Αὗται γὰρ εὐφημίας μείζονός εἰσιν ἀξιώτεραι, φύσιν μὲν ἀσθενεστέραν λαχοῦσαι, τὴν αὐτὴν δὲ τοῖς ἀνδράσι προθυμίαν ἐπιδεικνύμεναι, καὶ τῆς προγονικῆς αἰσχύνης τὸ γένος ἐλευθεροῦσαι.
 [02335]  Ταύταις πατρὶς μὲν ἡ Βέροια, γένος δὲ τὸ τῆς πατρίδος ἐπίσημον, τροφὴ δὲ τῷ γένει συμβαίνουσα·
 [02362]  Αὗται μὲν οὖν τοιαύτῃ πολιτείᾳ τὸ θῆλυ κατακοσμήσασαι γένος ὡς ἀρχέτυπα καὶ ταῖς ἄλλαις γενόμεναι, τοῖς ἐπινι κίοις στεφάνοις ὑπὸ τοῦ δεσπότου ταινιωθήσονται.
000-00-00 Serial Number=0795795083
Interpretatio in Danielem Ante [Go Back]  
 [00464]  διὰ μὲν γὰρ τῆς δεξιᾶς τὸ πα τρῷον αὐτοῦ σημαίνει γένος, μητρῷον δὲ διὰ τῆς εὐωνύμου, ὧν τὴν συνάφειαν τὸ στῆθος πεπίστευται, τὴν καρδίαν ἔχον τῶν λογισμῶν τὸ ταμεῖον, λογισμῷ δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια.
 [00555]  Ἄλλην οὐ κατὰ τὸ γένος εἶπεν, ἀλλὰ κατὰ [81.1305] τὴν ποιότητα τῆς δυνάμεως.
 [00556]  Εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν, ἄλλην εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσπερ αὖ εἴρηκε τρίτην τε καὶ τετάρτην.
 [00735]  Τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλίᾳ πάλιν καταισχῦναι τὸ γένος·
 [00837]  ὑπέσχου γὰρ ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν.
 [00844]  Ταῦτα, φησὶν, ἐκείνοις ὑπέσχου, ∆έσποτα, οὓς ἠγά πησάς τε καὶ ἀοιδίμους ἐποίησας, ὥστε τῇ ψάμμῳ μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος, τοῖς δὲ ἀστράσι παραπλησίως εἶναι λαμπρόν τε καὶ ὑψηλὸν, καὶ περιφανές.
 [01423]  Οὕτω δὲ καὶ ὁ μακάριος Ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀν θρώπων εἰς μέσον παρήγαγε γένος.
 [01728]  ὡς δὲ φίλον ἑκάστῳ περὶ τούτου φρονείτω οὐδεμία γὰρ ἐκ τῆς περὶ τὸ γένος ἀμφιβολίας γενήσεται βλάβη.
 [03302]  [81.1517] Χρήσεται γὰρ, φησὶ, διακόνοις τοῖς τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις, καὶ δόλῳ συνεργῷ χρώμενος μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται.
 [03499]  Καὶ αὐτὸς δὲ ὁ Θεὸς, γένος αὑτοῦ τοὺς ἁγίους ἐκά λεσε·
 [03500]  Ποτίσαι γὰρ, φησὶ, τὸ γένος μου τὸ ἐκλε κτὸν, ὃ περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖ σθαι.
000-00-00 Serial Number=0897874177
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00219]  ∆ιδάσκει τοίνυν διὰ τῶν εἰρη μένων, ὅτι πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, μετὰ τῶν οἰκείων ἡγεμόνων, τῷ παμβασιλεῖ τῶν ὅλων ὑπόκει ται, καὶ ὅτι τοσούτοις χαρίσμασι τὸ ἀνθρώπινον κατεκόσμησε γένος.
 [00356]  δίκην γὰρ αἴγλης ἐκεῖθεν ἐξιοῦσαι τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι.
 [00631]  ἀλλ' ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος·
 [02259]  ἐνταῦθα δὲ κέδρον τὸ βασιλικὸν προσαγορεύει γένος.
 [02261]  Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, τὰ ἁπαλὰ τῆς κέδρου ἀπ έκνισεν, καὶ εἰς Βαβυλῶνα ἀπήγαγεν, ἀντὶ τοῦ, βασιλικὸν γένος.
 [02262]  Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ ∆αβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ' ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς.
 [02269]  ἐκ τούτων ὁ ∆εσπότης Χριστὸς κατάγει τὸ γένος τὸ κατὰ σάρκα·
 [02627]  τὴν γὰρ περιτομὴν καὶ Ἰδουμαῖοι πάντες εἶχον, ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες·
 [03001]  φυλάξω γὰρ τὸ γένος, ἕως [81.1020] οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.
 [03622]  εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος [81.1061] κατάγοντες.
 [03640]  Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας·
 [03673]  οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατ άγοντες.
 [03938]  Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατ άγουσι·
 [04100]  Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν.
 [05210]  οἱ δὲ Ἰδουμαῖοι ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, ἀπεχθῶς λίαν καὶ δυσμενῶς περὶ τοὺς Ἰουδαίους διέκειντο, οὗ χάριν καὶ ταῖς ἐπενεχθείσαις αὐτοῖς ἐφήσθησαν συμφοραῖς·
 [05231]  ἐκ δύο γὰρ ἀδελφῶν τὸ γένος κατάγουσιν·
 [05568]  Εἰ δὲ εἰς τὸ ∆αβιδικὸν γένος τὸν αἰώνιον τοῦτον λαμβάνουσι ∆αβὶδ, δειξάτωσαν τοῦ ∆αβὶδ βασιλεῦον τὸ γένος·
 [05570]  ς τῇ βασιλείᾳ καὶ αὐτὸ τοῦ ∆αβὶδ τὸ γένος ἄδηλον, ἐπὶ τοῦ παρόντος δυοῖν θά τερον ἀνάγκη, ἢ ψευδῆ τὴν προφητείαν ὑπολαβεῖν, ἢ τοῦ ∆εσπότου Χριστοῦ τοῦ ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνῆσαι τὴν βασιλείαν.
 [05572]  εἰ δὲ ἀψευδὴς, ὡσπεροῦν ἀψευδὴς, καὶ οὐχ ὁρῶμεν ἑτέραν Ἰουδαίων βασιλείαν, οὔτε μὴν αὐτὸ τοῦ ∆αβὶδ τὸ γένος δῆλον ὑπάρχει καὶ γνώριμον·
 [05913]  Ἔφη δὲ καὶ τούτους κἀκείνους ἀπὸ τοῦ Σαδοὺκ τὸ γένος κατάγειν·
 [05914]  πάλαι γὰρ τοῦ [81.1224] Ἀβιάθαρ τὸ γένος ἔπαυσε τοῦ ἱερατεύειν ὁ τῶν ὅλων Θεὸς, κατὰ τὴν ἐξενεχθεῖσαν κατὰ Ἡλεὶ τοῦ ἀρχιερέως ψῆφον.
 [06069]  μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν.
 [06081]  Εἰ δὲ καὶ ἱερέως τις γενο μένη γυνὴ χηρεύσειε, καὶ βουληθείη τις αὐτὴν γῆ μαι, οὐδὲ ὁ τοιοῦτος γάμος παράνομος ἀνέπαφον γὰρ τῆς ἱερωσύνης μένει τὸ γένος, τῆς ἱερεῖ συναφθείσης τῷ ἱερεῖ πάλιν συναπτομένης.
 [06138]  ἔστω τοίνυν τῆς ἀφωρισμένης τοῖς ἱερεῦσι γῆς κληρονόμον τὸ γένος.
 [06247]  Ταύτην δὲ προσέταξεν οὐ μόνον τοῖς ἐκ τοῦ Ἰσραὴλ τὸ γένος κατάγουσι διανεμηθῆναι, ἀλλὰ καὶ τοῖς προσηλύτοις, τοῖς παροικοῦσιν ἐν μέσῳ αὐτῶν, Οἵτινες, φησὶν, ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν.
 [06311]  Ἐκ τῆς Ῥαχὴλ γὰρ, φησὶ, τῆς ἀγαπωμένης κατάγω τὸ γένος.
000-00-00 Serial Number=0018089533
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01205]  Ἰδουμαῖοι μὲν ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, κατὰ τὸν δοθέντα τῷ Ἀβραὰμ περιετέμνοντο νόμον·
 [01288]  Τὸν πατριάρχην ἐκ γῆς Χαλδαίων καλέσας εἰς τὴν Παλαιστίνην μετ ήγαγε, καὶ τὸ τούτου γένος εἰς τὴν Αἴγυπτον δου λεῦον ἐλευθερωθὲν ἐξήγαγε·
 [02299]  καὶ ὁ Κύριος δὲ τὸ κατὰ σάρκα γένος ἐκ τούτου κατάγων, οὐ τοῖς ∆αβιτικοῖς ἐπεκάθισε θώκοις·
 [02980]  Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσ ώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ προσώπου μου πάσας τὰς ἡμέρας.
 [03114]  Καὶ μέντοι καὶ περὶ τῶν ἱερέων καὶ τῶν Λευϊτῶν ταὐτὸ τοῦτο λέγει, ὡς τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ τῇ ψάμμῳ τῆς θαλάσσης, τὸ τούτων παραβληθήσεται γένος.
 [04296]  Σκορπί σας σκεδάσω κἀγὼ τὰ εἰς ἐπικουρίαν σου ἐληλυ θότα ἔθνη, καὶ τοὺς ἵππους, καὶ τοὺς τούτων ἀναβά τας, καὶ πᾶσαν ἡλικίαν, καὶ γένος ἑκάτερον, καὶ ἄρχοντας, καὶ ἀρχομένους, καὶ ποιμαίνοντας, καὶ γεωργοῦντας.
 [04526]  Ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ τὸ γένος αὐτοῦ.
000-00-00 Serial Number=0065585554
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00109]  Μηδεὶς δὲ ἄνδρα μόνον ὁρῶν ἐν ταῦθα μακαριζόμενον, ἐστερῆσθαι νομίσῃ τοῦδε τοῦ μακαρισμοῦ τῶν γυναικῶν τὸ γένος.
 [00151]  καὶ ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς, καὶ ἐπὶ τῶν βουνῶν ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην.
 [02051]  Μέχρι γὰρ τῆς αἰχμαλω σίας τοῦ ∆αβὶδ τὸ γένος εἰς βασιλείαν διήρκεσεν·
 [05180]  Τῶν δὲ ἐκκλησιῶν τὴν πρόῤῥησιν ποιησάμενος, αἳ παστάδων καὶ νυμφώνων ἐπέχουσι τάξιν, εἰκότως καὶ τῆς νύμφης προαγορεύει τὸν κόσμον, καὶ τὴν ὥραν, καὶ τὸ γένος, καὶ τὴν ἁρμόττουσαν αὐτῇ προσφέρει παραίνεσιν.
000-00-00 Serial Number=0636171222
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00217]  θυγατέρας δὲ τῆς Ἰου δαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων κατῆγον τὸ γένος.
 [00286]  ἐπειδὴ τὸν Χριστὸν θεο λογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι.
 [02298]  Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν.
 [02763]  Ἐκ γὰρ τούτων τῶν φυλῶν τὸ γένος οἱ λοιποὶ κατ ῆγον ἀπόστολοι.
 [02841]  Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι' ὧν εἰργάζοντο θαυ μάτων ὑπέδειξαν·
 [04354]  ∆ιὰ γὰρ τῶν ἀνέμων συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν.
 [05034]  Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε.
 [05053]  Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατῆγον.
000-00-00 Serial Number=0972693026
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00391]  Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβα λῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν ∆αβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω.
 [01186]  Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας.
 [01344]  Ἐξ Ἰουδαίωνγὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες.
 [02397]  Ἄλλ' ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχα νήματα.
 [03069]  Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο·
 [03924]  Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφό ρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας [80.1812] ἀπαλλαγέντες.
 [05014]  Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος.
 [05393]  Τοῦτον οἶμαι Σολομῶντα ὀνομάζεσθαι, καὶ ὡς ἐκ Σολομῶντος τὸ γένος κατάγοντα, καὶ ὡς Σο λομῶντος ἀνανεούμενον ἔργον.
 [05413]  Ὑπέσχετο γὰρ ποιήσειν ἡμῶν τὸ γένος, ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος [80.1893] τῆς θαλάσσης.
 [05469]  Οὕτω τὸν Ἰὼβ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντα στεφάνων ἠξίωσεν·
 [05676]  Καὶ ἐπειδὴ δυσσεβεῖς οἱ τηνι καῦτα αὐτῶν ἦσαν βασιλεῖς, διὰ τὸν ∆αβὶδ ἀξιοῦσι μὴ ἀποσβῆναι τῆς βασιλείας τὸ γένος.
 [05906]  Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον.
 [07209]  Καὶ ἡλικίαν δὲ ἑκάστην, καὶ γένος ἑκάτερον, τό τε ἄρσεν καὶ τὸ θῆλυ, τοῦτο κε λεύει ποιεῖν·
000-00-00 Serial Number=0255791187
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00066]  οὐ γὰρ ἐκ τῆς Βενιαμίτιδος, ἀλλ' ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν ἐβεβλαστήκει γένος.
 [01177]  τὸ γὰρ ἐκείνου γένος, Αἰγυπτίοις δουλεύειν ἠναγκασμένον, διὰ τοῦ μεγάλου προφήτου Μωσέως τῆς ἐλευθερίας ἠξίωσεν ὁ Θεός·
 [01181]  Οὗτος δὲ, φησὶν, ἐξ ἐκείνου κατάγων τὸ γένος, εἰς ὀργήν με παρακινεῖ, παρανο μίᾳ πάσῃ συζῶν·
 [01187]  Τοσούτῳ γὰρ οἴστρῳ περὶ ταῦτα κατέχονται, ὡς τῷ πλήθει τῶν ἱερείων ἐπιλιπεῖν τῶν θυμάτων τὸ γένος, καὶ τολμῆσαι αὐτοὺς εἰπεῖν·
 [02368]  Ταῦτά τινες εἰς τὸν Ζοροβάβελ ἐξ έλαβον, ἁρμόττειν αὐτῷ νομίσαντες, ὡς ἐκ ∆αβὶδ τὸ γένος κατάγοντι.
 [02371]  Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐκ ∆αβὶδ κατάγων κατὰ σάρκα τὸ γένος, τὴν πρὸς τὸν ∆αβὶδ γεγενημένην ἐπαγγε λίαν ἐπλήρωσεν.
 [02468]  ὑμῖν δὲ τοῖς ὁμογενέσι, καὶ ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγουσι, ταῦτα εἰς τοὺς συγ γενεῖς τετολμηκόσιν, οὐδεμία συγγνώμης καταλεί πεται πρόφασις.
 [02627]  οὗ χάριν οὐ μόνον πόθεν τε ἀπῆρε, καὶ ποῦ βαδίζει κελεύουσιν εἰπεῖν, ἀλλὰ καὶ ἐκ ποίου ἔθνους κατάγει τὸ γένος, ἵνα καὶ ἐκ τῶν κοινῶν τοῦ ἔθνους ἐπιτηδευμάτων μάθωσι τοῦ ἀνθρώπου τὸν βίον.
 [03480]  Καὶ μικρὸν ὕστερον εἰς Βαβυλῶνα τῆς βασιλείας μετατεθείσης, ἐσβέσθη μὲν ἅπαν τοῦτο τῶν βασιλέων τὸ γένος, ἀνάστατος δὲ ἡ πόλις ἐγένετο, καὶ ἐρημίᾳ παντελεῖ παρεδόθη.
 [04103]  Ἀλλὰ γὰρ μετὰ τὰ σωτήρια παθήματα εἶδον κατα πεπτωκὸς τῶν δαιμόνων τὸ γένος, οἳ τὴν φυσικὴν τῶν Αἰθιόπων χρόαν ἐν τῇ προαιρέσει μιμούμενοι, τὰς τῶν ἀνθρώπων ἐξαπατῶσι ψυχάς.
 [04370]  Ἐπειδὴ τοίνυν καὶ τοὺς Ἀλλοφύλους, ἐκ τοῦ Χαναὰν τὸ γένος κατάγοντας, ἐν τῇ παραλίῳ κατέλιπεν ὁ Θεὸς, οἷόν τινα κλῆρον ταύτην αὐτοῖς ἀπονείμας τὴν γῆν, σχοίνισμα θαλάσσης αὐτοὺς προσηγόρευσε.
 [04385]  οὗτοι γὰρ συγγενεῖς ὄντες τοῦ Ἰσραὴλ, καὶ ἐκ τοῦ Λὼτ τὸ γένος κατάγοντες, ἐφ ήδοντό τε ταῖς συμφοραῖς, καὶ βλασφημίαις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρῶντο, ὡς μηδεμιᾶς Ἰουδαίοις παρ' αὐτοῦ βοηθείας παρασχεθείσης.
 [05029]  ∆ιακοσμήσας τὸν ἱερέα, καὶ τὸ μὲν πένθιμον ἀποδύσας σχῆμα, τὴν δὲ ἱερατικὴν ἐνδύσας στολὴν, καὶ τὸ πρακτέον ὑποδείξας, καὶ τὸ διαρκὲς ἐπὶ πλεῖστον τοῖς ἐγγόνοις ἐπαγγειλάμενος, εἰ τοὺς θείους νόμους φυλάξοιεν, ἐπὶ τὸ βασιλικὸν μετα βαίνει γένος, καὶ τὸν Ζοροβάβελ ἔκγονον ὄντα τοῦ Ἰεχονίου, ἀπὸ δὲ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντα, οὕτω περιφανῆ καὶ περίβλεπτον ὑπισχνεῖται ποιή σειν, ὡς τῷ λαμπροτάτῳ τῆς ἀνατολῆς φωτὶ παρα βάλλεσθαι.
 [05355]  Καὶ τοῦτο ποιήσουσιν, οὐ μόνον οἱ ἐξ Ἱερουσαλὴμ τὸ γένος κατάγοντες, ἀλλὰ καὶ ἀλλόφυλα ἔθνη τῆς θείας ἐπικουρίας ἀπολαῦσαι ποθοῦντα.
 [05363]  Οὕτως τοὺς ἱεροὺς ἀποστόλους, ἐξ Ἰου δαίων τὸ γένος κατάγοντας, ἐπόθουν οἱ ἐξ ἐθνῶν τῆς κλήσεως ἀξιωθέντες, πιστεύοντες δι' αὐτῶν ἀπολαύ σεσθαι τῆς σωτηρίας.
 [05462]  Ἰούδαν καὶ Ἐφραῒμ τοὺς ἐκ τούτων κατάγοντας τὸ γένος καλεῖ, οὓς ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων ἐστράτευσεν, ὅπλα αὐτοῖς δεδωκὼς, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, ὥστε αὐτοὺς ἀνθρωπίνους λογισμοὺς καθελεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτεῦσαι πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
 [05980]  Προκηρύττει δὲ τοῦ ∆εσπότου Χριστοῦ τὴν κατὰ σάρκα παρουσίαν, καὶ τὴν σωτηρίαν, ἧς διὰ ταύτην ἀπήλαυσε τῶν ἀνθρώπων τὸ γένος.
 [06006]  Καὶ μέντοι καὶ τὸ γένος τοῦ Ἡσαῦ, ἐπειδὴ τοῦ προπάτορος τὸν τρόπον ἐζήλωσεν, ἀμελούμενον παρ' ἐμοῦ διετέλεσε.
000-00-00 Serial Number=0216005981
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01367]  καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμί σηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε;
 [01372]  τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ ∆αυὶδ τὸ γένος καὶ τὸν Χρι στὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατάγεσθαι πεποίηκεν.
 [01589]  μὴ οὖν ἀπὸ τῆς φύ σεως τοῦ προσαγομένου, ἀλλ' ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχο [102] μένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀνα λῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξά νεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τά ξιν.
 [01636]  παρέπεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου ὑφι στάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πί στεως καὶ τῆς τοῦ θεοῦ δυνάμεως, τοῦ ζωοποιοῦντος τοὺς νε κροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.
000-00-00 Serial Number=0844333768
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00290]  τοῖς [20] ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος·
 [00605]  τῶν δὲ θνητῶν ζῴων ἀνὰ δύο καθ' ἕκαστον ἐδημιούργησε γένος, ἄρσεν καὶ θῆλυ·
 [00616]  ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπι φέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος.
 [00673]  ἄλλως τε οὐδὲ οἷόν τε ἦν ἄλλως αὐξηθῆναι τὸ γένος·
 [00682]  διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν, ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον.
 [00740]  κεχώριστο γὰρ τοῦ Σὴθ τὸ γένος καὶ οὐκ ἐπεμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν.
 [00745]  οὕτως οἱ ἐκ τοῦ Σὴθ τὸ γένος κατάγοντες, πάλαι μὲν ὡς ἀρετῆς ἐπιμελούμενοι υἱοὶ Θεοῦ ἐχρημάτιζον·
 [00764]  Ὥστε αὐξηθῆναι τὸ γένος τῷ πλείονι χρόνῳ·
 [00769]  Ἐξαλεῖψαι τοῦ Κάϊν τὸ γένος ἠθέλησεν·
 [00785]  ν τὸ γένος·
 [00874]  ὲ τούτοις σκοπητέον κἀκεῖνο, ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία·
 [00876]  ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἰσραὴλ ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος, τῆς Παλαιστίνης παραλαμβάνειν τὴν δεσποτείαν·
 [00889]  ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατῆγον τὸ γένος·
 [00930]  πολλὰ γὰρ ἔθνη ἐκ τοῦ Ἕβερ κατάγει τὸ γένος·
 [00932]  ἐκ τοῦ γὰρ Ναχὼρ καὶ τοῦ Λάβαν τὸ γένος κατάγουσιν.
 [00972]  ΛΞV Ὁ Μελχισεδὲχ πόθεν κατῆγε τὸ γένος;
 [01125]  ἐπάρατον μὲν ἐπισ τάμενος τοῦ Χαναὰν τὸ γένος, εὐλογίας δὲ ἠξιωμένην τὴν οἰκείαν συγ γένειαν.
 [01152]  γνοὺς δὲ τὸ γένος καὶ τὴν δεσποτικὴν συγγένειαν, εὐδοκήσας, φησίν, ὁ ἄνθρω πος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·
 [01162]  ἰδών, γάρ φησι, Κύριος, ὅτι μισεῖται ἡ Λεία ἀνέῳξε τὴν μή τραν αὐτῆς Τὸ ἰσραηλιτικὸν συστῆσαι γένος βουληθεὶς ὁ Θεός, δείκνυσιν οὐ κατὰ [72] φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς χάριτος φιλοτιμίαν τὴν πολυγο νίαν δεξάμενον·
 [01163]  ταύτης δὲ τῆς κηδεμονίας ἐκεῖνο τὸ γένος τετύχηκεν, ἐπειδήπερ ὁ δεσπότης Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ἐκεῖθεν ἔμελ λε κατὰ σάρκα βλαστήσειν.
 [01367]  ΞΧV Ὁ Ἰὼβ πόθεν κατάγει τὸ γένος;
 [01383]  Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν.
 [01410]  τοῦτο μέντοι τὸ διήγημα τέθεικεν ὁ μακάριος Μωϋσῆς διδάσκων ἰουδαίους, ὡς τοῦ ∆αβὶδ τὸ πολυθρύλλητον γένος, ἐκ γυναικῶν ἀλλοφύλων συνέσ [85] τη·
 [01494]  Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰ γύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν·
 [01774]  Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν·
 [02360]  τοῦτο γάρ ἐστιν ἐξαλεῖψαι τῶν ὀρνέων τὸ γένος.
 [02616]  βλαστησάτω, γάρ φησιν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρ πιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς .
 [03165]  Ὅτι δεῖ τύπον εἶναι σωφροσύνης τὸν ἱερέα, καὶ ἵνα τὸ γένος ἀκραιφνὲς διαμείνῃ, μηδεμίαν ὕβρεως ἀφορμὴν τοῖς λοιδορεῖσθαι βουλομένοις παρέ χον.
 [03658]  πρὸς δὲ τούτοις, ἐπειδὴ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρών, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ καὶ ἐπαίδευσεν.
 [03674]  καὶ τὸ γένος δὲ πάντως τῷ προγόνῳ ἐῴκει.
 [03713]  ∆αθὰν δὲ καὶ Ἀβειρών, καὶ Ἐλιάβ, ἐκ τοῦ Ῥουβὴν τὸ γένος κατάγοντες, ποίαν ἔχουσι τῆς στάσεως ἀφορμήν;
 [04158]  ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγ νίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύ ταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν.
 [04239]  εἰ δὲ καὶ τούτους κἀκείνους θηρεύσοι, διαφθαρήσεται δηλονότι τῶν ὀρνίθων τὸ γένος, εἰ πάντες τὰ ὅμοια δράσαιεν.
 [04321]  καὶ γὰρ ἐκ τοῦ Ἡσαῦ τὸ γένος
 [04943]  τέθεικε δὲ τὸν Ναχὼρ διὰ τὸ μητρῷον γένος·
 [05033]  οὗ δὴ χάριν ὁ πάνσοφος Κύριος οὐκ ἄρδην τὸ τῶν χαναναίων ἐθνῶν διέφθειρε γένος, ἀλλ' εἴασε πολλοὺς γειτονεύειν αὐτοῖς·
 [05332]  ἐνταῦθα μέντοι τοῦδε τοῦ λευΐτου τὸ γένος σαφῶς μεμαθήκαμεν.
 [05337]  μόνον γὰρ τοῦ Ἀαρὼν τὸ γένος [309] ἱερατεύειν ὁ δεσπότης Θεὸς διηγόρευσε.
 [05474]  τὸ δὲ ποιήσαι δύναμιν ἐν Ἐφράθα καὶ ἔσται ὄνομα ἐν Βηθλεὲμ παρὰ πᾶσιν ἀνθρώποις ἀοίδιμον , τῆς δὲ Θαμὰρ ἐμνημόνευσαν, ἐπειδὴ κἀκείνη ἀλλόφυλος οὖσα τὸν Φάρες γεγέννηκεν, ἐξ οὗ ∆αβὶδ ὁ βασιλεὺς κατάγει τὸ γένος, καὶ ὁ τοῦ ∆αβὶδ ἀπόγονος, καὶ δεσπότης καὶ υἱὸς καὶ Κύριος.
000-00-00 Serial Number=0619933903
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00082]  ἀλλὰ διὰ τὴν τῶν παίδων πονηρίαν, ἅπαν αὐτοῦ τὸ γένος τῆς ἀρχιερατικῆς ἐστερήθη τιμῆς.
 [00112]  Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν·
 [00138]  κατὰ δὲ ἱστορίαν τῷ Σα δοὺκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχ ιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο.
 [00714]  Οὐ γὰρ Λευῖται ἦσαν, ἀλλ' ἐξ ἀρχιερατικῆς ῥίζης κατῆγον τὸ γένος.
 [00787]  Ἠξίωσε δὲ ἧς ἀπήλαυσε κηδεμονίας καὶ τὸ γένος τυχεῖν.
 [02404]  τὸ μὲν γὰρ βασιλικὸν γένος εἶχεν ἡ τοῦ Ἰούδα, τὸν δὲ θεῖον ναὸν ἡ τοῦ Βενιαμίν.
 [02422]  καὶ ὥρισα καὶ αὐτὸν, καὶ τὸ γένος αὐτοῦ, βασιλεύειν τῆς Ἱερουσαλὴμ, ἐν ᾗ ἠβουλήθην τὸ ἐμὸν ὄνομα σέβεσθαι.
 [02448]  ∆ηλοῖ δὲ ὁ ἱστοριο γράφος καὶ τῆς μητρὸς τοῦ Ῥοβοὰμ τὸ γένος, εἰς ἔλεγχον τῆς τοῦ γεγεννηκότος παρανομίας·
 [02451]  Εὑρίσκεται γὰρ αὐτῶν καὶ τὸ βασιλικὸν γένος ἀλλόφυλον·
 [02746]  Ὁ δὲ φι λάνθρωπος καὶ φιλοικτείρμων Θεὸς, τῶν ἀνθρώ πων τὸ γένος ὁρῶν διολλύμενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον μὴ βουλόμενον, καὶ τοὺς μὲν οἰ κτείρων, καὶ δοῦναι τὸν ἔλεον ἐπειγόμενος, τὸν δὲ γεραίρων, καὶ παρὰ τὴν αὐτοῦ γνώμην λῦσαι τὴν ἐξενεχθεῖσαν οὐκ ἀνεχόμενος ψῆφον, αὐτὸς ἔρχεται πρεσβευτὴς πρὸς τὸν οἰκέτην ὁ δεσπότης, πρὸς τὸν πηλὸν ὁ δημιουργὸς, καὶ πείθει λῦσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶσσαν·
 [02818]  Πρὸς δὲ τούτοις ἐδίδαξεν αὐτὸν, ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος·
 [03386]  Εὐσεβὴς ἀνὴρ ἦν καὶ αὐτὸς, καὶ τὸ γένος αὐ τοῦ.
 [03416]  Ὡς δυσσεβὴς καὶ τυραννικὴ, ἅπαν τοῦ ∆αβὶδ τὸ γένος, ὡς εὐσεβὲς, ἐκκόψαι πρόῤῥιζον ἠβουλήθη·
 [03419]  Αὕτη γὰρ ὁρῶσα τὸ βασιλικὸν ἀναιρούμενον γένος, καὶ ἔκλεψε καὶ ἔκρυψε τὸν ἀδελφιδοῦν Ἰωὰς, καὶ διετέλεσεν ἔνδον ἐν τῷ ναῷ διατρέφουσα, καὶ ἓξ μὲν ἔτη κατέσχε διέπουσα τὴν βασιλείαν ἡ μιαρωτάτη Γοθολία·
 [03420]  τῷ ἑβδόμῳ δὲ ἔτει ὁ πάνσοφος ἀρχιερεὺς τὴν βασι λείαν εἰς τὸ βασιλικὸν ἐπανήγαγε γένος.
 [03837]  Αὐτίκα γοῦν Σα μουὴλ ὁ μέγας ἐκ τούτου κατάγει τὸ γένος.
 [03840]  Ὁ δὲ Ἀσὰφ, εἷς δὲ καὶ οὗτος τῶν ψαλτῳδῶν, ἐκ τοῦ Γερσὼν κατῆγε τὸ γένος, ὃς υἱὸς μὲν ἦν τοῦ Λευΐ, ἀδελφὸς δὲ τοῦ Καάθ.
 [03974]  Ἐδίδαξε δὲ καὶ ὡς Σαδοὺκ ὁ ἀρχιερεὺς τοῦ Ἐλεάζαρ ἀπόγονος ἦν, ὁ δὲ Ἀβιμέλεχ τοῦ Ἰθάμαρ·καὶ ὅτι πλειόνων εὑρεθέντων ἀπὸ τοῦ Ἐλεάζαρ καταγόντων τὸ γένος, δύο μοίρας ἐν ταῖς ἐφημερίαις ἀπένειμε τούτοις, μίαν δὲ τοῖς ἀπὸ τοῦ Ἰθάμαρ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»