Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένη [58]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γένη


000-00-00 Serial Number=0512388527
Commentaria in Isaiam Ante [Go Back]  
 [04487]  Εἶτα διδάσκει ὡς ἅπαντα τῶν τετραπόδων τὰ γένη σμικρά τινα καὶ οὐκ ἀρκοῦντα πρὸς θ υσίαν τῇ θείᾳ μεγαλειότητι, ἅπαντα δὲ τοῦ Λιβάνου τὰ ξύλα οὐχ ἱκανὰ πληρῶσαι τὸ ἐπι καιόμεν ον πῦρ.
 [04861]  ὥσπερ γὰρ ἡ παγὶς ἀγρεύει τῶν ἀλόγων τὰ γένη, οὕτως ἡ πλάνη τῶν ἀνθρώπων τὸ γένος.
000-00-00 Serial Number=0202866793
De providentia orationes decem Ante [Go Back]  
 [00192]  Τοῦ δὲ θέρους ἀκμάζοντος, καὶ τοῦ ἡλίου σφόδρα τὸν ἀέρα θερμαίνοντος, ὁ μὲν σῖτος εἰς ἀμητὸν τὸν γηπόνον καλεῖ, περκῶσι δὲ σταφυλαὶ, βρίθουσι δὲ ἐλαῖαι τοῦ καρποῦ τρεφομένου, πεπαίνεται δὲ τῶν ὀπωρῶν τὰ γένη.
 [00294]  Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μετάβηθι πάλιν ἐπὶ τὴν θάλατταν, καὶ βλέπε ταύτης τὰ κύτη, τὰ μεγέθη, τὴν εἰς πελάγη διαίρεσιν, τὰς ἀκτὰς, τοὺς ὅρμους, τὰς ἐν μέσῳ νήσους, τῶν ἰχθύων τὰ γένη, τὰ εἴδη, τὰ σχήματα, τὴν ποικιλίαν, τὴν πρὸς τὴν χέρσον φιλίαν, τὰ τῶν κυμάτων σκιρτήματα, τὸν ἐπικείμενον αὐτοῖς τῆς προνοίας χαλινὸν, δι' ὃν τὴν ἤπειρον ἐπικλύζειν οὐ δύναται, ἀλλ' ὁρμῶντα κατὰ τῆς ψάμμου φοβεῖται τοὺς ὅρους, καὶ τὸν θεῖον ἐκεῖ νόμον γεγραμμένον ὁρῶντα, οἷόν τις γαῦρος ἵππος ἀγχόμενος ὑπὸ πωλοδάμνου, ἀνακλᾷ τὸν αὐχένα, καὶ εἰς τοὐπίσω χωρεῖ, ὥσπερ μεταμελόμενα ὅτι καὶ τῇ ψάμμῳ προσέψαυσε.
 [00320]  χορηγεῖ σοι τῶν τροφίμων ὀρνίθων τὰ γένη.
 [00602]  Καὶ ἄμπελον τρυγῶσι, καὶ ἐλαίαν συλλέγουσι, καὶ οἶνον ἀποθλίβουσι, καὶ λαχάνων γένη παντοδαπὰ γεωργοῦσι, καὶ ὀπωρῶν εἴδη μυρία ταῖς φιλοτεχνίαις ἐπινοοῦντες, δρέπονταί τε καὶ προσφέ ρουσι τοῖς ἀπολαύειν ἐθέλουσι.
 [00712]  Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέ λειαν καρποῦσθαι.
 [00748]  Καὶ ἀράχνῃ δὲ τῶν λεπτῶν ἐκείνων καὶ ἀφανῶν νημάτων ἐνέφυσε τὴν τέχνην ὁ Ποιητὴς, ἵνα σε διδάξῃ πῶς δεῖ θηρεύειν τῶν ὀρνίθων τὰ γένη.
 [00766]  καὶ τὰ μυρία τῶν ἰχθύων γένη σοὶ πρό κειται εἰς ἀπόλαυσιν, τῆς ἁλιευτικῆς σοι τέχνης τούτων παρεχούσης τὴν χρείαν.
 [00769]  Ψυχαγωγῇ δὲ πάλιν, ὁρῶν μὲν ἐκεῖνον ἐμπίδας καὶ κώνωπας ἀγρεύοντα, καὶ τὰ τοιαῦτα ζωΰφια, σεαυτὸν δὲ καὶ πτηνῶν τῶν ὀξυτάτων τῇ σοφίᾳ πε ριγενόμενον, καὶ τὴν νηκτὴν καὶ ὑποβρύχιον φύσιν τοῖς σοῖς μηχανήμασιν εἴκειν ἠναγκασμένην, καὶ τῶν πεζῶν τὰ γένη τοῖς σοῖς νόμοις πειθόμενα.
 [00798]  Ὁρῶν καὶ σὺ τοιγαροῦν πειθόμενά σοι τῶν ἀλόγων τὰ γένη, πείθου τῷ δοῦλά σοι ταῦτα πεποιηκότι.
 [00837]  Τούτου χάριν καὶ θῆρας ἀγρίους, καὶ ἑρπετῶν ὁ Ποιητὴς ἐδημιούργησε γένη, ὅπως σου τὸ νεανικὸν καὶ θρασὺ παιδαγωγήσῃ πρὸς ἀρετὴν, καὶ τῷ φόβῳ τῶν θηρίων, εἰς χρείαν σε καταστήσῃ τῆς θείας ἐπι κουρίας.
 [00846]  Τῶν δὲ τετραπόδων θη ρίων τὰ γένη λόχμας οἰκεῖν, καὶ ῥαχίας, καὶ χώ ρους ἀντρώδεις, καὶ παντελῶς ἀνθρώπων ἐρήμους, ὁ τοῦ παντὸς προσέταξε κηδεμών·
 [00862]  Τῶν θηρίων τοιγαροῦν τὰ γένη, ἱμάσι καὶ ῥάβδοις καὶ παιδαγωγικαῖς ἔοικε παιδείαις.
 [01027]  καὶ οἱ μὲν οἰκίας, οἱ δὲ κλίνας καὶ θρόνους, οἱ δὲ λαχάνων γένη, καὶ ὀπωρῶν εἴδη μυρία, οἱ δὲ πυροὺς καὶ κριθὰς, καὶ τὰ ἐκ γεωργίας ἀγαθὰ, ὧν δίχα διαβιῶναι τῶν ἀδυνάτων, κἂν ἔχῃ τις τὸν Κροίσου καὶ Μίδου χρυσόν.
 [01138]  ἀλλὰ [83.672] μόνα τὰ τῷ ὄντι δοῦλα, τῶν ἀλόγων τὰ γένη, ἃ τού του χάριν τῶν ὅλων ὁ Ποιητὴς εἰς τόνδε τὸν βίον παρήγαγεν.
000-00-00 Serial Number=0426292837
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00949]  καὶ τἄλλα δὲ τῶν πτηνῶν γένη τὸν ὑπὲρ τῶν ἐγγόνων κίνδυνον ἀναδέχεται.
000-00-00 Serial Number=0808932185
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00456]  ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν.
000-00-00 Serial Number=0689761698
Graecarum affectionum curatio Ante [Go Back]  
 [01328]  [4.56] Ἐπειδὴ δὲ διχῇ τὰ αἰσθητὰ διέκρινε γένη καὶ τὰ μὲν λογικὰ πεποίηκε, τὰ δὲ ἄλογα, ὑπέταξε τῷ λογικῷ ζῴῳ τῶν ἀλόγων τὴν φύσιν.
 [01369]  πάλαι δὲ ἡ γῆ καὶ ἄσπαρτος καὶ ἀνήροτος ἐβλάστησε πᾶσαν φυτῶν καὶ σπερμάτων ἰδέαν καὶ τῶν ἑρπετῶν καὶ τετραπόδων τὰ γένη·
 [01946]  [6.53] Εἰ δὲ ἀναγκαῖαι καὶ τῶν ἀριθμῶν αἱ ἰδέαι καὶ τῶν σχημάτων τὸ ποικίλον καὶ τῶν χορδῶν τὸ διάφορον καὶ τὰ παντοδαπὰ τῶν χρωμάτων γένη, τί δήποτε δυσχεραίνετε, ὅτι μὴ πάντες Κροῖσοι καὶ Μῖδαι καὶ ∆αρεῖοι γεγένησθε;
 [02056]  καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ [6.76] πων τὴν χρείαν προσφέρουσιν.
 [03430]  { } Οἷον τοὺς μὲν γαστριμάργους τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι, ἢ οὐχί;
 [03432]  { } Τοὺς δὲ ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη·
000-00-00 Serial Number=0398530483
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01693]  ὡς αὐτὸς τοῦ φωτὸς τὴν φύσιν ἐδημιούργησε, καὶ ἐκόσμησε, τοῖς μὲν φω στῆρσι τὸν οὐρανὸν, ἄλσεσι δὲ, καὶ λειμῶσι, καὶ ληΐοις τὴν γῆν, καὶ τῶν ζώων αὐτὸς τὰ γένη προ ήγαγε, καὶ τοῖς μὲν πτηνοῖς ἐνδιαίτημα δέδωκε τὸν ἀέρα, τοῖς δὲ νηκτοῖς τὴν ὑγρὰν οὐσίαν ἀπένειμε, κτήνεσι δὲ καὶ θηρίοις τὴν γῆν.
 [01758]  Οὕτω καὶ τῶν ἀλόγων ζώων τὰ γένη παρήγαγεν·
 [01829]  ∆ύο γὰρ ἦν γένη τηνικαῦτα, τὸ τοῦ Κάϊν, καὶ τὸ τοῦ Σήθ·
000-00-00 Serial Number=0905952156
Historia ecclesiastica Ante [Go Back]  
 [00796]  Τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυ κτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς πᾶσιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολ λοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψε τοῖς κατωτάτω μέρεσι παραδοῦσα.
000-00-00 Serial Number=0420003057
Historia religiosa Ante [Go Back]  
 [00056]  Ὧι μὲν διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωττῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωττῶν.
000-00-00 Serial Number=0956402600
Interpretatio in Danielem Ante [Go Back]  
 [00976]  Καὶ γὰρ ὁ μα κάριος Μωσῆς, πρῶτα μὲν φῦναι τῷ θείῳ λόγῳ τὰ δένδρα συνέγραψεν, εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη, καὶ πρὸς τούτοις καὶ σὺν τούτοις τῶν ἀερο πόρων ὀρνίθων τὴν φύσιν, μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη, τελευταῖον δὲ τὸν ἄνθρωπον.
 [01598]  Μὴ νομίσῃς, φησὶν, ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰ [81.1388] μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν.
 [02278]  Τὰ τοίνυν δύο γένη τῶν βασιλέων διὰ τῶν δύο κεράτων σημαίνεται·
000-00-00 Serial Number=0549047232
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05621]  Τὸ τοίνυν, ∆ώσω χαλινὸν εἰς τὰς σια γόνας σου, καὶ συνάξω σε, οὐ χαλινὸν αἰσθητὸν νοοῦμεν ἐμβαλλόμενον, ἀλλὰ τῷ θείῳ νεύματι ἀγό μενον τόν τε Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν αὐτῷ πάντας, ὧν καταλέγει τὰ γένη.
 [06192]  Ἔφθασε δὲ καὶ ἐπὶ τὴν θάλασσαν τὴν κυμαίνουσαν, τῶν βαρβάρων τὰ γένη·
000-00-00 Serial Number=0853083551
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [05224]  καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωσσῶν·
000-00-00 Serial Number=0632563949
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02202]  Καὶ ποτα μὸς δὲ τοῦ Θεοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα.
000-00-00 Serial Number=0406854689
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02062]  ἀλλὰ καὶ τῶν χερ σαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη.
 [02147]  καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια.
 [02157]  τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαι τᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλί σκεσθαι.
 [02166]  Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐ τῇ νήχεται.
 [02409]  Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆ ναι τῶν ἰχθύων τὰ γένη.
 [02428]  Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ' ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν δι εφθείρετο.
 [06848]  οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει.
 [06933]  Ἐν γῇ δὲ καὶ θαλάσσῃ ἄνθρωποι, καὶ τῶν ἀλόγων τὰ γένη.
000-00-00 Serial Number=0183286667
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01587]  ∆ιὸ καταλιπὼν εὐθὺς τὴν ἄψυχον γῆν, καὶ τῶν ἀλόγων τὰ γένη, ἐπὶ τὴν φύσιν μετέβη τὴν λογικήν.
 [02738]  πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς.
 [04004]  εὖ ἴσθι γὰρ, ὡς ἅπαντα τῶν ἀνθρώπων τὰ γένη ταύτην ὅτι τάχιστα δέξεται τὴν ἀκτῖνα, καὶ τῇ τῆς θεογνωσίας αἴγλῃ καταυγα σθήσεται, ὡς καλυφθῆναι τὴν πικρὰν τῆς ἀπιστίας θάλασσαν τοῖς γλυκέσι τῆς γνώσεως ὕδασιν.
 [04098]  ἐφ' οὗ ἔστη μὲν ὁ ∆εσπότης Χριστὸς, διέσεισε δὲ τὴν γῆν, καὶ τὰ ὄρη κλονήσας διέῤῥηξε, κατέπληξε δὲ τῷ δέει τῶν δαιμόνων τὰ γένη, καὶ τὰ ἐν ὄρεσι καὶ βουνοῖς τεμένη
 [04239]  Τῆς γὰρ τῶν ἀνθρώπων ἕνεκα δυσσεβείας τε καὶ παρανομίας, καὶ τὰ διὰ τούτους γεγενημένα, καὶ εἰς τὴν τού των χρείαν πεποιημένα τῶν ἀλόγων γένη καταν αλώσω.
 [05686]  Ἔσται γὰρ, φησὶ, θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδ' οὐ μὴ γένη ται·
000-00-00 Serial Number=0243578136
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00510]  Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖος καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε διὰ τὸ οὕτως τὰ γένη τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ εὐαγγελίου τοῦ οἰ κείου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντος, ἐπειδὴ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν πατέρων ἀνάγκη λογίζεσθαι;
000-00-00 Serial Number=0831441522
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00226]  Πολλὰ τῶν ἀλόγων ζῴων τὰ γένη·
 [00243]  τὰ γένη δὲ τῶν δένδρων καὶ τῶν σπερμάτων αὐτῇ βλαστῆσαι προσέταξεν.
 [00494]  Εἰς ὁμόνοιαν ἠβουλήθη τὰ γένη συναγαγεῖν ὁ τῆς φύσεως ποιητής·
 [00498]  ὁ γὰρ γάμος εἰς ἓν συνάγει τὰ γένη·
 [00746]  ὑπὸ δὲ τῆς ὥρας τῶν ἀνο σίων γυναικῶν δελεασθέντες, συνέχεαν μὲν διακεκριμένα τὰ γένη, καρπὸν δὲ κληρονομίας τὴν πανωλεθρίαν ἐδέξαντο.
 [00787]  ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων ἕνεκα δεδημιούργηται χρείας, καὶ ταῦτα τοῖς ἀν θρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διασωθέν των.
 [02136]  ἀνίσχει γὰρ ἥλιος καὶ σελήνη ὡσαύτως καὶ τὰ νέφη τὸν ὑετὸν ὠδίνει, καὶ ἄνεμοι πνέουσι, καὶ γυναῖκες τίκτουσι καὶ τῶν ἀλόγων τὰ γένη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»