Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἴσθησιν [75]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἴσθησιν


000-00-00 Serial Number=0385718048
Commentaria in Isaiam Ante [Go Back]  
 [00056]  ἡνίκα γὰρ Ἰουδαῖοι προσήλωσαν τῷ σταυρῷ τὸν σωτῆρα, ἐκλονήθη μὲν ἡ γῆ τῆς μαρτυρίας ἀναμιμνῄσκουσα, ὁ δὲ οὐρανός, ἐπειδὴ ταύτην τοῖς ἀνθρώποις παρέχειν τὴν αἴσθησιν οὐκ ἠδύνατο ἄνωθεν ὤν, τὸν ἐν αὐτῷ βαδίζοντα ἥλιον ἔδειξε τῶν ἀκτίνων ἐστερη μένον καὶ τὸ σκότος εἰς τὴν κατὰ τῆς ἀσεβείας μαρτυρίαν ἐπήγαγεν.
 [00839]  οὔτε γὰρ ἡ τῶν πόλεων πόρθησις οὔτε ἡ τῶν οἰκιῶν κατάλυσις οὔτε τῆς γῆς ἁπάσης ἡ ἐρημία αἴσθησιν αὐτοῖς τινα καὶ τῆς παρανομίας πραγματεύσεται γνῶσιν.
 [03212]  οὕτω γὰρ κἀκεῖνος μετὰ τὸν ὄλεθρον τῶν πολλῶν μυριάδων αἴσθησιν τῆς οἰκείας ἔσχεν ἀσθενείας.
000-00-00 Serial Number=0932853818
De incarnatione domini Ante [Go Back]  
 [00374]  Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑπο δέχεται·
000-00-00 Serial Number=0561405003
De providentia orationes decem Ante [Go Back]  
 [00376]  Καὶ καθάπερ ἡ τέχνη μιμεῖται τὸ ζῶον, καὶ τὸν χαλκὸν ἢ τὸν λίθον εἰς ἀνθρωπείαν ἐντυποῖ μορφὴν, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ ἀκοὰς, τράχηλόν τε καὶ χεῖρας, καὶ στήθη καὶ κοιλίαν, μηρούς τε καὶ σκέλη καὶ πόδας περιτίθησιν, αἴσθησιν δὲ καὶ λογισμὸν, καὶ τὴν ἑκού σιον κίνησιν οὐκέτι ἰσχύει χαρίσασθαι·
 [00473]  ἀλλ' ἐπέθηκε τοῖς ὀφθαλμοῖς, οἷς τὴν ὀπτικὴν ἐν εχείρισεν αἴσθησιν, οἷόν τινας ἐπάλξεις καὶ προμα χῶνας, τῶν ὀφρύων τὰς προβολὰς, ὑφ' ἃς κρυπτόμε νοι περισκοπεῖν ἀσφαλῶς τὰ πόῤῥωθεν δύνανται.
 [00564]  Μετὰ δὲ τὴν τοῦ νόμου παρά βασιν, εἰς αἴσθησιν ἐλθόντες τῶν ἐπταισμένων, καὶ τῆς θείας φωνῆς ἀκούσαντες, ἔῤῥαψαν φύλλα συ κῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
 [00754]  Πτηνοῖς μὲν γὰρ νεφελώδη τινὰ καὶ ἀερώδη ἐμηχανήσω, καὶ ταῦτα ἐν ἀμφιλαφέσι χωρίοις πηγνὺς, τῇ πρὸς τὸν ἀέρα τῶν θηράτρων ὁμοιώσει κλέπτεις τῶν ὀρνίθων τὴν [83.632] αἴσθησιν.
 [01983]  Καὶ οἶνον μὲν ἐξ ὕδατος κλημάτων δίχα καὶ γῆς δημιουργήσας, ἐκ πέντε δὲ ἄρτων πολλὰς χιλιάδας κορέσας, καὶ λόγῳ χωλοὺς μὲν ἀρτίποδας ἀποφήνας, λεπρῶν δὲ τὴν λέ πραν ἀποξέσας, καὶ χεῖρας ἀργὰς γοργοὺς ἐργασάμε νος, καὶ ὀφθαλμοῖς τὸ βλέπειν ἀφῃρημένοις ὑγειᾶ τὴν αἴσθησιν δωρησάμενος, καὶ τάφους ἀνοίξας, καὶ πεπεδημένον καὶ δυσώδη νεκρὸν τρέχοντα δείξας, φεύγοντα μὲν τοῦ θανάτου τὰς χεῖρας, πρὸς δὲ τὸν καλέσαντα ∆ημιουργὸν ἐπειγόμενον, καὶ μήθ' ὑπὸ τῶν τοῦ θανάτου πυλῶν, μήθ' ὑπὸ τῶν δεσμῶν κατ εχόμενον.
000-00-00 Serial Number=0303375959
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00550]  Τίς γὰρ τοσαύ την ἀναλγησίαν νοσεῖ, ὡς μὴ λαβεῖν αἴσθησιν τῆς θείας ὀργῆς;
000-00-00 Serial Number=0882089555
Eranistes Ante [Go Back]  
 [00266]  Τῇ μὲν γὰρ χειρὶ τὴν ὀπτικὴν ἐδη μιούργησεν αἴσθησιν καὶ τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε.
 [03374]  ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι;
 [03377]  ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν δεχόμενον διὰ τῆς ψυχῆς τὴν αἴσθησιν ἔχειν τῶν παθημάτων.
000-00-00 Serial Number=0669569373
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01885]  χεῖρα δὲ νοοῦμεν τὴν αἴσθησιν τῆς ἁφῆς, καὶ τὴν θείαν αὐτοῦ ἐνέργειαν, ἧς αὐτὴν ἐν αἰσθήσει πε ποίηκεν, ὡς βοῆσαι·
000-00-00 Serial Number=0923768103
Graecarum affectionum curatio Ante [Go Back]  
 [00982]  ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, καὶ ἴσην τ' αἴσθησιν ἔχειν φωνήν τε δέμας τε.
 [01466]  [5.22] μην καὶ δόξαν καὶ αἴσθησιν.
 [01967]  Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε τοῦ παντὸς τὴν αἰτίαν καὶ ξύστασιν ὡς ἄλογον καὶ ἀνδρὸς οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ ἔργου καὶ πολλοὶ καὶ ἱκανοὶ πρὸ τούτου καταβέβληνται δεικνύντες λόγοι.
 [01993]  Μετέχειν δὲ τοῦ εἶναι μόνον τοὺς λίθους ἔφη καὶ τὰ προσόμοια τούτοις, τὰ δέ γε φυτὰ μεταλαχεῖν καὶ τοῦ ζῆν, αἴσθησιν δ' ἔχειν μετὰ τοῦ ζῆν τὰ ἄλογα εἴρηκε, λόγου δὲ μετειληχέναι τῶν ἀνθρώπων τὸ γένος, τελείαν δὲ ζωὴν ἔχειν τῶν ἀσωμάτων τὴν φύσιν, τούτοις δὲ ἐπήγαγεν·
 [03421]  ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα·
 [03993]  Τῶν γὰρ ἀτοπωτάτων διὰ τοὺς τυφλώττοντας τοὺς ὀφθαλμοὺς καὶ αὐτὴν τὴν ὀπτικὴν αἴσθησιν διαψέγειν ὡς ἄχρηστον, καὶ διὰ τοὺς τὴν γλῶτταν πεπεδημένους τῶν τῆς φωνῆς ὀργάνων ὡς οὐκ ἀναγκαίων κατηγορεῖν, καὶ διὰ τὰ βεβυσμένα ὦτα τὴν ἀκουστικὴν αἴσθησιν περιττὴν ὀνομάζειν.
000-00-00 Serial Number=0748757362
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00241]  αἴσθησιν δὲ λαβοῦσαν ἐκείνην τοῦ καταλαβόντος αὐτὴν φωτὸς, δραμεῖν μὲν εἰς ἐπι ζήτησιν τούτου, ὑπὸ δὲ τοῦ Ὅρου κωλυθῆναι προβῆναι, εἰρηκότος Ἰαώ·
 [01192]  Βρενθύονται δὲ καὶ τὸν Πα τέρα βλέπειν, καὶ τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα, τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ τῆς γινομένης τοῦ [83.432] Πνεύματος ἐπιφοιτήσεως τὴν αἴσθησιν δέχεσθαι.
000-00-00 Serial Number=0198533237
Historia religiosa Ante [Go Back]  
 [00736]  Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου πολιτείας δεικνύντες.
 [01093]  Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι.
 [01438]  τῆς δὲ χειρὸς ἐπὶ πλεῖστον ἀκινήτου μενούσης καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης ἕως ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο καὶ μετὰ τὴν ἕω καταλαμ βάνει τὸ τῆς ἀρετῆς φροντιστήριον καὶ διηγεῖται τὸ γεγονὸς καὶ συγγνώμην αἰτεῖ καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν.
000-00-00 Serial Number=0012474656
Interpretatio in Danielem Ante [Go Back]  
 [01050]  Ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι, καὶ τοπάρχαι, καὶ στρατηγοὶ, θεωροῦντες ἀκήρατα διατηρηθέντα τῶν ἁγίων τὰ σώματα, καὶ τὰς τρίχας αὐτὰς οὐδε μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης·
 [01173]  Ἔπειτα αἴσθησιν παρασκευάζει αὐτὸν λα βεῖν τῶν κατεχόντων δεινῶν·
000-00-00 Serial Number=0268343270
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00511]  Ἀναγ καίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ.
 [01706]  Τοῖς γὰρ ἀναλγησίᾳ νοσοῦσιν ἐντίθησιν αἴσθησιν, καὶ εἰς μνή μην φέρει τῶν οἰκείων πλημμελημάτων.
 [01708]  οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις.
 [02037]  Ὅταν τις ἐν τιμῇ ὢν μὴ συνίῃ, ἀτιμίᾳ περιβληθεὶς εἰς αἴσθησιν ἔρχεται τῆς προτέρας τι μῆς.
 [03241]  Αἰνιγματωδῶς τὰ πρότερα εἰπὼν, ἐπὶ τὸ σαφέστερον ἤγαγε τὸν λόγον, καὶ τῶν ἑταιρῶν ἐκείνων γυναι κῶν ἐμνημόνευσε, τὴν κατηγορίαν αὔξων, αἴσθησιν αὐτοῖς τῆς ἀσεβείας διὰ τοῦ παραδείγματος ἐνθεῖναι βουλόμενος.
 [05730]  Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχό μεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν.
000-00-00 Serial Number=0845158815
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00294]  μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε.
 [00383]  εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην.
 [00488]  αἴσθησιν γὰρ αὐταῖς τῆς παρανομίας ἡ τῆς αἰχμαλωσίας ἐνέθηκε συμφορά.
 [01073]  Ἀνοίας ἐσχάτης τὸ τῆς οἰκείας παραφροσύνης αἴσθησιν μὴ λαμβάνειν, μηδὲ παρανομοῦντας εἰδέναι τὴν ἁμαρτίαν·
 [02895]  Μετὰ τὴν πεῖραν τῶν κακῶν, εἰς αἴσθησιν ἦλθε τῆς ἁμαρτίας.
 [04456]  Εἰς αἴσθησιν γὰρ αὐτοὺς ἤνεγκε τῶν προτέρων ἁμαρτημάτων, ὡς καὶ γνῶναι τῆς συμφορᾶς τὴν αἰτίαν, καὶ δάκρυα προχέαι πολλὰ, καὶ χρήματα εἰσενεγκεῖν ἕκαστον, καὶ ταῦτα ἀπο στεῖλαι τοῖς ὑπολειφθεῖσιν ἱερεῦσιν εἰς Ἱερουσα
000-00-00 Serial Number=0768948019
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03427]  Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν·
000-00-00 Serial Number=0972372890
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00991]  Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτι κὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσ αύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται;
 [03612]  Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν.
 [04699]  Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέ λιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λο γίων μελέτη.
 [06848]  οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει.
000-00-00 Serial Number=0625220835
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00228]  Τοῦτο τοίνυν καὶ ἐν ταῦθα παρεδήλωσεν, ὅτι καθάπερ οἱ τηνικάδε διὰ τῆς τοῦ Ἀχὰρ τιμωρίας ἔμαθον, ὅσον ἡ παρανομία κα κὸν, οὕτω καὶ οὗτοι διὰ τῆς αἰχμαλωσίας αἴσθησιν λήψονται τῶν οἰκείων πλημμελημάτων.
 [00402]  Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δή γμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι.
 [01464]  τοιαῦτα γὰρ τὰ ἐν αὐτῷ κακὰ, ὡς μηδένα αἴσθησιν λαμβάνειν φωτὸς, ἀλλ' ἐν σκότῳ καὶ γνόφῳ διάγειν ὑπολαμβάνειν.
 [04786]  Συνέθεντο τοῖς εἰρημένοις, καὶ συνωμολόγησαν τὴν ἀλήθειαν, καὶ αἴσθησιν τῶν πεπλημμελημένων ἐδέ ξαντο, καὶ ἔφασαν ἀληθῆ τὴν πρόῤῥησιν εἶναι, καὶ δικαίαν τὴν ἀγανάκτησιν, καὶ τῇ ἁμαρτίᾳ τὴν τιμω ρίαν συμβαίνουσαν.
 [05195]  Ὅσοι γὰρ, φησὶν, αἴσθησιν ἔλαβον τῶν κακῶν, καὶ τῆς αἰχμαλωσίας ἔγνωσαν τὴν αἰτίαν, καὶ τὸ ταύτης κατέμαθον χρήσιμον, προσφερέτωσαν τὰ δῶρα.
 [05523]  Οὕτω γὰρ αὐτοὺς, φησὶν, ἀνθῆ σαι παρασκευάσω, ὥστε μηδὲ αἴσθησιν ἔχειν τῆς γεγενημένης αἰχμαλωσίας, τὴν προτέραν ὁρῶντας εὐπραξίαν.
 [06047]  ὑμεῖς δὲ οὐδὲ τούτου λαμβά νετε αἴσθησιν, οὐδὲ γινώσκειν τὸ πλημμελούμενον βούλεσθε.
 [06070]  Καὶ πλείονα αὐτοῖς αἴσθησιν ἐντιθεὶς τοῦ τολμήματος, ἐναργέστερον ποιεῖται τὸν ἔλεγχον·
000-00-00 Serial Number=0314809322
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00212]  Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθη τῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τὴν αἴσθησιν;
 [00620]  τότε γὰρ ἑκάτερον πλείονα δίδωσι θατέρῳ τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παρά θεσις δείκνυται.
 [00622]  Εἰ τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθή [35] σεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται τιμῆς τε καὶ τιμωρίας, καὶ οὐκ ἐνδέχεται τῇ παραθέσει τῶν ἀντικειμένων δέ ξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν·
 [00655]  Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμέ νων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευ τήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτε τῶν ἔργων ἀμοιβὰς κομι ζόμενα, οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λα βεῖν δυνάμενα αἴσθησιν;
 [01106]  Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγή ματα ἁρμοδίως καὶ οἱ ῥυθμοὶ τῶν μελῶν ἐγένοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέπουσαν τοῖς ᾀδομένοις αἴσθησιν·
 [01274]  Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα;
 [01280]  οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυ λάττεται.
 [01350]  καὶ ἔχει τοῦ παραδείσου τὴν αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους καὶ τοὺς δαίμονας οὐ γὰρ νοήσει ὁρᾷ ψυχὴ ψυχήν, οὔτε ἄγγελος ἄγγελον, οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλή λους , ἔτι τε καὶ τὰ σωματικὰ πάντα
 [01353]  Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χω ρισθεῖσα τοῦ σώματος;
 [01359]  οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰσθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλ' αὐτὴ ἡ ψυχὴ αἴ σθησις οὖσα τῇ ἑαυτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῷον ποιεῖ.
 [01389]  οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ, εἰρηκότα τὴν μακροθυμίαν μὴ παρέ χουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν.
 [01819]  καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατικὴν αἴσθησιν κεκτήμεθα, κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύνατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τοῦ σώμα τος ἀποβλέπειν, διὰ τοῦτο τῷ ἑνὶ μέρει τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσευχήν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ, οὐδ' ὡς εἰς κατοικητήριον θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσ κυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ.
000-00-00 Serial Number=0989146888
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00454]  τὸ δὲ ἕτερον, διὰ τὸ περὶ αὐτὸ γενέσθαι τῆς ἁμαρ τίας τὴν αἴσθησιν, ξύλον ἐκλήθη γνωστὸν καλοῦ καὶ πο νηροῦ .
 [00465]  οὕτω ξύλον ζωῆς διὰ τὸν θεῖον ὅρον ἐκλήθη, καὶ ξύλον γνώσεως , διὰ τὴν περὶ τοῦτο γεγενημένην αἴσθησιν
 [00473]  ΞΞVΙΙΙ Πῶς οὖν μετὰ τὴν βρῶσιν ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, πρὸ γὰρ τῆς βρώ σεως ταύτην οὐκ εἶχον τὴν αἴσθησιν;
 [00530]  οὐκοῦν τὴν μετὰ τὴν ἁμαρ τίαν αἴσθησιν οὕτω κέκληκεν ἡ θεία γραφή·
 [00853]  καὶ γὰρ νῦν τινες γυμνοῦνται καθεύδοντες, ἀφαιρουμένου τοῦ ὕπνου τὴν αἴσθησιν·
 [01076]  τούτῳ χρησάμεναι τῷ λογισμῷ καὶ οὐκ ἐπιθυμίᾳ δουλεύσασαι, τὸν μὲν οἶνον ἔλαβον συνεργόν, ἔκλεψαν δὲ τῇ πλείονι πόσει τοῦ γεγεννηκότος τὴν αἴσθησιν, ἀπέφηναν δὲ τὸν πατέρα σπορέα.
000-00-00 Serial Number=0674325109
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01400]  Αὐτοὶ δὲ πλημμελοῦντες, ἢ παντάπασι τὴν αἴσθησιν τῆς διανοίας ἐκβάλλομεν, ἢ ὁρῶντες τὴν ἁμαρτίαν, συγγνώμην ὀρέγομεν.
 [02280]  Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκεί νου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»