Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Χριστὸς [311]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Χριστὸς


000-00-00 Serial Number=0190981925
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00043]  ἄλλο δὲ ὁ ναὸς, εἷς δὲ Χριστὸς ἀμφότερα, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,» σαφῶς διδάσκων, ὡς ὅτι οὐχ ὁ Θεὸς ἦν ὁ λυόμενος, ἀλλ' ὁ ναός.
 [00046]  Ὅτι μὲν γὰρ Θεὸς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς βοᾷ·
 [00063]  «Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.
 [00083]  «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.».
 [00173]  «Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.».
 [00185]  ∆ῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς τὸ μὲν κατὰ σάρκα ὁ Χριστὸς τοῦ Ἀβραὰμ καὶ ∆αβὶδ ὑπῆρχεν ἀπόγονος, καὶ τὴν αὐτὴν αὐτοῖς περιέκειτο φύσιν, κατὰ δὲ τὴν θεότητα τοῦ Θεοῦ προαιώνιός ἐστιν Υἱὸς καὶ Λόγος, ἀφράστως τε καὶ ὑπὲρ ἄνθρωπον ἐκ τοῦ Πατρὸς γεννηθεὶς, καὶ συναΐδιος ὑπάρχων ὡς ἀπαύ γασμα καὶ χαρακτὴρ καὶ Λόγος.
 [00197]  Ἐπειδὴ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς, Θεὸς καὶ ἄνθρωπος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς.
 [00204]  Εἰ μὲν οὖν Θεὸς μόνον ὁ Χριστὸς, καὶ ἐκ τῆς Παρθένου τοῦ εἶναι τὴν ἀρχὴν εἴληφεν, ἐντεῦθεν μόνον ἡ Παρθένος ὀνομαζέσθω καὶ καλείσθω Θεοτόκος ὡς Θεὸν φύσει γεννήσασα.
 [00205]  Εἰ δὲ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ τὸ μὲν ἦν ἀεὶ (οὔτε γὰρ ἤρξατο τοῦ εἶναι·
000-00-00 Serial Number=0230319023
Commentaria in Isaiam Ante [Go Back]  
 [02988]  Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης.
 [03109]  Ἀκρογωνιαῖος δὲ λίθος ὁ δεσπότης Χριστὸς «ὁ ποιήσας τὰ ἀμφότερα ἕν», ὁ ἐν αὐτῷ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰσραὴλ συνάψας καὶ ἕνα λαὸν ἀποφήνας.
 [03748]  ∆ιέφθειρεν ὁ δεσπότης Χριστὸς διὰ τῶν τῆς εὐσεβείας κηρύκων καὶ αὐτὰς τῆς τῶν εἰδώλων πλάνης τὰς ἀτραπούς·
 [04700]  Ταύτῃ ἐκ τῆς μεσημβρίας ἐπιφανεὶς ὁ δεσπότης Χριστὸς καὶ κατεψυγμένην εὑρὼν τῇ τῶν εἰδώλων ἐξαπάτῃ καὶ ταῖς μεσημβριναῖς αὐτὴν ἐκθερμάνας ἀκτῖσιν εἰς ζωὴν ἐπανήγαγεν.
 [04770]  «Ὧν οἱ πατέρες» φησὶ «καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.».
 [04941]  τοῖς γὰρ Ἰουδαίοις ὁ δεσπότης Χριστὸς διαλεγόμενος ἔφη·
 [04950]  Ὅτι γὰρ καὶ ὁ δεσπότης Χριστὸς σωτὴρ ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται, οἶμαι καὶ τοὺς Ἀρείου καὶ Εὐνομίου συνομολογεῖν φοιτητάς·
 [04951]  εἰ δὲ πάρεξ αὐτοῦ σῴζων οὐκ ἔστι, σωτὴρ δὲ καὶ ὁ Χριστὸς ὀνομάζεται, ἐξ ἐκείνης ἐστὶ δηλονότι τῆς φύσεως.
 [05713]  Ὥσπερ γὰρ ὡς θεὸς ὁ δεσπότης Χριστὸς ἀεὶ ἦν υἱός, οὕ τω λαμβάνει ὡς ἄνθρωπος τὸ εἶναι υἱός.
 [06406]  Ἀλλὰ τούτους καταλύσας ὁ δεσπότης Χριστὸς τὰ τούτων σκῦλα τοῖς ἀποστόλοις διένειμε, τοὺς μὲν Ῥωμαίων, τοὺς δὲ Αἰγυπτίων, τοὺς δὲ Ἰνδῶν διδασκάλους χειροτονήσας.
 [07465]  καθάπερ <γὰρ> τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων διωκ όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως, οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν, ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν.
 [07745]  «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.».
000-00-00 Serial Number=0904238880
De incarnatione domini Ante [Go Back]  
 [00097]  ἐπειδὴ γὰρ ὁ ∆εσπότης Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, τὴν ἡμετέραν οὐ κατεδέξατο πονηρίαν, ἀλλ' ἁπάσης ἐλεύθερος, ὡς ὁ προφήτης βοᾷ, ὅτι «ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» καὶ ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης συμμαρτυρεῖ λέγων·
 [00135]  Τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὕτως νοήσομεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, οὐ κατὰ πάντα ἴσος ἡμῖν ἐτύγχανεν·
 [00303]  ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθε σις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνερ γείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ ∆εσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμε νος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος·
 [00465]  «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.».
 [00467]  «Εἷς μεσίτης, φησὶ, Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» καὶ ἐν αὐτῇ δὲ τῇ πρὸς Ἑβραίους·
 [00468]  «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ ἄλλας δ' ἄν τις ἐθελήσας εὕροι μυρίας μαρτυρίας ἐκ τῆς θείας Γραφῆς τὸν τέλειον ἄνθρωπον κηρυττούσας, καὶ τῶν αἱρετικῶν ἐλεγχούσας τὴν ἄνοιαν.
 [00490]  Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός·
 [00527]  ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύ σας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατ άρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα·
 [00550]  ∆ιὰ ταῦτα ὁ ∆εσπότης Χριστὸς τὰ σωτήρια κατεδέξατο πάθη, καὶ θανάτῳ παραπεμφθεὶς, καὶ ταφῇ παραδο θεὶς, τὸ μὲν παλαιὸν ἐκεῖνο καὶ πολυχρόνιον κράτος ἔλυσε, τοῖς δὲ τῇ φθορᾷ πεπεδημένοις τὴν ἀφθαρσίαν ὑπέσχετο.
 [00560]  Οὕτω γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, οὕτω τρα φεὶς, οὕτω θαυματουργήσας, διὰ ταῦτα παθὼν, σταυρωθεὶς, ἀποθανὼν, κήρυκας ἀποστείλας πᾶσιν ἀνθρώποις τοὺς ἱεροὺς μαθητὰς, εἰς τὸν οὐρανὸν ἀνελήφθη·
 [00584]  «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.».
 [00587]  ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέν τος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)·
 [00590]  «Ἐξ ὧν γὰρ, φησὶν, Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.».
 [00594]  ∆ιὰ τοῦτο «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.».
 [00606]  θάτε ρον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεό τητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας.
000-00-00 Serial Number=0444185853
De providentia orationes decem Ante [Go Back]  
 [01641]  Ὁπόσα δὲ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις τοιαῦτα διεξέρχεται·
 [01915]  «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.».
 [01924]  Τούτου χάριν ὁ ∆εσπότης Χριστὸς, τίκτεται μὲν ἐκ γυναικὸς ὁμοίως ἡμῖν, εἶχε δέ τι πλέον ὁ τόκος, τὴν παρθε νίαν.
 [01947]  Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων.
 [02019]  «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
 [02026]  «Ἀπόλλυ ται, φησὶν, ὁ ἀσθενὴς ἀδελφὸς ἐν τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανε.».
 [02102]  Οὕτω τοίνυν ὁ ∆εσπότης Χριστὸς, καταλύσας τὸν θά νατον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτη ρίαν, εἰς τοὺς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς τῆς εὐ σεβείας τροφίμοις τῆς αὐτῆς ἀνόδου τὰς ἐλπίδας κατέλιπεν.
000-00-00 Serial Number=0326725304
De sancta trinitate Ante [Go Back]  
 [00092]  Ἦ οὐχὶ δῆλον ἅπασιν ὡς ὁ δεσπότης Χριστὸς ταύτης ἐστὶ χορηγός;
 [00219]  περὶ μὲν γὰρ ἑαυτοῦ ὁ ∆εσπότης Χριστὸς εἰπὼν, ὅτι «Οὐδεὶς γι νώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ,» οὐκ ἐπήγαγε, καὶ ᾧ ἂν βούληται ὁ Πατὴρ ἀποκαλύψαι·
 [00280]  Ταύτην δὲ αὖθις ἡμᾶς αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἀλλαχοῦ διδάσκει λέγων·
 [00509]  ∆ιδάσκει δὲ ἡμᾶς ὁ δεσπότης Χριστὸς πρὸς τοὺς μαθητὰς λέγων·
000-00-00 Serial Number=0609465837
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00424]  Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκ ρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστα σις νεκρῶν οὐκ ἔστιν;
 [00425]  Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται ·
000-00-00 Serial Number=0657667577
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00965]  Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν .
 [01194]  Ὧν οἱ πατέρες, φησί, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐ λογητὸς εἰς τοὺς αἰῶνας.
 [01205]  Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας .
 [01374]  Προφανῆ γάρ τινες καθ' ἡμῶν συκοφαντίαν ἐξύφηναν, καὶ ζάλης τὰς Ἐκκλησίας ἐνέπλησαν, ὑπὲρ ὧν ὁ ∆εσπότης Χριστὸς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ὑπὲρ ὧν ὁ τῶν θείων ἀποστόλων χορὸς καὶ τῶν νικηφόρων μαρτύρων οἱ δῆμοι ταῖς παντοδαπαῖς τοῦ θανάτου παρεδόθησαν ἰδέαις.
 [01986]  Νυνὶ γάρ , φησί, Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
 [02047]  Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, Ἰησοῦς Χριστὸς ὠνομάσθη·
 [02048]  Ἰδοὺ γάρ , φησί, τίκτε ται ὑμῖν σήμερον Χριστὸς Κύριος .
 [02251]  Καὶ κεχάρισται ἡμῖν ὁ ∆εσπότης Χριστὸς οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν ·
 [02640]  Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ.
 [02643]  Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς .
 [02668]  Καὶ ἑτέρας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας, δι' ὧν καταμαθεῖν εὐπετές, ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἄλλο πρόσωπόν ἐστι παρὰ τὸν Υἱὸν τῆς Τριάδος πληρωτικόν.
 [02672]  Χριστὸς δὲ κέκληται, ὡς κατὰ τὸ ἀνθρώπειον τῷ Πνεύματι τῷ παναγίῳ χρισθείς, καὶ χρηματίσας ἀρχιερεὺς ἡμῶν, καὶ ἀπόστολος, καὶ προφήτης, καὶ βασιλεύς.
 [02700]  Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος .
 [02726]  Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν .
 [02734]  Ἰδοὺ τίκτεται ὑμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει ∆αβίδ .
 [02820]  Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, ὡς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν .
 [02827]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα .
 [02843]  Ὅτε γὰρ ἐνανθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, τότε Χριστὸς ὠνομάσθη, τότε τῶν ἀνθρώπων ἡ φύσις τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἐδέξατο, τότε τῆς ἀληθείας οἱ κήρυκες τὴν οἰκουμένην κατηύγασαν.
 [02857]  διδάσκοντες ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ.
 [02859]  μετὰ τὴν ἀνάληψιν οὐκ ἔστι Χριστὸς ὁ ∆εσπότης Χριστός, ἀλλὰ Υἱὸς μονογενής.
000-00-00 Serial Number=0761292338
Eranistes Ante [Go Back]  
 [00168]  Ἁμαρτίαν γὰρ ὁ Χριστὸς οὐκ ἐποίησεν.
 [00217]  Καὶ τὸ παράδοξον, ὅτι τοὺς προδηλοτάτους τῆς ἀληθείας ἐχθροὺς ἔφη τῷ Ἡρώδῃ σαφῶς εἰπεῖν, ὡς ἐν τῇ Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται.
 [00230]  ὰΩν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
 [00437]  Εἰ τοίνυν ἴδιον ἱερέων τὸ δῶρα προσφέρειν, ἱερεὺς δὲ ὁ δεσπότης Χριστὸς κατὰ τὸ ἀνθρώπινον ἐχρημάτισε, προσενήνοχε δὲ οὐκ ἄλλην τινὰ θυσίαν ἀλλὰ τὸ σῶμα τὸ ἑαυτοῦ, σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός.
 [00474]  {ΟΡΘ.} Καὶ τοίνυν ταῖς πρὸς τὸν ∆αβὶδ γεγενημέναις ἐπαγγελίαις ὁ δεσπότης Χριστὸς τὸ πέρας ἐπέθηκεν.
 [00678]  Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα.
 [00719]  Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ τῆς οἰκείας ἀποστᾶσα δόξης εἰς κατάραν οὐσιώθη (τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὐδ' οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν·
 [00725]  Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς Παύλου λέγοντος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα, εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν;
 [00753]  Ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ' οἰκονομίαν θεοῦ, ἐκ σπέρματος μὲν ∆αβίδ, ἐκ πνεύματος δὲ ἁγίου, ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τὸ θνητὸν ἡμῶν καθαρισθῇ.
 [00757]  Εἷς ἰατρός ἐστι σαρκικὸς καὶ πνευματικός, γεννητὸς ἐξ ἀγεννήτου, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.
 [00811]  νεφέλην δὲ κούφην, τὸ καθαρώτατον σκῆνος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὸν βίον σεῖσαι τὴν πλάνην.
 [00923]  Ἀλλὰ μὴν Χριστὸς θεοῦ δύναμις.
 [01086]  Ὁ γὰρ θεὸς λόγος ἐνανθρωπήσας Ἰησοῦς Χριστὸς ὠνομάσθη.
 [01089]  Καί, Σήμερον τίκτεται ὑμῖν Χριστὸς κύριος ἐν πόλει ∆αβίδ.
 [01097]  Μετὰ δέ γε τὴν ἐνανθρώπησιν Ἰησοῦς καὶ Χριστὸς ὁ αὐτὸς ὠνομάσθη.
 [01273]  Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων·
 [01297]  Οὕτω καὶ Μωϋσῆς μεσίτης καὶ ὁ Χριστὸς μεσίτης·
 [01403]  κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἢ θεῷ προσήκει, ὁ δεσπότης Χριστὸς ἀρχιε ρεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ.
 [01405]  καὶ ὁ δεσπότης Χριστὸς ὑπὲρ ἁπάντων ἀνθρώπων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκεν.
 [01412]  Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.
 [01920]  Ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ λαβόν, ἄλλο δὲ τὸ ληφθέν, εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστὸς θεωρεῖται, οὕτω τὸ ἔχον πρὸς τὸ ἐχόμενον πλείστην μὲν ἔχει διαφοράν, οὐκ εἰς [147] δύο δὲ πρόσωπα μερίζει τὸν ἐν τούτοις νοούμενον.
 [02066]  Ἰησοῦς γὰρ Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
 [02092]  ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπό στολοι·
 [02218]  Λύεται γὰρ ὁ Χριστὸς θεὸς κατὰ τὴν ἐμὴν οὐσίαν ἣν ἀνέλαβε, καὶ λελυμένον ἐγείρει τὸν ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν οὐσίαν, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός.
 [02333]  Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.
 [02361]  Ὑψωθῆναι δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι.
 [02374]  Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Χριστὸς καὶ πάλαι τοῦτο ποιῆσαι;
 [02458]  Καὶ πάλιν ὁ Χριστὸς μέσος καὶ τὸ πρᾶγμα ἀξιόπιστον.
 [02475]  Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν.
 [02519]  Ταῦτα ὁ λόγος σὰρξ γενόμενος ἔλεγε, καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκε, πρὸς τὴν τῆς ἐκκλησίας
 [02529]  Ἀλλ' εἴπερ εἷς ὁ Χριστὸς ἄνθρωπος καὶ θεός, καὶ οὔτε ὁ ἄνθρωπος τότε πρῶτον θεός, οὔτε μὴν ὅτε ἄνθρωπος τότε οὐκ ἦν καὶ θεός, οὐδὲ μετὰ τὸν ἄνθρωπον ἐν τῷ κυρίῳ οὐχὶ ὁ λόγος ἄνθρωπος καὶ ὁ λόγος θεός, ἐπάναγκές ἐστιν ἓν καὶ
 [02536]  ∆είξας τοίνυν ἅπαντα, ταῦτα μέν, ὡς Χριστὸς Ἰησοῦς καὶ τεχθεὶς ἄνθρωπος σώματος ἡμετέρου, κατὰ τὴν συνή θειαν τῆς ἡμετέρας ἐλάλησε φύσεως, τῷ εἶναι θεός.
 [02629]  Εἰ ἄνθρωπος καὶ ψυχὴν ἔχει καὶ σῶμα, καὶ μένει ταῦτα ἐν ἑνότητι ὄντα, πολλῷ μᾶλλον ὁ Χριστὸς θεότητα ἔχων μετὰ σώματος ἔχει ἑκάτερα διαμένοντα καὶ μὴ συγχεόμενα.
 [02899]  {ΟΡΘ.} Οὐκοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς·
 [03092]  Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
 [03235]  Παρέδωκα, γάρ φησιν, ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγή γερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ τὰ ἑξῆς.
 [03257]  Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
 [03258]  Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
 [03259]  εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
 [03266]  Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
 [03301]  {ΟΡΘ.} Τὸ Χριστὸς ὄνομα ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν τὸν ἐνανθρωπήσαντα θεὸν λόγον δηλοῖ·
 [03443]  {ΕΡΑΝ.} Τὸν θεσπέσιον ∆αβὶδ εἰς μέσον παρήγαγεν, ἔφη τε αὐτὸν ὑποσχέσεις παρὰ τοῦ θεοῦ τῶν ὅλων δεξάμενον, ὡς ὁ δεσπότης Χριστὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ βλαστήσει·
 [03574]  Χριστὸς δὲ μετὰ τὴν ἐνανθρώπησιν ὁ θεὸς λόγος ἐκλήθη.
 [03611]  Εἰπὼν γάρ, Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, ἐπιφέρει τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως [230] αὐτοῦ·
 [03613]  Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ κυρίου ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως, τῷ τοῦ Χριστοῦ κέχρη ται ὀνόματι, ὡς ἐπὶ τοῦ, Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε.
 [03617]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα·
 [03968]  Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς ἢ μόνον θεός, οὐκ ἂν ἦν μέσος θεοῦ καὶ ἀνθρώ πων.
 [04003]  Ἀλλ' ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ οὐ ψευδόμεθα.
 [04033]  Οὐκ ἀπέθανεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν;
 [04054]  Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν;
 [04062]  Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν.
 [04088]  Ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν, [252] καὶ ἐσταυρώθη.
 [04283]  Ὁ δεσπότης Χριστὸς ἔφη καθειργμένῳ τῷ θεσπεσίῳ Παύλῳ·
 [04432]  Εἰ ὁ Χριστὸς καὶ θεὸς καὶ ἄνθρωπος, ὡς καὶ ἡ θεία διδάσκει γραφή, καὶ οἱ πανεύφημοι πατέρες κηρύττοντες διετέλεσαν, ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς διέμεινεν ἀπαθής.
000-00-00 Serial Number=0893228114
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00471]  οὕτως ὁ ∆εσπότης Χριστὸς, πρὸ μὲν τοῦ πάθους ὀλίγοις ἦν γνώριμος·
 [00495]  Καὶ τοῦτο ἔστιν ἀκριβέστερον ἐκ τῶν ἱερῶν Εὐαγγελίων μαθεῖν, ἡνίκα ὁ ∆εσπότης Χριστὸς, τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς διελέγετο, τοῖς δὲ ἁγίοις αὐτοῦ μαθηταῖς ἀπεκάλυπτε τῶν παραβολῶν τὴν διάνοιαν, λέγων·
 [00510]  Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί μου, φησὶν ὁ Χριστὸς, τουτέστιν, ἀξιωμάτων διαφοραί.
 [00561]  Φησὶ γὰρ καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις·
 [00640]  Γαλάταις δὲ γράφων, Ὦ ἀνόητοι, φησὶ, Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλ μοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρω μένος;
 [00780]  Ἐπειδὴ τοίνυν ἀδελφαὶ τυγχάνουσαι, ἥ τε Ἰουδαίων πληθὺς, καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐκείνης δὲ υἱὸς ὁ Χριστὸς τὸ κατὰ σάρκα, εἰκότως αὐτὸν ἀδελφιδοῦν ἡ νύμφη καλεῖ, ὡς τῆς ἀδελφῆς αὐτῆς υἱὸν γενόμενον κατὰ τὸ ἀνθρώπι νον.
 [01021]  Ἐπειδὴ τοίνυν ὁ ∆εσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ [81.97] πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν.
 [01172]  Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
 [01422]  Ἕως δὲ τῶν περάτων τῆς οἰκουμένης οὐχ ὁ Σολομὼν ἐκυρίευσεν, ἀλλ' ὁ ἐκ Σολομῶντος βλαστήσας κατὰ τὸ ἀνθρώπειον Ἰησοῦς Χριστὸς, καὶ Σολομὼν προσαγορευόμενος διὰ τὸ εἰρηνικὸν καὶ πρᾶον, καὶ εἰρήνης παρεκτικόν.
 [01639]  ἥλιος δὲ ὁ Χριστὸς, ὡς ἐν ἡμέρᾳ φαίνων.
 [02011]  Ἐπειδὴ τοίνυν πάντα εἶχεν ὁ ∆εσπότης Χριστὸς τοῦ Πνεύματος τὰ χαρίσματα, κατὰ τὸ ἀνθρώπειον, διό φησιν ἡ νύμφη·
 [02314]  ὅταν δὲ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς ζησόμεθα ἐν αὐτῷ.
000-00-00 Serial Number=0606490612
Graecarum affectionum curatio Ante [Go Back]  
 [03315]  Καὶ γὰρ ὁ δεσπότης Χριστὸς ταύτην τοῖς τελειό τητος ἐφιεμένοις τὴν μίμησιν προὔθηκε·
 [03587]  Πολλὰ περὶ τοῦ μέλλοντος βίου καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου γε κήρυκες προηγόρευσαν·
 [03592]  τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος.
 [03600]  Προεῖπε τοῖς ἀποστόλοις ὁ δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς [11.73] ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες·
 [03980]  [12.78] Ὁ δὲ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν·
000-00-00 Serial Number=0826993644
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00321]  Οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν, καὶ ἔλαβεν.
 [00323]  Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ αἰώνιος καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις.
 [00409]  Κατελθὼν δὲ ὁ Χριστὸς, τὰ μὲν ἄνωθεν κατ ενηνεγμένα ἐπανελθεῖν ἄνω παρασκευάσει, τὰ δὲ τούτοις ἐπιβουλεύσαντα παραδώσει κολάσει.
 [00736]  Ταύτης τὸν ἀκηκοότα ἄφεσιν ἁμαρτιῶν λαμβάνειν παρ' ἣν ὁ Χριστὸς ἐδωρήσατο.
 [01256]  Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
 [01257]  Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται;
 [01388]  Εἷς Θεὸς, εἷς μεσί της Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.
 [01506]  ἐρωτηθεὶς γὰρ, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, τοῦτο μὲν ἠρνήθη, ἔφη δέ·
 [01510]  Εἰ γὰρ Κύριος ὁ Υἱὸς (Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, κατὰ τὸν θεῖον Ἀπόστολον·
 [01518]  Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
 [01599]  Ὁ μὲν γὰρ ∆εσπότης Χριστὸς ταῦτα περὶ αὐτοῦ φησι·
 [02103]  Ἰησοῦς δὲ Χριστὸς μετὰ τὴν ἐνανθρώπησιν ὁ αὐτὸς ὠνομάσθη, ἀπὸ τῶν πρα γμάτων τὰς προσηγορίας δεξάμενος.
 [02106]  Χριστὸς δὲ προσηγορεύθη, διὰ τὸ χρίσμα τοῦ Πνεύματος.
 [02120]  Εἰ δὲ κατὰ τὸ ἀνθρώπειον κέχρισται, μετὰ τὴν ἐνανθρώπησιν καὶ Χριστὸς ὠνο μάσθη.
 [02122]  ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας ὠνομάσθη Χριστὸς Ἰησοῦς·
 [02178]  Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοι μημένων.
 [02292]  Τὸ δὲ κατὰ σάρκα προστεθει κὼς, δεδήλωκεν ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἦν προαιώνιος·
 [02299]  Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.
 [02419]  ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
 [02444]  Αὐτὸς γὰρ εἴρηκεν ὁ Χριστὸς, ὅτι Ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς·
 [02638]  Ὁ μὲν γὰρ ∆εσπότης Χριστὸς, Θεὸς ὢν ἀληθι νὸς, καὶ τοῦ ἀληθινοῦ Θεοῦ Υἱὸς, Υἱὸν ἀνθρώπου ἑαυτὸν καὶ ἄνθρωπον προσηγόρευσεν, ἀπὸ τῆς ὁρω μένης φύσεως τὰς προσηγορίας τιθεὶς, ὀλιγάκις δὲ Θεοῦ Υἱὸν ὠνόμασεν ἑαυτόν.
 [02989]  Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.
 [02990]  Ταύτην δὲ ἡμῖν τὴν διδασκαλίαν καὶ ὁ ∆εσπότης Χριστὸς διὰ τῶν οἰκείων παραβολῶν προσενήνοχε.
000-00-00 Serial Number=0022112966
Historia ecclesiastica Ante [Go Back]  
 [01489]  καὶ εἰς πνεῦμα ἅγιον, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς θεὸς καὶ κύριος ἐπηγγείλατο ἀποστεῖλαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, καθὼς γέγραπται, τὸ πνεῦμα τῆς ἀληθείας, ὅπερ καὶ αὐτὸς ἀπέστειλεν ἀνελθὼν εἰς τοὺς οὐρα [146] νοὺς καὶ καθίσας ἐν δεξιᾷ τοῦ πατρός, ἐκεῖθεν δὲ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς.
 [01618]  εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα·
 [02200]  ἐνίκησεν ὁ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ.
 [03202]  ὁ γὰρ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἁμαρτίαις ἐνεχόμενον πάσης ἁμαρτίας ἐλευθερώσῃ.
000-00-00 Serial Number=0054369748
Historia religiosa Ante [Go Back]  
 [02387]  Ἐξ οὗ γὰρ ὁ δεσπότης Χριστὸς τὴν παρθενίαν ἐτίμησεν ὑπὸ παρθένου τεχθείς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε καὶ τὰ εὐώδη ταῦτα καὶ ἀμάραντα ἄνθη προσφέρει τῷ ποιητῇ, οὐκ εἰς ἄρρεν καὶ θῆλυ τὴν ἀρετὴν διακρίνουσα, οὐδὲ εἰς δύο διαφορὰς τὴν φιλοσοφίαν μερί ζουσα·
 [02514]  Ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
000-00-00 Serial Number=0542255163
Interpretatio in Danielem Ante [Go Back]  
 [00500]  Ταύ την δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις Ἰουδαίοις προσήνεγκεν, Οὐκ ἀνέγνωτε, λέγων·
 [00515]  Οὐκοῦν ὄρος μὲν ἡ ∆αβιδικὴ φυλὴ, λίθος δὲ ὁ Χριστὸς κατὰ τὸ ἀνθρώπινον, οὐ κατὰ τὸν νόμον τῆς φύσεως τμηθείς·
 [01011]  Χριστὸς, φησὶν, ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
 [02711]  Καὶ ἐπειδὴ ἔμελλεν ὁ ∆εσπότης Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τῶν ἁμαρτημάτων δωρεῖ σθαι τὴν ἄφεσιν, ὡς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων·
 [02729]  Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο σύνην παντὶ τῷ πιστεύοντι·
 [02731]  Εἰ γὰρ μὴ ἐπιφανεὶς ὁ ∆εσπότης Χριστὸς πεποίηκέ τε καὶ πέπονθεν, ἅπερ οἱ προφῆται προεῖπον, οὐκ ἂν ἐδεί [81.1473] χθη τῶν προφητῶν ἡ ἀλήθεια.
 [02737]  εἰ δὲ ἀγνοοῦσι, παρ' ἡμῶν μαθέτωσαν, ὡς αὐτός ἐστιν ὁ ∆εσπότης Χριστὸς, διὰ μὲν Ἡσαΐου προλέγων·
 [03423]  Ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ ἐκεῖ, μὴ πιστεύσητε.
000-00-00 Serial Number=0012131631
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02269]  ἐκ τούτων ὁ ∆εσπότης Χριστὸς κατάγει τὸ γένος τὸ κατὰ σάρκα·
 [04515]  Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ∆εσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί·
 [05584]  Καὶ πάλιν Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.
 [05603]  ἐξ Ἰουδαίων γὰρ ὁ ∆εσπότης Χριστὸς κατὰ τὴν σάρκα, παρὰ Ἰουδαίοις ὁ σταυρὸς, ὁ τάφος, ἡ ἀνάστασις·
 [05999]  καὶ γὰρ ὁ ∆εσπότης Χριστὸς ταύτην βεβαιῶν πρὸς τοὺς ἱεροὺς ἀποστόλους
 [06034]  Χριστὸς δέ ἐστι τὸ ἡμέτερον ἱλαστήριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ.
 [06149]  Ἐκ γὰρ τῶν Ἰουδαίων ἡ σωτηρία τοῖς ἔθνεσι, καὶ ὁ ἐκ ∆αβὶδ κατὰ τὴν σάρκα Χριστὸς, ἐκ τῆς παρθενικῆς νηδύος, οἷον ἀπό τινων θείων προθύρων ἀναφανεὶς, τὴν δι' ὕδατος καὶ πνεύματος ἀναγέννησιν τῇ οἰκουμένῃ δε δώρηται.
000-00-00 Serial Number=0739404082
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00276]  Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστρά φησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξ [81.512] αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθι νὴν ὀνομάζει, λέγων·
 [02329]  εἰδέναι μέντοι χρὴ, ὡς ὁ ∆εσπότης Ἰησοῦς Χριστὸς, ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, Ἀνατολὴ δικαία, καὶ Βασιλεὺς δίκαιος, καὶ Κύριος δικαιοσύνης, ὑπὸ τῶν προφητῶν κη ρύττεται.
 [02732]  Τῇ προφητείᾳ τὸ τέλος ὁ ∆εσπό της Χριστὸς ἐπιτέθεικεν.
 [03112]  ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα Χριστὸς, οὐ τὸν κάτω θρόνον ἔχει·
 [05274]  Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
 [05282]  Πνεῦμα, φησὶ, προσώπου ἡμῶν Χριστὸς Κύριος.
000-00-00 Serial Number=0334381163
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00087]  Υἱὸς δὲ τοῦ ∆αβὶδ ὁ ∆ε σπότης Χριστὸς ὡς ἄνθρωπος κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων φωνήν·
 [00110]  Οὐδὲ γὰρ ὁ ∆ε σπότης Χριστὸς ἀῤῥενικῶς τοὺς μακαρισμοὺς σχη ματίσας ἀπηγόρευσε ταῖς γυναιξὶ κτῆσιν τῆς ἀρε τῆς.
 [00142]  Οὗ δὴ χάριν καὶ ὁ ∆εσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν.
 [00298]  Ἀλλὰ γὰρ ἔπεισί μοι τὴν τῶν Ἰουδαίων ἀπιστίαν ὀδύρεσθαι, οἳ τῆς προφητείας ἀκούοντες τῶν τῆς γῆς περάτων ἀντικρὺς μεμνημέ νης, καὶ εἰδότες ὡς οὐδεὶς τῶν παρ' αὐτῶν βασι λέων τοσαύτην ἡγεμονίαν ἐκτήσατο, ἀλλὰ μόνος ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα βλαστήσας ∆εσπότης Χριστὸς, τυφλώττουσι τῆς διανοίας τὰ ὄμματα, καὶ τὴν προφητείαν τὴν λαλοῦσαν, Ψηλαφοῦσιν, ὡς τυ φλοὶ τοῖχον, καὶ οὐχ ὡς ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι.
 [00842]  Ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις, ὁ ∆εσπότης Χριστὸς δυσχε ραίνουσιν Ἰουδαίοις, ἡνίκα τὰ παιδία μετὰ κλά δων ἡγούμενα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἔλεγον, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀπεκρίνατο·
 [00955]  Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμέ νος;
 [01609]  Λέγει τοίνυν ὁ ∆εσπότης Χριστὸς ἀνθρωπίνως κἀνταῦθα, ὅτι ∆ιηνεκῶς ὑπὸ τῆς θείας στηριζόμενος φύσεως τῷ σωτηρίῳ πρόσ ειμι πάθει, καὶ τῇ ἐλπίδι τῆς ἀναστάσεως ἐπευ φραίνομαι.
 [02007]  Ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα τεχθεὶς ∆αβὶδ καὶ αὐτὸς ὀνομαζόμε νος κατὰ τὸν θεῖον Ἰεζεκιὴλ, ὁ ∆εσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν·
 [02387]  Λέγει δὲ ταῦτα ὁ ∆εσπότης Χριστὸς ὡς ἄνθρωπος, καὶ ἐπειδὴ ἀπαρχὴ τῆς ἀνθρωπείας φύσεως ἦν, ὑπὲρ ἁπάσης τῆς φύσεως ἐν τοῖς ἐπαγομένοις ποιεῖται τοὺς λόγους·
 [02399]  Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
 [02624]  Μόνος δὲ ὁ ∆εσπότης Χριστὸς, ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ ἐκ ∆αβὶδ λαβὼν τὴν τοῦ δούλου μορφήν·
 [02638]  Οὕτω γὰρ καὶ ὁ ∆εσπό της Χριστὸς ἑαυτὸν προσηγόρευσεν·
 [02734]  Οὕτω προαγορεύσας τῆς οἰκουμένης τὴν σωτηρίαν, διδάσκει λοιπὸν τοὺς τῇ πίστει προσεληλυθότας, ὡς οὐ μόνον ἀνέστη τοῦ θανάτου καταλύσας τὸ κράτος ὁ ∆εσπότης Χριστὸς, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν.
 [03204]  Ἐκεῖ βασιλεὺς εὐσεβὴς, καὶ ἐνταῦθα Χριστὸς ὁ τῆς εὐσεβείας διδάσκαλος·
 [03234]  Μανθάνομεν γὰρ ἐκεῖ θεν, ὅπως ἀναλαμβανόμενος ὁ ∆εσπότης Χριστὸς τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς παρηγγύησε λέγων·
 [03308]  ἣν ὁ ∆εσπότης Χριστὸς ἐπετέλεσε, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος
 [04068]  Ὁ δὲ ∆εσπότης Χριστὸς τὴν τελειοτάτην δεικνὺς ἀρετὴν, ἔφη, Ἐῤῥέθη τοῖς ἀρχαίοις·
 [04677]  Χριστὸς γὰρ, φησὶν, Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
 [04713]  Ὁ γὰρ ∆εσπότης Χριστὸς διάλεξίν τινα πρὸς τοὺς ἱεροὺς ποιησάμενος μαθη τὰς, ἐπήγαγε καὶ ταῦτα·
000-00-00 Serial Number=0656566620
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00252]  αὐ τοῖς γὰρ τὴν τῶν ἁπάντων ἐθνῶν ὁ ∆εσπότης Χριστὸς ἐνεχείρισε σωτηρίαν.
 [00284]  Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·
 [00991]  Καὶ αὐτὸς γὰρ ὁ ∆εσπότης Χριστὸς, καίτοι πολλάκις προειπὼν τοῖς ἱεροῖς ἀποστόλοις, καὶ προ σημάνας τὸ πάθος, καὶ τῷ θεσπεσίῳ δὲ Πέτρῳ γε νέσθαι τοῦτο ἀπευξαμένῳ σφοδρότερον ἐπιπλήξας, παρὰ τὸν καιρὸν τοῦ πάθους ἐβόα, Νῦν ἡ ψυχή μου τετάρακται·
 [01000]  Καὶ ὁ ∆εσπότης δὲ Χριστὸς, πολλάκις μὲν εἰς τὸ ὄρος, πολλάκις δὲ εἰς τὴν ἔρημον ὑπεχώρησε, τὸν τῶν Ἰουδαίων φθόνον ἐκκλίνων.
 [01785]  κληρονομία δὲ ἀληθὴς, ἡ αἰώνιος ζωὴ, περὶ ἧς ἔφη ὁ ∆εσπότης Χριστὸς τοῖς ἐκ δεξιῶν ἀμνοῖς·
 [01810]  οὕτως ὁ ∆εσπότης Χριστὸς ἅπασαν τῶν ἀνθρώπων φύσιν γεγενημένην αἰχμάλωτον [διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου] εἰς τὴν προτέραν εὐγένειαν ἐπανήγαγε [καταργήσας γὰρ ἐπὶ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον], καὶ καταλύσας τοῦ θανάτου τὸ κράτος, τοῖς ὑπ' ἐκείνῳ τελοῦσι τὴν ζωὴν ἀπέδωκεν.
 [02240]  Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ ∆εσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ δυναστευόντων τὴν σωτηρίαν.
 [02294]  καὶ ὁ ∆εσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται.
 [03422]  Ἐπειδὴ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἥλιος δι καιοσύνης ὠνόμασται.
 [04617]  ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφι βάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος·
 [05034]  Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε.
 [05487]  Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ ∆εσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε μέλια.
000-00-00 Serial Number=0056160152
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00374]  Ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα Χριστὸς, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέ λων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
 [00878]  Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε.
 [01324]  Ἡνίκα μὲν γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσ ενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες·
 [01408]  Γένος δὲ αὐ τοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος.
 [01695]  Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
 [01859]  Καὶ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
 [01860]  Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακρο θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν [80.1688] ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
 [01958]  Τοῦτο καὶ ὁ ∆εσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί.
 [02014]  καὶ ὁ ∆εσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε·
 [02301]  Σπέρμα δὲ αὐτοῦ ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα·
 [02981]  Κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως.
 [03208]  Χριστὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας ὁ σύλλογος·
 [03321]  Οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀν θρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ.
 [03333]  Εἰ τοίνυν ἐκ ∆αβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ ∆αβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός·
 [03335]  Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προσ φέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρημα τίζων.
 [03480]  Τοὺς γὰρ τελείους ὁ ∆εσπότης Χριστὸς τἀναντία διδάσκει, λέ γων·
 [03866]  Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον θεμέλιον οἰκοδομῶ·
 [03897]  Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰη σοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὼ, ἀλλ' ἐλεήθην.
 [03898]  Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθα νεν.
 [04012]  Ὁ δὲ ∆εσπότης Χριστὸς τοὺς δύο τοί χους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου σαν.
 [04712]  Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ ∆εσπό της Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰου δαίοις.
 [04873]  Καὶ ὁ ∆εσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντιζομέ [80.1864] νους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν·
 [05641]  Ἐκεῖ γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε·
 [05684]  Τὸ δὲ τέλος τῆς ὑπο σχέσεως ὁ ∆εσπότης Χριστὸς ἐβεβαίωσε, τοῦ ∆αβὶδ κρατύνας τὴν βασιλείαν.
 [05689]  Ταύτην μὲν, ὡς ἔφην, τὴν ὑπόσχεσιν ὁ ∆εσπότης Χριστὸς ἐβεβαίω σε·
 [05948]  καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.
000-00-00 Serial Number=0696429849
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00870]  Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντα Θεός.
 [01104]  Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἰσχυρὸς, καὶ μεγά λης βουλῆς Ἄγγελος παρὰ τῷ Ἡσαΐᾳ προσηγόρευται.
 [02371]  Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐκ ∆αβὶδ κατάγων κατὰ σάρκα τὸ γένος, τὴν πρὸς τὸν ∆αβὶδ γεγενημένην ἐπαγγε λίαν ἐπλήρωσεν.
 [03194]  ἀλλὰ μετὰ τὸν Ζοροβάβελ καὶ πολὺν ἐτῶν ἀριθμὸν, ἐρω τηθέντες ὑπὸ Ἡρώδου, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην αὐτῷ τὴν μαρτυρίαν προσήνεγκαν.
 [03612]  Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς δέδωκεν ἀποστόλοις.
 [03613]  Ἐπειδὴ γὰρ ἀπώλεσεν Ἀδὰμ τὸ κατ' εἰκόνα, ὃ διὰ τοῦ θείου ἔλαβεν ἐμφυ σήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς ἀποδέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν ἅπασι τοῖς πιστεύουσιν.
 [04098]  ἐφ' οὗ ἔστη μὲν ὁ ∆εσπότης Χριστὸς, διέσεισε δὲ τὴν γῆν, καὶ τὰ ὄρη κλονήσας διέῤῥηξε, κατέπληξε δὲ τῷ δέει τῶν δαιμόνων τὰ γένη, καὶ τὰ ἐν ὄρεσι καὶ βουνοῖς τεμένη
 [04214]  ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας παρακαλῶ, τὴν ἐκ τῶν ἡρμηνευμένων ὠφέλειαν συλλέξαι, καὶ ὑπὸ τῆς θείας βοηθουμένους δυνάμεως τὸν δρόμον τελέσαι, καὶ τῶν νικηφόρων ἐπιθυμῆσαι στεφάνων, ὧν χορηγὸς ὁ ∆εσπότης Χριστὸς, ᾧ πρέπει δόξα πᾶσα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04573]  Τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευ θέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐν έχεσθε.
 [04923]  Τοὺς γὰρ σκυλεύ σαντας ἡμᾶς δαίμονας, καὶ τὴν ἡμετέραν σφετε ρισαμένους διάνοιαν, καὶ ἅπαντα ἡμῶν ἐξανδραπο δίσαντας τὰ μέλη τοῦ σώματος, καταλύσας ὁ ∆εσπότης Χριστὸς ὑποχειρίους τοῖς ἁγίοις αὑτοῦ πεποίηκε δούλοις.
 [05442]  Εἰ τοίνυν ἐχρήσατο μὲν ὁ ∆εσπότης Χριστὸς τῷ πώλῳ κατὰ τὴν προφητείαν, ἐκράτησε δὲ τῆς οἰκουμένης, καὶ Θεὸς ἀληθινὸς εἶναι πιστεύ εται καὶ κηρύττεται, κατέλυσε δὲ τοῦ Ἐφραῒμ καὶ τοῦ Ἰσραὴλ τὴν βασιλείαν·
 [05454]  Ἐν τούτῳ τῷ λάκκῳ δεσμώ τας ὄντας τοὺς ἀνθρώπους λύσας, καὶ ἀνασπάσας ὁ ∆εσπότης Χριστὸς, καὶ τῷ τιμίῳ αἵματι τὴν ἐλευ θερίαν αὐτοῖς δωρησάμενος, εἰς τὴν τῆς ζωῆς ὁδὸν ἐξαπέστειλε, τὴν καινὴν αὐτοῖς δεδωκὼς διαθήκην.
 [05568]  Τίς δὲ ταῦτα ἐποίμανεν ἢ ὁ ∆εσπότης Χριστὸς, ὁ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοῶν·
 [06256]  Οὕτω γὰρ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸς Ἰουδαίους ἔφη·
000-00-00 Serial Number=0445969880
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00071]  Μικρὸν δὲ ἄνωθεν, ἡ Χριστὸς, φησὶ, προσηγορία τῶν δύο φύσεών ἐστι σημαντική·
000-00-00 Serial Number=0623802423
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00071]  Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας λαμ βάνουσι, πῶς εἰς ζωὴν μέλλων ὁ Χριστὸς τοὺς ἀνθρώπους εἰσα γαγεῖν ἁλιεῖς τοὺς ἀποστόλους ὠνόμασεν;
 [00076]  Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ Χριστὸς ἀπη γόρευσε, πῶς τὰ ζιζάνια πεπλήθυνται, ὁ δὲ σῖτος ἐξέλιπεν;
 [00123]  Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον;
 [00255]  Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ σφαγῆς ὁ Χριστὸς ἐθαυμα τούργει, πῶς μετὰ τοῦτο ἔλεγεν ὁ Ἡρώδης, ὅτι ὃν ἐγὼ ἀπε κεφάλισα Ἰωάννην, οὗτος ἀνέστη καὶ θαυματουργεῖ;
 [00257]  Εἰ ὁ Χριστὸς γεννηθεὶς κατὰ σάρκα ἁμαρτίαν οὐκ ἐποί ησε, πῶς λέγει ἡ γραφή, ὅτι οὐδείς ἐστι τῶν γεννηθέντων, ὃς οὐχ ἥμαρτε;
 [00315]  Εἰ ἐκ τοῦ τάφου Χριστὸς ἀναστὰς τὰ ἐντάφια κατέ λιπε, πῶς μετὰ τὴν ἀνάστασιν οὔτε γυμνὸν οὔτε ἄλλοθεν αὐτὸν ἀμφιασθέντα ἡ γραφὴ ἱστορεῖ;
 [00370]  Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆ σιν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ αὐτὸν ἡ γραφὴ προσηγόρευσε, πῶς οὐδαμοῦ Ἐμμανουὴλ ἐκλήθη;
 [00380]  Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνο μάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χρι στὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν;
 [00382]  Εἰ μόνος ὁ Χριστὸς τὸν νόμον ἐξεπλήρωσε, πῶς ἐπο ρεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ;
 [00470]  εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι , ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν·
 [00701]  Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς εἰς ζωὴν αἰώνιον ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγαγεῖν ἁλιεῖς αὐτοὺς εἶναι ἀνθρώπων ἐπηγγείλατο;
 [00721]  Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ κύριος καὶ δεσπότης Χριστὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλή θυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε;
 [00762]  ὁ δὲ σωτὴρ ἡμῶν Χριστὸς κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδαμῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασιν αὐτοῦ καὶ προρρήσεσιν ἠκο λούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα.
 [00915]  καὶ ὥσπερ ὅταν λέγῃ ἡ γραφή, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, ἡ τοῦ παντὸς φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή , οὕτως οὐδὲ ἡ τοῦ πάντα φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνον, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ πρόσληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ἐκαθάρισεν ὁ θεὸς τὰς καρδίας.
 [00920]  Ὁ δεσπότης Χριστὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι·
 [01138]  Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθη τῶν παραδοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα·
 [01398]  Εἰ κατὰ τὸ εἰρημένον οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα, ἀλλ' ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξου σίαν καὶ δύναμιν, δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται·
 [01399]  οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπιστεῖται, τούτοις ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην.
 [01469]  Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκαμεν, ἁμαρτίαν γεννηθεὶς ὁ Χριστὸς οὐκ ἐποίησε, πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα, ὅτι οὐδεὶς γεννηθεὶς, ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκώς, ὃς οὐκ ἠνόμησεν;
 [01474]  ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ θεοτόκου ἐγεν νήθη Μαρίας.
 [01955]  Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον;
 [02087]  Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος;
 [02096]  Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγόρευται καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονέας ὁ δε σπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται;
 [02112]  καὶ ἐπειδὴ οὐ τὴν τυ χοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι' ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γε νέσθαι.
 [02140]  Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς [144] κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὃ δὲ φάσκων εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;
 [02157]  Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας [145] καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος;
 [02164]  διὰ τοῦτο οὖν ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος εἶναι.
000-00-00 Serial Number=0498446882
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01406]  ὧν, γάρ φησιν, οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεός ·
 [01916]  οὐ μάτην τοίνυν τῆς βασιλικῆς καὶ τῆς ἱερα τικῆς φυλῆς τὴν ἐπιμιξίαν ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὁ βασιλεὺς καὶ ἱερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας.
 [02011]  κατὰ ταύτην γὰρ τὴν ἑσπέραν καὶ ὁ δεσπότης Χριστὸς παρε δόθη τοῖς ἰουδαίοις.
 [02102]  [123] ΞΞVΙΙΙ ∆ιὰ τί ἡ πέτρα Χριστὸς ὠνομάσθη;
 [02143]  ὥσπερ γὰρ τοῦ θεράποντος τὰς χεῖρας ἐκτείνοντος ἔπεσεν Ἀμαλήκ, οὕτως τοῦ δεσπό του τὰς χεῖρας ἐκτείναντος, κατελύθη τοῦ διαβόλου τὸ στῖφος, καὶ ἐν ἐκείνῳ δὲ τῷ πολέμῳ ὁ τοῦ σωτῆρος ἡμῶν ὁμώνυμος τὸ τρόπαιον ἔστησε τότε ταύτην τὴν προσηγορίαν λαβών, καὶ τοῖς λογάσι χρησάμενος συ νεργοῖς, ὡς ὁ δεσπότης Χριστὸς ὑπουργοῖς τοῖς ἱεροῖς ἀποστόλοις.
 [02157]  ὅθεν τὴν οἰκείαν παραβάντες ὁμολογίαν, ταῖς τῆς νομοθεσίας ἀραῖς ὑπεβλήθησαν, ὧν τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁ δεσ πότης Χριστὸς ἠλευθέρωσε.
 [02420]  οὐ γὰρ εἰς χει ροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυ πα τῶν ἀληθινῶν·
 [02621]  κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ δεσπότης Χριστὸς τὸ σωτήριον ὑπέμεινε πάθος.
 [02694]  δηλοῖ δὲ τοῦτο καὶ ὁ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, τοὺς μὲν δικαίους ἀμνοῖς, τοὺς δὲ ἁμαρτωλοὺς ἐρίφοις ἀπει κάσας.
 [03488]  τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν .
 [03815]  ἐπειδὴ τοίνυν ὁ δεσπότης Χριστὸς ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας , ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἐπεφάνη·
 [04335]  Ὁ δεσπότης Χριστὸς τὰ τέλεια μαθήματα τοῖς τελείοις προσενεγκών, βα σιλείαν μὲν οὐρανῶν τοῖς ταῦτα πληροῦσιν ὑπέσχετο, ἠπείλησε δὲ τοῖς παραβαίνουσι γέενναν.
 [04647]  τέλος, γάρ φησι, νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι .
000-00-00 Serial Number=0587587237
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00118]  Ἐξ οὗ γὰρ ὁ ∆εσπότης ἐσταυ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται.
 [00484]  Εἰ γὰρ ὁ τοῦ προφήτου ∆εσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ σωτήριον καταδεξά μενος πάθος, τῇ δειλίᾳ τὴν ἀνθρωπείαν ἔδειξε φύσιν, τίς οὕτω παθῶν ἐλεύθερος, ὡς τῷ προφήτῃ δείσαντι νεμεσῆσαι;
 [01280]  Χριστὸς γὰρ, φησὶν, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς.
 [01589]  Ἀνελθὼν γὰρ, φησὶν, εἰς ῥῶς, τουτέστιν εἰς τὴν ἄκραν (λέγει δὲ τὸν ἐλαιῶνα, ἀφ' οὗ ὁ ∆εσπό της ἀνελήφθη Χριστὸς), προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, εἰς τὴν σκηνὴν, ὡς εἰκὸς, ἀποβλέψας, καὶ τὴν κιβωτὸν τὴν ἐν αὐτῇ κειμένην.
 [03964]  Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ ∆αβὶδ, ὡς Θεὸς δὲ, καὶ κύριος τοῦ ∆αβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν ∆αβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών·
000-00-00 Serial Number=0368444979
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00045]  Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.
 [00050]  Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»