Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Χριστὸν [241]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Χριστὸν


000-00-00 Serial Number=0466967165
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00034]  καὶ ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα·
 [00037]  ∆ιὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν·
 [00045]  Θεὸν δὲ καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογοῦμεν ταῖς θείαις ἀκολουθοῦντες Γραφαῖς.
 [00094]  Θεὸν τοίνυν ἀληθινὸν καὶ ἄνθρωπον ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦμεν, οὐκ εἰς δύο πρόσωπα διαιροῦντες τὸν ἕνα, ἀλλὰ δύο φύσεις ἀσυγχύτως ἡνῶσθαι πιστεύομεν.
 [00097]  Μαρκίων μὲν γὰρ καὶ Μάνης οὔτε ἀν ειληφέναι ἀνθρωπείαν φύσιν τὸν Θεὸν Λόγον φασὶν, οὔτε ἐκ Παρθένου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγεννῆσθαι πεπιστεύκασιν·
 [00102]  τὸ δὲ καὶ Θεὸν εἶναι τὸν προαιώνιον Χριστὸν, διαῤῥήδην ἀρνοῦνται·
 [00129]  Ὡς τὸν αὐτόν φημι δὴ τὸν ∆εσπότην Χριστὸν, καὶ πάσχειν, καὶ πάθη λύειν·
 [00169]  Καὶ Τιμοθέῳ δὲ γράφων, «Μνη μόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νε κρῶν ἐκ σπέρματος ∆αβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου.».
 [00176]  Καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι, «Προφήτης, φησὶν, ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸν Χριστὸν καὶ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ·
 [00187]  Φαμὲν τοίνυν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Υἱὸν εἶναι μονογενῆ τοῦ Θεοῦ καὶ πρωτότοκον·
 [00194]  Οὕτως ἡμεῖς τὰς δύο φύσεις ὁμολογοῦν τες τὸν ἕνα Χριστὸν προσκυνοῦμεν, καὶ μίαν αὐτῷ προσφέρομεν τὴν προσκύνησιν.
 [00199]  Εἰ δὲ τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολο γοῦμεν καὶ λέγομεν, τίς οὕτως εὐήθης, ὡς φυγεῖν τὴν ἀνθρωποτόκος φωνὴν, μετὰ τῆς Θεοτόκου τιθε μένην;
000-00-00 Serial Number=0847187519
Commentaria in Isaiam Ante [Go Back]  
 [03289]  καὶ μάρτυς ὁ εὐαγγελιστὴς διδάσκων ὡς ἐκέλευσαν ἅπαντας τοὺς ὁμολογοῦντας τὸν σωτῆρα Χριστὸν ἀποσυναγώγους γενέσθαι.
 [05770]  «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.».
 [05786]  Εὑρίσκομεν δὲ κἀν τοῖς θείοις εὐαγγελίοις τὸν δεσπότην Χριστὸν ἀνθρωπίνως προσευχόμενον καὶ νῦν μὲν λέγοντα·
 [06688]  Χριστὸν καὶ κατὰ τῶν ἱερῶν ἀποστόλων παραπλησίως ἐλύττησαν καὶ τὸν μὲν θεσπέσιον κατέλευσαν Στέφανον, ἀπέτεμον δὲ τὸν θειότατον Ἰάκωβον, τὸν δὲ ἐπ' ἄκρᾳ δι καιοσύνῃ , τὸν πολυθρύλητον, τὸν μέγαν Ἰάκωβον ὦσαν μὲν ἀπὸ τοῦ πτερυγίου τοῦ ναοῦ, κατενεχθέντα δὲ ξύλοις παίοντες τῷ θανάτῳ παρέδωκαν.
 [07216]  Οὕτω ταῦτα συμπεράνας πάλιν εἰς τὸν δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν, ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησί
 [07302]  «Ὅσοι γάρ» φησιν «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.».
 [07321]  Χριστιανοὶ γὰρ παρὰ πάντων καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι.
 [07464]  Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς ἀληθῶς |180 b| ἔλαβ εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν·
000-00-00 Serial Number=0219160736
De incarnatione domini Ante [Go Back]  
 [00225]  Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥί ψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσα λέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος.
 [00277]  Ταῦτα ἂν εἶπεν ὁ διά βολος δικαίως πρὸς τὸν Σωτῆρα Χριστὸν, εἴπερ οὐκ ἄνθρωπος ἦν, ἀλλὰ Θεὸς, ὁ ἀντὶ ἀνθρώπου παλαίων.
 [00458]  Σπέρμα δὲ Ἀβραὰμ οἶδεν ὁ μακάριος Παῦλος τὸν Σωτῆρα Χριστὸν κατὰ σάρκα·
 [00464]  διὸ Ἰησοῦν Χριστὸν καὶ ἄν θρωπον καὶ Θεὸν προσαγορεύει·
 [00490]  Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός·
 [00589]  διὸ καὶ ἑτέρωθι τὸν Χριστὸν ἐπὶ πάντων προσαγορεύει Θεόν·
 [00648]  Τοίνυν περὶ τὴν θεολογίαν μηδεὶς ἀπιστίαν νοσείτω, μηδεὶς περὶ τὴν οἰκονομίαν χωλευέτω, ἀλλὰ τὸν ἐκ Παρθένου γεννηθέντα Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογείτω καθ' ἑκάτερον·
000-00-00 Serial Number=0502838254
De providentia orationes decem Ante [Go Back]  
 [01926]  Χριστὸν δὲ ὅταν ἀκούσῃς, νόει τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα μονο γενῆ Υἱὸν Λόγον, ἀνθρωπείαν περικείμενον φύσιν, καὶ μὴ νομίσῃς εὐτέλειαν τοῦ Θεοῦ τὴν κηρυττο μένην οἰκονομίαν·
000-00-00 Serial Number=0640514195
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00447]  Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν ·
000-00-00 Serial Number=0698860884
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01199]  Ὡσαύτως δὲ καὶ τοὺς εἰς δύο πρόσωπα ἢ δύο υἱοὺς ἢ δύο κυρίους μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κιβδήλους ὀνομάζομεν καὶ τῆς τῶν φιλοχρίστων ἀποκρίνομεν μοίρας.
 [01232]  Εἴ τις οὐ λέγει τὴν ἁγίαν Παρθένον Θεοτόκον ἢ ψιλὸν ἄνθρωπον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, ἐκπέσοι τῆς εἰς Χριστὸν ἐλπίδος καὶ ἐρεῖ πᾶς ὁ λαός·
 [01238]  Οἱ γὰρ τἀναντία τῇ ἀληθείᾳ φρο νοῦντες εἰς δύο μερίζειν ἡμᾶς υἱούς φασι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν.
 [01529]  Ἡμεῖς γὰρ καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τοὺς ἄλλο τι φρονοῦντας δυσσεβεῖς ὀνομάζομεν.
 [02634]  Ἢ γὰρ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν μονογενῆ μὲν Υἱὸν ὑπολαμβάνει γνήσιόν τε καὶ φύσει γεγενημένον, τὸν δὲ Χριστὸν εἰσποιητόν τε καὶ νόθον, καὶ διὰ τοῦτο δοξολογίας ἀνάξιον·
 [02644]  Ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τούτους Ἐπιστολῇ καὶ προτέταχε τὸν Χριστὸν τοῦ Πατρός, οὐ τὴν τάξιν ἀνατρέπων, ἀλλὰ διδάσκων, ὡς ἡ τάξις τῶν ὀνομάτων οὐκ ἀξιωμάτων καὶ φύσεων διδάσ κει διαφοράν.
 [02697]  Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ·
 [02708]  Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ τὸν Χριστὸν οἶδε θεμέλιον, καὶ ταύτῃ τῇ προσηγορίᾳ λαμπρύνεται.
 [02717]  Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς τε κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν .
 [02720]  Κορινθίοις δὲ γράφων οὐκ εἶπεν, ὅτι Ἡμεῖς μὲν κηρύττομεν τὸν Υἱόν , ἀλλὰ Χριστὸν ἐσταυρωμένον ·
 [02730]  Καὶ τὸν αὐτὸν καὶ Σωτῆρα, καὶ μέγαν θεόν, καὶ Ἰησοῦν Χριστὸν προσηγόρευσε.
 [02766]  Εἰ τοίνυν, ἐπεὶ κοινόν ἐστι τὸ ὄνομα τοῦ Χριστοῦ, δοξάζειν οὐ δεῖ τὸν Χριστὸν ὡς Θεόν, μηδὲ ὡς Υἱὸν αὐτὸν προσκυνήσομεν·
 [02825]  ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν .
 [02829]  Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε ·
 [02831]  Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε .
 [02925]  Οὐ μόνον δὲ δοξολογῶν, ἀλλὰ καὶ παραγγέλλων, καὶ διαμαρτυρόμενος, συνάπτει τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί.
000-00-00 Serial Number=0797197282
Eranistes Ante [Go Back]  
 [00530]  {ΟΡΘ.} Εἰ τοίνυν ἀναμφιλέκτως ἀληθὴς ἡ ὑπόσχεσις, οὐχ ὁρῶμεν δὲ παρὰ Ἰουδαίοις οὔτε τὸ γένος οὔτε τὴν βασιλείαν τοῦ προφήτου ∆αβίδ, πιστεύσωμεν ἀριδήλως τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σπέρμα τοῦ ∆αβὶδ κατὰ τὸ ἀνθρώπινον ὀνομάζεσθαι.
 [00588]  Ἄκουσον τοίνυν τοῦ πρώτου τῶν ἀποστόλων βοῶντος, ὅτι Προφήτης ὢν ὁ ∆αβὶδ καὶ εἰδώς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [00596]  Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβίδ, κατὰ τὸ εὐαγγέλιόν μου.
 [00663]  Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ ἐστι·
 [00901]  Τὸ γάρ, Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ, καί, Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι, καί, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν ἄνθρωπον ἕνωσιν, ὥσπερ καὶ διὰ τοῦ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν κλήσεων, οὕτω δὴ καὶ τῶν φύσεων.
 [01083]  {ΕΡΑΝ.} Ἰησοῦν τὸν Χριστὸν τί χρὴ καλεῖν;
 [01151]  πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων;
 [01267]  {ΕΡΑΝ.} Τὸ ἄνθρωπον καλεῖν τὸν Χριστὸν ὑπείληφα περιττόν, μάλιστα πιστόν τινα πιστῷ προσδιαλεγόμενον.
 [01431]  {ΟΡΘ.} Καὶ μὴν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἔγραψε Τιμοθέῳ τὴν ἐπιστολὴν ὁ θεῖος ἀπόστολος, ἐν ᾗ τὸν σωτῆρα Χριστὸν προση γόρευσεν ἄνθρωπον.
 [01463]  {ΟΡΘ.} Τί τὸν σωτῆρα Χριστὸν ἐνόμιζον οἱ Ἰουδαῖοι;
 [01532]  Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβὶδ κατὰ τὸ εὐαγγέλιόν μου.
 [02114]  Καὶ γὰρ κἀκεῖνοι, ἤτοι ψιλὸν ἄνθρωπον ὁμολογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸ τάλαντον ἀρνούμενοι, ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιν τὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶν θεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίν τινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐα λεντῖνος καὶ οἱ Γνωστικοὶ τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓν τάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν.
 [02226]  Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [02515]  Οὐκ οἶδεν ὄντως τὴν ἑαυτοῦ ζωήν, ὃς Ἰησοῦν τὸν Χριστὸν ὡς ἀληθῆ θεόν, οὕτως καὶ ἀληθῆ ἄνθρωπον οὐκ ἐπίσταται.
 [02516]  Τοῦ γὰρ αὐτοῦ κιν δύνου τὸ πρᾶγμα τυγχάνει, ἐὰν Χριστὸν Ἰησοῦν καὶ πνεῦμα θεὸν ἢ σάρκα τοῦ ἡμετέρου ἀρνησώμεθα σώματος.
 [02541]  Καὶ ἐπειδήπερ ἑκάτερα ταῖς οἰκείαις γεγένηται φύσεσιν, ἕνα μοι Χριστὸν Ἰησοῦν ἐκεῖνον μνημόνευε, τὸν ὄντα ἀμφότερα.
 [02592]  Οὐ διαιρετέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς·
 [02593]  ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις διατηροῦντες αὐτάς.
 [02696]  {ΟΡΘ.} Ἄνθρωπον γὰρ εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συνωμολογήσαμεν μόνον;
 [02697]  {ΕΡΑΝ.} Νῦν οὖν ὅρισαι τί τὸν Χριστὸν εἶναι πιστεύεις.
 [03270]  Ταύτῃ τοι καὶ ἄνθρωπον τὸν Χριστὸν προσηγόρευσεν, ἵνα δείξῃ τὴν θεραπείαν τῇ νόσῳ κατάλληλον.
 [03610]  Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ' ἢ τοῦτον τὸν ἐκ παρθένου γεννηθέντα καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα, ὃν καὶ ἄνθρωπον λέγει.
 [03647]  ∆ιατί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειλη φέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας;
 [03657]  Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων, ἐπειδὴ καὶ κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτόν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν·
 [03658]  Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.
 [03669]  Τούτου γὰρ δὴ χάριν τότε μὲν ὁ θειότατος γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται, τότε δὲ ὁ υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν.
 [03723]  Ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν.
 [03783]  Κύριον γὰρ αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπειον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἀπε ρειδόμενος.
 [03853]  Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, ἐπήγαγε, Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν.
 [03857]  Καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τὸν νεκρωθέντα, καὶ ἐκ νεκρῶν ἀναστάντα, τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ.
 [04249]  Πεινῆσαι μέντοι καὶ διψῆσαι τὸν σωτῆρα Χριστὸν μεμαθήκαμεν, καὶ ἀληθῶς γε ταῦτα καὶ οὐ δοκήσει γεγενῆσθαι πιστεύομεν.
 [04360]  Πρωτότοκον ἐκ τῶν νεκρῶν τὸν δεσπότην Χριστὸν ὁ μακάριος προσηγόρευσε Παῦλος·
 [04368]  Ἀπαρχὴν τῶν κεκοιμημένων τὸν σωτῆρα Χριστὸν ὠνόμασεν ὁ θεῖος ἀπόστολος·
 [04404]  Ὁ θεῖος Πέτρος ἐν τῇ καθολικῇ τὸν Χριστὸν ἔφη πεπονθέναι σαρκί.
 [04405]  Ὁ δὲ τὸν Χριστὸν ἀκούων οὐκ ἀσώματον νοεῖ τὸν θεὸν λόγον, ἀλλὰ σεσαρκωμένον.
 [04408]  Ὁ γὰρ ἀκούων σαρκὶ τὸν Χριστὸν πεπονθέναι, ἀπαθῆ πάλιν νοεῖ αὐτὸν ὡς θεόν, μόνῃ δὲ τῇ σαρκὶ προσνέμει τὸ πάθος.
 [04409]  Ὥσπερ γὰρ ἀκούοντες αὐτοῦ πάλιν λέγοντος, ὅτι ὤμοσεν ὁ θεὸς τῷ ∆αβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, οὐ τὸν θεὸν λόγον ἐκ σπέρ ματος ∆αβὶδ ἀρχὴν εἰληφέναι φαμέν, ἀλλὰ τὴν σάρκα τὴν ὁμογενῆ τῷ ∆αβίδ, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν, οὕτω χρὴ τὸν ἀκούοντα σαρκὶ τὸν Χριστὸν πεπονθέναι, τῆς μὲν σαρκὸς εἰδέναι τὸ πάθος, τῆς δέ γε θεότητος τὴν ἀπάθειαν ὁμολογεῖν.
000-00-00 Serial Number=0619558692
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00265]  νυμφίον δὲ τὸν Χριστὸν ὀνομάζει.
 [00779]  Καὶ περὶ τοῦ ∆αβὶδ δέ φησιν ὁ μακάριος Πέτρος, ὅτι Προφή [81.81] της ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προειδὼς ἐλάλησε περὶ τοῦ θανάτου, ὅτι Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [01218]  Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν.
 [01219]  Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.
 [01724]  Ὅσοι εἰς Χριστὸν ἐβαπτί σθητε, Χριστὸν ἐνεδύσασθε.
 [01729]  τὸν γὰρ Χριστὸν ἐνδέδυται, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος·
 [02201]  ∆ιδάσκει γὰρ ἡμᾶς διὰ τούτων, ὅτι οὐ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ποθεῖ τὸν Χριστὸν, ἀλλ' ὅτι αἱρεῖται τῆς βασιλείας ἐκπεσεῖν, καὶ εἰς γέενναν ἐμπεσεῖν μετὰ τοῦ τὸν Χριστὸν ἀγα πᾷν, ἢ βασιλεύειν τῆς ἀγάπης ἐκείνης ἐστερημένος·
000-00-00 Serial Number=0987862647
Graecarum affectionum curatio Ante [Go Back]  
 [03062]  [10.63] Ταῦτα ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν δεσπότην Χριστὸν ὡς πρὸς ἄνθρωπον ἔφη, ἀπὸ τῆς ὁρωμένης φύσεως Ἰακὼβ αὐτὸν καὶ Ἰσραὴλ ὀνομάσας·
 [03117]  Ὁρῶντες τοίνυν βασιλεύοντα τῆς οἰκουμένης τὸν δεσπότην Χριστὸν καὶ πάντα τὰ ἔθνη τούτου τὴν δεσποτείαν ἀσμένως ὑμνολογοῦντα, καὶ νοήσατε [10.72] τὴν προφητείαν καὶ θαυμάσατε τὴν ἀλήθειαν.
 [03897]  ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν [12.55] μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
000-00-00 Serial Number=0814286232
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00128]  Εἶτα τοῦ πλάσματος ἐπιλησθεὶς (ἀγέννητον γὰρ προσηγόρευσε τὸν Σωτῆρα), τὸν πατέρα φησὶ τοῦ Χριστοῦ, κατα λῦσαι βουλόμενον μετὰ τῶν ἄλλων ἀγγέλων καὶ τὸν τῶν Ἰουδαίων Θεὸν, ἀποστεῖλαι τὸν Χριστὸν εἰς τὸν κόσμον ἐπὶ σωτηρίᾳ τῶν εἰς αὐτὸν πιστευόντων ἀνθρώπων.
 [00143]  βουληθέντι δὲ τούτῳ τοῖς οἰκείοις ἅπαντα ὑποτάξαι τὰ ἔθνη, τοὺς ἄλλους ἄρχοντας ἀντιπράξασθαι, τὸν δὲ Ἀγέννητον ταῦτα θεώμενον τὸν πρωτόγονον αὐτοῦ Νοῦν ἀποστεῖλαι, ὃν καὶ Χριστὸν προσηγόρευσεν, ὥστε σῶσαι τοὺς πιστεῦσαι προαιρουμένους·
 [00145]  τὸν δὲ Χριστὸν πόῤῥωθεν ὁρῶντα, γελᾷν τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, εἶθ' ὕστερον ἀπελθεῖν πρὸς τὸν ἀποστείλαντα.
 [00230]  Μετὰ ταῦτά φησι τὸν Μο νογενῆ γνώμῃ τοῦ Πατρὸς προβαλέσθαι εἰς ἀσφά λειαν καὶ σύστασιν τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον·
 [00231]  τὸν γὰρ Χριστὸν διδάξαι λέγουσι τοὺς Αἰῶνας, ὅτι ἀκατάληπτος ὁ Πατήρ·
 [00233]  Τούτων δὲ οἱ Αἰῶνες τετυχηκότες, ὕμνη σαν μὲν τὸν Προπάτορα, κοινῇ δὲ τὰ κάλλιστα ὧν εἶχεν ἕκαστος συνεισενεγκάμενοι, προβάλλονται διὰ τούτων τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορεύουσι, καὶ Χριστὸν Λόγον.
 [00239]  οἶκτον δὲ λαβόντα τὸν λεγόμενον Χριστὸν, ἀπεκταν θῆναι διὰ τοῦ Ὅρου καὶ Σταυροῦ καλουμένου, καὶ τὴν κατ' οὐσίαν αὐτῇ δοῦναι μορφήν·
 [00259]  Τὸν ἐπιφανέντα Σωτῆρα λαβεῖν φησιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ ∆ημιουργοῦ τὸν ψυχικὸν ἐνδεδύ σθαι Χριστὸν, ἀπὸ δὲ τῆς Οἰκονομίας περιθέσθαι σῶμα ψυχικὴν ἔχον οὐσίαν, ἀῤῥήτῳ δὲ σοφίᾳ πε ποιημένον πρὸς τὸ ἁπτὸν καὶ ὁρατὸν γενέσθαι καὶ παθητόν.
 [00351]  καὶ τὸν μὲν Χριστὸν, σὺν τῇ μητρὶ, εἰς τὸν ἄφθαρτον ἀνασπα σθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν Ἐκκλησίαν καλοῦσι·
 [00372]  καὶ τὸν μὲν Ἰησοῦν ἐκ τῆς Παρ θένου γεννηθῆναι, τὸν δὲ Χριστὸν οὐρανόθεν εἰς αὐτὸν κατελθεῖν.
 [00374]  Τινὲς δὲ ἐξ αὐτῶν φασιν, εἰς ὄφεως εἶδος ἑαυτὸν ἐκτυπώσαντα τὸν Χριστὸν, εἰς τὴν τῆς Παρ θένου μήτραν εἰσδῦναι.
 [00488]  Κατελη λυθέναι δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει, ἵνα τῆς τοῦ ∆ημιουργοῦ δουλείας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσῃ·
 [00543]  Οὗτοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὀνομάζουσι, ποτὲ μὲν αὐτὸν ἀποκαλοῦντες Χριστὸν, καὶ τούτου τεκμήριον ἱκανὸν παρέχουσι, τὸ τὸν ἥλιον ἐκλείπειν·
 [00567]  Ἐπειδὴ δὲ ἐπανῆλθον οὗτοι, παντοδαπὰ λέγοντες ὑπομεμενηκέναι δεινὰ, μηδενὸς ἀνεχομένου τὸν Μάνητα διδάσκαλον δέξασθαι, ἐτόλμησεν ἑαυτὸν ὁ παμπόνηρος καὶ Χριστὸν προσαγορεῦσαι, καὶ Πνεῦμα ἅγιον ὀνομάσαι, καὶ ἐπεστάλθαι ἔφησε κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν.
 [00667]  τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἐξ Ἰωσὴφ καὶ τῆς Μαρίαςἔφησε γεγενῆσθαι, ἄνθρωπον μὲν ὄντα, ἀρετῇ δὲ καὶ καθαρότητι τῶν ἄλλων διαφέροντα·
 [00677]  Οἱ δὲ Ναζωραῖοι Ἰουδαῖοί εἰσι, τὸν Χριστὸν τιμῶντες ὡς ἄνθρωπον δίκαιον, καὶ τῷ καλουμένῳ κατὰ Πέτρον Εὐαγγελίῳ κεχρημένοι.
 [00686]  Τὸν δὲ Χριστὸν ἐν εἴδει περι στερᾶς ἄνωθεν εἰς αὐτὸν κατελθεῖν, καὶ τηνικαῦτα τὸν ἀγνοούμενον κηρύξαι Θεὸν, καὶ τὰς ἀναγράπτους ἐπιτελέσαι θαυματουργίας.
 [00687]  Κατὰ δὲ τὸν τοῦ πάθους καιρὸν, ἀποστῆναι μὲν τὸν Χριστὸν, τὸ δὲ πάθος ὑπομεῖναι τὸν Ἰησοῦν.
 [00698]  τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἄνθρω πον εἶπε ψιλὸν, ἐκ παρθένου γεγεννημένον, τῶν δὲ προφητῶν ἀρετῇ κρείττονα.
 [00699]  Ταῦτα δὲ καὶ τοὺς ἀπο στόλους ἔλεγε κεκηρυχέναι, παρερμηνεύων τῶν θείων Γραφῶν τὴν διάνοιαν, τοὺς δὲ μετ' ἐκείνους θεολογῆ σαι τὸν Χριστὸν, οὐκ ὄντα Θεόν.
 [00720]  Τοὺς δὲ Μελχισεδεκιανοὺς, τμῆμα μὲν εἶναι τού των φασὶ, καθ' ἓν δὲ μόνον διαφωνεῖν, τὸ τὸν [83.393] Μελχισεδὲκ δύναμίν τινα καὶ θείαν καὶ μεγίστην ὑπολαμβάνειν, κατ' εἰκόνα δὲ αὐτοῦ τὸν Χριστὸν γε γενῆσθαι.
 [00727]  Χριστὸν δὲ οὐχ ἕνα λέγουσιν, ἀλλὰ τὸν μὲν ἄνω, τὸν δὲ κάτω·
 [00757]  Μαλαχίωνος δέ τινος πρό τερον μὲν σοφιστεύσαντος, ὕστερον δὲ τῇ τοῦ πρε σβυτέρου τιμηθέντος χειροτονίᾳ, τὴν πρὸς τὸν Παῦλον ποιησαμένου διάλεξιν, ἐφωράθη τὸν Χριστὸν ἄν θρωπον λέγων, θείας χάριτος διαφερόντως ἠξιωμέ νον.
 [00771]  Ἔκ τασιν δέ τινα τῆς τοῦ Πατρὸς θεότητος ἔφησεν εἰς τὸν Χριστὸν ἐληλυθέναι, καὶ ταύτην Θεὸν Λόγον ἐκάλεσε·
 [00778]  Κατὰ τῶν τεττάρων τούτων συνέγραψεν ὁ θεῖος ∆ιό δωρος ὁ τὴν Κιλίκων ἰθύνας μητρόπολιν, Θεὸν προαιώνιον τὸν Χριστὸν ἀποδείξας, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐνανθρωπήσαντα, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν.
 [01259]  Εἰ γὰρ τὸ ἀναστῆ ναι, φησὶ, τὸν Χριστὸν ἀληθὲς, ἀληθὲς ἄρα καὶ τὸ ἡμᾶς ἀναστήσεσθαι·
 [01260]  εἰ δὲ τοῦτο ψευδὲς, καὶ τὸ ἀνα στῆναι τὸν Χριστὸν ἄρα ψευδές·
 [01461]  Καὶ οὔτε κατὰ τοὺς Βαλεντίνου μύθους ἄλλον εἶναί φαμεν τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἕτερον τὸν Χριστὸν, καὶ αὖ πάλιν Ἰησοῦν·
 [01462]  οὔτε κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν κτίσμα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀνομάζομεν.
 [01519]  Ὁ δὲ θεῖος Ἰωάννης ὁ εὐαγγελιστὴς, τὸν αὐτὸν καὶ Λόγον καλεῖ προαιώνιον, καὶ μονογενῆ Υἱὸν, καὶ τῶν ἁπάντων δημιουργὸν, καὶ Χριστὸν Ἰησοῦν.
 [01533]  Τοῦτον καὶ Υἱὸν μονογενῆ, καὶ Ἰησοῦν Χριστὸν πολλάκις ἐκάλεσε.
 [01538]  Καὶ μυρίας δὲ τοιαύτας χρήσεις ἔστιν εὑρεῖν, δι' ὧν αὐτὸν καὶ Χριστὸν ὀνο μάζουσι, καὶ ἀΐδιον Υἱὸν, καὶ τοῦ Πατρὸς συναΐδιον.
 [02090]  Ὁ μὲν οὖν Βαλεντῖνος ἐν οἷς ἀνέπλασε μύθοις, ἄλλον μὲν ἔφη τὸν Μονογενῆ, ἄλλον δὲ τὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν τὸν ἐντὸς τοῦ πληρώματος, καὶ ἕτερον τὸν Ἰησοῦν, καὶ ἄλλον πάλιν τὸν ἔξω Χριστόν.
 [02091]  Ἐνανθρωπῆσαι δὲ τὸν Ἰησοῦν ἔφη, τὸν ἔξω Χριστὸν ἐνδυσάμε νον, καὶ σῶμα ἐκ τῆς ψυχικῆς οὐσίας ἀνειληφότα·
 [02094]  Κέρδων δὲ, καὶ Μαρκίων, καὶ Μάνης, ὡς ἄνθρωπον φανῆναι τὸν Χριστὸν ἔφασαν, οὐδὲν ἀνθρώπειον ἔχοντα.
 [02095]  Ὁ δὲ [83.489] Κήρινθος τὸν μὲν Ἰησοῦν ἐξ Ἰωσὴφ καὶ Μαρίας ἔφησε γεννηθῆναι κατὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον, ἄνωθεν δὲ τὸν Χριστὸν κατεληλυθότα ἐπὶ τὸν Ἰησοῦν.
 [02096]  Ἐβιωναῖοι δὲ, καὶ Θεοδοτιανοὶ, καὶ Ἀρτεμωνιανοὶ, καὶ Φωτεινιανοὶ, ψιλὸν ἄνθρωπον εἰρήκασιν ἐκ τῆς Παρθένου τὸν Χριστὸν γεγεννῆσθαι.
 [02101]  Τὸν γὰρ αὐτὸν ἡ Ἐκκλησία, καὶ Υἱὸν, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον, καὶ Σωτῆρα Κύριον, καὶ Ἰησοῦν Χριστὸν ὀνομάζει.
 [02303]  Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβὶδ κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος.
 [02316]  Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρό νου αὐτοῦ, προεδήλωσεν, εἰπὼν περὶ τῆς ἀνα στάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [02326]  Ἐπειδὴ δὲ Μαρκίων ὁ βδελυρὸς ἕτερον λέγει τὸν δίκαιον, ὃν καὶ ∆ημιουργὸν ὀνομάζει, ἕτερον δὲ τὸν ἀγαθὸν, ὃν Χριστὸν Ἰησοῦν εἶναί φησι, φέρε καὶ περὶ τούτου μικρὸν διεξέλθωμεν, καὶ δείξωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ∆ημιουργὸν καὶ Σωτῆρα, καὶ ἀγαθὸν τὸν αὐτὸν καὶ δίκαιον.
 [02416]  Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐν εδύσασθε.
 [02418]  Ὅσοι εἰς Χριστὸν ἐβαπτί σθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν·
 [02623]  Καὶ καθάπερ πάλαι τὸ Θεός ὄνομα κεκλοφὼς ἐπιτέ θεικεν ἑαυτῷ, καὶ τοῖς τῆς πονηρίας αὑτοῦ συνερ γοῖς, καὶ πέπεικε τοὺς ἀνθρώπους διὰ τῶν χειροτμή των ξοάνων τὸ θεῖον αὐτῷ σέβας προσενεγκεῖν, οὕτω τὴν τοῦ ∆εσπότου Χριστοῦ προσηγορίαν σφετερισά μενος, πάντας μὲν, ὡς ἔπος εἰπεῖν, ἐξαπατήσει, φενακίσει δὲ καὶ τῶν σεπτὸν ὄνομα περικειμένων πολλοὺς, ἑαυτὸν εἶναι λέγων Χριστὸν, ὃν οἱ θεῖοι χρησμῳδοῦντες προφῆται ἐπιφανήσεσθαι προὔλεγον.
 [02907]  Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδι δάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέ σθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν πα λαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ μίας τῆς ἀπάτης·
000-00-00 Serial Number=0228509128
Historia ecclesiastica Ante [Go Back]  
 [00290]  [26] Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δι' αὐτοῦ ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ ἐκδιώκει καὶ πάντα κάλων κινεῖ καθ' ἡμῶν ὁ ἐπίσκο πος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι·
 [00528]  Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθι νὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν [51] κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
 [01067]  τοιγαροῦν [102] τῆς χάριτος τοῦ θεοῦ συνεργούσης, καὶ αὐτοὶ οἱ εὐσεβέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων καὶ τὴν ἁγίαν ταύτην σύνοδον ἐπὶ τὴν Σαρδέων πόλιν γενέσθαι δεδώκασιν, ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης, ἡ εἰς τὸν Χριστὸν εὐσέβεια μόνη παρὰ πᾶσι φυλάττηται.
 [01212]  φθεγξα μένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει.
 [02025]  ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι·
 [02101]  διὰ γὰρ δὴ τοῦτο καὶ τοὺς Ἰουδαίους κατὰ τῶν εἰς Χριστὸν πεπιστευκότων καθώπλισεν.
 [02312]  ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τῶν θείων γραφῶν γιγνωσκομένη τε καὶ ἀναγιγνωσκομένη.
 [02725]  οὓς ὑποτάξας ὁ πικρὸς οὗτος πολέμιος δι' ἀπειλῶν καὶ ἀπάτης τοῖς εἰς Χριστὸν ἀσεβοῦσιν ἐκδώσειν ἐνόμιζεν.
 [02800]  ἀλλ' οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος.
 [03206]  εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι.
 [03214]  Ἀναθεματίζομεν Φωτεινόν, ὃς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνακαινίζων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ὡμολόγει.
000-00-00 Serial Number=0242859483
Historia religiosa Ante [Go Back]  
 [02264]  Οὕτως τοῖς κατὰ Χριστὸν ἀγωνισταῖς μένει συνοῦσα καὶ ἀποθανοῦσιν ἡ νίκη.
000-00-00 Serial Number=0616251290
Interpretatio in Danielem Ante [Go Back]  
 [00511]  Οὐκοῦν ὑπὸ Παλαιᾶς καὶ Νέας ∆ιαθήκης διδασκόμεθα τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν προσηγορεῦ[σ]θαι λί θον.
 [02213]  Εἶτα συμβουλεύσας τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς, καὶ δι' ἐκείνων πᾶσιν ἀνθρώποις, μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν Χριστὸν, οὐκέτι γὰρ κρύβδην καὶ λάθρα, ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπήγαγε·
 [02758]  Χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν Ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις ἔφη δημηγορῶν·
 [02763]  Τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος Γαβριὴλ Χριστὸν ἡγούμενον προσηγόρευσεν.
000-00-00 Serial Number=0684247255
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05552]  ∆αβὶδ δὲ λέγει τὸν ∆εσπότην Χριστὸν, ὡς ἐκ ∆αβὶδ κατὰ σάρκα τὸ γέ νος κατάγοντα·
 [06297]  Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἀλλὰ δι' ἀκοῆς πίστεως, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
 [06319]  Οὕτως ἅπαντα τὰ δοκοῦντα σεμνὰ διηγη σάμενος, ἐπήγαγεν Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.
000-00-00 Serial Number=0603245199
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05275]  Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος;
000-00-00 Serial Number=0414793849
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00211]  Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κω λύοντα Καίσαρι φόρον διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
 [00846]  Καὶ γὰρ οὗτος τὸν θεῖον νόμον παρα βαίνων ἀεὶ, καὶ τἀναντία τοῖς ὑπὸ τοῦ Θεοῦ διηγο ρευμένοις διαπραττόμενος, πάλιν, ὡς ὑπὲρ τοῦ νομοθέτου δῆθεν ἀγωνιζόμενος, ἐσταύρωσε τὸν ∆ε σπότην Χριστὸν, ἀντίθεον ἀποκαλῶν καὶ παρά νομον.
 [00921]  Ὁ δὲ μερίζων τοὺς λογισμοὺς εἰς μαμωνᾶν καὶ Θεὸν, εἰς Χριστὸν καὶ χρυσὸν, εἰς τὸν παρόντα καὶ τὸν μέλ λοντα βίον, οὐ δύναται ἀληθεύων λέγειν·
 [01053]  Εἰ δὲ μηδεὶς ἕτε ρος δείκνυται, μήτε τοῖς Ἰουδαίοις, μήτε τοῖς ἔθνεσι, καταστὰς νομοθέτης, λείπεται νοεῖν τὸν ∆εσπότην Χριστὸν ἀναφανῆναι νομοθέτην ἐθνῶν·
 [01117]  Ὁ διάβολος λεληθότως γὰρ τὸν Χριστὸν ἐζήτησεν ἀποκτεῖναι·
 [01126]  [Ὡς ὁ λέων ἐν τῷ σπηλαίῳ ἀεὶ ἐνεδρεύει ἁρπάσαι, οὕτω καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ὡς ἐν μάνδρᾳ ἐθήρευσε τὸν Χριστὸν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι.] Ἐν τῷ αὐτὸν κατακυριεῦ σαι τῶν πενήτων.
 [01585]  Μηδεὶς δὲ ἀνάρμοστον ἡγείσθω τὸ συν ετίζεσθαι κατὰ τὴν ἀνθρωπείαν φύσιν τὸν ∆εσπό την Χριστὸν, ἀκούων τοῦ θεσπεσίου Λουκᾶ λέγον τος·
 [01602]  Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδ' ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [02055]  λείπεται νοεῖν τὸ σπέρμα τοῦ ∆αβὶδ, τὸ αἰώνιον ἔχον τὴν περιφάνειαν, τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα γεννηθέντα ∆εσπότην Χριστὸν, αἰώνιον ἔχοντα βασιλείαν καὶ δόξαν·
 [02251]  Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὑτοῦ·
 [03168]  Χριστὸν γὰρ ἑαυτὸν ὡς βασι λέα καλεῖ.
 [03371]  ὡς εἶναι δῆλον, ὅτι ταῦτα τῆς ἀν θρωπείας φύσεως τὸ πρόσωπον φθέγγεται πρὸς τὸν ∆εσπότην Χριστὸν, τῆς ζωῆς αὐτῇ τὸ μέγα δω ρησάμενον δῶρον.
000-00-00 Serial Number=0462020457
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00286]  ἐπειδὴ τὸν Χριστὸν θεο λογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι.
 [00965]  Ἐνταῦθα μέντοι ὁ θεῖος ∆αβὶδ καὶ τὴν εἰς ἑαυτὸν γεγενημένην ἀδικίαν διδάσκει, καὶ τὴν εἰς τὸν ∆εσπότην [Χριστὸν τὸν Θεὸν ἡμῶν] ἐσομένην προδιαγράφει, τῇ κοινωνίᾳ τῶν παθημάτων ἐν αβρυνόμενος, καὶ μονονουχὶ βοῶν μετὰ τοῦ Παύλου, Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
 [02239]  Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι στὸν ἐνεδύσασθε.
 [02706]  Τὴν αὐτὴν τοίνυν περικείμενον φύσιν θεα σάμενος τὸν ∆εσπότην Χριστὸν, προσῆλθεν ἐπιζητῶν τοῦ θανάτου τὰ αἴτια.
000-00-00 Serial Number=0312222958
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00165]  Προφήτης οὖν ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατ ελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·
 [00339]  [ἐν τῷ λέγειν τὸν Χριστὸν, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.
 [00421]  Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν κα λεῖ.
 [01405]  Ἐπειδὴ γὰρ καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ ∆αβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρ ματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι' αὐτοῦ πᾶσιν ἀνθρώποις παρ έξειν.
 [02685]  ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν ∆εσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν.
 [03235]  Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ ∆αβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς.
 [03236]  Τὸ μὲν γὰρ υἱὸν εἶναι τοῦ ∆αβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι·
 [03904]  Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγε λίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.
 [05675]  Χριστὸν ἐνταῦθα τὴν βασιλείαν καλεῖ.
 [05730]  Προφήτης ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθ ίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ τῆς ἀναστάσεως αὐτοῦ.
 [06154]  Συμφωνεῖ τούτοις καὶ ὁ θεῖος Ἀπόστολος, λέγων, τὸν ∆εσπότην Χριστὸν ἐξαλεῖψαι [80.1933] τὸ καθ' ἡμῶν χειρόγραφον.
 [06434]  Ἀλλὰ γὰρ ἀναιρεῖν αὐτὸν πειραθέντων, αὐτὸς Χριστὸν ὠνόμα σε Κυρίου.
 [06436]  Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι σὲ εἶπας ἀνῃρηκέναι τὸν Χριστὸν Κυρίου.
 [07027]  Ἐντεῦθεν ἡγοῦμαι καὶ τὸν ∆εσπότην Χριστὸν, τῶν ἄλλων πτη νῶν καταλιπόντα τὴν μνήμην, τῶν κοράκων μνη σθῆναι, καὶ τοῖς μαθηταῖς εἰπεῖν, Ἀποβλέψατε εἰς τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτούς.
000-00-00 Serial Number=0473468482
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02045]  (ιγʹ.) ∆ιότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ·
 [05670]  καὶ σποράδες, καὶ μέτοικοι, καὶ μετανάσται γενόμενοι, τοῖς τὸν Χριστὸν κηρύσσουσι παρὰ γνώμην δουλεύουσιν·
 [05673]  Ταῦτα μὲν οὖν ὁ Προφήτης περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ προαγορεύσας, καὶ τὴν Ἰουδαίων ἀν τιτυπίαν ἐλέγξας, εἰκότως εὐθὺς ἐπὶ τὸν ἀντίθεον Χριστὸν μεταφέρει τὴν προφητείαν, ὃν Ἰουδαῖοι προσμένουσιν, ὡς αὐτοί φασι.
 [05710]  οὕτω καὶ οὗτος ἀρνηθῆναι μὲν τὸν ∆εσπότην Χριστὸν προσ τάξει τοὺς εὐσεβοῦντας, τοὺς δὲ μὴ πειθομένους τι μωρίαις παραδώσει παντοδαπαῖς.
 [05810]  ∆ῆλον δὲ, ὅτι καὶ τοῦτο διὰ τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων ἐγένετο.
 [05937]  οὐκ έτι γὰρ εἰδώλοις προσέξουσιν οἱ εἰς Χριστὸν πεπι στευκότες, ἀλλὰ μετ' εὐσεβείας τὴν Ἱερουσαλὴμ οἰκήσουσιν.
000-00-00 Serial Number=0791672826
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00042]  διὰ τοῦτο Θεοτόκος, ὦ βέλτιστε, παρὰ τῶν τὸν Χριστὸν ὡς Θεὸν προσκυνούντων ἡ Παρθένος κηρύττεται·
 [00099]  Καὶ αὐτὸν ἤγει ρεν τὸν Χριστὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης Ἀρχῆς, καὶ Ἐξουσίας, καὶ ∆υνάμεως, καὶ Κυριότητος, καὶ παν τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.
000-00-00 Serial Number=0618737042
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00035]  Ἐπειδὴ ὁ Ἡσαΐας προφητεύων εἰς τὸν Χριστὸν ἀναφέρει τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ἐπὶ δυσδιηγήτου ἢ ἀδιη γήτου λέγει καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκός;
 [00297]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν;
 [00350]  Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστια νοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον;
 [00467]  διὸ καὶ ἡ θεία γραφὴ ἀπὸ ταύτης τῆς γνώσεως ὁρ μωμένη τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν καταγγέλλει ποτὲ μὲν κατὰ τὴν ἄθετον αὐτοῦ υἱότητα, ὅταν λέγῃ δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε, ποτὲ δὲ κατὰ τὴν τιθεμένην, ὅταν λέγῃ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.
 [00470]  εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι , ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν·
 [00498]  τὸ γὰρ ὡς ἐνομίζετο ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων χώραν οὐκ ἔχει, τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθέ νου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί.
 [00500]  εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώ που οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου.
 [00502]  ἔτι δέ, εἰ καθώσπερ υἱὸς τοῦ Ἠλὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἠλί, τί ἄτοπον οὕτως καὶ τὸν Χριστὸν δοῦναι υἱὸν τῷ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας;
 [00542]  τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ φύσιν τὸν δὲ κατὰ νόμον, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν·
 [00943]  τὸ γὰρ σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδο κῶμεν, ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι·
 [01000]  ∆ιὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὑτοῦ σαρκὸς καθαρισμὸν ποιοῦντα ἁμαρτίας εὐσεβῶν ἀνθρώπων τῶν ἐν πάσῃ τῇ γῇ δοξαζόντων τὴν ἁγίαν καὶ ὁμούσιον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δω ρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν, λαβόντες τῆς τῶν οὐρανίων τε καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα·
 [01138]  Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθη τῶν παραδοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα·
 [01367]  καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμί σηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε;
 [01443]  καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, τὴν τε λείαν λέγει ἀνάστασιν.
 [01621]  πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται·
 [01707]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος πάτερ ἄφες αὐτοῖς·
 [01716]  ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν.
 [01717]  ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι·
 [01719]  εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας;
 [01738]  Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς [114] καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν * προσλαμβανό μενον τὸ διὰ Χριστὸν καταλείψαντα τοὺς φύσει πατέρας τε καὶ μητέρας, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτω καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ κα ταλείψαντος τὴν φύσει γυναῖκα.
 [01740]  πόθεν δὲ πλού σιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο ρίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας;
 [01984]  Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος;
 [01985]  εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χρι στιανοῖς δεδουλευκότων πολλάκις;
 [02087]  Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος;
 [02088]  οὐδεὶς γὰρ τὸν ἐλ θόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προση γόρευσεν.
 [02140]  Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς [144] κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὃ δὲ φάσκων εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;
000-00-00 Serial Number=0230012655
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01597]  ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χρισ τὸν ἐνεδύσαντο ·
 [03340]  εἴρηται δὲ ἡμῖν ἐν ταῖς τοῦ Ἰακὼβ εὐλογίαις, ὡς ἐκ τῆς ∆ὰν φυ λῆς ὁ ἀλάστωρ τεχθήσεται, ὁ Χριστὸν μὲν ἑαυτὸν ὀνομάζων, τἀναντία δὲ τῇ προσηγορίᾳ διαπραττόμενος, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα.
 [04654]  λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη θείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων .
000-00-00 Serial Number=0806281030
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00005]  Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον·
 [00068]  Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν [83.1437] τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.
 [00102]  Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερω σύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολο γίας θηρῶν γενόμενος ἀγρίων βορά·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»