Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Τριάδος [44]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Τριάδος


000-00-00 Serial Number=0900386095
De incarnatione domini Ante [Go Back]  
 [00006]  Ὁ μὲν περὶ τῆς ἁγίας Τριάδος ὡς ἐν εὐσεβῶν συλλόγῳ, καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν πειθομέ νων, ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, λόγος διήνυσται.
000-00-00 Serial Number=0874750555
De sancta trinitate Ante [Go Back]  
 [00026]  Ἡμεῖς οἱ τῆς Τριάδος ἐρασταὶ καὶ προσκυνη ταὶ καὶ κήρυκες μεγαλόφωνοί τε καὶ μεγαλόφρονες, πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἄναρχον καὶ ἀγέν νητον, ἀεὶ ὄντα Πατέρα, οὐχ ὕστερον τοῦτο κτησά μενον, οὐ γὰρ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ἄνωθεν ἦν Πατήρ·
 [00362]  ἡμεῖς δὲ οἱ τῆς Τριάδος προσ κυνηταὶ ἀκριβῆ τοῦ ὁμοουσίου ἐντεῦθεν τὴν γνῶσιν λαμβάνομεν·
 [00467]  Ἐδιδάχθημεν γὰρ ὑπ' αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Τριάδος συμπληρωτικὸν τὸ Πνεῦμα τὸ ἅγιον·
 [00625]  Τοίνυν μίαν τῆς Τριάδος τὴν φύσιν εἶναι πιστεύο μεν, μίαν οὐσίαν ἐν τρισὶν ἰδιότησιν γνωριζομένην, τὴν ἐξουσίαν ἀμέριστον, τὴν βασιλείαν ἀδιαίρετον, μίαν θεότητά τε καὶ κυριότητα.
 [00630]  ἀλλὰ τρεῖς μὲν τὰς ὑποστάσεις, μίαν δὲ τῆς Τριάδος τὴν φύσιν ἀσώματον, ἄτρεπτον, ἀναλλοίωτον, ἀτελεύτητον, ἀθάνατον, ἄπειρον, ἄφθαρτον, ἀπερίγραπτον, ἀπερίληπτον, ἀόρατον, ἀσαφῆ, ἄῤῥητον, ἄφραστον, ἀκατάληπτον, ἀνέφικτον, ἀπερινόητον, αὐτοζωὴν, φῶς νοερὸν, πηγὴν ἀγαθῶν, θησαυρὸν σοφίας, δημιουργὸν τῶν ὄλων, κυβερνῶσαν τὰ πάντα, σοφίαν ἰθύνουσαν τὸ τῆς κτίσεως σκάφος.
000-00-00 Serial Number=0840512156
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01780]  μίαν τῆς Τριάδος θεό τητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν, ἀϊδιότητα, ἀτρεπτότητα, ἀπάθειαν, ἓν θέλημα, τελείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν θεότητα, τελείαν τὴν ἀνθρωπότητα, τὴν διὰ τὴν ἡμετέ ραν σωτηρίαν ληφθεῖσαν, καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ παρα δοθεῖσαν.
 [01956]  Ἐπειδὴ γὰρ εἰς ἓν σῶμα τελοῦμεν οἱ τῆς ἀϊδίου Τριάδος προσκυνηταί, εἰκότως δήπου τοῖς ὑγιαίνουσι τῶν μελῶν τὰ λοιπὰ συναγάλ λεται μέλη.
 [01961]  Ὑμεῖς δὲ οὐκ ἀμπελώνων, ἀλλὰ θείων ὑπερμαχεῖτε δογμάτων, καὶ τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν ἀποστρέφεσθε, ὡς τὸ καθαρὸν τῆς εὐαγγελικῆς θολοῦσαν διδασκαλίας, καὶ τῆς παναγίας Τριάδος τὸν ἀριθμὸν οὔτε μειοῦν οὔτε αὔξειν ἀνέχεσθε.
 [01967]  Εἰ γὰρ ἀπαθὴς ἡ τοῦ Μονογε νοῦς θεότης, ἀπαθὴς γὰρ τῆς Τριάδος ἡ φύσις, τὸ δὲ πάσχειν πεφυκὸς μὴ προσομολογηθῇ παρ' ἡμῶν, μάτην θρυλεῖται τὸ μὴ γενόμενον πάθος.
 [02317]  Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογε νοῦς οὐκ ηὔξησε τῆς Τριάδος τὸν ἀριθμόν, ἀλλὰ μεμένηκε καὶ μετὰ τὴν σάρκωσιν Τριὰς ἡ Τριάς.
 [02335]  Γράψεις δὲ οὐχ ἑτεροδόξῳ, ἀλλὰ τῇ τῶν ἀποστόλων ἐντεθραμμένῳ διδασκαλίᾳ, καὶ Τριάδος οὐ τετρά δος κήρυκι.
 [02604]  Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς τὸν τῆς Τριάδος οὐκ ηὔξησεν ἀριθμόν, καὶ τετράδα τὴν Τριάδα πεποίηκεν, ἀλλὰ μεμένηκεν καὶ μετὰ τὴν ἐνανθρώπησιν Τριὰς ἡ Τριάς.
 [02668]  Καὶ ἑτέρας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας, δι' ὧν καταμαθεῖν εὐπετές, ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἄλλο πρόσωπόν ἐστι παρὰ τὸν Υἱὸν τῆς Τριάδος πληρωτικόν.
 [02811]  καὶ ἓν Πνεῦμα ἅγιον ὃ Παράκλητος, ὃς πληροῖ τῆς Τριάδος τὸν ἀριθμόν.
000-00-00 Serial Number=0464162409
Graecarum affectionum curatio Ante [Go Back]  
 [00592]  Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάν σοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαί δευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον·
 [00593]  οὐ μὴν παντάπασι τὰ περὶ τῆς Τριάδος ἀπέκρυψε δόγματα τοῖς ὕστερον ἐσομένοις, τῆς ἐντε [2.59] λεστέρας θεολογίας κατασπείρων τὰς ἀφορμάς.
 [00596]  ἅπαξ γὰρ εἰπὼν τὸ Θεός καὶ δὶς τὸ Κύριος ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ εἷς ἐστιν, καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς [2.60] θείας οὐσίας ἐμήνυσεν.
 [00597]  Μία γὰρ τῆς ἁγίας Τριάδος καὶ οὐσία καὶ δύναμις καὶ μέντοι καὶ βούλησις·
 [00599]  Ἀλλ' ἐν τούτοις μὲν δι' αἰνιγμάτων τὰ τῆς θείας Τριάδος δεδήλωται, ἐν ἑτέροις δέ γε σαφέστερον ταῦτα διδάσκουσιν οἱ θεσπέσιοι ἄνδρες.
 [00605]  μία γὰρ δὴ τῆς Τριάδος ἡ φύσις·
 [00624]  Καὶ ἵνα μή τις ὑπολάβῃ, τοῦτον μόνον τὸν προφήτην τὰ περὶ τῆς θείας εἰρηκέναι Τριάδος, ἀκού σατε, ὦ φιλότης, καὶ τοῦ θεσπεσίου βοῶντος ∆αυίδ·
 [00734]  Οὐ γὰρ ἑτεροφυᾶ τὸν Υἱόν, οὐδέ γε τὸ πανάγιον Πνεῦμα εἶναί φαμεν, ἀλλὰ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν κηρύττομεν.
 [01693]  καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλά τας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν [5.69] εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολα στήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνεν δοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε·
000-00-00 Serial Number=0467906475
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00848]  Τὸν δὲ περὶ τῆς θείας Τριάδος οὐκ ἐλυμήνατο λόγον, καὶ τὰ περὶ τῆς τοῦ κόσμου δημιουργίας ὁμοίως ἡμῖν ἐδογμάτι σεν.
 [00987]  Οὗ δὴ χάριν, οἱ τῆς δωρεᾶς ἀπο λαύσαντες, ὡς ἐμαθητεύθησαν καὶ ἐβαπτίσθησαν, δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα Σχέτλιον γὰρ, τοὺς παρὰ τῆς ἁγίας Τριάδος κομισαμένους τὴν τοῦ βαπτίσμα τος δωρεὰν, μόνῳ τὴν δοξολογίαν προσενεγκεῖν τῷ Πατρὶ, καὶ ἀγέραστον καταλιπεῖν τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα.
 [01051]  Αὐ τὸς καὶ τοῦ ἁγίου βαπτίσματος ἀνέτρεψε τὸν ἀνέκαθεν παρὰ τοῦ Κυρίου καὶ ἀποστόλων παραδο θέντα θεσμὸν, καὶ ἄντικρυς ἀντενομοθέτησε, μὴ χρῆναι λέγων τρὶς καταδύειν τὸν βαπτιζόμενον, μηδὲ ποιεῖσθαι τὴν τῆς Τριάδος ἐπίκλησιν·
 [01134]  Ἀπολινάριος δὲ ὁ Λαοδικεὺς ἐν ἐνίοις συγγράμμασι τὸν περὶ τῆς Τριάδος οὐ παρέφθειρε λόγον·
 [01140]  Εἰ γὰρ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν τῷ ὄντι φησὶν, πῶς τὴν αὐτὴν καὶ σμικρὰν καὶ μεγάλην ὑπείληφεν;
 [01144]  Ἐν ἐνίοις τοίνυν πάλιν οὗτος συγγράμμασι τὰς τῶν ὑποστάσεων συνέχεεν ἰδιότητας, καὶ ταὐτὸ δέδρακεν ἐπὶ τῆς Τριάδος, ὅπερ ἐπὶ τῆς οἰκονομίας ἐτόλμησεν.
 [01627]  Ταύτῃτοι τὸν Υἱὸν προέταξε τοῦ Πατρὸς, οὐ τὴν τάξιν ἀνατρέπων ἢν ὁ Κύριος τέ θεικεν, ἀλλὰ τὸ ὁμότιμον τῆς Τριάδος ἐπιδεικνύς.
 [01661]  καὶ ἡ τῆς Τριάδος ἐπίκλησις τῶν βαπτιζομένων ἕκαστον νεουργεῖ.
 [01954]  ἀλλ' ὑπὸ τῆς θείας καὶ παναγίας Τριάδος τῆς πάντα τεκτηναμένης.
000-00-00 Serial Number=0520089805
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05856]  Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους δι δάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν·
000-00-00 Serial Number=0110793233
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00565]  ∆ι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας, κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανή σεως ἦν τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον, οὐ καθαρὸν, οὐδὲ ἅγιον, οὐδὲ πνεῦμα πληρώσεως, ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς Τριάδος·
000-00-00 Serial Number=0284422696
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [04147]  Ἐνταῦθα δὲ σαφῶς ἡμῖν ἀποκαλύπτει τὸ τῆς ἁγίας Τριάδος μυστήριον.
000-00-00 Serial Number=0363815069
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00502]  Εἰς καιρὸν καὶ τῆς ἁγίας Τριάδος ἀπεκά λυψε τὸν τίμιον ἀριθμὸν, καὶ τῇ καινῇ διαθήκῃ συν έζευξεν·
 [00504]  ∆ιεῖλε δὲ τὰ πράγματα, οὐχ ἵνα τῆς ἀδιαιρέτου καὶ ἁγίας Τριάδος τὰς ἐνεργείας διέλῃ, ἀλλ' ἵνα τὸν ἀριθμὸν προφητικῶς καὶ τοὺς μετὰ ταῦτα διδάξῃ.
 [01877]  [Ἰδοὺ πάλιν ὁ προφητικὸς νοῦς τῆς ἀδιαιρέτου καὶ φωτοφόρου καὶ ἀεὶ οὔσης Τριάδος σαφέστερον ἡμῖν ὑπέδειξε τὰς ὑποστάσεις·
 [02856]  Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ ∆ημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέ λος.
000-00-00 Serial Number=0012295663
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00893]  μία γὰρ οὐσία τῆς ἀχράντου Τριάδος·
 [01812]  μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν.
000-00-00 Serial Number=0344380736
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02806]  Οὐχὶ ἅπαξ δὲ μόνον, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς τοῦτο πεποίηκε, τῆς προσκυνουμένης πάλιν Τριάδος ἐμφαίνων τὸν ἀριθμόν.
 [03209]  Τῆς δὲ ψυχῆς ἡ κάθαρσις κατὰ τὸν ἀριθμὸν τῆς ἁγίας ἀποτελεῖται Τριάδος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»