Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Σεδεκίαν [13]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Σεδεκίαν


000-00-00 Serial Number=0055465639
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00055]  καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυ άλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει.
 [01000]  Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγού μενος, καὶ τὴν ἐκείνου φυγήν.
 [01431]  Ἱππικὸν γὰρ σύνταγμα πέμψας ὁ Ναβουχοδονόσορ εἰς τὴν καθ' Ἱεριχὼ ἔρη μον, καὶ τὸν Σεδεκίαν καὶ τοὺς σὺν αὐτῷ δραπετεύ σαντας συλλαβὼν, ἤγαγεν εἰς ∆εβλαθὰ, κἀκεῖ τοῦ Σεδεκίου τοὺς παῖδας πρότερον ἀνελὼν, καὶ θεατὴν αὐτὸν ποιήσας τῆς τῶν παίδων σφαγῆς, οὕτως αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξώρυξε, καὶ δεσμὰ περιθεὶς ἐκ χαλκοῦ πεποιημένα, εἰς τὴν Βαβυλῶνα ἀπήγαγε, μύλωνα οἰκεῖν ἀναγκάσας.
 [02145]  Τὸν Σεδεκίαν διὰ τούτου παρεδήλωσε·
 [02207]  Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα·
 [04368]  Ἰδοὺ ἐγὼ δί δωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδο τον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζη τοῦντος ψυχὴν αὐτοῦ.
000-00-00 Serial Number=0155300498
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02145]  Εἶτα λέγει, ὡς ἅπαντα παραδώσει λιμῷ καὶ θανάτῳ, καὶ αἰχμαλωσίᾳ, καὶ μετὰ τούτων αὐτὸν τὸν βασιλέα Σεδεκίαν τοῖς πεζαιτέροις καὶ δορυφόροις, καὶ τοὺς μὲν κατασφάξουσι, τοὺς δὲ δορυαλώτους ἀπάξουσι·
 [02419]  Τοῖς δὲ δυσειδέσι σύκοις ἀφομοιοῖ οὐ μόνον τοὺς ὑπολειφθέντας ἐν τῇ Ἰου δαίᾳ, ἀλλὰ καὶ τοὺς εἰς Αἴγυπτον πεφευγότας, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Σεδεκίαν, καὶ τοὺς ἄρχοντας, καὶ ἀπειλεῖ αὐτοῖς τῶν Βαβυλωνίων τὴν στρατιὰν, καὶ τὰ ἐκ τοῦ πολέμου φυόμενα σκυθρωπὰ, λιμὸν, καὶ λοιμὸν, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν·
 [02668]  Καὶ λήψονται ἐπ' αὐτοῖς κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα, καὶ ἐν Βαβυλῶνι, λέγοντες, Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ Ἀχιάβ.
 [03493]  Ὥσπερ γὰρ τὸν Σεδεκίαν παρέδωκα τῷ τῶν Βα βυλωνίων βασιλεῖ·
 [04428]  ὁ δὲ διελέγξας ἐπὶ τῇ τῶν ὅρκων παραβάσει τὸν Σεδεκίαν, πρῶτον μὲν ἀνεῖλε τοὺς υἱοὺς αὐτοῦ, εἶτα τοὺς ἄρχοντας·
000-00-00 Serial Number=0448996603
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00041]  οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βα βυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύ σην τὸν ἐκείνου παῖδα ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο·
000-00-00 Serial Number=0225806236
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03797]  Τὰ δὲ κατὰ τὸν Ἰωαχὶμ, καὶ Ἰωακεὶμ, καὶ Ἰεχνίαν, καὶ Σεδεκίαν, πλατύτερον ὁ θεῖος Ἱερεμίας συνέγραψε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»