Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕστερον [192]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕστερον


000-00-00 Serial Number=0793565094
Commentaria in Isaiam Ante [Go Back]  
 [00985]  Ἐπειδὴ δὲ μικρὸν ὕστερον ἔμελλον ἄλλοι ἐπιέναι πολέμιοι, προλέγει κἀκεῖνα διδάσκων ὡς οὐδὲν ἀγνοεῖ τῶν ὅλων ὁ ποιητὴς ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει καὶ πρὸς τὸ συμφέρον ἰθύνει.
 [01086]  κἂν γὰρ νῦν ἀντείπητε καὶ τὸν καθ' ἡμῶν τυρεύσητε θάνατον, ἀλλὰ μικρὸν ὕστερον ἡττηθήσεσθε, καὶ τὰς πονηρὰς ὑμῶν βουλὰς διασκεδάσει τῶν ὅλων ὁ κύριος·
 [01092]  Ταῦτα πᾶσι τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ὁ προφητικὸς λόγος παρεγγυᾷ ὅτι, κἂν μυριάκις περιζώσωνται καὶ παρατάξωνται κατὰ τῶν ἱερῶν ἀποστόλων, ὕστερον ἡττηθήσονται·
 [01639]  Οἱ Ἀσσύριοι πάλαι μὲν εἶχον ἐν τῇ Νινευὴ τὰ βασίλεια, ὕστερον δὲ ἐν Βαβυλῶνι.
 [02261]  Οὕτω τοίνυν νοήσομεν καὶ τῆς Αἰγύπτου τὴν πρόρρησιν, ὡς ἐκεῖνα μὲν τὰ τὴν εὐσέβειαν προσημαί νοντα μακροῖς ὕστερον ἐγένετο χρόνοις, τὰ δέ γε κατὰ τοὺς Ἀσσυρίους κατ' ἐκεῖνον τὸν καιρὸν τετύχηκε πέρατος εἰς βεβαίωσιν τῆς μακροτέρας προρρήσεως.
 [02285]  Ἔρημον θάλασσαν τὴν |127 a| Βαβυλῶνα καλεῖ, θάλασσαν μὲν διὰ τὴν προτέραν εὐημερίαν καὶ τῶν οἰκητόρων τὸ πλῆθος κύματα μιμουμένων, ἔρημον δὲ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον συμφοράν.
 [02826]  Ἐπειδὴ δὲ πολλοῖς ὕστερον χρόνοις ταῦτα ἔμελλεν ἔσεσθαι, διδάσκει ὁ προφήτης πόθεν ταῦτα μεμάθηκεν·
 [03035]  Τοῦ Σαλμανάσαρ ἐπελθόντος ταῖς δέκα φυλαῖς καὶ μέντοι καὶ τοῦ Σεναχηρὶμ ὕστερον, διέφυγόν τινες τὸν ἀνδραποδισμὸν ἐν τοῖς ὄρεσι λαθόντες, μετὰ δὲ τὴν τῶν πολεμίων ἀναχώρησιν ἐν μέρει τινὶ τῆς οἰκείας ᾤκησαν χώρας.
 [03310]  οὗτοι γὰρ ἀληθῶς πρῶτον μὲν ἐγόγγυσαν, ὕστερον δὲ ἐπίστευσα ν.
 [03312]  Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;» Οἱ δὲ ἐξ αὐτῶν ὕστερον πιστεύσαντες τῆς σωτηρίας ἀπέλαυσαν.
 [03694]  Τότε μὲν ἐν τῷ κατὰ τοὺς Ἀσσυρίους θαύματι τοῦτο ἐγένετο, χρόνῳ δὲ ὕστερον τὰ ἀποστολικὰ θαύματα καὶ εἰς θαῦμα το ύτους διήγειρε καὶ τὴν κακὴν διεῖλεν ὁμόνοιαν·
 [04867]  Ταῦτα ὑπέμειναν ὑπὸ Βαβυλωνίων καὶ ὕστερον ὑπὸ Ῥωμαίων οὐδενὸς ἐπαμύνοντος οὐδὲ δίκας τῆς ἀσεβείας εἰσπραττομένου.
000-00-00 Serial Number=0518516779
De providentia orationes decem Ante [Go Back]  
 [01370]  Εἶτα τοῦ Ῥουβὴν ἀπαγορεύσαντος τὴν σφαγὴν, καὶ φυγεῖν τὴν κηλῖδα ταύτην παρακελεύσαντος, ἐν λάκκῳ τινὶ βραχὺν αὐ τὸν κατακρύψαντες χρόνον, ἀπεμπολοῦσι μικρὸν ὕστερον Ἰσμαηλίταις ἐμπόροις, καὶ θεραπεύουσι τῇ [83.696] πράσει τὸν φόνον, οὐδὲ βλέπειν ἀνασχόμενοι τὸν κατ' ὄναρ ἡγεμονεύσαντα.
 [01387]  Ὡς δὲ τῇ ὕλῃ τῆς θεωρίας ἔνδοθεν τῆς ἐπιθυμίας ἡ φλὸξ εἰς ὕψος ἠγείρετο, καὶ ὁ λογισμὸς παραυτίκα τὸν σπινθῆρα μὴ κατασβέσας, μεγίστην ὕστερον τὴν πυρὰν γενομένην οὐκέτι ἴσχυε σβέσαι, τηνικαῦτα σύμμαχον τὴν ἀναίδειαν ἐκείνη λα βοῦσα, σαγηνεύειν λόγοις ἐπειράθη τὸν νέον.
000-00-00 Serial Number=0001803815
De sancta trinitate Ante [Go Back]  
 [00026]  Ἡμεῖς οἱ τῆς Τριάδος ἐρασταὶ καὶ προσκυνη ταὶ καὶ κήρυκες μεγαλόφωνοί τε καὶ μεγαλόφρονες, πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἄναρχον καὶ ἀγέν νητον, ἀεὶ ὄντα Πατέρα, οὐχ ὕστερον τοῦτο κτησά μενον, οὐ γὰρ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ἄνωθεν ἦν Πατήρ·
 [00044]  Εἰ δὲ οὐκ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ συνῆν ὁ Υἱὸς, ὕστερον δέ ποτε προσεγένετο, ἀνάγκη χρόνον καὶ αἰῶνα Πατρὶ καὶ Υἱῷ μεσιτεύειν.
 [00296]  πολλὰ γὰρ διεξελθὼν, ὕστερον ἐπήγαγε·
000-00-00 Serial Number=0515016437
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00338]  Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνι κάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν.
 [01603]  ∆υοῖν γὰρ θάτερον, ἢ οὐ πείθεται γράψαι ὁ εὐσεβέστατος βασιλεύς, ἢ κατασκευά ζουσι παρανομῆσαι ἡμᾶς καὶ δίκας ὑπ' αὐτῶν ὕστερον τῆς παρανομίας ἀπαιτηθῆναι.
 [01676]  Καὶ μὲν δὴ καὶ εἰς τὴν Κωνσταντινούπολιν κληθέντες, πέντε διαγνώ σεις ἐπ' αὐτοῦ τοῦ βασιλέως ἐσχήκαμεν καὶ τρεῖς ὕστερον αὐτῷ διαμαρτυρίας ἐπέμψαμεν.
 [02217]  Ὁ μὲν μακάριος ∆αβὶδ ἕτερά τινα πεπλημμέληκεν, ἃ καὶ ἀνάγραπτα πεποίηκεν εἰς τὴν τῶν ὕστερον ἐσομένων ὠφέ λειαν ὁ σοφῶς ἅπαντα πρυτανεύων Θεός.
 [02282]  Τοῦ γὰρ Κυρίου προστεταχότος τὸν πλημμελοῦντα τῶν ἀδελφῶν, καὶ τῆς συμβουλίας οὐκ ἀνεχόμενον, μετὰ πρώτην, καὶ δευτέραν, καὶ τρίτην νουθεσίαν, ὕστερον ἔχειν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην·
000-00-00 Serial Number=0273657382
Eranistes Ante [Go Back]  
 [00681]  Γρηγόριος δέ, ᾧ κλέος παρὰ πᾶσι πολύ, ὁ πάλαι μὲν τὴν βασιλεύουσαν πόλιν τὴν ἐπὶ τῷ στόματι τοῦ Βοσπόρου κειμένην ἰθύνας, ὕστερον δὲ τὴν Ναζιανζὸν [92] οἰκήσας, κατὰ τῆς Ἀπολιναρίου τερθρείας ὧδε πρὸς Κληδόνιον ἔγραψεν.
 [02737]  {ΟΡΘ.} Φυσιολογικῶς ἡμῖν τὰ περὶ τῆς τροφῆς διεξελήλυθας, καὶ δι' ὅσων αὕτη μορίων ὁδεύουσα καὶ πόσας ἀλλοιώσεις ὑφισταμένη ὕστερον εἰς τὴν τοῦ σώματος μεταβάλλεται φύσιν.
 [03365]  Εἰ δὲ ἀθά νατος πρότερον ὢν ὕστερον διὰ σαρκὸς ὑπέμεινε θάνατον, εἰ τοῦτό τις δέξαιτο, πῶς ἂν πιστεύσειε τῷ ∆αβὶδ λέγοντι πρὸς αὐτόν·
 [04294]  Ταῦτα δὲ ἐγένετο δηλονότι τῆς θείας φύσεως συγχωρούσης, ὥστε τῶν ὕστερον ἐσομένων τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος βεβαιωθῆναι ταῖς ἀποδείξεσι, τοὺς δὲ ἀντιλέγοντας ταῖς ἐναργέσι μαρτυρίαις διελεγχθῆναι.
000-00-00 Serial Number=0540398121
Graecarum affectionum curatio Ante [Go Back]  
 [00104]  Ἀλλ' ἴσως τὴν μὲν πρώτην ἡλικίαν λιθουργῶν διετέλεσεν, ὕστερον δέ, λόγων ποιητικῶν καὶ ῥητορικῶν ἐρασθείς, [1.29] παιδείας μετέλαχεν.
 [00475]  Χρόνῳ δὲ ὕστερον καὶ ὁ Πλάτων τήνδε τὴν ἀποδημίαν ἐστείλατο·
 [00568]  Καὶ γὰρ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Πλάτων ὕστερον ἐκεῖθεν εἵλκυσαν σμικρὰ ἄττα τῆς ἀληθείας ἐναύσματα·
 [00593]  οὐ μὴν παντάπασι τὰ περὶ τῆς Τριάδος ἀπέκρυψε δόγματα τοῖς ὕστερον ἐσομένοις, τῆς ἐντε [2.59] λεστέρας θεολογίας κατασπείρων τὰς ἀφορμάς.
 [00622]  Χρόνῳ δὲ ὕστερον πρηστῆρσι καὶ κεραυνοῖς ἀναλῶσαι τὰ Σόδομα βουληθεὶς καὶ τὰς ἀγχιτέρμονας πόλεις, τῆς ἀσεβείας καὶ παρανομίας τὰς κοινωνούς, δυάδα Κυ ρίων ἡμῖν ἐπέδειξε, καί φησι Μωϋσῆς ὁ ταῦτα ξυγγεγραφώς·
 [00656]  Ἀλλὰ τοῦτον εἰς ὕστερον τὸν λόγον φυλάξωμεν·
 [00773]  [3.3] Ταῦτα δὲ οὐ τηνάλλως ἀδολεσχῶ, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων δεικνύναι τὰ θεῖα πειρώμενος καὶ ἀξιῶν ὑμᾶς, ὦ ἄνδρες, καὶ ἐπ' ἐκείνων τόνδε διατηρῆσαι τὸν ὅρον καὶ ὑγιεῖς μὲν καὶ ἀρτίους ἀποκαλεῖν τοὺς τὴν ἀληθῆ θεολογίαν ἀσπαζομένους, ἣν καὶ ἡ φύσις ἐξ ἀρχῆς παραδέδωκε, καὶ τὰ θεῖα ὕστερον ἐκράτυνε λόγια, ἀναπήρους δ' αὖ προσαγορεύειν μὴ μόνον ἐκείνους, οἳ οὐδένα θεὸν εἶναι νομίζουσιν, ἀλλὰ καὶ τούτους, οἳ εἰς πολλὰ τὸ θεῖον κατεμέρισαν σέβας καὶ τῷ δημιουργῷ τῶν ὅλων τὴν κτίσιν ξυν [3.4] έταξαν.
 [00835]  [3.24] χρόνῳ δὲ ὕστερον τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγα θισαμένους ἢ γεωργίας τινὸς ἄρξαντας ἢ σώμασί τισι θεραπείαν [3.25] προσενηνοχότας ἐθεοποίησάν τε καὶ νεὼς τούτοις ἐδεΐμαντο.
 [00921]  Θεολογίαν τοίνυν καὶ ζῳογο νίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτον ἐμοί, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀνα [3.56] λαβόντα καὶ πρὸς τοὺς εὐσεβεῖς ἐληλυθότα λόγους.
 [01149]  Ταῦτα γὰρ πάντα, φησίν, ὕστερον παρὰ τοῦ πεποιηκότος ἐδέξατο.
 [01606]  ∆ιὰ δὴ τοῦτο καὶ τὸν πολὺν ὑπομεμενήκασι πλάνον, τῶν ὕστερον ἐπιγενομένων ἀνατετροφότων τῶν πρεσβυτέρων τὰς δόξας.
 [01848]  ∆ιὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδε μόνα καὶ τὴν ἐπί τινων ἔσθ' ὅπῃ μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν εἰς ὕστερον αὐτοῖς [6.28] ἐπιφερομένην πανωλεθρίαν.
 [01861]  ὕστερον δὲ καὶ τούτους αὐτοὺς παντελεῖ παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ [6.31] δεινὰ ἐκεῖνα δεδράκασιν.
 [02037]  Τοῖς μὲν γὰρ ἀγαθοῖς φησι γενομένοις ἀγαθὸν βίον ἔσεσθαι καὶ κεῖσθαι καὶ εἰς ὕστερον·
 [02061]  Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ καὶ δίχα τοῦ τῆς σαρκὸς προκαλύμματος πραγματεύσασθαι τῶν ἀνθρώπων τὴν σωτηρίαν καὶ βουλήσει μόνῃ καταλῦσαι τοῦ θανάτου τὴν δυνα στείαν καὶ τὴν τούτου μητέρα, τὴν ἁμαρτίαν, φροῦδον παντελῶς ἀποφῆναι καὶ τὸν παμπόνηρον δαίμονα, τὸν ταύτην ὠδίναντα, ἐξελάσαι τῆς γῆς καὶ παραπέμψαι τῷ ζόφῳ, ᾧ γε μικρὸν ὕστερον αὐτὸν παραδώσειν ἠπείλησεν·
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
 [02078]  Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον [6.87] καὶ τὴν νόσον ἐξήλασεν.
 [02087]  Ἐγὼ δέ, εἰ μὴ τῷ μήκει τοῦ λόγου [6.90] καὶ ὑμᾶς καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους ἀποκναίσειν ἐτό παζον, καὶ αὐτὰς ἂν ὑμῖν τῶν θεσπεσίων προφητῶν τὰς προρ ρήσεις παρέθηκα, ἵνα ἀκριβέστερον διὰ τῶν πραγμάτων ἐμάθετε τὴν τῶν ῥημάτων ἀλήθειαν·
 [03883]  Ἀριστοκλῆς γάρ που ὁ Περιπατητικὸς Λύκωνα ἔφη τὸν Πυθαγόρειον περὶ Ἀριστοτέλους φάναι, ὅτι ἐν ἐλαίῳ θερμῷ λουόμενος τοῦτο ὕστερον ἀπεδίδοτο·
 [03944]  ὕστερον δὲ αὐτὸν καὶ ὡς ἀνδράποδον ἀπέδοτο βάρβαρον.
000-00-00 Serial Number=0799685180
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00145]  τὸν δὲ Χριστὸν πόῤῥωθεν ὁρῶντα, γελᾷν τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, εἶθ' ὕστερον ἀπελθεῖν πρὸς τὸν ἀποστείλαντα.
 [00209]  χρόνῳ δὲ ὕστερον ἐξ ἀμφοτέρων τὸν Νοῦν γε νέσθαι καὶ τὴν Ἀλήθειαν.
 [00522]  αἰῶσι δὲ πολλοῖς ὕστερον διαστα σιάσαι πρὸς ἑαυτὴν τὴν Ὕλην, καὶ τοὺς ταύτης καρποὺς πρὸς ἀλλήλους·
 [00538]  τὴν δὲ Εὔαν τῆς θη ριωδίας τὸν Ἀδὰμ ἀπαλλάξαι, εἶθ' ὕστερον τοῦ φωτὸς γυμνωθῆναι·
 [00683]  Οὗτος ἐν Αἰγύπτῳ πλεῖστον διατρί ψας χρόνον, καὶ τὰς φιλοσόφους παιδευθεὶς ἐπιστή μας, ὕστερον εἰς τὴν Ἀσίαν ἀφίκετο, καὶ τοὺς οἰ κείους μαθητὰς ἐκ τῆς οἰκείας προσηγορίας ὠνόμα σεν.
 [00757]  Μαλαχίωνος δέ τινος πρό τερον μὲν σοφιστεύσαντος, ὕστερον δὲ τῇ τοῦ πρε σβυτέρου τιμηθέντος χειροτονίᾳ, τὴν πρὸς τὸν Παῦλον ποιησαμένου διάλεξιν, ἐφωράθη τὸν Χριστὸν ἄν θρωπον λέγων, θείας χάριτος διαφερόντως ἠξιωμέ νον.
 [00991]  Χρόνῳ δὲ ὕστερον σκηψάμενος με ταμέλειαν, τοὺς τῷ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ παραδυναστεύοντας ἔπεισε χώραν αὐτῷ μετανοίας δοθῆναι.
 [01086]  Χρόνῳ δὲ ὕστερον καὶ ἕτερος συνέστη σύλλογος, ἐκ τῶν Ἀρειανῶν χωρισθείς·
 [01457]  οὐ κατὰ τοὺς Βαλεντίνου καὶ Βασιλίδου μύθους, ἀῤῥένων καὶ θηλειῶν Αἰώνων συζυγίας καὶ μίξεις, καὶ προβολὰς, οὐδὲ κατὰ τὰς Κέρδωνος, καὶ Μαρκίωνος, καὶ τοῦ Μά νεντος διαφόρους καὶ ἐναντίας ἀρχὰς, ἀλλὰ μίαν ἀρχὴν, τὴν αὐτὴν καὶ ἀγαθὴν καὶ δικαίαν, ὡς ὕστερον ἐπιδείξομεν.
 [01778]  Ἀλλὰ τὸν περὶ τούτου λόγον ὕστερον ἀναπτύξομεν.
 [02196]  Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέ σεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι.
 [02777]  Καὶ πολλοῖς [83.537] δὲ ὕστερον χρόνοις, τοῦ κατακλυσμοῦ τὴν πανωλε θρίαν ἐπαγαγὼν, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυ ναῖκας ἰσαρίθμους τοῖς ἀνδράσιν εἰσελθεῖν εἰς τὴν κιβωτὸν παρηγγύησε, καὶ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τὴν προτέραν εὐλογίαν ἀνενεώσατο.
 [02920]  μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν μὲν γλυκαίνει τὸν σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.
000-00-00 Serial Number=0780796170
Historia ecclesiastica Ante [Go Back]  
 [00136]  ∆ι' ἃ δὴ καὶ οὐδὲν μελλήσας, ἀγαπητοί, δηλῶσαι ὑμῖν τὴν τῶν τοιούτων ἀπιστίαν ἐμαυτὸν διανέστησα, λεγόντων ὅτι ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ γέγονεν ὕστερον ὁ πρότερον μὴ ὑπάρχων, τοιοῦτος γενόμενος ὅτε καί ποτε γέγονεν, οἷος καὶ πᾶς πέφυκεν ἄνθρωπος.
 [00382]  καὶ μαρτυρεῖ τά τε ὕστερον παρ' αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ' αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα.
 [00423]  καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ·
 [01044]  μικρὸν δὲ ὕστερον τὴν κουφοτάτην τοῦ βασιλέως παραπείσαντες γνώμην, τῆς μὲν βασιλευούσης ἐξωστρά κισαν πόλεως, μετῴκισαν δὲ εἰς Κουκουσόν·
 [01054]  ἀλλὰ μικρὸν ὕστερον καὶ τοῦτον ἐξή λασαν, κτίσμα λέγειν οὐκ ἀνασχόμενον ὃν υἱὸν ἡ θεία προσαγορεύει γραφή.
 [01057]  ταῦτα μὲν οὖν οὐ πολλῷ χρόνῳ ὕστερον οὕτω γέγονεν ὡς εἰρήκαμεν.
 [01110]  ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι, σὺν Μελιτίῳ ποτὲ γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας δε [108] χθέντες, [οἳ] καὶ σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδὲ πώποτε τοῦτον πρεσβύτερον Μελιτίου γεγενῆσθαι, μηδ' ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην ἐκκλησίαν ἢ λειτουργόν.
 [01229]  ἀλλὰ τὰ μὲν κατὰ τοῦτον μικρὸν ὕστερον διηγήσομαι.
 [01585]  ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζό μενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας [157] ταυτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.
 [01643]  ὕστερον δὲ τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μέν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.
 [01711]  ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν (Μυγδόνιος δὲ ὄνομα τούτῳ) πόρρωθεν ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασά μενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν.
 [01782]  Ὅπως τὰ πρῶτα τὴν ἀσέβειαν κρύπτων ὕστερον ταύτην ἐγύ μνωσεν.
 [01808]  Περὶ Βαλεντινιανοῦ τοῦ ὕστερον βασιλεύσαντος.
 [02025]  ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι·
 [02055]  καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον.
 [02741]  μεθ' ὧν, εἴκοσι καὶ τριῶν τυγχανόντων, μικρὸν ὕστερον ὁ δι άκονος, ὁ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν ∆αμάσου τοῦ τῆς Ῥώμης ἐπι σκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλητικὰ καὶ κοινωνικὰ γράμματα, ὀπίσω τὼ χεῖρε δεθεὶς ὑπὸ δημίων δημοσίᾳ ἤγετο, ὥσπερ τις τῶν κακούργων περιβόητος·
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [03007]  Περὶ τῆς ὕστερον γεγενημένης τοῖς πεπολεμηκόσιν Ἰωάννῃ τῷ ἐπισκόπῳ μεταμελείας, καὶ τῆς τῶν λειψάνων αὐτοῦ μετακομιδῆς.
 [03034]  ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσω πεῖον καὶ τῶν ἀποστολικῶν δόξας ὑπερασπίζειν δογμάτων, μικρὸν ὕστερον, προφανὴς ὤφθη πολέμιος.
 [03042]  χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον·
 [03045]  ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται.
 [03068]  ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον καὶ τοῖς ἀποστολικοῖς δόγ μασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον.
 [03638]  Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα.
 [03650]  Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν.
 [03684]  ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.
 [03788]  εἶτα Γρηγόριος ὁ Ναζιανζοῦ γενόμενος ὕστερον, μετὰ τοῦτον Νεκτάριος, Ἰωάννης, Ἀρσάκιος, Ἀττικός, Σισίννιος.
000-00-00 Serial Number=0748046696
Historia religiosa Ante [Go Back]  
 [00009]  p.2 Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης.
 [00236]  Οὕτω συναγειρόμενοι δέκα μὲν ταχέως ἐγένοντο, εἶτα διπλάσιοι καὶ τριπλάσιοι, ὕστερον δὲ τὸν ἑκατὸν ἐπλήρωσαν ἀριθμόν.
 [00240]  Χρόνῳ δὲ ὕστερον καὶ τῶν αὐτοφυῶν λαχάνων συλλέγοντες, εἶτα κεράμους ἐμφοροῦντες καὶ τῆς ἅλμης ὅσον ἀπόχρη μιγνύντες, εἶχον ὄψον οἱ θεραπείας δεόμενοι.
 [00299]  Οὗτος γὰρ χρόνοις πολλοῖς ὕστερον, ὑπὸ τῆς θείας χάριτος προσκληθεὶς ὡς ἂν καὶ ἑτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριβήσειεν ἀρετήν, ἐν τοῖς περὶ τὴν Γίνδαρον χωρίοις κώμη δὲ αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν τεταγμένη τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο.
 [00313]  ὕστερον δὲ τὸ κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι χρώμενος, ἀλλὰ δεσπότῃ πειθόμενος.
 [00566]  [3.20] Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον πόλις δὲ αὕτη τῆς Συρίας τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι.
 [00880]  [8.4] Φασὶ δὲ Ἀνθέμιον ὃς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἐστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον καὶ εἰπεῖν ὅτι·
 [01030]  οὐδὲν γὰρ ἦν ἢ τοῖς παλαιοῖς συγγεγραμμένον ἢ τοῖς ὕστερον γενομένοις ἐξηυρημένον ὃ μὴ προσηνέχθη τῇ νόσῳ.
 [01131]  Καὶ ἐπειδὴ παραθαλασσίδιον ἦν τὸ χωρίον καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων ἐκέχρητο χρείαν, καὶ ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα καὶ εἰσκομίζων τὰ δέοντα.
 [01236]  Ἐπειδὴ γὰρ κοινὰ ἦν τά τε χρήματα καὶ τὰ κτήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν τὴν ἐνεγκοῦσαν οὐκ ἠθέλησεν, ἑτέρῳ δὲ τῆς οὐσίας ἀποδόσθαι τὸ μέρος ἐδεδίει μὴ πλεονεξίᾳ οἱ ὠνούμενοι κατὰ τῶν ἀδελφιδῶν χρησάμενοι, βλασφημίαις αὐτὸν περιβάλωσι, τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς πολὺν τὴν ἀπόδοσιν ἀνεβάλετο χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων μυρίων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα διένειμε·
 [01273]  ὕστερον δὲ τὴν βακτηρίαν λαβών εἰώθει γὰρ σκηριπτόμενος διὰ τὸ γῆρας βαδίζειν , ἐδίωκεν αὐτόν τε τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν·
 [01659]  ὕστερον δὲ καὶ τὰ τῆς ἱερωσύνης αὐτοῖς δεσμὰ περιτέθηκα καὶ σὺν πόνῳ πολλῷ, δείλης ὀψίας, ἀπεπεμψάμην.
 [01683]  Χρόνῳ δὲ ὕστερον χαλεπωτέρᾳ περιέπεσε νόσῳ.
 [01874]  Ἐπειδὴ δὲ καὶ εἰς τοὺς ὕστερον ἐσομένους τὸ τοῦ διηγήματος διαβήσεται σύγγραμμα, ἀπιστότερα δὲ τοῖς πολλοῖς τὰ ὦτα τῶν ὀφθαλμῶν, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων μετρήσωμεν τὴν διήγησιν.
 [02285]  [27.3] Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ θεσπεσίου Θεοδότου, ὃς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαχε προεδρίαν, παραινέσεσιν εἴξας.
 [02311]  Ὡς δὲ πάσας αὐτῶν τὰς ἐφόδους κατεγέλασεν, ὕστερον καταλιπόντες ἀπέδρασαν.
000-00-00 Serial Number=0552044630
Interpretatio in Danielem Ante [Go Back]  
 [00495]  Ζητήσωμεν τοίνυν πρότε ρον, τίς λίθος προσαγορευόμενος, καὶ βραχὺς πρό τερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκουμένην ἐκάλυψεν.
 [00682]  Καὶ εὐθὺς μὲν ἡ κλῆσις ἁπλῆ τις ἐνομίζετο, ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυραν νευόμενον ἐφωράθη.
 [01153]  Καὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παραγα γὼν ἀποκνήσω τῷ μήκει, τούς τε νῦν ἀκούοντας, καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας, τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον.
 [01482]  Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν.
 [01699]  ἀλλ' ὁ μὲν ∆αρεῖος ὁ Ἀσσουήρου πρότερον, ὕστερον δὲ Κῦρος ἐβασίλευσεν.
 [02008]  ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν.
 [02277]  παρέλαβε δὲ αὐτὴν μικρὸν ὕστερον ∆αρεῖος ὁ Ὑστάσπου, ὃς μέχρις ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρ έπεμψεν, ἕως ∆αρείου τοῦ τελευταίου, ὃν Ἀλέξαν δρος ὁ Μακεδὼν ἀνελὼν τὴν βασιλείαν παρέλαβε.
 [02458]  ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν·
 [02488]  Οὕτω διακείμενος, καὶ ταύτην ἔχων περὶ τοὺς συνδούλους φιλοστοργίαν, μαθὼν τὰς πολλαῖς ὕστερον γενεαῖς καταληψομένας τοὺς συνδούλους αὐτοῦ συμφορὰς, θρηνῶν καὶ ὀλοφυρόμε νος διετέλει·
 [02993]  ὡς εἶναι αὐτὸν καὶ φερώνυμον, καὶ δι' αὐτῶν κηρύττειν τῶν πραγμάτων, ὡς ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος ὁ Θεὸς τῆς προφητικῆς αὐ τὸν ἠξίωσε χάριτος, καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκε.
000-00-00 Serial Number=0710302293
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01475]  Οὕτω πάλιν δι' ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν προφητευομένων ἀλήθειαν·
 [02000]  Νεωτέραν δὲ ἀδελφὴν προσ αγορεύει τὴν Σόδομα, ὡς ὕστερον τὴν πρὸς αὐτὴν ἀσπασαμένην συγγένειαν·
 [02094]  Οὐ γὰρ ἐκεῖναι διὰ σοῦ, ἀλλὰ σὺ ἐξ αὐτῶν καρπώσῃ τὴν ὠφέλειαν, οὐ ταύτης τῆς δια θήκης, καθ' ἣν νῦν πολιτεύῃ, τὴν κοινωνίαν ταύ την ἐργαζομένης, ἀλλὰ τῆς αἰωνίου τῆς ὕστερον δο θησομένης·
 [04307]  ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων.
000-00-00 Serial Number=0462274909
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02312]  πολλοὶ γὰρ αὐτοῖς ἐπανέστησαν, καὶ οὐ μόνον οἱ γειτονεύοντες, ἀλλὰ καὶ Μακεδόνες ὕστερον, καὶ τὸ τελευταῖον Ῥωμαῖοι·
 [02587]  Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει·
 [02894]  Ὅτι ὕστερον αἰχμαλωσίας μου μετε νόησα, καὶ ὕστερον τοῦ γνῶναι ἐκρότησα ἐπὶ μηρὸν, καὶ ἐστέναξα ἐφ' ἡμέραις αἰσχύνης μου.
 [03637]  διδάσκει μέντοι διὰ τούτων, ὡς μακροθυμίᾳ χρώμενος ὁ ∆εσπότης ὕστερον ἐπάγει τὴν τιμωρίαν.
 [04214]  Ἀπεικάζει δὲ αὐτὴν Σοδόμοις καὶ Γομόῤῥοις, καὶ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον ζημίαν.
 [04655]  Ταῦτα μέντοι διεξέρχεται, δεῖξαι βουλόμενος, ὡς πάντων αὐτοὺς προτετίμηκε τῶν ἐθνῶν, καὶ μόνοις τε νόμον ἔδωκεν ἔγγραφον, καὶ προφήτας ἐπέστησε, καὶ πάσης ἐπιμελείας ἠξίωσεν, ὕστερον μέντοι καὶ πρὸς αὐτοὺς ἐνανθρω πίσας ἀφίκετο·
 [04826]  ἡγοῦμαι δὲ τὸν θεσπέσιον προφήτην ὠφελείας [81.781] ἕνεκα, καὶ τῶν τηνικαῦτα ἀνθρώπων, καὶ τῶν εἰς ὕστερον ἐσομένων, τοὺς θρήνους συγγράψαι·
000-00-00 Serial Number=0713620245
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00033]  Οὕτω καὶ ὁ θεῖος ∆αβὶδ, μετὰ τοῦτον πρῶτος προφητείαν συγγράψας, καὶ τῶν ἤδη γεγενημένων παρὰ τοῦ Θεοῦ τῶν ὅλων εὐεργεσιῶν ποιεῖται τὴν μνήμην, καὶ τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα προσημαίνει.
 [00071]  τινὰς δὲ τῶν ὕστερον γενομένων τὴν τούτων ποιήσασθαι σύνταξιν.
 [00407]  Σημαίνει δὲ τὸ μὲν εἰς τὸ τέλος, ὅτι μακροῖς ὕστερον χρόνοις πληρωθήσεται τὰ προφη τευόμενα.
 [01250]  ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος προγέγραπται, ὡς χρόνοις ὕστερον τῆς προῤῥή σεως ἐσομένης.
 [01438]  Οὐ γὰρ μόνον τὴν τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προαγο ρεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρό νοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν·
 [01745]  ἃ μακροῖς ὕστερον ἐγένετο χρόνοις.
 [02037]  Ὁ ταῦτα τοίνυν ἐργασόμενος μακροῖς ὕστερον χρό νοις, ῥύσῃ κἀμὲ τῶν ἀδίκως με πολεμούντων·
 [02042]  ∆ιὰ γὰρ τῶν μι κρὸν ὕστερον κληθησομένων ἐθνῶν, ἐν ἁπάσαις σε ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις ὑμνήσω.
000-00-00 Serial Number=0875294685
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00384]  Οἱ γὰρ ἐπὶ τούτῳ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶντες, μικρὸν ὕστερον τὰ πάντα καταλείψαντες, τῷ θανάτῳ παραδοθήσονται.
 [00838]  Καὶ εἰς τὸ τέλος δὲ πρόσκειται διὰ τὸ χρόνῳ ὕστερον εἰληφέναι τὴν προφητείαν τὸ τέλος.
 [00848]  [Κἀκεῖνοι μὲν οἱ καλούμενοι παρὰ τῶν ἀφρόνων θεοὶ μικρὰν ὕστερον τῷ ἀλάστορι ἀπηνέγκαντο ψῆφον.] ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνο μίαις.
 [01011]  [Τοῦτο μὲν οἱ Ἀσσύριοι, τοῦτο δὲ οἱ Αἰγύπτιοι καὶ χρόνον ὕστερον καὶ ἡ τῶν Ῥω μαίων δυναστεία.] Καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς.
 [01060]  [Οὐ γὰρ μόνον τὸν Πατέρα, φησὶ, παρακαλεῖν μεμάθηκα, ἀλλὰ γὰρ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν διὰ πολλὴν φιλανθρωπίαν, μικρὸν ὕστερον ἐξ ἐμοῦ τὴν κατὰ σάρκα οἰκονομίαν μέλλοντα καταδέχεσθαι.
 [02134]  μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλα γεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν δραμεῖται Θεόν.
 [02159]  Ἐπάκουσον ἡμῶν, φη σὶν, ὁ μικρὸν ὕστερον πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν τῷ τῆς θεογνωσίας καταυγάζων φωτί.
 [02327]  ἀλλὰ καὶ πάσης προμηθεῖται τῆς οἰκου μένης, καὶ πᾶσι μικρὸν ὕστερον παρέξει τὴν οἰκείαν ἐπίγνωσιν.
 [04450]  πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον.
000-00-00 Serial Number=0330640018
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02249]  Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς·
 [04408]  Ἔλαβον γὰρ εἰς νοῦν τὰ κατὰ τὸν Ἄβελ, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ,τὰ κατὰ τὸν Ἰὼβ, τὰ κατὰ τὸν Μωσῆ, ὅπως καὶ ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς αὐτοὺς ὕστερον καὶ περιβλέπτους ἀπέφηνας, ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐπορι σάμην.
 [05697]  χρόνῳ δὲ ὕστερον καὶ αἱ δύο φυλαὶ τῆς ∆αβιτικῆς ἐγυμνώθησαν βασιλείας.
 [07111]  τόνδε σὺν τῇ γῇ γεγενημένον, καὶ τὸν ὕστερον μέ σον τῶν ὑδάτων προσταχθέντα γενέσθαι, ὃν καὶ στε ρέωμα προσηγόρευσε.
000-00-00 Serial Number=0080998063
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00391]  ἐν ταύτῃ δὲ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τοὺς ἀπεριτμήτους τοῦ λαοῦ περιέτεμε ταῖς πετρίναις μαχαίραις χρησάμενος ἐν αὐτῇ καὶ τοὺς δώδεκα λίθους ἀπέθετο, οὓς ἐκ μέσου τοῦ Ἰορ δάνου λαβεῖν προσέταξεν ὁ Θεὸς, ἵν' ὦσι μνημόσυνον τῆς γενομένης εὐεργεσίας, καὶ δι' ἐκείνων μάθωσιν οἱ εἰς ὕστερον ἐσόμενοι, ὡς ξηρῷ τῷ πόρῳ χρησά μενος ὁ λαὸς τὴν πάροδον ἐποιήσατο.
 [01871]  Τοῦτον γὰρ ἐπίκουρόν ποτε γενόμενον τοῦ Ἰσραηλιτῶν βασιλέως, ὕστερον λοχήσαντες, καὶ λαβόντες αἰχμάλωτον, τοῖς σφετέροις εἰδώλοις θυσίαν [81.1673] προσήνεγκαν, καὶ μέχρι τοσούτου τὴν πυρὰν ἐκείνην ἐξέκαυσαν, ἕως καὶ τὰ ὀστᾶ τῷ πυρὶ κατεδαπάνη σαν ἅπαντα.
 [03214]  Ἐπειδὴ δὲ μακροῖς ὕστερον χρό νοις ταῦτ' ἤμελλεν ἔσεσθαι, ἀπὸ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν γενησομένων πιστοῦται τὴν πρόῤῥησιν.
 [03234]  Οὕτω τῶν ὕστερον ἐσομένων ἐνέχυρα δεδω κὼς τὰ τότε γενόμενα, ἐπ' ἐκεῖνα πάλιν μεταφέρει τὸν λόγον, καὶ διδάσκει, ὅπως τῷ ἐν Βηθλεὲμ γεν νηθέντι Κυρίῳ πεπιστευκότες, οἵ τε ἱεροὶ ἀπόστολοι καὶ οἱ μετὰ τούτων, τοῦ θείου κηρύγματος προχει ρισθέντες διάκονοι, τοῖς ἀλλογενέσιν ἔθνεσι τὴν εὐαγ γελικὴν διδασκαλίαν προσοίσουσι.
 [03480]  Καὶ μικρὸν ὕστερον εἰς Βαβυλῶνα τῆς βασιλείας μετατεθείσης, ἐσβέσθη μὲν ἅπαν τοῦτο τῶν βασιλέων τὸ γένος, ἀνάστατος δὲ ἡ πόλις ἐγένετο, καὶ ἐρημίᾳ παντελεῖ παρεδόθη.
 [03594]  καὶ Μακεδόνες ἀπὸ Μακεδόνων ὕστερον·
 [03745]  Ταῦτα δὲ καὶ Ναβουχοδονόσορ εἰς αὐτὴν εἰργάσατο, καὶ Καμ βύσης ὕστερον ὁ Κύρου, τὴν βασιλείαν αὐτῆς κατα λύσας, ὑπὸ τὴν αὐτοῦ δυναστείαν τελεῖν κατηνάγ κασε·
 [03948]  Μὴ μόνοις, φησὶ, τοῖς νῦν περὶ τούτων ἐνδυάζουσι προσενέγκῃς τοὺς λόγους, ἀλλὰ καὶ τοῖς εἰς ὕστερον ἐσομένοις ἀνάγραπτον τὴν περὶ τούτων μνήμην παράπεμψον·
 [05782]  Μνημονεύσας δὲ καὶ τῆς τοῦ Λευῒ φυλῆς καὶ τῆς τοῦ Συμεὼν, ὕστερον ἐπήγαγε·
000-00-00 Serial Number=0668241799
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00374]  Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, πῶς ἡμεῖς πρὸ τοῦ βαπτίσματος ἐλαίῳ χριόμεθα, ὕστερον δὲ τῷ μύρῳ σφραγιζόμεθα;
 [00562]  νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις [30] τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν.
 [00567]  εἰ τοί νυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ * ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέ γειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖ σαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων.
 [00749]  γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μα θητῶν εὐχή, ἔπειτα τὸ πάθος τοῦ κυρίου.
 [01156]  ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα.
 [01313]  διὸ ὕστερον τοῦ καλοῦ τὸ κακόν·
 [01408]  πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαί [88] μονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐ τῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ·
 [01461]  Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκό [92] των τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου·
 [01619]  ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν·
 [01765]  Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτί σεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουρ γὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται;
 [02116]  Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέ σαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναν τίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν;
000-00-00 Serial Number=0829056978
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00472]  τὴν δὲ πεῖραν προσέλαβον ὕστερον.
 [00588]  χρόνῳ δὲ ὕστερον, πολλῶν τὸν περὶ τοῦ σαββάτου παραβεβηκότων νόμον, μακροθύμως ὁ νομοθέτης ἤνεγκε τὴν παράβασιν·
 [00590]  πολλῶν δὲ ὕστερον ἀνδρο φόνων γεγενημένων, οὐ παραυτίκα τὰς τιμωρίας ἐπήγαγεν·
 [00749]  οἱ μὲν γὰρ δυσχεραίνον τες τῆς ἁμαρτίας τὴν προσβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυ μίαν τῇ πονηρίᾳ, εἶθ' ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἁμῆ γέ πῃ παραίτησιν·
 [00878]  εἰς ἀρὰν σχηματίζει τὴν πρόρ ρησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσο μένους, μὴ πλημμελεῖν εἰς γονέας.
 [00886]  καὶ ἐν τῇ σκηνῇ πρότερον, καὶ ἐν Ἱεροσολύμοις ὕστερον.
 [01027]  ἐδίδασκε δὲ πρὸς τούτοις καὶ ὅτι ταῦτα ὕστερον νομοθετήσει τὰ ζῷα προσφέρεσθαι.
 [01489]  ταῦτα τοίνυν λαβὼν ἐν τῷ καιρῷ τοῦ λιμοῦ ὕστερον ἀποδέδωκε, τῆς προσόδου τὸ πέμπτον εἰσφέρειν νομοθετήσας, ἵνα ἐν ταῖς ἐνδείαις ἀποκειμένας ἔχωσι τὰς τῆς ζωῆς ἀφορμάς·
 [01679]  ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλί γων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γά μον ἐμηχανήσαντο.
 [01682]  ὕστερον δὲ τὴν πνευματικὴν τρο [99] φὴν τῇ οἰκουμένῃ διέδωκε.
 [01708]  ὕστερον δὲ τοὺς ἑβραίους ζηλώσαντες τὸν τῆς περιτομῆς ἠσπάσαντο νόμον.
 [01854]  οὕτως ὁ Ἰούδας βλέπων ἀπόστολος γὰρ ἦν ὕστερον ἐτυφλώθη·
 [01855]  ὁ δὲ θεσπέσιος Παῦλος τυφλὸς ὢν πρότερον, ἀνέβλεψεν ὕστερον.
 [03953]  Ὥστε τοὺς εἰς ὕστερον ἐσομένους γνῶναι τὴν τοῦ Θεοῦ κηδεμονίαν·
 [03993]  διηγεῖται δὲ αὐτοῖς, ὅπως μὲν ὕστερον μεταμεληθέντες ἐβουλήθησαν πο λεμῆσαι τοῖς χαναναίοις·
 [04424]  ὕστερον μέντοι κατὰ τοῦ σωτῆρος λυττήσαντες εἰς ἅπασαν μὲν γῆν καὶ θάλατταν διεσπάρησαν.
 [04535]  προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη καὶ τούτων κἀκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς.
 [04986]  εἰκὸς δὲ τότε μὲν προρρηθῆναι τὴν τούτων ἀναίρεσιν, ὕστερον δὲ λαβεῖν τὴν πρόρρησιν τέλος.
 [04987]  ΙΙ Εἰ κάτ' ἐκεῖνον τὸν καιρὸν ἀνάστατος Ἰερουσαλὴμ ἐγεγόνει, πῶς ὕστερον αὐτὴν βασιλεύων ὁ ∆αβὶδ εἷλε πολιορκίᾳ;
 [04992]  καὶ ταύτην δὲ ὕστερον οἶμαι συγγραφῆναι τὴν βίβλον, τεκμηρίῳ χρώμενος τῷ τήνδε τὴν πόλιν Ἰερουσαλὴμ ὀνομάζειν τὴν ἱστορίαν·
000-00-00 Serial Number=0266472280
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00650]  καὶ τούτων δὲ ὡσαύτως ἐπισχεθέντων ὑπὸ τῆς χά ριτος, ὕστερον αὐτὸς ἀπελήλυθε, καὶ τετύχηκε καὶ αὐτὸς τῶν τῆς φιλανθρωπίας δεσμῶν.
 [01140]  Ἑπτὰ δὲ ἔτεσιν ὕστερον καὶ ἄλλαι φυλαὶ κατεδέξαντο βασιλέα.
 [01544]  ὕστερον δὲ καὶ τοῦτο δέδρακε, τοῦ Ἰωὰβ δεξάμενος τὴν παράκλησιν.
 [01752]  ∆ιδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ σοφῶς ἅπαντα πρυτανεύων, ὅτι κἂν παραυτίκα μακροθυμήσας μὴ ἐπενέγκῃ τὴν ὑπὲρ τῶν παρα βεβασμένων νόμων ποινὴν, ἀλλ' οὖν ὕστερον δίκας ἀξίας εἰσπράττεται·
 [01998]  καὶ τοῦτο γενέσθαι δῆλον ἐκ τῶν ὕστερον γενομένων Ὑρκανὸν γὰρ τὸν ἀρχιερέα, πολιορκουμένης τῆς πόλεως ὑπὸ Ἀντιόχου τοῦ ∆ημητρίου παιδὸς, ἀνοῖ ξαι τὸ μνῆμα, καὶ τάλαντα ἐκεῖθεν ἐκφορῆσαι τρισ χίλια.
 [03587]  Ὅτι δὲ χρόνῳ ὕστερον τῶν Βασιλειῶν συνεγράφη ἡ βίβλος ἐκ τῶν ὑπὸ τῶν προ φητῶν καθ' ἕκαστον συγγραφέντων καιρὸν, καὶ τόδε τὸ χωρίον διδάσκει.
 [04107]  Οὐ νῦν αὐτοὺς, φησὶ, παραδώσω πανωλεθρίᾳ, ἀλλ' εἰς ὕστερον φυλάξω τὴν τιμωρίαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»