Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕλας [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕλας


000-00-00 Serial Number=0678115368
De providentia orationes decem Ante [Go Back]  
 [00242]  Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν.
 [00298]  ∆ιὰ ταύτης τὰς μακρὰς ἀποδημίας ποιούμεθα, καὶ τὰς χρείας παρ' ἀλλήλων ἐρανιζόμεθα, καὶ τῶν ἀναγ καίων τὰς ὕλας ἀντιδιδόαμεν.
 [00341]  Τῆς δὲ κατασκευῆς τὰς ὕλας οὐκ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης, οὐδ' ἐξ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλ λων φωστήρων, οὐδ' ἐξ ἀέρος, καὶ νεφῶν, καὶ πνευ μάτων, οὐδ' ἐκ ποταμῶν, καὶ πηγῶν, καὶ φρεάτων, [83.589] ἀλλ' ἐξ αὐτῶν τῶν βλασφημεῖν ἐπιχειρούντων ληψό μεθα.
 [00777]  ταύτῃ συνεργῷ κεχρη μένος, ταῦρον ἰσχύϊ καὶ κέρασιν ὡπλισμένον ὑπὸ ζυγὸν ἄγεις, καὶ δουλεύειν ἀναγκάζεις, καὶ πόνοις διηνεκέσιν ὑποβάλλεις, ἄρουραν τέμνειν, ἅμαξαν σύρειν, τὰ τοῖς ἀχθοφοροῦσι τῶν κτηνῶν ἀδύνατα μεταφέρειν, οἰκοδόμοις μετακομίζειν τὰς ὕλας.
 [00818]  Καὶ τὰ μὲν εἰς θοίνην σοι πρόκειται, καὶ πολυτελῆ σοι ποιεῖ τὴν τράπεζαν, καὶ παντοδαπήν σοι πραγ ματεύεται τὴν χλιδὴν, καὶ παντοίων ἐσθημάτων χορηγεῖ σοι τὰς ὕλας·
 [00920]  ἡ γὰρ τῆς ἐνδείας ἀνάγκη πρὸς φιλοπονίαν ἐγείρει, καὶ τῶν μὲν ἀναγ καίων ἡ σπάνις προσφέρει τοὺς πόνους, ἡ δὲ τῶν πό νων ταλαιπωρία, τὰ πάθη μαραίνουσα, φλεγμαίνειν οὐκ ἐᾷ, δαπανῶσα τὰς ὕλας.
 [00930]  ἀλλὰ πλοῦτον μὲν καὶ πενίαν, οἷον ὕλας τινὰς, ἢ ὄργανα, τοῖς ἀνθρώποις παρὰ τοῦ Πεποιηκότος προκεῖσθαί φαμεν, διὰ δὲ τούτων τοὺς ἀνθρώπους, οἷόν τινας δημιουργοὺς, ἢ τὸ τῆς ἀρετῆς ἄγαλμα διαπλάττειν, ἢ τὸν τῆς κακίας ἐκτυποῦν ἀνδριάντα.
 [00972]  Τίς ἂν λιθοτο μίαις προσήδρευσε, καὶ τῶν λίθων τὰς ὕλας ταῖς οἰκοδομίαις προσήνεγκε, καὶ εὖ καὶ καλῶς συν αρμόσας τὰς οἰκίας ἐτεκτήνατο, μὴ τῆς ἐνδείας νυττούσης, καὶ πρὸς ἐργασίαν κινούσης;
 [01042]  Εἰ δέ τις ἀκριβῶς καταμάθοι, καὶ αὐτὰς τοῦ πλούτου τὰς ὕλας ἡ πενία συλλέγει·
 [01045]  Καὶ ταύτας δὲ πάλιν τὰς ἀμόρφους ὕλας ἡ πενία λα βοῦσα, εἰδοποιεῖ καὶ μορφοῖ, καὶ κατασκευάζει δα κτυλίους, ἕρματα, περιδέραια, ἔπιπλα, κύκλους, ἐκπώματα, καὶ τὰ ἄλλα πάντα, ὅσα τῶν πλουσίων τὴν γνάθον φυσᾷ.
 [01059]  Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τού τοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κα κίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις.
 [01817]  Βλέπε τῆς σῆς διαπλάσεως τὰς ὕλας, πῶς εὐτελεῖς, καὶ μικραὶ, καὶ κορύζης οὐδὲν διαφέρουσαι.
000-00-00 Serial Number=0455869377
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02443]  Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶ, μετὰ πάσης ἁρμονίας ἔχουσι τοὺς λίθους τῷ χρυσῷ ἐμπεπηγότας, ὥστε τοὺς ὁρῶντας μὴ μόνον τὰς ὕλας τοῦ χρυσοῦ καὶ τῶν λίθων, ἀλλὰ καὶ τὴν τέχνην τοῦ χρυσοχόου θαυμάζειν·
000-00-00 Serial Number=0604235768
Graecarum affectionum curatio Ante [Go Back]  
 [00389]  [2.1] Τὸ φῶς τὸ αἰσθητόν, καὶ τὸ ἄνωθεν φερόμενον καὶ τὸ κάτω παρ' ἀνθρώπων ἐπινοούμενον, ἐπιδείκνυσι τοῖς ὁρῶσι, τί μὲν χρυσὸς καὶ τί ἄργυρος, τί δὲ χαλκὸς καὶ σίδηρος καὶ κασσίτε ρος, καὶ τὰς ἄλλας ὕλας ὡσαύτως, καὶ μὲν δὴ καὶ χρωμάτων καὶ σχημάτων καὶ φυτῶν καὶ ζῴων διδάσκει διαφοράν, ἀλλ' οἱ τὰς ὄψεις ἐρρωμένοι μόνοι τήνδε τὴν γνῶσιν δέχονται.
 [00997]  Πρῶτον μὲν γὰρ ἰδίᾳ κατασκευάζειν τινὰ θεῶν εἰκόνας ἐκώλυσεν, ἔπειτα δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς ἐπιφθόνους ὕλας καὶ εἰς ἱεροσυλίαν ἐρεθι ζούσας, ἐξέβαλε·
 [01311]  δη μιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκο δόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανι ζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν.
 [01912]  Ὥσπερ γὰρ οἱ πονηρίᾳ ξυζῶντες καὶ τὰ καλούμενα ἀγαθὰ πονηρίας ἀποφαίνουσιν ὄργανα, οὕτως οἱ τῆς ἀρετῆς ἐρῶν τες καὶ τὰ κακὰ νομιζόμενα φιλοσοφίας τῆς ἀληθοῦς κατα σκευάζουσιν ὕλας.
 [01937]  [6.49] Ἐπειδὴ τοίνυν θνητὴ μὲν γέγονε τῶν ἀνθρώπων ἡ φύσις, θνητὴ δὲ οὖσα πολλῶν ἐστιν ἐνδεής, καὶ γεωργίας καὶ φυτουργίας καὶ ναυτιλίας, καὶ μέντοι καὶ οἰκοδομικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς καὶ σκυτοτομικῆς καὶ ναυπηγικῆς τέχνης καὶ τῶν ἄλλων ὅσαι ξυνεργοῦσι πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος θερα πείαν, μάλα γε εἰκότως ὁ τοῦ παντὸς κηδεμὼν τοῖς μὲν πενίαν, τοῖς δὲ ξυνεκλήρωσε πλοῦτον, ἵνα οἱ μὲν τὰς ὕλας παρέχωσιν, [6.50] οἱ δὲ τὰς χεῖρας ἠσκημένας πρὸς τὰς τέχνας.
 [03657]  Οὐ τὸν ὕθλον, ὦ ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς.
000-00-00 Serial Number=0901751339
Interpretatio in Danielem Ante [Go Back]  
 [00439]  Τέτταρας μὲν ὕλας διὰ τῶν προ ειρημένων ἐσήμανε, τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν σίδηρον·
 [01905]  Καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας, καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα ἀνιόντα θηρία.
000-00-00 Serial Number=0218860388
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01708]  οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις.
 [01970]  Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος.
 [03523]  Καὶ πληθυνῶ τὰ ξύλα, ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, τὰ δὲ ἑψόμενα κρέα, τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω·
 [04106]  Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ.
000-00-00 Serial Number=0326065958
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [05045]  Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ εἶδε τμηθέντα ἀπὸ ὄρους λίθον ἄνευ χειρῶν, καὶ τὴν μὲν εἰκόνα πατάξαντα, καὶ τὰς ὕλας λεπτύναντα, γενόμενον δὲ εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψαντα.
 [05206]  Καὶ ὁ τῷ στεφάνῳ δὲ χορηγήσας τὰς ὕλας, Ἰωσίας ὁ τοῦ Σο φονίου, ὃς τῆς ἐντεῦθεν εὐκλείας ἀξιωθήσεται·
000-00-00 Serial Number=0766351104
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02147]  Τὰς ὕλας ηὐτρέπισε πρότερον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»