Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὁρῶντες [126]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὁρῶντες


000-00-00 Serial Number=0729996324
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00009]  ὡς ἐν νυκτομαχίᾳ δὲ ἀλ λήλους ἀγνοήσαντες, καὶ τοὺς ἐναντίους καταλιπόν τες, καθ' ἡμῶν αὐτῶν πάντα δαπανῶμεν τὰ βέλη, καὶ τοὺς ὁμοφύλους ὡς πολεμίους τιτρώσκομεν, οἱ δὲ πλησίον ἑστῶτες γελῶσιν ἡμῶν τὴν μέθην, καὶ τοῖς ἡμετέροις ἐπεντρυφῶσι κακοῖς, καὶ χαίρουσιν [83.1417] ὑπ' ἀλλήλων ἡμᾶς ὁρῶντες δαπανωμένους·
000-00-00 Serial Number=0232965767
Commentaria in Isaiam Ante [Go Back]  
 [00646]  Οἱ γὰρ ὁρῶντες τίνοντας δίκας τοὺς δυσσεβεῖς καὶ παρανόμους τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.
 [02772]  Οἱ τῆς σωτηρίας τετυχηκότες τῶν ἐλπιζομένων ἀγαθῶν τὸ τέλος ὁρῶντες τοῦτον τῷ σεσωκότι τὸν ὕμνον προσφέρουσιν.
 [03280]  Ἀληθῶς ἦσαν ἐν σκότῳ καὶ ὁμίχλῃ καθήμενοι τὴν κτίσιν ὁρῶντες καὶ τὸν ταύτης ποιητὴν ἀγνοοῦντες, ἀλλ' ὅμως καὶ οὗτοί φησιν ὄψονται τῆς ἀληθείας τὸ φῶς.
 [03629]  Τοὺς γὰρ πολε μίους ὁρῶντες πάντων προτιμήσουσι τὴν φυγήν.
 [05080]  Καὶ διὰ τούτων τὴν πολλὴν αὐτῶν ἀναισθησίαν διδάσκει, ὅτι ὁρῶντες τὸ ἀκερδὲς προσκυνοῦσιν ὡς εὐεργέτας.
 [05537]  Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ οἱ ὁρῶντες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.
 [07254]  Ἐθρηνῴδουν δὲ διαφερόντως οἱ τὴν Σιὼν οἰκοῦντες ἅγιοι τὴν τῶν οἰκητόρων αὐτῆς ὁρῶντες ἀσέβειαν.
 [07822]  ἀλλ' ἐγὼ μὲν ταῦτα ποιῶ, οἱ δὲ πονηρίᾳ συζῶντες τοιαύτην ὁρῶντες τὴν θα υματουρ γίαν ἐπιμένουσιν ἀπιστοῦντες.
000-00-00 Serial Number=0599728823
De incarnatione domini Ante [Go Back]  
 [00257]  ἄγγελοι δὲ τῷ νικητῇ προσ ιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμο δούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπά λου τὴν ἧτταν ὁρῶντες.
000-00-00 Serial Number=0559925497
De providentia orationes decem Ante [Go Back]  
 [00164]  Ἐπὶ δὲ τοῦ παρόντος πολλῶν ἐνδεεῖς ὄντας διὰ τὸ τῆς φύσεως θνητὸν καὶ ἐπίκηρον, ἔδει τοῦ χρόνου τὰ μέτρα γινώσκειν, ἵνα παραῤῥέοντα τοῦτον ἡμᾶς ὁρῶντες, ἡμῶν αὐτῶν ἐπιμελώμεθα, καὶ πρὸς τὴν ἀποδημίαν ἑτοίμους παρέχωμεν.
 [00212]  Ἐναργῶς γὰρ καὶ οὗτοι, καὶ λίαν προφανῶς, τὸν ἁπάντων ∆εσπότην ὁρῶντες ἣν ἐποίη σεν ἰθύνοντα κτίσιν, καὶ πάντα ἐν ῥυθμῷ καὶ τάξει ἄγοντά τε καὶ φέροντα, καὶ τὴν ἁρμονίαν ἑκά στῳ τῶν γινομένων ἐμπρέπουσαν, κάλλος ὁμοῦ καὶ χρείαν ἐν ἁπάσῃ θεωροῦντες τῇ κτίσει, καὶ ἐν ἑκά στῳ δὲ μορίῳ ταύτης ἄμφω ταῦτα διαλάμποντα, ἑκόντες τυφλώττουσι, μᾶλλον δὲ ὁρῶντες ἀναισχυν τοῦσι, καὶ τὰ δῶρα τῆς Προνοίας λαμβάνοντες, οἷς λαμβάνουσι λοιδοροῦνται, καὶ δι' ὧν ἀπολαύουσι, τῷ Κηδεμόνι πολεμοῦσιν.
 [00522]  καὶ καθάπερ οἰκίαν ὁρῶντες τεχνικῶς μάλα γεγε νημένην, καὶ ἐπὶ στεῤῥᾶς κρηπῖδος ἐρηρεισμέ νην, καὶ γωνίαις εὐθείαις συνηρμοσμένην, εὖρός τε καὶ μῆκος ἔχουσαν, καὶ ὕψος, τὴν πρὸς ταῦτα δια σῶζον ἀναλογίαν, καὶ φωταγωγοὺς ἐν ῥυθμῷ καὶ τάξει γεγενημένας, καὶ τὰ ἄλλα ὅσα τὰς τοιαύτας οἰκίας λαμ πρύνειν φιλεῖ, εὐθὺς τὸν τεχνίτην θαυμάζομεν, καὶ τὸν οὐ παρόντα ζωγραφοῦμεν τῇ διανοίᾳ, καὶ εἰς τὴν ἐκείνου τέχνην πᾶσαν ἐκείνης τῆς εὐπρεπείας ἀναφέ ρομεν τὴν εὐμορφίαν·
 [00523]  οὕτως οὐρανὸν ὁρῶντες, καὶ τῶν κατ' οὐρανὸν φωστήρων τὴν χρειώδη χορείαν, οὐ ταῦτα προσκυνοῦμεν, ἀλλὰ τὸν τούτων Ποιητὴν ταῖς δυναταῖς ὑμνῳδίαις γεραίρομεν, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν Γενεσιουρ γὸν θεωροῦμεν.
 [00599]  ∆ιὰ τούτων γὰρ οἱ ἄνθρωποι καὶ γῆν ἀροῦσι, καὶ αὔλακας τέμνουσι, καὶ σπέρμα τα καταβάλλουσι, καὶ σκαπάνην ἢ δίκελλαν μετα χειριζόμενοι, βόθρους ὀρύττουσι, καὶ δένδρα φυτεύ ουσι, καὶ δρέπανα θήγοντες, νῦν τὰς ἀμπέλους πρὸς [83.616] ὠδῖνας ἐπειγομένας ὁρῶντες τέμνουσι, καὶ τῶν πε ριττῶν ἀπαλλάττουσι·
 [01101]  Κομιδῇ γὰρ ἀσχάλλομεν τὴν τὰ πάντα κυβερνῶσαν τοῦ Θεοῦ σοφίαν ὑπ' αὐτῶν συκοφαντουμένην ὁρῶντες·
 [01105]  φέρε, καὶ περὶ τούτων μικρὰ διεξέλθωμεν, καὶ τοὺς ἀρίστους τῶν ἰατρῶν μιμησώμεθα, οἳ τοὺς ἀῤ ῥώστους ἀποσίτους ὁρῶντες, καὶ τὰ προσφερόμενα σιτία πάντα βδελυττομένους, τέχναις τισὶν ἰατρικαῖς τὸ δυσάρεστον αὐτῶν εὖ μάλα κατασοφίζονται.
 [01169]  Καὶ δύο δὲ τούτων ἢ τρεῖς φωραθέντες, καὶ κολασθέντες ὑπὸ τῶν νόμων, ἱκανὸν τοῖς ἄλλοις ὠφελείας ὑπόδειγμα γίνονται, καὶ τῶν ὁμοτρόπων τὴν τιμωρίαν ὁρῶντες, μισοῦσι τὴν πονη ρίαν, ὡς θανάτων τοιούτων μητέρα.
 [01689]  Ταῦτα τοίνυν ὁρῶντες, σκοπώμεθα παρ' ἡμῖν αὐτοῖς, τί δήποτε τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμέ νων, τινὲς μὲν εἰσὶ λίαν ἐπίσημοι, τινὲς δὲ παντελῶς ἄσημοι·
 [01691]  Ἔπειτα καὶ τούτους κἀκείνους τετελευτηκότας ὁρῶντες, καὶ τοὺς μὲν μετὰ πολλῆς τῆς εὐκλείας, τοὺς δὲ λίαν εὐτελῶς, ὡς τῶν τυχόντων τινὰς, λογιζώμεθα πάλιν, ὡς ἕτερόν τινα βίον ηὐτρέπισεν, ἐν ᾧ πρὸς ἀξίαν τοὺς εὖ βεβιωκότας ἀμείβεται.
 [01997]  Ὑπελάμβανον γὰρ αὐτὸν οἱ τῷ ξύλῳ προσηλω μένον ὁρῶντες, ὑπὲρ πλείστων ἁμαρτημάτων κολά ζεσθαι, καὶ δίκας τίνειν ὑπὲρ οἰκείων πλημμελη μάτων.
 [02202]  Ταῦτα τοίνυν εἰδότες, καὶ διὰ πάντων τὴν τοῦ Θεοῦ προμήθειαν καταμαθόντες, καὶ τὴν ἀστάθμητον αὐτοῦ φιλανθρωπίαν ὁρῶντες, καὶ τὸν ἀμέτρητον βλέποντες ἔλεον, παύσασθε λυττῶντες κατὰ τοῦ κτίσαντος, μάθετε τὸν εὐεργέτην ὑμνεῖν, λόγοις εὐ γνώμοσι τὰς μεγάλας εὐεργεσίας ἀμείψασθε.
000-00-00 Serial Number=0435377955
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00410]  Ἡνίκα μὲν ὁ Μονογενὴς Θεὸς ἐνηνθρώπησε καὶ τὴν ἡμε τέραν φύσιν λαβὼν τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, ὁρῶντες οἱ τηνικάδε ἄνθρωποι τῶν εὐεργεσιῶν τὴν πηγὴν οὐκ ἐπετέλεσαν ἑορτήν.
 [00526]  οἶμαι γάρ, ὡς καὶ παρὰ τῆς σῆς ὁσιότητος διδασκόμενοι, καὶ τὴν τῆς εὐπραξίας ὁρῶντες μεταβολήν, τὴν σήν, δέσποτα, μεγαλοψυχίαν μιμήσονται, καὶ τῆς δυνατῆς αὐτὸν ἀξιώσουσι θεραπείας, τῆς φύσεως τὸ κοινὸν λογισάμενοι.
 [00679]  Πεφύκαμεν γάρ πως ἀνα πίμπλασθαι δέους, ἄλλους τιμωρουμένους ὁρῶντες.
 [01906]  Ταῦτα προορῶντες ἡμεῖς παύσασθαι αὐτοὺς τῆς ἀμετρίας εὐχόμεθα, ἵνα μὴ κολαζομένους ὁρῶντες πάλιν αὐτοὺς θρηνεῖν βιαζώ μεθα.
 [02035]  Οἱ δὲ ταῦτα ὁρῶντες τοὺς μὲν πολε μίους μισοῦσι, τοὺς δὲ αὐτομόλους θρηνοῦσι, τοῖς δ' ὑπὲρ τῶν ἀποστολικῶν πολεμουμένοις δογμάτων ἐπαρκεῖν ὀρρωδοῦσιν.
 [02304]  καὶ τὴν μὲν τῶν Ἐκκλησιῶν ζάλην ὁρῶντες ἀλγοῦμεν, γαννύμεθα δὲ καὶ εὐφραινόμεθα φροντίδων ἀπηλλαγμένοι.
 [02452]  Ἐπειδὴ γὰρ ἡμεῖς τὴν πάλαι κατασβεσθεῖσαν αἵρεσιν ἀνανεουμένην ὑπὸ τούτων ὁρῶντες, διετελοῦμεν βοῶντες, διαμαρτυρόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, κἀν τοῖς ἀσπαστηρίοις οἴκοις, κἀν τοῖς θείοις σηκοῖς, καὶ τὰς κατὰ τῆς πίστεως ἐγχειρουμένας ἐπιβουλὰς ἐξηλέγχομεν, λοιδορίας ἡμῶν κατέχεαν, ὡς δύο κηρυττόντων υἱούς.
000-00-00 Serial Number=0728393137
Eranistes Ante [Go Back]  
 [00505]  Καὶ ταῦτα δὲ ὁρῶντες ἴσμεν τοῦ θεοῦ τῶν ὅλων τὸ ἀψευδές.
 [02668]  Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ·
000-00-00 Serial Number=0528729916
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00047]  Ἀναγινώσκοντες, ὡς οἶμαι, τοῦτο τὸ σύγγραμμα, καὶ ὁρῶντες ἐν αὐτῷ μύρα καὶ φιλήματα, καὶ μη ροὺς, καὶ κοιλίαν, καὶ ὀμφαλὸν, καὶ σιαγόνας, καὶ ὀφθαλμοὺς, καὶ κρίνα, καὶ μῆλα, καὶ νάρδον, καὶ στακτὴν, καὶ σμύρναν, καὶ ὅσα τοιαῦτα, καὶ τῆς θείας Γραφῆς ἀγνοοῦντες τὰ ἰδιώματα, οὐκ ἠθέλησαν διαδῦναι, καὶ τοῦ γράμματος ὑπερβῆναι τὸ κάλυμμα, καὶ ἐντὸς γενέσθαι τῷ πνεύματι, καὶ ἀνακεκαλυμ μένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρισθῆναι·
 [01356]  Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, στελέχη καπνοῦ ὡς τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ, Ὥσπερ γὰρ τὸν νυμφίον ὁρῶντες, μετὰ τὴν τοῦ διαβόλου νίκην καὶ τὴν τοῦ θανάτου κατάλυσιν, εἰς οὐρανοὺς ἀνιόντα, θαυμάζουσι καὶ λέγουσι·
 [01369]  οὕτως ἐν τῇ Ἡσαΐου προφητείᾳ θαυμάζουσι τὸν νυμφίον ὁρῶντες, καὶ λέγουσι, Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;
 [01620]  Εὐχῆς γὰρ ἡμῖν δεῖ καὶ εὐχῆς ἐπιμελοῦς καὶ σπουδαίας, ἵνα οἱ ἡμέτεροι ὀφθαλμοὶ γένωνται περιστεραὶ πνευματικῶς ὁρῶντες, καὶ ὑπερβαίνοντες τὸ τοῦ γράμματος κάλυμμα, καὶ διαρθροῦντες ἐναργῶς τὰ κεκρυμμένα μυστήρια.
000-00-00 Serial Number=0777072608
Graecarum affectionum curatio Ante [Go Back]  
 [00487]  ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.
 [00780]  ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.
 [00797]  ἀλλ' ὅμως καὶ λοιμώδης ἐκ τοῦ ἀέρος ἐπιγίνεται νόσος, καὶ φθείρεται τὰ σώματα τῇ εὐκρασίᾳ τῇ τούτου τρεφόμενα, ὅπως ἂν μὴ καὶ τοῦτον θεὸν ὑπολάβωμεν, ἀλλὰ τρεπτὸν καὶ ἀλλοιωτὸν ὁρῶντες ἀποδράσωμεν τὴν προσκύ [3.15] νησιν.
 [00799]  ἀλλ' ὡς ἂν μὴ ταῦτα ὁρῶντες ἀποβουκοληθῶμεν καὶ θεοποιήσωμεν ὡς ἀγαθῶν χορηγόν, πολλὰ καὶ ταύτῃ καὶ διάφορα ξυνεκλήρωσε πάθη·
 [00804]  Τοιγαροῦν ταύτην ὁρῶντες τὴν ἀσθένειαν οἱ τὸν νοῦν ἐρρωμένοι, προσκυνεῖν ὡς θεὸν οὐκ ἀνέχονται, ἀλλὰ διά γε ταύτης καὶ τῶν ἐν αὐτῇ φυομέ νων πρὸς τὸν ταύτης καὶ τὸν τούτων ποιητὴν ξεναγοῦνται καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ποδηγοῦνται.
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
 [01112]  καὶ διαμαχομένους ὁρῶντες καὶ ἀντιλέ γοντας καὶ τὴν θεραπείαν ἀπωθουμένους οὐκ ἀπαυδῶμεν, ἀλλὰ τῇ σπογγιᾷ τοῦ λόγου καταιονῶμεν τῆς ἀπιστίας τὸ πάθος.
 [01672]  ἡμεῖς δὲ αὐτῶν τὴν ἐμπληξίαν ὀλοφυρόμεθα, ὅτι δὴ ὁρῶντες βαρβαροφώνους ἀνθρώπους τὴν Ἑλληνικὴν εὐγλωττίαν νενικηκότας, καὶ τοὺς κεκομψευμένους μύθους παν τελῶς ἐξεληλαμένους, καὶ τοὺς ἁλιευτικοὺς σολοικισμοὺς τοὺς Ἀττικοὺς καταλελυκότας ξυλλογισμούς, οὐκ ἐρυθριῶσιν οὐδ' ἐγκαλύπτονται, ἀλλ' ἀνέδην ὑπερμαχοῦσι τῆς πλάνης, καὶ ταῦτα ὀλίγοι ὄντες καὶ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενοι καὶ οὐδὲ τῆς Ἑλληνικῆς εὐστομίας μετέχοντες, ἀλλὰ τοσαῦτα, ὡς ἔπος εἰπεῖν, βαρβαρίζοντες ὅσα φθέγγονται, παίδευσιν δὲ ἄκραν καὶ λαμπρότητα λόγων ὑπολαμβάνοντες, εἰ ὀμνύντες εἴποιεν Μὰ τοὺς θεούς καὶ Μὰ τὸν ἥλιον, καὶ τοιούτους τινὰς τοῖς [5.65] λόγοις ἐπιπλάττοιεν ὅρκους.
 [01732]  καὶ ἀγάμεθα ὁρῶντες τὴν ἐν ἡμῖν φαινομένην τοῦ ποιητοῦ σοφίαν, τὰς διαφόρους τῶν αἰσθήσεων ἐνεργείας ἐξ ἑνὸς μὲν ἐγκεφάλου προφερομένας, ἄλλην δὲ αὐτῷ καὶ ἄλλην προσφερούσας ἀντίληψιν, τὴν μὲν ὁράσεως, τὴν δὲ ἀκροάσεως, καὶ ἄλλην ὀσφρήσεως, καὶ ἑτέραν γεύσεως, καὶ ἄλλην ἁφῆς·
 [01839]  [6.24] Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί [6.25] χειρα.
 [01850]  Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γί νεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ;
 [01856]  καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται, οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους.
 [02097]  Ἐπειδὴ γὰρ τῆς τῶν λόγων εὐεπείας ἐξήρτησθε, ἐντεῦθεν ὑμῖν τὰς ἀποδείξεις προσενηνόχαμεν, ἵνα καὶ δι' ἐκείνων ποδηγηθέντες πρὸς τὴν ἀλήθειαν καὶ διὰ τῶν πραγμάτων κηρυττομένην ὁρῶντες τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὸν περὶ τῆς οἰκονομίας ἀσπάσησθε λόγον καὶ τῆς ἀξιεράστου καὶ τριποθήτου μὴ διαμάρτητε σωτηρίας.
 [02799]  Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς·
000-00-00 Serial Number=0021485448
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02051]  νῦν δέ τινες ἐπίβουλον ὀνομά ζουσι, τὸ ξίφος ὁρῶντες, καὶ τὰς διὰ τούτου γεγενη μένας σφαγάς.
000-00-00 Serial Number=0507424176
Historia ecclesiastica Ante [Go Back]  
 [01027]  Τούτῳ συνεργῷ κεχρημένοι Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεό δωρος ὁ Περίνθιος (ἐλλόγιμος δὲ διαφερόντως ὁ Θεόδωρος ἦν καὶ δὴ καὶ τῶν θείων εὐαγγελίων τὴν ἑρμηνείαν συνέγραψεν, Ἡρακλεώ την δὲ αὐτὸν ὀνομάζουσιν οἱ πολλοί), οὗτοι συνεχῶς ἅτε δὴ γειτο νεύοντες τὸν βασιλέα ὁρῶντες, τὴν ἀπὸ τῆς ἐξορίας ἐπάνοδον Ἀθα νασίου παμπόλλων ἔλεγον αἰτίαν γεγενῆσθαι κακῶν, καὶ οὐ μόνον τὴν Αἴγυπτον μεταλαγχάνειν τοῦ κλύδωνος, ἀλλὰ καὶ τὴν Παλαιστί νην καὶ τὴν Φοινίκην καὶ τὰ ἄλλα ὅμορα ἔθνη.
 [01681]  ἀλλ' οἱ τοῖς θείοις ἐντρα φέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μέν, ἀντιλέγειν δὲ προφανῶς θρασύτητος ἔργον, οὐκ ἀγχινοίας, ἐνό μιζον.
 [02037]  ταῦτα ὁρῶντες οἱ τῆς τοῦ σεσωκότος προσηγορίας τετυχηκότες ἔστενον μὲν καὶ ὠλοφύροντο βδελυττόμενοι τὰ γινόμενα, μετελάμβανον δὲ ὅμως ἀποστολικῷ πειθόμενοι νόμῳ·
 [03042]  χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον·
 [03536]  οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν.
 [03648]  ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν.
000-00-00 Serial Number=0829576254
Historia religiosa Ante [Go Back]  
 [00182]  Ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολήν, ἄβατον ὁρῶντες ὑπὸ τῶν ὑδάτων γενομένην τὴν πόλιν.
 [00522]  Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαβόντες τροφῆς, καὶ τὸν θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλή λους ὁρῶντες τῷ πνεύματι.
 [02100]  Καὶ ἄλλα δὲ τοιαῦτα δρῶντα ὁρῶντες ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἂν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα διακειμένοις ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις βλάβης αἴτιος γένοιτο.
000-00-00 Serial Number=0210715234
Interpretatio in Danielem Ante [Go Back]  
 [00064]  Ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ' αὐ τῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνο μεν τὴν τῶν πραγμάτων κατάληψιν·
 [00907]  Ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖ νοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν, οὐ τοῦτο τὸ τέλος ὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι·
 [02350]  Τούτων γενομένων, οἱ μὲν εὐσεβεῖς ἐν θρήνοις ἦσαν, τὴν προφανῆ τῶν νόμων ὁρῶντες παράβασιν, ὁ δὲ λοιπὸς ὅμιλος ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον, καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν.
 [03027]  Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων, τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως, ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας.
 [03030]  Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς.
 [03396]  Ταύτην γὰρ, φησὶ, τὴν ἀνδραγαθίαν ὁρῶντες, καὶ τῶν ὀλισθησάντων πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων, μεταμελείᾳ χρησάμενοι, πρὸς αὐτοὺς δραμοῦνται λεʹ.
000-00-00 Serial Number=0962012649
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01500]  οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐ σεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι·
 [01542]  (ιὰʹ.) Οἱ προ φῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναῒ Κύριος.
 [02421]  καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαι ρεῖσθε τὴν ἀδικίαν.
 [02771]  εἰς τὴν πατρῴαν ἐπαν ήξετε γῆν, καὶ τῆς συνήθους ἀπολαύσεσθε προμη θείας, προσφέροντες μὲν εὐγνωμόνως, ὧν δέχεσθε ἀγαθῶν τὰς ἀπαρχὰς, ὁρῶντες δὲ κἀμὲ εὐμενῶς προσδεχόμενον.
 [02776]  ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες.
 [02951]  καὶ ἐν ταῦθα δὲ καὶ τὸν δεδομένον τῷ Ἰσραὴλ ἐπιστάμενοι νόμον, καὶ τὴν ἔξω τῶν τούτων διαγορεύσεων πολι τείαν ὁρῶντες, καὶ μέντοι καὶ τῶν προφητικῶν προῤ ῥήσεων ἐπαΐοντες, πανταχόθεν τὴν θείαν ἀγανάκτη σιν ἐδιδάσκοντο·
 [03179]  Ὁρῶντες γὰρ ὑβρι ζομένην προφανῶς τὴν τῶν σαββάτων ἡμέραν, καὶ ἐργασίαν παράνομον ἐπιτελουμένην ἐν τῇ ἀργῇ ἡμέρᾳ, ἐλέγχειν οὐκ ἤθελον τοὺς παρανομεῖν τολμῶν τας, ἀλλ' οἱονεὶ μύοντες τοὺς ὀφθαλμοὺς, οὐκ ἐδό κουν ὁρᾷν, ἃ διετέλουν ὁρῶντες.
 [03191]  Πεσοῦνται ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, Τάδε λέγει Ἀδωναῒ Κύριος, καὶ [81.1032] Κύριος οὐ λελάληκε.
 [03996]  Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε [81.1088] θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφα νεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενη μένην·
 [04202]  Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες.
 [04547]  ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι·
 [04866]  μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμω ρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν·
 [05172]  Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πί στεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρημα τίζουσι·
 [05590]  Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολού θως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν·
000-00-00 Serial Number=0211477339
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02195]  Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κα κῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο.
 [02459]  Τὰς γὰρ ἐπὶ τὸ χεῖρον ὁρῶντες μεταβολὰς, συρίττειν εἰώθαμεν·
 [03085]  οἱ δὲ πονηρίαν ἀσπαζόμενοι πικραν θήσονται, ὁρῶντες ἐν εὐπραξίᾳ τὴν πόλιν, καὶ τὰς θείας ἑορτὰς ἐπιτελουμένας συνήθως.
000-00-00 Serial Number=0390512466
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00011]  ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος.
 [00455]  Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανιστα μένους εὐημεροῦντας ὁρῶντες.
 [00685]  Μηκέτι, φησὶν, ἐπιτωθαζέτωσάν μοι οἱ τὰς οἰκείας μὲν οὐχ ὁρῶντες παρανομίας, τὰ δ' ἐμὰ πλημμε λήματα κωμῳδοῦντες.
 [05276]  Τοιγάρτοι κἀνταῦθα ὁ προφητικὸς δείκνυσι λόγος τοὺς τῷ Σωτῆρι πεπιστευκότας βοῶντας, ὡς Οὐδεμίαν δέους ἐν τῇ ψυχῇ δεξόμεθα ζάλην, τὴν γῆν ὁρῶντες ταραττομένην, καὶ τοὺς ἐξελαυνομένους εἰς τὴν ἄβυσσον δαίμονας, κυκᾷν πειρωμένους τοὺς ὑπ' αὐτῶν ἐνεργουμένους ἀνθρώπους.
000-00-00 Serial Number=0758619487
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00012]  Τοιγάρτοι κἀνταῦθα ὁ προφητικὸς δείκνυσι λόγος τοὺς τῷ Σωτῆρι πεπιστευκότας βοῶντας, ὡς Οὐδεμίαν δέους ἐν τῇ ψυχῇ δεξόμεθα ζάλην, τὴν γῆν ὁρῶντες ταραττομένην, καὶ τοὺς ἐξελαυνομένους εἰς τὴν ἄβυσσον δαίμονας, κυκᾷν πειρωμένους τοὺς ὑπ' αὐτῶν ἐνεργουμένους ἀνθρώπους.
 [00071]  Ταύτην μου τοίνυν ὁρῶντες, ὦ ἄνθρωποι, τὴν ἰσχὺν, καὶ θεώμενοι τὴν ἀθρόαν τῶν πραγμάτων μεταβο λὴν, καὶ τὴν ἀπὸ ζάλης μεγίστης γεγενημένην γα λήνην, καὶ τοῦ πολέμου τὴν παῦλαν, καὶ τῆς εἰρήνης τὸ δῶρον, δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ἐγὼ τῶν ὅλων εἰμὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ γὰρ καὶ πᾶσιν ἔθνεσι, τὸ τῆς δυνάμεως ὕψος ἐπιδεικνύς.
 [01910]  Ποταμοῦ δὲ δίκην ὁρῶντες τὸν πλοῦτον εἰς τὰς ὑμετέρας φερόμενον οἰκίας, μὴ καταδουλώσητε τού τῳ τὸν ὑμέτερον λογισμόν.
 [03155]  Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβο λήν·
 [03243]  Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας.
 [03835]  Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς δι ελεγχόμενοι χάριτος.
 [04023]  οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν·
000-00-00 Serial Number=0876161218
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00854]  Τὴν γὰρ νῦν κεκρυμμένην οἰκο νομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι.
 [01208]  Προσ δράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ ∆εσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσ ενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώ ματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε.
 [01255]  Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλ λαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν·
 [02251]  ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν.
 [02829]  Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προ τέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γα λήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.
 [02861]  Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν.
 [02916]  Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται·
 [03535]  Οἱ δὲ κακίᾳ συζῇν προαιρού μενοι, τῶν δικαίων ὁρῶντες τὴν περιφάνειαν, τακή σονται μὲν τῷ φθόνῳ, καὶ τῆς μιαιφονίας τυρεύ σουσι μηχανάς·
 [04582]  Οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαιόντες, καὶ τὴν θείαν εὐμένειαν προσ μένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλεί πουσιν.
 [05283]  ∆ιεπρίοντο γὰρ τὴν Ἰουδαίων ὁρῶντες ἐλευθερίαν.
 [05355]  Οὗτοι τοίνυν ἐν τῷδε τῷ Ψαλμῷ τὴν οἰκείαν ἐλευθερίαν ὁρῶντες γεγήθασιν·
 [05383]  Οἱ γὰρ μετὰ τούτων τὰ σπέρματα καταβάλλοντες, δαψιλῆ τὸν ἀμητὸν ὁρῶντες εὐφραίνονται.
 [05477]  Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν ὁρῶντες.
000-00-00 Serial Number=0045447648
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00100]  οἵ τε γὰρ τὸν Ἡσαΐαν θέοντα γυμνὸν ὁρῶντες ἔδραμον ἂν δήπουθεν εἰς τὴν τοῦ καινοῦ πράγματος θεωρίαν, μαθεῖν ἐφιέμενοι τοῦ τοιούτου δρόμου τὴν πρόφασιν.
 [00212]  Οἱ δὲ ἐρασταὶ αὐτῆς, φησὶ, ταῦτα ὁρῶντες, ἐπαμῦναι αὐτῇ οὐ δυνήσονται.
 [00431]  διὸ τίσουσι ταυτησὶ τῆς ὕβρεως δίκας, προφανῶς ὁρῶντες ὁποῖος ὁ τῆς εὐσεβείας καρπός.
 [00565]  Ἀλλ' ὁρῶντες τὰ φρικώδη ἐκεῖνα καὶ μετὰ δέους μιάσμα τα, οὐχ ὑφ' ἑνὸς ἀνθρώπου τολμώμενα, ἀλλὰ παντὸς τοῦ τε Ἐφραῒμ καὶ τοῦ Ἰούδα, σιγῶντες διετελέσατε.
 [01270]  καὶ ἅπαντες ἄνθρωποι, τὸν θάνατον ὁρῶντες ἄρδην ἀμῶντα τὴν φύσιν, καὶ νῦν μὲν ἀδελ φὸν ἀδελφοῦ χωρίζοντα, νῦν δὲ παιδὸς πατέρα στε ρίσκοντα, παντελῶς ἀπηγόρευον τὴν ἀνάστασιν.
 [03043]  Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐν ύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ κατα λαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται [81.1757] ὑπακούων αὐτῶν.
 [03266]  Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώ πησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας.
 [03267]  Ἐρυθριῶσι γὰρ προφανῶς ἀσεβεῖν, τοὺς ἔξω νόμου σωφρονοῦν τας ὁρῶντες.
 [04023]  οἳ καὶ τὴν ὕλην καὶ τὴν τέχνην ὁρῶντες, ὡς θεοῖς τὸ σέβας ἠλιθίως προσφέρουσιν.
 [05098]  Οἱ δὲ ταῦτα ὁρῶντες Χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ.
000-00-00 Serial Number=0409353495
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01749]  ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστω σιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλά στησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβε βληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν·
 [01892]  ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δί καιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομέ νους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις·
000-00-00 Serial Number=0389840543
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00098]  εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι.
 [00541]  ὁρῶντες γὰρ τὸν ὄφιν ἐπὶ τῆς γῆς συρόμενον τε καὶ ἰλυσσώμενον, τῆς ἀρχαίας ἀρᾶς ἀναμιμνησκόμεθα·
 [01042]  τὴν εὐγένειαν, ἀλλ' εἰς τὸ σημεῖον ὁρῶντες, ἄσβεστον τοῦ δεδωκότος τοῦτο τὴν μνήμην φυλάττωσι·
 [01377]  ἐβάσκαινον τοίνυν ὁρῶντες αὐτὸν προτιμώμενον·
 [04465]  ὑμεῖς δὲ ὁρῶντες τῷ φθόνῳ τακήσεσθε.
000-00-00 Serial Number=0169265628
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01400]  Αὐτοὶ δὲ πλημμελοῦντες, ἢ παντάπασι τὴν αἴσθησιν τῆς διανοίας ἐκβάλλομεν, ἢ ὁρῶντες τὴν ἁμαρτίαν, συγγνώμην ὀρέγομεν.
 [03225]  Ταῦτα δὲ τὰ ῥήματα τῆς Ἰουδαϊκῆς πληθύος κατηγορεῖ, ὅτι καὶ νόμον ἔχοντες, καὶ προφήτας, καὶ ἱερέας, καὶ θαυματουρ γίας καὶ θεοσημίας ὁρῶντες, τὴν τῶν εἰδώλων θε ραπείαν τῆς τοῦ Θεοῦ προτετιμήκασι θεραπείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»