Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἰουδαῖοι [186]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἰουδαῖοι


000-00-00 Serial Number=0601528704
Commentaria in Isaiam Ante [Go Back]  
 [00056]  ἡνίκα γὰρ Ἰουδαῖοι προσήλωσαν τῷ σταυρῷ τὸν σωτῆρα, ἐκλονήθη μὲν ἡ γῆ τῆς μαρτυρίας ἀναμιμνῄσκουσα, ὁ δὲ οὐρανός, ἐπειδὴ ταύτην τοῖς ἀνθρώποις παρέχειν τὴν αἴσθησιν οὐκ ἠδύνατο ἄνωθεν ὤν, τὸν ἐν αὐτῷ βαδίζοντα ἥλιον ἔδειξε τῶν ἀκτίνων ἐστερη μένον καὶ τὸ σκότος εἰς τὴν κατὰ τῆς ἀσεβείας μαρτυρίαν ἐπήγαγεν.
 [00516]  Γνόντες γὰρ ἅπαντες, τίνος ἕνεκεν τὴν πολιορκίαν ἐκείνην καὶ τὸν ἀνδραποδισμὸν ὑπέμειναν Ἰουδαῖοι, τοὺς τοῦ σωτηρίου κηρύγματος ὑπη ρέτας πάσης τιμῆς καὶ θεραπείας ἠξίωσαν.
 [01099]  καὶ γὰρ Ἰουδαῖοι τοῖς ἱεροῖς παρηγγύων ἀποστόλοις τὸν δεσπότην μὴ κηρύττειν Χριστόν.
 [01635]  Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀπο βλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θερα πεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01715]  οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, τουτέστιν οἰκήτορες, ἐπεὶ καὶ νῦν οἰκοῦσιν αὐτὴν ὀλίγοι τινές, οὔτε Ἀσσύριοι οὔτε Χαλδαῖοι ἀλλ' Ἰουδαῖοι.
 [01749]  προσηλύτους δὲ ἐκάλουν Ἰουδαῖοι τοὺς ἐκ τῶν ἐθνῶν προσιόντας |120 b| καὶ τὴν νομικὴν πολιτείαν ἀσπαζομένους.
 [01876]  Οἱ νῦν φησι παρ' ὑμῶν ὡς εὐτελεῖς καταφρονούμενοι Ἰουδαῖοι ὑπὸ τοῦ θεοῦ ποιμανθήσονται καὶ τῶν ἐπιόντων ἀπαλλαγήσονται λύκων καὶ ἐν εἰρήνῃ διατελέσουσιν.
 [02223]  Εἰ δὲ τὰ ἐπὶ Ὀνίου γεγενημένα φαῖεν Ἰουδαῖοι προηγορεῦσθαι, τῆς ἀληθείας διαμαρτάνουσιν.
 [03167]  Ταύτης δὲ ἀπέλαυον τῆς μακροθυμίας Ἰουδαῖοι, ἡνίκα ἦσαν μελάν θιον καὶ κύμινον καὶ «ἄμπελος εὐκληματοῦσα».
 [03215]  Τὸν ὄλεθρον τοῦ Ἀσσυρίου θαυμάσαντες Ἰουδαῖοι ἤλπισαν ἀεὶ κρείττους ἔσεσθαι τῶν πολεμούν των.
 [03230]  Πάλαι γὰρ τὰς περὶ τοῦ κυρίου προρρήσεις οὔτε Ἰουδαῖοι συνορᾶν ἠδύναντο κεκαλυμμένας καὶ οἱονεὶ σφραγίδων ἐντὸς ἀποκειμένας οὔτε τὰ ἔθνη τὰ προφητικὰ μὴ ἐπιστάμενα γράμματα·
 [03274]  δοθήσεται γάρ φησι τῷ Λιβάνῳ τουτέστι τοῖς ἔθνεσιν ἡ τοῦ Καρμήλου τουτέστι τῶν Ἰουδαίων εὐ καρπία, ὁ δὲ Κάρμηλος τουτέστιν Ἰουδαῖοι δρυμὸς ἔσονται ἄκαρπος.
 [03311]  Ἐγόγγυσαν γάρ φησιν «Ἰουδαῖοι λέγοντες·
 [03469]  Οὗ δὴ χάριν ἀνάγκη, κἂν μὴ θέλωσιν οἱ Ἰουδαῖοι, τροπικῶς νο ῆσαι τὴν πρόρρησιν καὶ τὴν ἔκβασιν εὑρεῖν μετὰ τὴν ἐνανθρώπησιν τοῦ δεσπότου Χριστοῦ·
 [03637]  Ἰουδαῖοι δὲ πάλαι ἤνθουν ἐν προφήταις καὶ δικαίοις καὶ ἱερεῦσι, νῦν δὲ τῶν δρυμῶν τὴν ἀκαρπίαν μεμίμηνται.
 [04404]  ∆ηλοῖ τοίνυν ὁ λόγος ὅτι τὰ μὲν ταπεινὰ ἔθνη ὑψωθήσεται, οἱ μέγα δὲ φρονοῦντες Ἰουδαῖοι ταπεινω θήσονται.
 [04826]  Ἐμοῦ δὲ ταῦτα τοῖς ἔθνεσι τὰ ἀγαθὰ διδόντος οἱ τὰς ἐπαγγελίας ἔχοντες Ἰουδαῖοι καὶ τὰ μεγάλα ταῦτα θεώμενοι θαύματα τὴν ἐν αντίαν ἐ τράποντο τὴν ἐμὴν ἀρνούμενοι ποδηγίαν.
 [04877]  Ταύτην δὲ τὴν νόσον καὶ νῦν ἔχουσιν Ἰουδαῖοι ·
 [05311]  ∆ει ξάτωσαν Ἰουδαῖοι Αἰγυπτίους καὶ Αἰθίοπας καὶ τοὺς Σαβαῒμ καλουμένους δούλους αὐτῶν πώποτε γεγενη μέ νους καὶ ὑπηκόους.
 [05317]  Ὁράτωσαν Ἰουδαῖοι δυάδα προσώπων κηρυττομένην ἐν ἑνί·
 [05341]  Εἰπάτωσαν Ἰουδαῖοι, πῶς αὐτοῖς οὗτος ὁ λόγος ἁρμόττει.
 [05404]  Ταύτην ἔχουσι τὴν αἰσχύνην οἱ τὴν ἀπιστίαν τῆς πίστεως προτιμήσαντες εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες.
 [05407]  Πᾶν τὸ σπέρμα Ἰσραήλ ἦ γὰρ ἂν ἥρπασαν Ἰουδαῖοι τὸν λόγον ἀλλά·
 [05572]  Καὶ γὰρ Ἰουδαῖοι μέγα μὲν ἐφρόνουν ἐπὶ τῇ Ἱερουσαλήμ, ἐμεγαλαυχοῦντο δὲ καὶ ὡς ὑπὸ τοῦ θεοῦ τῶν ὅλ ων ἐκλεγέντες καὶ τὸ θεῖον ὄνομα διηνεκῶς ἐν τῷ στόματι περιέφερον οὐκ ἀληθείᾳ τοῦτο γε ραί ροντες ἀλλὰ τῷ ψεύδει καθυβρίζοντες.
 [05654]  Ἐπειδὴ δὲ τούτοις προσέχειν οὐκ ἤ θελον Ἰουδαῖοι, σαρκικῷ δὲ φρονήματι προστετηκότες καὶ τὴν πολυγονίαν εὐδαιμο νίαν ἐ νόμιζον, καὶ ταῦτα εἰκότως ὁ προφητικὸς προστίθησι λόγος·
 [06460]  Ὠνείδιζον Ἰουδαῖοι πάλαι τοῖς ἔθνεσι τὴν ἀσέβειαν ὡς ἡ Φενάννα τῇ Ἄννῃ τὴν ἀτεκνίαν.
 [06570]  Τίνι ταῦτα προσαρμόζουσιν Ἰουδαῖοι;
 [07033]  Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰουδαῖοι δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δύναμιν.
 [07068]  Εἰ δὲ ἀντιτείνουσιν Ἰουδαῖοι εἰς ἑαυτοὺς ἕλκειν πᾶσαν τὴν προφητείαν πειρώμενοι, δι' αὐτῆς αὐτοὺς σὺν θεῷ φάναι τῆς προφητείας ψευδομένους ἐλέγξομεν.
 [07080]  Εἰπάτωσαν Ἰουδαῖοι ποῖοι βασιλεῖς τὴν κατὰ νόμον λατρείαν ἠσπάσαντο, ποῖα δὲ ἔθνη δι' αὐτῶν ἐποδηγήθη πρὸς τὸν τῶν ὅλων θεόν.
 [07265]  ∆ειξάτωσαν ταῦτα Ἰουδαῖοι γεγενημένα.
 [07318]  Εἰπάτωσαν Ἰουδαῖοι, ποῖον ἐσχήκασι καινὸν ὄνομα·
 [07319]  μέχρι γὰρ τοῦ παρόντος Ἰουδαῖοι καλοῦνται.
 [07356]  Καὶ ταῦτα νομίζουσιν Ἰουδαῖοι τὴν αὐτῶν προλέγειν ἐπάνοδον, ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτω τὰ ἑξῆς.
 [07451]  οἱ δὲ πονηρίᾳ συζῶντες, τουτέστιν Ἰουδαῖοι, καὶ «ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες», ᾗ φησιν ὁ θεσπέσιος Στέφανος ἐντεῦθεν δὲ κἀκεῖνος τὴν κατηγορίαν ὕφηνεν οὐκ ἐδέξαντο τὴν σωτηρίαν ἀλλὰ τῆς εἰρήνης τὴν ἀφορμὴν πολέμου πρόφασιν ἐποιήσαντο·
 [07710]  Εἰ δὲ μὴ πείθονται Ἰουδαῖοι , δειξάτωσαν τὴν αὐτῶν Ἱερουσαλὴμ δακρύων ἀπαλλαγεῖσαν·
 [07767]  Εἰ δὲ κατὰ τὸ ῥητὸν ἔσεσθαι ταῦ τα προσμένου σιν Ἰουδαῖοι, εἰπάτωσαν ποῖον ὄφελος ἐντεῦθεν γενήσεται·
 [07892]  Ἦσαν δὲ καὶ ἐν τοῖς ἔθνεσιν Ἰουδαῖοι, καὶ ἐξ ἐθνῶν πλεῖστος ἐπίστευσεν ὅμιλος.
 [07907]  μῆνα γὰρ καὶ σάββατον τὰς ἑορτὰς ὀνομάζει, ἐν ταύταις γὰρ ἑώρταζον Ἰουδαῖοι·
000-00-00 Serial Number=0015768528
De incarnatione domini Ante [Go Back]  
 [00356]  εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμὸς, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος·
000-00-00 Serial Number=0996620834
De providentia orationes decem Ante [Go Back]  
 [01998]  ∆ιὸ καὶ μέσον αὐτὸν δύο κακούργων οἱ Ἰουδαῖοι προσήλωσαν, πονηρὰν αὐτῷ δόξαν κατασκευάσαι βουλόμενοι·
 [02179]  Ἀλλ' ἴσως ἄν τις εἴποι, ὡς οὐ μόνον οὐ συνήργησαν Ἰουδαῖοι τῇ περὶ τοῦ Χριστοῦ διδασκαλίᾳ, ἀλλὰ καὶ λίαν ἀντ έπραξαν, καὶ τοῖς ἐξ ἐθνῶν πείθεσθαι βουλομένοις ἐμποδὼν ἐγένοντο.
000-00-00 Serial Number=0320848584
De sancta trinitate Ante [Go Back]  
 [00300]  Ἔλεγον οὖν αὐτῷ οἱ Ἰουδαῖοι·
 [00346]  Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι ἠρώτησαν αὐτόν·
000-00-00 Serial Number=0735311329
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00437]  Οὐκ ἐπὶ τῶν αὐτῶν ἐλπίδων ὁδεύετε ὑμεῖς τε καὶ οἱ Ἕλληνες, καὶ οἱ Ἰουδαῖοι, καὶ τῶν αἱρετικῶν οἱ τὴν ἀνάστασιν φλυαρίαν νομίζοντες·
000-00-00 Serial Number=0767985106
Eranistes Ante [Go Back]  
 [00035]  καὶ μέντοι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τῶν τῆς ἀληθείας δογμάτων προστατεύειν νομίζουσιν, καὶ οὐ μόνοι γε οἱ τὰ Πλάτωνος καὶ Πυθαγόρου θρησκεύοντες, ἀλλὰ καὶ οἱ τῆς Ἐπικούρου συμμορίας καὶ οἱ πάμπαν ἄθεοι καὶ ἀδόξαστοι.
 [00174]  Εἰπὲ τοίνυν, οἱ Ἰουδαῖοι σῶμα ἔχουσι καὶ ψυχὴν λογικήν;
 [00207]  {ΕΡΑΝ.} Ἰουδαῖοι τὰς τοιαύτας παρερμηνεύουσι προφητείας·
 [00220]  Ἐπαγάγωμεν δὲ ἡμεῖς καὶ ὅπερ Ἰουδαῖοι κακοήθως παρέλιπον, ἀτελῆ προσενεγ κόντες τὴν μαρτυρίαν.
 [00491]  {ΟΡΘ.} Ἰουδαῖοι τῷ Σολομῶντι καὶ τῷ Ζοροβάβελ τὰς τοιαύτας [83] προσαρμόττουσι προφητείας, ἵνα τὸ χριστιανικὸν ἀσύστατον ἀπο δείξωσι δόγμα.
 [00552]  Οὕτω γὰρ οὔτε Ἰουδαῖοι τήνδε τὴν πρόρρησιν νενοήκασιν.
 [00644]  Τοῦτο γὰρ μόνον ἔβλεπον οἱ Ἰουδαῖοι, διὸ καὶ πρὸς αὐτὸν ἔλεγον·
 [00648]  {ΕΡΑΝ.} Ἰουδαῖοι διὰ τὴν σφετέραν ἐτύφλωττον ἀπιστίαν, καὶ τούτου χάριν τούτοις ἐχρῶντο τοῖς λόγοις.
 [01262]  {ΟΡΘ.} Μάλιστα μέν εἰσιν ἔτι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν μυρία συστήματα, καὶ χρὴ τούτων ἑκάστῳ κατάλληλον διδασκαλίαν προσφέρειν.
 [01463]  {ΟΡΘ.} Τί τὸν σωτῆρα Χριστὸν ἐνόμιζον οἱ Ἰουδαῖοι;
 [02193]  Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει, Κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες.
 [03399]  Εἰ δὲ θρασὺ τοῦτο δοκεῖ καὶ ἀνόσιον, μὴ κωμῳδεῖτε τοῦ δεσπότου τὰ ῥήματα, ἀλλὰ τοῖς ἀποστό λοις ἀκολουθεῖτε πιστεύσασι μετὰ τὴν ἀνάστασιν, ὡς ἡ θεότης ἀνέστησαν ὃν ἔλυσαν οἱ Ἰουδαῖοι ναόν.
 [03931]  Ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα.
 [04095]  Ἴσχυσαν οἱ Ἰουδαῖοι τὸν υἱὸν τοῦ θεοῦ σταυρῶσαι, αὐτὴν τὴν δύναμιν νεκρῶσαι;
000-00-00 Serial Number=0529277742
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01704]  καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς οἱ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν·
000-00-00 Serial Number=0604957938
Graecarum affectionum curatio Ante [Go Back]  
 [00589]  Ἰουδαῖοι δέ, τοῖς Μωϋσοῦ καὶ τῶν προ φητῶν ἐντρεφόμενοι λόγοις, τὸν μὲν ἕνα τιμῶσι, τῆς δὲ ὑμετέρας [2.57] τριάδος κατηγοροῦσιν.
000-00-00 Serial Number=0486743033
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02637]  Ἐπειδὴ γὰρ Ἰουδαῖοι, τοῦ Θεοῦ δῆθεν ὑπερμαχοῦντες, ὡς ἀντίθεον τῷ σταυρῷ τὸν ∆εσπότην προσήλωσαν, μέγιστος αὐτῶν ἔλεγχος τῆς ἀσεβείας γενήσεται τοῦ Ἀντιχρίστου ἡ παρου σία.
000-00-00 Serial Number=0952410698
Historia ecclesiastica Ante [Go Back]  
 [01743]  παρῆσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὸν πολυθρύλητον ἰδεῖν Μελέτιον ἱμειρόμενοι.
 [03237]  περὶ δὲ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διὰ τὴν μίαν καὶ ἴσην θεότητα, οὐχὶ τῶν θεῶν ὀνόματα ἀλλὰ τοῦ θεοῦ ἡμῶν ἐνδείκνυται καὶ σημαίνεται, ἵνα πιστεύω μεν ὅτι εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μόνον βαπτιζόμεθα, καὶ οὐχὶ εἰς τὰ τῶν ἀρχαγγέλων καὶ ἀγγέλων ὀνόματα, ὡς αἱρετικοὶ ἢ ὡς Ἰουδαῖοι ἢ ἐθνικοὶ παραφρονοῦντες.
 [03648]  ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν.
000-00-00 Serial Number=0909838855
Interpretatio in Danielem Ante [Go Back]  
 [00132]  Πρῶτον μὲν γὰρ ἐδιδάχθησαν Ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές·
 [00251]  καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν Ἰουδαῖοι σοφώτεροι.
 [00697]  Εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ·
 [00862]  Τούτων ἀκούειν οὐκ ἐθέλουσιν οἱ Ἰουδαῖοι, ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες, καὶ τὰ ὦτα βύσαντες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν.
 [02736]  εἰπάτωσαν Ἰουδαῖοι·
 [02860]  Καὶ ἵνα μὴ νο μίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν θεῖον νεὼν τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως ἐπήγαγε·
 [02932]  Εἰ δὲ εἴποιεν οἱ Ἰουδαῖοι, ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων·
 [02941]  Ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ Ἰουδαῖοι ταύτας ἐν τῇ ξένῃ τολμῶντες ἐπιτελεῖν.
 [03117]  Μόνον οὖν τῶν δύο μέμνηται, δι' ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειράθησαν Ἰουδαῖοι.
 [03182]  ὕστε ρον δὲ, Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκοπᾶς κατεσχήκει, καὶ τὴν Σα μάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο Ἰουδαῖοι, καὶ τῇ πόλει δεξάμενοι, πᾶσαν αὐτοῦ τῇ τε στρα τείᾳ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον, καὶ τοὺς ὑπὸ τοῦ Σκοπᾶ καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν.
 [03237]  οὕτω γὰρ ἡμᾶς καὶ ὁ Ἰώσηππος διὰ τῆς ἱστορίας ἐδίδαξεν, ὅτι αὐτόματοι τὸν Ἀντίοχον οἱ Ἰουδαῖοι δεξάμενοι σφόδρα ὑπ' αὐτοῦ ἐτιμήθησαν.
 [03553]  Τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, ὅτι τού των γινομένων ὑπὸ τοῦ Ἀντιχρίστου, ὁ ἅγιος Μιχαὴλ ὁ ἀρχάγγελος πάντα πραγματεύσεται, ὥστε τὸν Ἠλίαν ἀφικέσθαι καὶ προμηνύσαι τοῦ ∆εσπότου τὴν παρουσίαν, ἵνα τῆς σωτηρίας τύχωσιν οἱ τηνι καῦτα Ἰουδαῖοι.
 [03692]  Ὅτι δὲ οἱ πάλαι Ἰουδαῖοι τὸν μακάριον ∆ανιὴλ μέγιστον ἀπεκάλουν προφήτην, μάρτυς ἀξιόχρεως Ἰώσηππος ὁ Ἑβραῖος, τὸ μὲν Χριστιανικὸν οὐ δεξάμενος κήρυγμα, τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος.
 [03704]  Ἰουδαῖοι δὲ, πᾶσαν ἀναισχυντίαν νοσοῦντες, οὐδὲ τοὺς ἑαυτῶν αἰσχύνονται διδασκάλους.
000-00-00 Serial Number=0911760926
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00031]  καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βί βλους.
 [00091]  Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν.
 [00092]  Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀρι θμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντή κοντα.
 [00454]  Ἰουδαῖοι δὲ καὶ μέχρι τοῦ παρόντος ἐν τοιούτοις εἰλήμασι τὰς θείας ἔχουσι Γραφάς.
 [02998]  αὐτοὶ δὲ οἱ Ἰουδαῖοι οὐδὲ ἐπιβῆναι τῶν ὅρων ἐκείνων τολμῶσιν ἀπειργόμενοι νόμῳ·
 [04135]  οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι.
 [05113]  Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν.
 [05167]  καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτή σαντο φρόνημα.
 [05230]  Συγγενεῖς δὲ Ἰδουμαίων οἱ Ἰουδαῖοι·
 [05333]  ἐκείνη δὲ μόνη μεμένηκεν ἔρημος, ἐν ᾗ κατὰ τοῦ ∆εσπότου καὶ Σωτῆρος λυττήσαντες Ἰουδαῖοι, τὸ κατὰ τὸν σταυρὸν δεδράκασι τόλμημα, πᾶσι μὲν ἀνθρώποις σωτηρίαν, σφίσι δὲ αὐτοῖς ὄλεθρον τε κτηνάμενοι.
 [05343]  Ἐδέξατο ἂν καὶ ταῦτα πέρας, εἰ ἐβουλήθησαν Ἰουδαῖοι·
 [05347]  Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέν των ἀγαθῶν.
 [05564]  Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίς ὁ αἰώνιος αὐτῶν βασιλεὺς ∆αβὶδ προσαγορευόμενος.
 [05863]  Καὶ τότε μὲν ἔμαθε τὰ ἔθνη, ὡς οὐ διὰ τὴν θείαν ἀσθένειαν τὴν αἰχμαλωσίαν ὑπ έμενον οἱ Ἰουδαῖοι, ἀλλὰ διὰ τὴν σφῶν αὐτῶν παρανο μίαν·
 [06296]  Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί.
 [06364]  Ναὶ, φησὶν ὁ σοφώτατος, καὶ ἐπὶ τῶν ἀποστόλων οἱ ἐν Ἱεροσολύμοις τῷ κηρύγματι πεπιστευκότες Ἰουδαῖοι τὴν κατὰ νόμον λατρείαν ἐφύλαττον, τῶν ἄλλων Ἐκκλησιῶν ἔξω τοῦ νόμου πολιτευομένων.
000-00-00 Serial Number=0470875084
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00137]  οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην.
 [00893]  ἀλλ' ὅμως πάλιν ἀντιλέγουσιν Ἰουδαῖοι, καὶ ἄντικρυς λέγουσιν, Οὐκ ἀκουσόμεθα.
 [02322]  Ταῦτα οἱ ἐμβρόντη τοι Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ ἕλκειν ἀναιδῶς ἐπι χειροῦσιν·
 [02465]  Αἰνίττεται δὲ διὰ τού των, ὅτι καὶ οἱ πεφευγότες Ἰουδαῖοι τοῖς αὐτοῖς περι πεσοῦνται κακοῖς.
 [03312]  Ἰουδαῖοι δὲ προφητικοῖς λόγοις ἐντεθραμμένοι, οὔτε τοῖς θείοις προσέχειν ἠβουλήθη σαν λόγοις, καὶ τοὺς προφήτας παντοδαπαῖς τιμω ρίαις ὑπέβαλον.
 [03354]  Μήποτε πατάξῃ ψυ χήν σου, καὶ διασκορπισθήσονται πάντες οἱ Ἰουδαῖοι οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ ἐπίλοιποι Ἰουδαῖοι.
 [03488]  Καὶ γνώσονται πάντες οἱ κατάλοιποι Ἰουδαῖοι, οἱ παροικοῦντες ἐν γῇ Αἰ γύπτῳ, τίνος λόγος ἐμμένει, ὁ ἐμὸς ἢ ὁ αὐτῶν.
 [03894]  προλέγει δὲ καὶ τούτοις ἐπάνοδον, ἵνα μὴ μέγα φρονῶσιν Ἰουδαῖοι, ἅτε μόνοι τῆς ἐπανόδου τετυ χηκότες.
 [04213]  Καὶ νῦν δὲ ὀλίγοι τὴν γῆν ταύτην οἰκοῦ σιν Ἰουδαῖοι.
 [05275]  Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος;
000-00-00 Serial Number=0536391497
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00205]  Ἰουδαῖοι γὰρ τὴν πονηρὰν ταύτην ἐποιήσαντο κατὰ τοῦ Σωτῆρος μελέτην.
 [00217]  Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, λαβόντες, τοῖς ἔθνεσιν αὐτὸν ἐξέδωκαν, διὰ τοῦτο ταῦτά φησι·
 [01004]  Ἰουδαῖοι πόῤῥω, καὶ τὰ ἔθνη πλησίον·
 [02028]  Καὶ ἐπειδὴ Ἰουδαῖοι εἰώθασι τὸν ἐσταυρωμένον νεκρὸν καλεῖν, αὐτὸς βοᾷ·
 [02694]  Ἐπειδὴ γὰρ ὑπελάμβανον Ἰουδαῖοι μόνης αὐτὸν δεσπόζειν τῆς Παλαιστίνης, καὶ μόνων αὐτῶν προ μηθεῖσθαι, μόνων αὐτῶν ὄντα Θεὸν, εἰκότως ὁ προφητικὸς διδάσκει λόγος, ὅτι πάσης δεσπόζει τῆς οἰκουμένης.
 [03852]  Καὶ Ἰουδαῖοι δὲ πάλαι τοῦ Θεοῦ τὴν κηδεμονίαν πλουτήσαντες, ἐπτώχευσαν [καὶ ἐπείνασαν ἀπιστήσαντες].
 [04273]  Τοιοῦτοι ἦσαν οἱ Ἰουδαῖοι, τὰς παντοδαπὰς θεραπείας παρὰ τῶν ἱερῶν ἀποστόλων δεχόμενοι, καὶ τὴν μιαιφόνον ἐπιδεικνύμενοι γνώμην·
 [04645]  οὕτω δὲ τὰς θείας Γραφὰς μέχρι καὶ τήμε ρον Ἰουδαῖοι κατασκευάζειν εἰώθασι.
 [05239]  Εἰπάτωσαν Ἰουδαῖοι, τίνας ἔσχον υἱοὺς πάσης ἄρξαντας τῆς οἰκουμένης;
000-00-00 Serial Number=0798765600
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01587]  Καὶ Ἰουδαῖοι μὲν, οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τὴν τῶν κυνῶν ἔλαχον τάξιν·
 [02287]  Καὶ Ἰουδαῖοι δὲ στενοχωρούμενοι, τοῦ σταυροῦ τὴν νίκην ὑμνοῦσι, καὶ πανταχόθεν τῆς προφητείας ἡ ἀλήθεια δείκνυται.
 [02656]  Οὐ γὰρ ὡς παρ' ὑμῖν, ὦ Ἰουδαῖοι, ῥητόν τινα ᾤκησε χρόνον, οὕτως καὶ ἐν τούτῳ διάξει·
 [03037]  εἰδέναι μέν τοι προσ ήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ' αὐτῶν κεχρη μένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐερ γέτου καὶ Σωτῆρος λυττήσαντες.
 [03041]  Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐερ γεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος.
 [03519]  Οἱ δὲ ἀπιστήσαντες Ἰουδαῖοι χόρτῳ φυομένῳ, καὶ παραυτίκα φθειρομένῳ, ἀπεικασθήσονται.
 [04928]  Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ' ἐλευ θέρων ἐγένοντο.
 [04949]  Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ' εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμο νίας.
 [05138]  Ἰουδαῖοι δὲ ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον.
 [05295]  Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνω σιν·
000-00-00 Serial Number=0572373271
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00142]  Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ·
 [00349]  Εἰ δὲ μήτε τῷ ∆αβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος·
 [00370]  ] ∆ειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ ∆αβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο.
 [00534]  Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγ κασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδρα ποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι.
 [00558]  Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν.
 [00567]  Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς [80.1604] συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν.
 [00637]  ] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο.
 [01486]  Καὶ Ἰουδαῖοι γὰρ, καὶ Ἕλληνες, μεμήνασι καὶ λυττῶσι τοῦ ∆εσπότου Χριστοῦ τὴν βασιλείαν ἀκούοντες.
 [01487]  Καὶ ἡνίκα δὲ τῆς ἐλευθε ρίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασά μενοι.
 [02729]  Οὔτε γὰρ Ἰουδαῖοι δια φυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν·
 [02735]  Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυ λῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο.
 [02792]  Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν·
 [02798]  Ἰουδαῖοι μὲν γὰρ, τῷ πλήθει συνεχόμενοι τῶν κακῶν, καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν.
 [02828]  οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύ ναμιν.
 [02848]  Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν.
 [02905]  Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι·
 [03093]  Τοῦτο τοίνυν καὶ ὁ προ φητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι.
 [03187]  Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλασ φημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται.
 [03265]  Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες.
 [03361]  οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην.
 [03365]  Ἐπειδὴ τοίνυν Ἰουδαῖοι τὸν σταυρὸν ἐτεκτήναντο, ποτήριον δὲ καλεῖ τὸ πάθος ὁ Κύριος, εἰκότως ὁ προφήτης ταῦτα προ θεωρῶν εἴρηκεν·
 [03879]  Εἰς ἅπασαν πάλαι προδιεσπάρησαν Ἰουδαῖοι τὴν οἰκου μένην, τὸν ἕνα σέβειν δεδιδαγμένοι Θεόν.
 [03910]  Ἰουδαῖοι μὲν γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν πλη σιοχώρων ἁπάντων κατὰ ταυτὸν ἀθροισθέντων, φθονούντων αὐτοῖς τῆς προτέρας εὐημερίας, καὶ μέντοι καὶ ἔθνη ἕτερα καὶ βάρβαρα συναγειράντων, εἶτα θεηλάτοις ἀναλωθέντων πληγαῖς κατὰ τὴν Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίου, καὶ Ζαχαρίου προφητείαν, τοῦτον τὸν ὕμνον χαριστήριον προσφέ ρουσι τῷ Θεῷ.
 [04010]  Τοῦτο, κἂν μυριάκις ἀναισχυντῶσιν Ἰουδαῖοι, ἄλλῳ προσαρμό σαι οὐ δύνανται.
 [05735]  Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπα σάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι.
 [06098]  Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ Ἰουδαῖοι καταλύ σαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ.
 [06974]  Οὐ γὰρ, ὡς Ἰουδαῖοι προσδοκῶσιν, αὖθις Ἱερουσαλὴμ οἰκοδομηθήσεται, ἀλλὰ τὴν ἤδη γεγενημένην ὑπὸ Ζοροβάβελ οἰκοδο μίαν, ὁ προφητικὸς προθεσπίζει λόγος.
 [07057]  Ἀλλὰ ταύτης πάλαι τῆς προνοίας ἀπήλαυον Ἰουδαῖοι·
 [07311]  Οὐκ Ἰουδαῖοι, μόνον, ἀλλὰ πάντες ἄνθρωποι.
000-00-00 Serial Number=0756860316
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01269]  οἵ τε γὰρ Ἰουδαῖοι ἐξανδραποδιζόμενοι, καὶ τῆς σφετέρας διαχωριζόμε νοι συγγενείας, καὶ κατὰ διαίρεσιν καὶ διανομὴν δουλεύειν ἀναγκαζόμενοι, τῆς ἀνακλήσεως οὐδεμίαν εἶχον ἐλπίδα·
 [01601]  Εἰ δὲ ἐν αἰσχύνῃ νῦν εἰσιν Ἰουδαῖοι, οὐχ ὁ ἀψευδὴς Θεὸς τὰς ὑποσχέ σεις ἐψεύσατο·
 [01754]  Ἑαυτοῖς τοιγαροῦν Ἰουδαῖοι πρόξενοι γεγόνασι τῆς εἰς τὰ [81.1664] ἔθνη διασπορᾶς, κατὰ τοῦ εὐεργέτου λυττήσαντες·
 [02396]  Τοιγάρτοι καὶ Ἰουδαῖοι κατὰ τοῦ ∆εσπότου παραγενομένου λυττή σαντες, τῶν ἀγαθῶν ἐπαγγελιῶν σφᾶς αὐτοὺς ἀπ εστέρησαν.
 [02574]  Εἰ γὰρ μηδεμίαν τῶν ἐθνῶν πρὸ τῆς ἐνανθρωπήσεως ἐποιήσατο πρόνοιαν, ἕτερον ἂν αὐτὸν ὑπέλαβον Ἰουδαῖοι Θεὸν, ὡς ἐναντία δρῶντα τῷ δεδωκότι τὸν νόμον·
 [03088]  Ἰουδαῖοι δὲ ταῦτα νοεῖν οὐκ ἐθέλουσιν οὕτως, ἀλλὰ τῆς ἐκ Βα βυλῶνος ἐπανόδου πρόῤῥησιν ταῦτα εἶναί φασι·
 [03119]  Εἰ μὲν οὖν διέμεινεν ἐν τῇ Σιὼν ἡ Ἰουδαίων βασιλεία, καὶ τῆς αἰωνίου καὶ διηνεκοῦς ἀπολαύουσι παρὰ τοῦ Θεοῦ τῶν ὅλων κη δεμονίας, εἰκότως καὶ Ἰουδαῖοι τὴν προφητείαν ἁρπάζουσι, καὶ οἱ παραπλησίως ἐκείνοις ταῦτα νενοηκότες συνομολογοῦσιν ἐκείνοις.
 [03120]  Εἰ δὲ πέπαυται μὲν τῶν Ἰουδαίων πάλαι ἡ βασιλεία, πόῤῥω δὲ τῆς Ἱερουσαλὴμ οἰκοῦντες δουλεύουσι, τῆς δὲ τοῦ Θεοῦ κηδεμονίας προφανῶς ἐγυμνώθησαν, μήτε Ἰουδαῖοι ληρείτωσαν, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τῇ ἀληθείᾳ συνηγορείτωσαν.
 [03190]  Καὶ τοῦτο δὲ οἱ νῦν Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ λαβεῖν τετολμήκασι, προφανῶς τῇ ἀληθείᾳ μαχόμενοι.
 [03193]  Οἱ πάλαι δὲ Ἰουδαῖοι οὐ παραπλη σίως τούτοις τήνδε τὴν προφητείαν ἐνόησαν·
 [03195]  ∆ῆλοι τοίνυν εἰσὶν οἱ νῦν Ἰουδαῖοι κακουργοῦντες περὶ τὴν ἑρμηνείαν.
 [03266]  Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώ πησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας.
 [05669]  ἔρημοι γὰρ Ἰουδαῖοι, καὶ προφητῶν, καὶ ἱερέων, καὶ βασιλέων, καὶ ναοῦ, καὶ κιβωτοῦ, καὶ βωμοῦ, καὶ ἱλαστηρίου, καὶ θυσιαστηρίου, καὶ λυχνίας, καὶ τραπέζης, καὶ τῶν ἄλλων, δι' ὧν ἡ κατὰ νόμον λα τρεία ἐπληροῦτο, ἔρημοι δὲ καὶ τῆς ἄνωθεν κηδεμο νίας γεγένηνται·
 [05673]  Ταῦτα μὲν οὖν ὁ Προφήτης περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ προαγορεύσας, καὶ τὴν Ἰουδαίων ἀν τιτυπίαν ἐλέγξας, εἰκότως εὐθὺς ἐπὶ τὸν ἀντίθεον Χριστὸν μεταφέρει τὴν προφητείαν, ὃν Ἰουδαῖοι προσμένουσιν, ὡς αὐτοί φασι.
 [05713]  Ἐπειδὴ τοίνυν τούτῳ μὲν Ἰουδαῖοι πιστεύουσι, τὸν δὲ Σωτῆρα καὶ Κύριον ἠρνήθησαν, προφανῶς προλέγει διὰ τοῦ Προφήτου τὸ ἅγιον Πνεῦμα τὰ δι' ἀπιστίαν αὐτοῖς συμβησόμενα σκυθρωπά.
 [05924]  Οὐ γὰρ μόνον Ἰουδαῖοι ταῦτα φρονήσουσιν, ἀλλὰ καὶ τὰ πάλαι θεογνωσίας ἔρημα ἔθνη, τά τε ἀπὸ νότου τῆς Ἱερουσαλὴμ, καὶ τὰ ἀπὸ βοῤῥᾶ·
 [05946]  οἱ δὲ ὑπὸ τοῦ Θεοῦ στρατηγούμενοι Ἰουδαῖοι θεαταὶ μόνον τοῦ θανάτου γενόμενοι, τὸν ἐκείνων σκυλεύσουσι πλοῦτον, χρυ σὸν ὅτι πλεῖστον, καὶ ἄργυρον, καὶ ἐσθῆτα πολύ τιμον κομιζόμενοι·
 [06100]  Ἰουδαῖοι δὲ κατὰ τὴν θείαν πρόῤῥησιν ἀπεβλήθησαν·
000-00-00 Serial Number=0124969006
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00232]  Εἰ οὐδαμοῦ ὀνόματα τῶν δαιμόνων ἡ γραφὴ λέγει, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὄνομα ὠνόμαζον;
 [00297]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν;
 [00350]  Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστια νοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον;
 [00380]  Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνο μάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χρι στὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν;
 [00875]  οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι·
 [01403]  Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοὺς ἀνθρώπους ἐδίδαξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν ἐκβάλλειν τοὺς δαίμονας;
 [01707]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος πάτερ ἄφες αὐτοῖς·
 [01719]  εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας;
 [01931]  εἰ δὲ νόμον ἐφύλαξε μὴ ποιήσας τὸ πάσχα ἔξω θεν τῆς ἱερουσαλήμ, πῶς οὐ προδήλως παρανομοῦσιν οἱ Ἰουδαῖοι νῦν, ἔξωθεν τῆς Ἱερουσαλὴμ ποιοῦντες τὸ πάσχα;
 [01984]  Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος;
 [02140]  Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς [144] κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὃ δὲ φάσκων εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;
000-00-00 Serial Number=0943433464
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01307]  Ἀνάγκη τοίνυν, κἂν μὴ θέλωσιν Ἰουδαῖοι, τὸ ἕτερον δέξασθαι.
 [01759]  Ἀλλὰ τούτων οὐκ ἐπακούουσιν Ἰουδαῖοι τῶν λόγων, ὅτι τῆς Χαναναίων εὐλογίας τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐδεήθη·
 [01806]  Ἐπειδὴ δὲ Ἰουδαῖοι προφήτην αὐτὸν ὀνομάζειν [80.657] οὐ βούλονται, ὡς ἐναργῶς ἄγαν τὰ περὶ τοῦ Σω τῆρος ἡμῶν καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως, ἀκουσάτωσαν αὐτοῦ λέγοντος, Πιστὸς ∆αβὶδ ὁ υἱὸς Ἰεσσαὶ, πιστὸς ἀνὴρ, ὃν ἀνέστησεν ὁ Θεὸς χριστὸν, ὁ Θεὸς Ἰακώβ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»