Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἵν [86]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἵν


000-00-00 Serial Number=0235897243
Commentaria in Isaiam Ante [Go Back]  
 [05094]  Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ πυρὶ τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ ερ ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουρ γοῦσιν.
000-00-00 Serial Number=0270499825
De providentia orationes decem Ante [Go Back]  
 [00257]  Καὶ ταῦτα ποιεῖ διὰ σὲ τὸν ἀχάριστον, ἵν' ἔχῃς ἀπο λαύειν καὶ θερμῶν ἀχειροποιήτων, ἵνα τὰ τοῦ σώ ματος θεραπεύσῃς παθήματα.
 [00342]  Στόμα γὰρ εἰληφότες παρὰ τοῦ κτίσαντος, ἵν' ὑπὲρ ὧν ἀπολαύουσιν ἀγαθῶν τῷ δοτῆρι τὸν ὕμνον προσφέρωσιν, οὐ μόνον ὑμνεῖν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ βλασφημίαις τὴν γλῶσσαν μιαίνουσι, καὶ τὸ λογικὸν ἀτιμάζουσιν ὄργανον.
 [00712]  Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέ λειαν καρποῦσθαι.
 [00744]  ἵν' ἅμα καὶ τὸν γαῦρον ἡμῶν αὐχένα τῇ κοινωνίᾳ ταπεινώσῃ τῆς τέχνης, καὶ τῇ τῶν κοινωνῶν δουλείᾳ ψυχαγωγήσας, ἀποσκευάσηται τὸ λυποῦν.
 [01355]  Ἀλλὰ καὶ τοῦ τὴν κόρην φύσαντος, καὶ τῆς γεννησαμένης, καὶ τοῦ τῶν ὠδίνων κοινωνήσαντος μένειν ἀντιβολούν των, ἵν' ὡς ἐκδημούσης τῆς κόρης πρὸς ὀλίγας γοῦν αὐτῆς ἀπολαύσωσιν ἡμέρας, οὗτος ἔλεγε·
 [01621]  Οὐδὲ γὰρ διὰ τοῦτο δέδωκε τοῖς ἀνθρώποις τὸν πλοῦ τον ὁ τῶν ὅλων Πρύτανις, ἵν' εἰς ἀκολασίαν αὐτὸν δαπανήσωσι, καὶ πονηρίας ἐφόδιον γένηται·
 [01841]  Σπείσασθε πρὸς τὸν Πεποιηκότα φι λίαν, ἵν' ὡς φίλους ἡμᾶς κυβερνήσῃ, καὶ μὴ ὡς πο λεμίους ἔξω βάλῃ τοῦ σκάφους.
 [01842]  Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας.
 [02124]  Ἐκεῖθεν μετὰ χρόνου πολλοῦ περίοδον, καλεῖ μὲν τὸν Ἀβραὰμ, καὶ κελεύει τὴν πατρῴαν καταλιπεῖν οἰκίαν, ἄγει δὲ αὐτὸν εἰς τὴν πάλαι μὲν Χαναναίων, νῦν δὲ Παλαιστινῶν προσαγορευομένην χώραν, καὶ δίδωσιν αὐτῷ τὴν τῆς περιτομῆς ἐντο λὴν, ἵν' ἔχῃ τὸ ἐκ τούτου γένος σημεῖον τῆς εὐσε βείας, τῶν περιττῶν τὴν ἀφαίρεσιν.
 [02178]  Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται.
000-00-00 Serial Number=0383916199
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00032]  οὗ δὴ ἕνεκεν οἱ κατὰ τὴν ὁσιότητα ταῖς ἐλπίσιν ἐκείναις τρεφόμενοι ὑπερο ρῶσι μὲν τῶν παρόντων, τὰ δὲ πλεῖστα τῶν ὄντων εἰς ἐκείνην παραπέμπουσι τὴν ζωήν, ἵν' ἔχωσιν ἀποδημοῦντες ἐφόδιον.
 [00098]  Εἰ δὲ σιγᾷς πρὸς μόνους ἡμᾶς, εἰπὲ καὶ τῆς σιγῆς τὴν αἰτίαν, ἵν' ἐλέγξωμεν οὐ δικαίως σιγῶντα.
 [00149]  Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ.
000-00-00 Serial Number=0829494715
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00168]  τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν' ὅταν ἡμῖν προσπέσῃ πάθος προσ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα τος.
 [00687]  ἵν' αὐτὸς μὲν τῆς αἰσθητῆς ἀπο λαύσῃ παραψυχῆς, ἀντιδῷ δὲ αὐτοῖς τὰ ἐπουράνια καὶ μόνιμα κέρδη.
 [01167]  ἵν' ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παρρησίαν οὐκ ἔχομεν, ἀπό γε τοῦ φυλάξαι τὴν πίστιν ἀκίβδηλον, οἴκτου τύχωμεν καὶ συγγνώμης ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἡμέρᾳ.
 [01847]  Συνέταξα δὲ τοῖσδε μου τοῖς γράμμασιν μίαν τῶν εἰς τὴν Ἔφεσον παρ' αὐτοῦ πεμφθεισῶν ἐπιστολῶν, ἵν' ἐντυχοῦσα ὑμῶν ἡ μεγαλο φυΐα, τῶν παρ' ἡμῶν πολλάκις ἐπ' ἐκκλησίας εἰρημένων ἀνα μνησθῇ, καὶ γνῷ τῶν δογμάτων τὴν συμφωνίαν, καὶ μισήσῃ τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ τοὺς τὴν καινὴν αἵρεσιν κατὰ τῶν ἀποστολικῶν συντεθεικότας δογμάτων.
 [02434]  Ὑμεῖς δὲ τὴν εὐαγγελικὴν διδασκαλίαν ἄσυλον διατηρήσατε, ἵν' ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ, μετὰ τῆς προσηκούσης ἐργα σίας τὴν παρακαταθήκην τῷ δικαίῳ προσενεγκότες Κριτῇ, τῆς τριποθήτου φωνῆς ἐπακούσητε·
000-00-00 Serial Number=0822776258
Eranistes Ante [Go Back]  
 [00771]  Ἄγαν οὖν πίπτουσι καὶ οἱ λέγοντες αὐτὸν μηδὲν εἰληφέναι ἐκ τῆς παρθένου, ἵν' ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν, καὶ ἀποβάλωνται τὴν ὁμοιότητα.
 [00804]  Λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ' οὐρανῶν ἐπὶ σὲ κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν' ὁ πρωτότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.
 [00915]  Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας.
 [00969]  ∆ιὸ καὶ ἐσώθη ὁ ἐκ τῆς γῆς, ἵν' οὕτως ἀληθὴς ἅμα καὶ ἀναγκαῖος φανῇ τῆς οἰκονομίας ὁ λόγος.
 [01080]  Ἀξιῶ δὲ πρῶτον ἡμῖν εὐκρινεῖς γενέσ θαι τῶν ὀνομάτων τὰς σημασίας, ἵν' ἡ διάλεξις ἀκωλύτως προβαίνῃ, καὶ μηδὲν τῶν ἀμφιβαλλομένων μεταξὺ ζητούμενον διακόπτῃ τὸν λόγον.
 [03632]  Ἀπαρχὴν τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ' ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν' οἱ πάντες ἐπ' ἐλπίδι τοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν πιστεύοντες εἰς αὐτόν.
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
 [03940]  Ὅταν γὰρ ἴδωσι κεκλιμένον φυτόν, οὐ μόνον πρὸς τὸν ὀρθὸν ἀνιστῶσι κανόνα, ἀλλὰ καὶ πέρα τοῦ εὐθέος εἰς τὸ ἕτερον ἀνακλίνουσι μέρος, ἵν' ἡ πλέον εἰς τοὐναντίον ἐπίκλισις τὴν εὐθείαν πραγματεύσηται στάσιν.
000-00-00 Serial Number=0790380359
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00009]  Ἐλάβομεν δὲ οὐκ ἔλαιον ἐν τῷ στόματι, ἵν' εἰς ἔρευναν τοῦ ζη τουμένου συνεργῷ χρήσωμαι χειροποιήτῳ φωτὶ, [81.29] ἀλλ' εὐχὴν καὶ ἱκετείαν, ἧς ὅτι μάλιστα χρῄζουσιν οἱ τῆς τῶν θείων λογίων διανοίας ἐφικέσθαι ποθοῦν τες.
 [00655]  Τέθεικα δὲ ἀμφότερα τὰ νοήματα, ἵν' ἔχοιεν οἱ ἐντυγχάνοντες ἀμφοτέρων τὴν γνῶσιν, καὶ τὸ δοκοῦν αὐτοῖς ἀληθέ στερον εἶναι λάβωσιν.
 [02751]  τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα λύσω.
000-00-00 Serial Number=0232721865
Graecarum affectionum curatio Ante [Go Back]  
 [00359]  Τὸν μέλλοντα γάρ φησι μακάριον καὶ εὐδαί μονα ἔσεσθαι τῆς ἀληθείας εὐθὺς ἐξ ἀρχῆς εἶναι μέτοχον χρή, [1.118] ἵν' ὡς ἐπὶ πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῷ.
 [00663]  Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ.
 [01273]  Χρόνος οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε [4.43] λύσις τις αὐτῶν γένηται.
 [01314]  ∆εῖ ται μὲν γὰρ ὁ κυβερνήτης τοῦ ναυπηγοῦ, δεῖται δὲ ὁ ναυπηγὸς καὶ ὑλοτόμου καὶ χαλκέως καὶ πιττουργοῦ καὶ στυππειοποιοῦ, δεῖται δέ γε καὶ ὁ δρυτόμος τοῦ φυτουργοῦ, καὶ αὖ πάλιν ὁ φυτουργὸς καὶ γῆς καὶ ἀρδείας καὶ φυτῶν καὶ σπερμάτων καὶ χαλκέως ἐργαζομένου σμινύην καὶ δίκελλαν, δεῖται δέ που καὶ ὁ χαλκεὺς οἰκοδόμου καὶ οἰκίσκον οἰκοδομοῦντος καὶ ξυναρμόζοντος τῷ ξύλῳ τὸν ἄκμονα καὶ ἐνείροντος τῷ ῥαιστῆρι τὸν στελεόν, καὶ πάντες δὲ ὁμοίως καὶ σκυτοτόμου καὶ ὑφάντου καὶ γηπόνου προσδέονται, ἵνα τὸ σῶμα καὶ τρέφωσι καὶ καλύπτωσι, κἀκεῖνοι δ' αὖ πάλιν τῆς τούτου γε ἐξήρτηνται τέχνης, ἵν' ἑκάστῳ τὰ
 [01850]  Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γί νεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ;
000-00-00 Serial Number=0307735920
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02550]  Πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν' ὅπου ἐγώ εἰμι, ἦτε καὶ ὑμεῖς.
 [02554]  Πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵν' ὅπου ἐγώ εἰμι, καὶ ἐκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ κατα βολῆς κόσμου.
000-00-00 Serial Number=0564078033
Historia ecclesiastica Ante [Go Back]  
 [00434]  Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ [39] ἐκρατύνθη.
 [00484]  Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν [45] μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἶναι κοινόν, ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ μεσημ βρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλη σίαι καί τινες τῶν κατὰ τὴν Ἑῴαν τόπων, ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν' ὅπερ δἂν κατὰ τὴν Ῥωμαίων πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν.
 [00629]  διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἐστί μοι σκοπός, ἵν' ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύ μασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ πάν των ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προ θυμίᾳ σπουδαιότεραι γίγνωνται.
 [00634]  περὶ δὲ τῶν κιόνων εἴτ' οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδα σον, ἵν' ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ·
 [00830]  τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν' ἀνύπο πτον ᾖ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφῆναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ.
 [01367]  ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπο γραφὴν προχειρίσαι βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκ τεθεῖσαν, ἵν' οὕτως ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς ἐκκλησίαις συγκατατιθέμενοι τῇ ἀποστολικῇ πίστει, τότε ἐπὶ τὴν Ἀλεξανδρέων οἱ πάντες ἀπαντή σαντες, ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι καὶ ὁ ἀντι ποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν συμπεριενεχθῶμεν.
 [01540]  [153] Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέ ρας λεγομένης Εὐστολίου, κεκωλυμένος συνοικεῖν αὐτῇ, δι' αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν' ἐπ' ἀδείας ἔχῃ διατρίβειν μετ' αὐτῆς.
 [01916]  Τὸ δέ γε Μάρκου τοῦ Ἀρεθουσίων ἐπισκόπου δρᾶμα τῆς Αἰσχύλου καὶ Σοφοκλέους μεγαληγορίας δεῖται, ἵν' ἀξίως τὰ ἐκείνου τραγῳ δήσωσι πάθη.
 [02035]  πρῶτον μὲν γὰρ τὰς ἐν τῷ ἄστει καὶ τὰς ἐν ∆άφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν ἵν' ἕκαστος ἀπολαύων τοῦ νάματος μεταλαγχάνῃ τοῦ μύσους, ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλα·
 [02685]  αὐτοὶ τοίνυν οὗτοι ὀργῆς σκεύη τυγχάνοντες κατ ηρτισμένα εἰς ἀπώλειαν , τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν' οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων <ἀγγέλων> ἐχαρακτήριζεν, ὡς δ' ἡ φύσις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα.
 [02729]  παραυτὰ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος (πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ' αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύ μενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὖν ἀποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, [257] τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι' αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν' οὕτως εἴπω, δι' ὑποδοχῆς τῶν ἀνδρῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι·
 [03166]  ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν.
 [03169]  Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως [291] γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα σθαι.
000-00-00 Serial Number=0288398862
Historia religiosa Ante [Go Back]  
 [02319]  Ἐγώ, ἔφη, πολλαῖς ὑποκείμενος ἁμαρτίαις καὶ ταῖς ἠπειλημέναις τιμωρίαις πιστεύων τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι μηχανώμενος, ἵν' ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον·
 [02398]  Τούτου γὰρ εἵνεκα καὶ διαφόρων ἐμνημονεύσαμεν βίων καὶ γυναικῶν διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθήκαμεν ἵν' ἔχωσι καὶ πρεσβύται καὶ νέοι καὶ γυναῖκες φιλοσοφίας ἀρχέτυπα, καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου τὸν ἐν τῷ διηγήματι κείμενον.
 [02574]  ἵν' ἰσάριθμα τοῖς ἕλκεσιν ἐπιθῇ τὰ φάρμακα, καὶ γυμνώσῃ τοῖς παροῦσι τῶν μαθητῶν τῆς ἀγάπης τὴν φλόγα.
000-00-00 Serial Number=0822894871
Interpretatio in Danielem Ante [Go Back]  
 [00087]  ἵν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ' ἔχω σιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα.
000-00-00 Serial Number=0534531355
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00752]  Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν·
 [00761]  ἵν' ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν.
 [02125]  Αἰνιγματωδῶς ποιήσασθαι αὐτῷ τὴν προφητείαν παρακελεύεται, ἵν' ἀγνοοῦντες οἱ ἀκούοντες τὰ λεγόμενα σπουδαιότεροι περὶ τὴν τούτων γένωνται ζήτησιν, καὶ δι' ἐρωτή σεως παρὰ τοῦ προφήτου δέξωνται τὴν ἑρμηνείαν.
 [02212]  πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν' ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ.
 [03015]  ἵν' ἀ πειθοῦντες τῷ Θεῷ, καὶ ἀντιλέγοντες, καὶ γυμνοὶ τῆς συνήθους προμηθείας γενόμενοι, παραδοθῶσιν ὑπὸ τῆς δίκης τοῖς πολεμίοις, καὶ ἀληθεῖς ἀποφαν θῶσιν αὐτῶν οἱ χρησμοί.
 [04233]  Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ·
 [06322]  Καὶ τίνος ἕνεκεν καὶ ταύτην πᾶσιν ἡμῖν παρέσχε τοῖς ἔθνεσιν, ἵν' αὐτοῖς τελείαν παράσχῃ τὴν σωτη ρίαν;
000-00-00 Serial Number=0141748369
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05305]  ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0031217933
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00011]  ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος.
 [00967]  Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, διδάσκουσα ἡμᾶς ἵν' ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0416947424
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00059]  Οὐδὲ γὰρ τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ τὰς τιμωρίας, ἵν' ἐπάγῃ ταύτας οἷς ἀπειλεῖ·
 [00391]  ἐν ταύτῃ δὲ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τοὺς ἀπεριτμήτους τοῦ λαοῦ περιέτεμε ταῖς πετρίναις μαχαίραις χρησάμενος ἐν αὐτῇ καὶ τοὺς δώδεκα λίθους ἀπέθετο, οὓς ἐκ μέσου τοῦ Ἰορ δάνου λαβεῖν προσέταξεν ὁ Θεὸς, ἵν' ὦσι μνημόσυνον τῆς γενομένης εὐεργεσίας, καὶ δι' ἐκείνων μάθωσιν οἱ εἰς ὕστερον ἐσόμενοι, ὡς ξηρῷ τῷ πόρῳ χρησά μενος ὁ λαὸς τὴν πάροδον ἐποιήσατο.
 [04641]  ἀλλὰ καὶ αὐτῶν ἐκείνων ἐπι μελούμενος, καὶ τῆς σωτηρίας αὐτῶν προμηθούμε νος, τὸν νεὼν οἰκοδομηθῆναι κελεύει, ἵν' ἐν ἐκείνῳ τὸν νόμον πληροῦντες, τὴν ἐντεῦθεν ὠφέλειαν καρ πώσωνται, καὶ τὴν νομικὴν λατρείαν ἕως τῆς τοῦ κληρονόμου παρουσίας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐπιτελεῖσθαι βουλόμενος·
 [04728]  ἵν' ἐν πᾶσιν αὐτὸν θεραπεύοντες, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντες, διαφύγωμεν τὰς τῶν ἀοράτων πολεμίων ἐπιβουλὰς, κατὰ δὲ τοὺς θείους αὐτοῦ πολιτευσάμενοι νόμους, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04884]  Τούτοις ἰσαρίθμους ἐπέστησεν ἀοράτους δυνάμεις, κατ' ἀλλήλων αὐτοὺς διεγειρούσας, ἵν' ὑπ' ἀλλήλων εἰσπραχθῶσιν ὧν ἐτόλμησαν δίκας.
000-00-00 Serial Number=0534844398
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02066]  ἵν' οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ὅπερ εἰσί, τουτέ στιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπομένουσιν ἃ ὑπομένουσιν.
000-00-00 Serial Number=0043397129
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00293]  ἵν' ἡμεῖς ὡς δεδιότες μή τι παραπλήσιον πάθοιμεν, εἰς ἐπικουρίαν καλῶμεν τὸν πεποιηκότα Θεόν, καὶ ὑπὸ τῆς παναλκοῦς ἐκείνης προμηθείας φρου ρεῖσθαι παρακαλῶμεν.
 [01861]  κἀκεῖνο μέντοι εἰδέναι χρή, ὡς τὸν παρόντα βίον ὁ τῶν ὅλων Θεὸς στάδιον τοῖς ἀνθρώποις ἀπέφηνεν, ἵν' ἐν τούτῳ ἀγωνιζόμενοι, δη λώσωσι τὸν οἰκεῖον
 [02003]  παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵν' ὅταν εἰσέλθῃ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν ἑβραίων τὰς οἰκίας.
 [02009]  παρεγγυᾷ δὲ τοῦτο λαβεῖν τῇ δεκάτῃ τοῦ πρώτου μηνός, ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς·
 [02392]  ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι [140] καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην·
 [02804]  ἵν' ὑπὸ τῆς ἀνάγκης ταύτης ὠθούμενοι, κοινωνοὺς ἔχωσι τοὺς τῆς εὐωχίας πένητας.
 [02838]  τοῦτο ἔδω κεν ὑμῖν Κύριος φαγεῖν, ἵν' ἀφέλητε τὴν ἁμαρ τίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐ τῶν ἔναντι Κυρίου ;
 [03306]  ἵν' ἐκεῖνοι πρὸς τὰς δυνά μεις ὁρίζωσι τὰς τιμάς·
 [03432]  ταῦτα δὲ πάντα γενέσθαι προσέταξε τὴν γυναῖκα τὴν ὑποπ τευομένην ἐκδειματῶν, ἵν' εἰ ἐξήμαρτεν ὁμολογήσει, καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν.
 [04792]  ἵν' ὅτ' ἂν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμάς, τῶν θείων νόμων καταφρονήσαντες.
 [04917]  ἵν' ἔχοιεν οἱ ἀπόγονοι δεικνύναι τοῦτον εἰς ἔλεγχον τῶν ἀπείργειν αὐτοὺς τῶν θείων πανηγύρεων πειρω [285] μένων, ἀνέστρεψαν γεγηθότες καὶ τὸν Θεὸν ἀνυμνοῦντες ἐπὶ τῇ τῶν ἀδελ φῶν εὐσεβείᾳ καὶ τῇ κοινῇ πάντων εἰρήνῃ.
 [05313]  εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐ ταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους.
000-00-00 Serial Number=0868507981
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00690]  καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν' ὑπ' αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ.
 [00931]  Ἀνέλαβε δὲ τουτὶ τὸ διήγημα, ἵν' ὡς ἔφην, τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγήσηται.
 [02481]  ἵν' οἱ μὲν πρὸς ἐκείνην ἀποτρέχοντες, καὶ διὰ τοῦ πελάζειν μὴ δυσχεραίνοντες, ἀσπαστῶς δέ ξοιντο τὸ μὴ τρέχειν εἰς τὴν μητρόπολιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»