Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἰδεῖν [258]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἰδεῖν


000-00-00 Serial Number=0341238081
Commentaria in Isaiam Ante [Go Back]  
 [00269]  Οὗ δὴ χάριν καὶ πρὸς αὐτὴν συντρέχουσιν ἅπαντες ἰδεῖν ποθοῦντες οὐ περιβόλων μέγεθος οὐδὲ πύργων ὕψος οὐδὲ κιόνων καὶ λίθων μαρμαρυγὰς ἀλλὰ τάφον δεσποτικὸν |99 a| καὶ σταυροῦ τύπον δεσποτικοῦ καὶ τὴν σμικρὰν ἐκείνην καὶ πολυθρύλητον φάτνην.
 [00315]  «Οἶκος γὰρ αὐτοῦ» φησίν «ἐσμεν ἡμεῖς» , καὶ οὕτως ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν·
 [00393]  καὶ γὰρ ἐκεῖναι τὸ φῶς δραπετεύουσαι καταφεύγουσιν εἰς τὸ σκότος, καὶ οὗτοι ὁμοίως τὸ νοερὸν ἰδεῖν οὐ βουλόμενοι φῶς ἠσπάζοντο τῆς ἀγνοίας τὸν ζόφον.
 [00768]  ἐκάλυπτον γὰρ τὰ πρόσωπα ὡς οὐδὲ τὴν αἴγλην ἰδεῖν δυνάμεναι τὴν ἐκ τῆς δεσποτικῆς ἀπαστράπ τουσαν θέας, κατέκρυπτον δὲ καὶ τοὺς πόδας καὶ διὰ τούτου τὴν δουλείαν σημαίνουσαι καὶ τὸ δέος ἐμφαίνουσαι καὶ τὴν λειτουργίαν εὐσχημόνως ἀποπληροῦσαι.
 [01473]  Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
 [01839]  Ἔστι μέντοι ἰδεῖν καὶ κατὰ τὸ ῥητὸν τὴν τῆς προφητείας ἀλήθειαν·
 [01943]  Ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι κυρίως μὲν οἱ τὸ ἀληθινὸν φῶς ἰδεῖν οὐκ ἐθέλοντες ἀλλὰ τὸ σκότος τῆς ἀγνοίας τοῦ φωτὸς προτιμῶντες·
 [02601]  Ἀλλ' ὅμως καὶ ἐν τοῖς πολέμοις ταὐτὸ τοῦτο ἔστιν ἰδεῖν γιγνόμενον·
 [02673]  «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς οἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν.».
 [02833]  «Πολλοὶ προφῆται καὶ βασιλεῖς δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον.».
 [02954]  ∆είκνυσιν ὁ προφητικὸς λόγος προσευχομέν ην τὴν πόλιν, τῶν ἀσταχύων ἐστερη μένην καλάμην τῶν πολεμίων τὴν στρατιὰν κειμένην ἰδεῖν.
 [04345]  Ἐκείνου δὲ εἰρηκότος πάντα αὐτοὺς καὶ τὰ δῆλα καὶ τὰ κεκρυμμένα ἰδεῖν, εἶπεν ὁ προφήτης·
 [04451]  Ἔστι τοίνυν ἰδεῖν οὕτω συ μβαίνοντα τοῖς εὐαγγελικοῖς λόγοις τὰ κατὰ τὸν προφήτην θεσπίσματα.
 [04837]  [18Οἱ] κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν.
 [05870]  Καὶ πάντες μέχρι καὶ τήμερον εἰς τὴν Ἱερουσαλὴμ συντρέχουσι, τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς τριποθήτους τόπους ἰδεῖν ἱμειρό μενοι.
 [05877]  ∆ιαφε ρόντως δὲ ἔστιν ἰδεῖν πληρουμένην τὴν προφητείαν ἐν τοῖς Ἱεροσολύμοις, ἔνθα καὶ τὸν χοῦν ὡ ς οὐ ράνιον ἁρπάζουσι δῶρον καὶ τοῦτον περιλιχμῶνται καὶ φάρμακον ψυχῆς ἡγοῦνται καὶ σώ ματος .
 [07090]  καὶ ἔστιν ἰδεῖν ἐξ ἁπάσης τῆς οἰκουμένης εἰς τὴν τῶν Ἱεροσολύμων συντρέχοντας |176 a| πόλιν, οὐχ ἵνα ἐν τῷ Ἰουδαίων ναῷ τὸν θεὸν προσκυνήσωσιν ἀλλ' ἵνα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς πολυθρυλήτους ἴδωσι τόπους.
 [07180]  Καὶ ταύτης ἔστιν ἰδεῖν ἐν ταῖς τῶν εὐκτηρίων οἴκων οἰκοδομίαις τῆς προφητείας τὴν ἀλήθειαν·
 [07255]  Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ «μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου», ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ οι ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσ μένοντες·
000-00-00 Serial Number=0876230240
De incarnatione domini Ante [Go Back]  
 [00367]  Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυ ρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθο ρὰν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου·
 [00486]  μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλα στήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ' ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα·
000-00-00 Serial Number=0676466167
De providentia orationes decem Ante [Go Back]  
 [00111]  Καὶ ἔστιν ἰδεῖν ἥλιον καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, τῷ μὲν οὐρανῷ τὰ νῶτα διδόντας, κάτω δὲ τὰς ἀκτῖνας ἀφιέντας·
 [00120]  Καὶ ἔστιν ἰδεῖν οἷόν τινας ἀδελφὰς, τὴν ἡμέραν φημὶ καὶ τὴν νύκτα, παρ' ἀλλήλων δανειζομένας εἰς χρείαν τῶν ἀνθρώπων τὸν χρόνον, καὶ πάλιν εὐγνω μόνως ἀποδιδούσας.
 [00234]  Ἔστι γὰρ πάλιν ἰδεῖν, εἰς εὔκρατον μὲν τὸν ἀέρα γεγενημένον, ἐπὶ καιρὸν δὲ τὸν ὑετὸν παρασχε θέντα τῇ γῇ, ἀλύπως τὸν ἥλιον ταῖς ἀκτῖσι χρησάμενον, τὰς τῶν ἀνέμων αὔρας κινηθείσας ἐν τάξει, τοὺς γηπόνους ἐπιμελῶς τὴν γῆν γεωργήσαν τας, συνήθως καταβαλόντας τὰ σπέρματα, καὶ οὔτε τὴν γῆν εὐγνωμόνως ἐκτίσασαν τοὺς καρ ποὺς, οὔτε τῶν ἀνθρώπων τὴν φύσιν ἄνοσον διαμεί νασαν.
 [00295]  ∆ιὰ ταύτης ἔστιν ἰδεῖν τὰς μεμερισμένας ἠπείρους, καὶ πόῤῥωθεν ἀλλήλων καθημένας, εἰς φιλίαν συναγομένας.
 [00303]  Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας.
 [00687]  ἔστι γὰρ ἰδεῖν καὶ τῶν πτηνῶν τὸ σμικρότατον γένος, τὰς μελίττας, πολιτικὸν καὶ κοινωνικὸν αἱρουμένας βίον, διὰ δὲ τὴν ἀσθένειαν τῷ κέντρῳ καθωπλισμένας, ἀμοιβαδὸν δὲ καὶ κατὰ τάξιν ἐκ τῶν σίμβλων ἀπαιρούσας, καὶ τὸν ἀέρα διαπερώσας, καὶ ἄλση καὶ λειμῶνας καὶ λήϊα περι πετομένας, καὶ ἄνθεσι, καὶ φύλλοις, καὶ καρ ποῖς ἐφιζανούσας, καὶ τὸ χνοῶδες καὶ χρειῶδες συλ λεγούσας, καὶ σφᾶς αὐτὰς φορτιζούσας, καὶ ταῖς τε [83.625] ἀγκύλαις τῷ τε αὐχένι τὰ φορτία περιτιθείσας, καὶ οὕτως εἰς τοὺς σίμβλους ἐπανιούσας·
 [01066]  Ἔστι δὲ ἰδεῖν καὶ ἐν ταῖς νόσοις, τὸν μὲν, ὑπὸ μυρίων θεραπευόμενον, καὶ πικρῶς ἀλγυ νόμενον, καὶ φέρειν οὐ δυνάμενον τὴν τοῦ νοσήμα τος προσβολήν.
 [01079]  Καὶ ἔστιν ἰδεῖν τὸν ἐπὶ ἐδάφους ἐῤῥιμμένον ῥᾷον φέροντα τὴν νόσον, ἐκείνων τῶν προειρημένης θεραπείας ἀπο λαυόντων.
 [01094]  Αὐτίκα τοίνυν ἔστιν ἰδεῖν, οὐδὲ πάντας μίαν καὶ τὴν αὐτὴν θυσίαν προσφέροντας.
 [01328]  Ἔστι γὰρ ἰδεῖν κατὰ ταὐτὸν πίστει καὶ σοφίᾳ καὶ εὐσεβείᾳ τὴν εὐχὴν κοσμουμένην.
 [01340]  Καὶ οὐδὲ [83.692] εὐθὺς ἀβασανίστως ἔλαβεν, ἀλλ' ἐξετάζων τῶν γινομένων ἕκαστον, ἰδεῖν, φησὶν, ἐβούλετο, εἰ εὐ ώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ.
 [01610]  Ἔστι γὰρ καὶ νῦν ἰδεῖν μυρίους πονηροῖς μὲν δεσπόταις δουλεύοντας, οὐ μόνον δὲ τὴν δεσποτικὴν κακίαν οὐ μιμουμένους, ἀλλὰ καὶ κομιδῇ ταύτην βδελυττομένους, καὶ καλοκαγαθίαν ἀσπαζο μένους, καὶ τὴν ἐναντίαν τοῖς δεσπόταις ὁδεύοντας.
 [01618]  Οὔτε γὰρ τοὺς δουλεύειν λαχόντας ἅπαντας ἐλευθερίας ἔστιν ἰδεῖν ἀπολαύον τας, οὔτε τοὺς πενίᾳ μὲν συγκληρωθέντας, ἀρετῆς δὲ φροντιστὰς γεγενημένους, εἰς τὸν τῶν πλουσίων μεταβάντας ὁρῶμεν κατάλογον, ἀλλ' ἐν τῇ προτέρᾳ τοὺς πλείστους ταλαιπωρίᾳ διαμεμενηκότας.
 [01762]  Οὐ μόνον δὲ στρατηγὸν ἔστιν ἰδεῖν οὕτω τιμώ μενον, ἀλλὰ καὶ ἀθλητὴν, καὶ πύκτην, καὶ δρομέα, καὶ τραγῳδίας ὑποκριτὴν, καὶ ἁρμάτων ἡνίοχον.
 [01819]  Καὶ ἔστιν ἰδεῖν ἀπὸ τῆς βραχείας ἐκείνης ὕλης γινομένους καὶ αἵματος ὀχε τοὺς, καὶ πνεύματος ἀγωγοὺς, καὶ συνδέσμους στε γανοὺς, καὶ σαρκῶν μαλακότητα, καὶ ὀστῶν στεῤ ῥότητα, καὶ ὀφθαλμῶν λαμπρότητα, καὶ κόρης καθαρότητα, καὶ παρειᾶς λειότητα, καὶ τρι χῶν λεπτότητα, καὶ τἄλλα μυρία ὅσα σῶμα τὸ ἀνθρώπειον ἔχει γένος·
 [01853]  Ταὐτὸ δὲ τοῦτο καὶ τὸν νοῦν τὸν ἀν θρώπινον ἔστιν ἰδεῖν ὑπομένοντα.
000-00-00 Serial Number=0997621179
De sancta trinitate Ante [Go Back]  
 [00304]  εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία! πόσην νοσοῦσιν ἐμ βροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι! πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν·
 [00355]  δι' ἑνὸς μὲν ἀνθρώπου, πᾶσαν τῶν ἀν θρώπων τὴν φύσιν ἰδεῖν ἔστι·
 [00402]  «∆εῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν·» καὶ οὐκ ἐπαινεῖται, ὡς τὸ κατὰ τοὺς αἱρετικοὺς μεῖζον ἰδεῖν ἐπιθυμήσας·
 [00404]  «Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Καὶ μὴν οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα ὁ Φίλιππος ἰδεῖν ἐπεθύμησε·
 [00412]  ὅταν τοίνυν ἰδεῖν ἐθελήσῃς ἐκεῖνον, εἰς ἐμὲ ἀποβλέ ψας, ἑκάτερον ὄψει·
000-00-00 Serial Number=0056067765
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00326]  Πολλαχόθεν μὲν καὶ ἄλλοθεν τὴν ὑμετέραν ἐστὶν ἰδεῖν δικαιοκρισίαν·
 [00480]  ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν.
000-00-00 Serial Number=0252493143
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00005]  Καὶ καθά περ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως.
 [00256]  Εἰ δὲ κατηγορούμενος ἀπολογίαν προσήνεγκα καὶ τοὺς ἀναμφισβητήτους παρήγαγον μάρτυρας, τί μάτην οἱ τούτων οὐδὲν ἰδεῖν ἐθέλοντες ἐπιμέμφονται;
 [00911]  Τί γὰρ ἡμῖν, ὦ ἄριστε, θυμηρέστερον τοῦ τὴν ἀξιέπαινόν σου ψυχὴν τῷ τῆς γνώσεως φωτὶ πεφωτισμένην ἰδεῖν;
 [00948]  ἔστι γὰρ ἰδεῖν καὶ στρουθοὺς τῶν νεοττῶν ὑπερμαχοῦντας εἰς δύναμιν καὶ ἣν ἔχουσιν ἰσχὺν ὑπὲρ τού των εἰσφέροντας·
 [01020]  οὐδὲν αὐτὸν οὕτως ἀνιάσει, ὡς τὸ πάλιν τούτους ἰδεῖν πολεμοῦντας καὶ βάλλοντας.
 [01106]  Ἀλλά γε ταῦτα γέγραφα, οὔτε τὴν μεγίστην πόλιν ἰδεῖν ἐφιέμενος, οὔτε εἰς ἄλλην ἀπᾶραι γλιχόμενος.
 [01751]  Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβου λευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον·
 [01950]  Τέως δὲ προσμείνασάν σου τὴν θεοσέβειαν ἰδεῖν, εἰ ἄρα τις ἔσται τοῦ χειμῶνος μεταβολή, οὐδαμῶς ἐμεμψάμεθα.
 [02182]  Πολλὴν δὲ ὅμως ἔστιν ἰδεῖν κἀν τούτοις ἀνθρώπων διαφοράν.
 [02258]  Ταῦτα δὲ ἐξαιτῶ παρὰ τῆς ὑμετέρας μεγαλοφυΐας, οὐχ ὡς τὴν Κύρρον πάλιν ἰδεῖν ποθῶν οἶδε γὰρ ὑμῶν τὸ μέγεθος τῆς πολίχνης τὴν ἐρημίαν, ἧς ἀμηγέπη τὸ εἰδεχθὲς κατεκρύψαμεν ταῖς τῶν παντοδαπῶν οἰκοδομημάτων πολυτελείαις , ἀλλ' ἵνα δειχθῇ καὶ τὰ παρ' ἡμῶν κηρυττόμενα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, καὶ νόθα καὶ κίβδηλα τὰ τῶν ἐναντίων εὑρέματα.
 [02930]  ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται·
000-00-00 Serial Number=0235421598
Eranistes Ante [Go Back]  
 [00246]  Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται.
 [00249]  {ΟΡΘ.} Καὶ ὁ ἀπόστολος εἶπεν, Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ, καί, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται.
 [00280]  Καὶ Μωϋσῆς ὁ μέγας, ποθήσας ἰδεῖν τὴν ἀόρατον φύσιν, ἤκουσεν αὐτοῦ λέγοντος τοῦ δεσπότου θεοῦ, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.
 [00298]  εἶδον γὰρ ἅπερ ἰδεῖν αὐτοὺς οἷόν τε ἦν.
 [02139]  Τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἔστιν ἰδεῖν, ὅτε ὑπ' ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποι [157] μένων, καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖται ὑπὸ μάγων, καὶ σημαίνεται δι' ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνον ἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶ ἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γενετῆς ὁρᾶν ποιεῖ, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶ ἁμαρτίας ἀφίησι, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς.
 [02426]  Ἐννόησον γὰρ οἷόν ἐστιν ἰδεῖν τὴν ἡμετέραν φύσιν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν.
 [02749]  Ἔστι γὰρ καὶ φιλικῶς καὶ φιλανθρώπως ἰδεῖν, καὶ κατανύξεως ἀπομόρξασθαι δάκρυον, καὶ θείων ἀκοῦσαι λογίων, καὶ κλῖναι δεομένῳ τὸ οὖς, καὶ ὑμνῆσαι τῇ γλώττῃ τὸν ποιητήν, καὶ διδάξαι τὸν πέλας ἃ δεῖ, καὶ κινῆσαι τὰς χεῖρας εἰς ἔλεον, καὶ συλλήβδην εἰπεῖν, εἰς ἅπασαν κτῆσιν ἀρετῆς χρήσασθαι τοῖς μορίοις τοῦ σώματος.
 [03150]  Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον.
 [03405]  Καὶ ἔστιν ἰδεῖν ἐν τοῖς λόγοις καὶ τὴν τῆς θεότητος φιλοτιμίαν καὶ τὴν δωρεὰν τῆς σαρκός.
 [03767]  Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
 [03878]  Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
000-00-00 Serial Number=0507522464
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00375]  ∆ιδαχθεῖσα τοίνυν τοῦ νυμφίου τὸ κάλλος, τὴν ῥώμην, τὸν πλοῦ τον, τὴν βασιλείαν, τὸ κράτος ὃ κατὰ πάντων ἔχει, τὸ ἀΐδιον, τὸ ἀνώλεθρον, τὸ ἀτελεύτητον, ἱμείρεται ἰδεῖν τε αὐτὸν, καὶ περιπτύξασθαι, καὶ τὰ πνευματικὰ αὐτῷ ἀποδοῦναι φιλήματα.
 [00413]  Καὶ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα πρὸς τοὺς ἀποστόλους φησί Πολλοὶ προ φῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον·
 [00417]  Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν ἐμήν·
 [00419]  Καὶ Συμεὼν δὲ ὁ πρεσβύτης ἐχρηματίσθη μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χρι [81.57] στὸν Κυρίου.
 [00424]  ∆ῆλον τοίνυν, ὡς ταῖς θείαις ὑποσχέσεσι πιστεύοντες ἐπεθύμουν τῶν ἐπαγγελιῶν τὸ τέλος ἰδεῖν·
 [01482]  Τοιοῦτον εἶναι τὸ φορεῖον τοῦ βασιλέως ἀποδείξασαι, προτρέπουσι τὰς θυγατέρας Ἱερουσαλὴμ εἰς θεωρίαν ἐξελθεῖν τοῦ νυμφίου, ἰδεῖν τὸν προκείμενον αὐτῷ στέφανον, καί φασιν·
 [01490]  ἀμήχανον γὰρ ἡμᾶς ἰδεῖν μὴ ἔξω τῶν βιωτικῶν γενομένους πραγμάτων.
 [02301]  Εἰς κῆπον καρύας κατέβην τοῦ ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοαί·
 [02323]  Κατέβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρῦας κῆπον, τοῦ ἰδεῖν ἐν τοῖς τοῦ χει μάῤῥου γεννήμασι, καὶ καταμαθεῖν βουλομένη εἰ ἤνθησαν αἱ ῥοαί.
 [02377]  Τί γὰρ, φησὶ προσδο κᾶτε ἰδεῖν ἐν τῇ εἰρηνευούσῃ;
 [02775]  Καὶ νῦν μὲν γὰρ ἀπαιτεῖ καρπὸν, τὴν ἐμὴν ποθῶν σωτηρίαν, καὶ σωζομένην με θέλει ἰδεῖν.
000-00-00 Serial Number=0216061175
Graecarum affectionum curatio Ante [Go Back]  
 [00392]  Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετό μενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσ αγορεύονται·
 [00564]  Κάστορα δὲ καὶ Πολυδεύκην, τοὺς ἐπίκλην ∆ιοσκούρους, ἰδεῖν ἀπὸ τοῦ τείχους ἡ Ἑλένη ποθήσασα, οἷα δὴ ἀδελφούς, εἶτα τοῦ ποθουμένου διαμαρτοῦσα πικρῶς ἀπωδύρατο, [2.49] τεθνάναι τούτους ὑπολαβοῦσα.
 [01026]  Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμα σιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαν τοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυ νούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ ∆ιονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργια ζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον.
 [01331]  Τούτους δὲ τοὺς ὅρους ἔστιν ἰδεῖν τὰ ἄψυχα στοιχεῖα φυλάττοντα.
 [01340]  Καὶ γὰρ δὴ ξηραίνει τὰ τέλματα καὶ τὰ τῶν ὑδάτων ἀναλίσκει ξυστήματα καὶ τὰ ἡμέτερα σώματα διαυαίνει, καὶ μέντοι τοὺς ποταμοὺς σμικρυνομένους ἔστιν ἰδεῖν, ὅταν οὗτος ἀφεὶς τὰ [4.62] νότια ἐπὶ τὰ βόρεια μέρη τρέχῃ καὶ τὸ θέρος ἐργάζηται.
 [01355]  διὰ ταύτης γὰρ μόνης ἰδεῖν ἐκεῖνον δυνάμεθα.
 [01392]  τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
 [01651]  καὶ γὰρ καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβά ροις ἔστιν ἰδεῖν καὶ ἀρετῆς φροντιστὰς καὶ κακίας ἐργάτας.
 [01690]  Καὶ ἔστιν ἰδεῖν ταῦτα εἰδότας τὰ δόγματα οὐ μόνους γε τῆς ἐκκλησίας τοὺς διδασκάλους, ἀλλὰ καὶ σκυτο τόμους καὶ χαλκοτύπους καὶ ταλασιουργοὺς καὶ τοὺς ἄλλους ἀποχειροβιώτους·
 [01718]  ∆ι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζό μεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται [5.78] διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος.
 [01752]  Οὗτος καὶ τὸν Ποσειδῶνα δέδειχε τίσασθαι μὲν βουλόμενον τῶν Κεφαλλήνων τὸν στρατηγόν, ὅτι τυφλὸν εἰργάσατο τὸν Πολύφημον, οὐ δυνά μενον δὲ νικῆσαι τὴν εἱμαρμένην, ἐπειδήπερ εἵμαρτο τῷ Λαέρτου τὴν Ἰθάκην ἰδεῖν.
 [02291]  Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην.
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
 [02604]  παρὰ δὲ Λακεδαιμονίοις ξενηλασίαν οὐκ ἔστιν ἰδεῖν οὐδὲ τὴν τῶν εἱλώτων δουλείαν οὐδὲ τοὺς νεοδαμώδεις οὐδὲ τὴν ἐκ τῶν Λυκούργου νόμων τῆς παιδεραστίας ἄδειαν οὐδὲ τὰς [9.19] ἐννόμους εἰς τοὺς γάμους παρανομίας.
 [03288]  μόνα γάρ που εἰωθότες τὰ ὁρώμενα βλέπειν, ἰδεῖν οὐ δύνασθε τῶν ἀοράτων τὴν φύσιν·
 [03351]  Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαμβάνοντες ἦγον, τὸν δὲ Ἀρι δαῖον καὶ ἄλλους, ξυμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν [11.19] ἐκτός, ἐπ' ἀσπαλάθων κνάπτοντες.
 [03505]  Εἰ δὲ ὁ τούτων αὐτό πτης οὐκ ἴσχυσεν εἰπεῖν, ἅπερ ἰδεῖν ἠξιώθη, σχολῇ γ' ἂν ἄλλος [11.53] τῶν ἀφράστων κατατολμήσοι.
 [03616]  [11.75] Τούτων ἕκαστον, ὦ φιλότης, ἔργῳ πεπληρωμένον ἔστιν ἰδεῖν.
 [03622]  Ἔστι δὲ ἰδεῖν καὶ κατὰ τὴν πρόρρησιν μεμερισμένας τὰς οἰκίας·
 [03628]  Ταύτην δὲ τὴν πρόρρησιν καὶ νῦν ἐστι περα τουμένην ἰδεῖν·
000-00-00 Serial Number=0953421116
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00220]  φύντα καὶ ἰδεῖν αὐτὸν, καὶ τοῖς ἄλλοις δηλῶσαι, κατέσχεν ἡ Σιγὴ, καὶ τὴν ἐπι χείρησιν διεκώλυσεν.
 [01406]  Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δυνήσεται.
 [01578]  Τὸν Πατέρα, φησὶν, ἐπι θυμεῖς ἰδεῖν ὁρῶν ἐμέ;
 [01580]  εἰ γὰρ ἐγνώκεις ἐμὲ, οὐκ ἂν ἰδεῖν ἐκεῖνον ἐπεπόθησας·
 [01588]  ∆ιὸ δὴ καὶ ᾐτιάθη, ὡς τὸν Υἱὸν οὐκ ἐγνωκὼς ἀκρι βῶς, καὶ τούτου εἵνεκα τὸν Πατέρα ποθήσας ἰδεῖν.
 [01990]  Τοῦτο καὶ ἐπὶ αὐ λῶν ἔστιν ἰδεῖν, καὶ ἐπὶ ἄλλων ὀργάνων.
 [02780]  Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώ πους·
000-00-00 Serial Number=0839913070
Historia ecclesiastica Ante [Go Back]  
 [00190]  ἐξ ἧς ἔστιν ἰδεῖν τὴν υἱότητα τοῦ σωτῆρος ἡμῶν οὐδεμίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν υἱότητα.
 [00223]  ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ [19] ἀφθόνως ὁ κύριος ἐμφανίζει, πρὸς ὃν λέγοντα δεῖξον ἡμῖν τὸν πατέρα λέγει·
 [00350]  ἐπειδὴ δὲ ἠθροίσθησαν ὅσοι τῆς ὁδοιπορίας τὸν πόνον ἐνεγκεῖν ἠδυνήθησαν, ἀφίκετο καὶ αὐτὸς εἰς τὴν Νίκαιαν, ἰδεῖν τε τὴν τῶν ἀρχιερέων πληθὺν ἐφιέμενος καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι ποθῶν·
 [00362]  καὶ ἁπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταὐτὸν συνηθροισμένον.
 [01177]  τοσαύτη δέ ἐστιν αὐτῶν ἡ ἄνοια καὶ οὕτω παχεῖ σκότῳ ἡ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας.
 [01725]  Τότε Ἐφραὶμ ὁ θαυμάσιος (συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ' αὐτῶν ἀφιέναι τὰ βέλη.
 [01743]  παρῆσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὸν πολυθρύλητον ἰδεῖν Μελέτιον ἱμειρόμενοι.
 [01849]  ἀπέδρασαν γὰρ οἱ δαίμονες τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδεῖν.
 [03612]  οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν.
000-00-00 Serial Number=0822221875
Historia religiosa Ante [Go Back]  
 [00003]  p.1 Τῶν ἀρίστων ἀνδρῶν καὶ τῆς ἀρετῆς ἀθλητῶν καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι.
 [00159]  Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
 [00322]  Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν.
 [00371]  πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι.
 [00445]  Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι πράττοι, ἐτόλμησε τῇ φωταγωγῷ βραχεῖα δὲ ἦν αὕτη πελάσαι·
 [00503]  Οὗτος πανταχόθεν περι θρυλλουμένην τὴν τοῦ ἀνδρὸς καταμαθὼν ἀρετὴν τῆς μακρᾶς ἡσυχίας κερδαλεωτέραν εἶναι τὴν τοιαύτην θέαν νενομικὼς ἔδραμε σπεύδων ἰδεῖν τὸ ποθούμενον.
 [00526]  Ὁ δὲ τὴν μὲν ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο·
 [00653]  ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν ἢ εἰς τὸν οὐρανὸν ἀνατεῖναι τὸ ὄμμα;
 [00703]  Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας.
 [00789]  Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα καὶ τῷ ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυ μένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ.
 [00803]  καὶ ἦν ἄγριος μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν κόμην, τὸ δὲ πρόσωπον ἐρρικνωμένον, κατεσκελετευμένα δὲ πάντα τὰ μέλη τοῦ σώματος, ῥάκιά τινα πιναρὰ περιβεβλη μένος φοινικίνοις βλαστοῖς συνερραμμένα.
 [00823]  [6.12] Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν.
 [00875]  Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας.
 [01099]  Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος καὶ Εἰρήνη σοι, τεκνίον ἐφθέγξατο τοῦτο γὰρ ἦν αὐτῷ πρόσρημα , παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι.
 [01130]  Καὶ ἦν ἰδεῖν τοὺς μὲν ἱστία, τοὺς δὲ δέρρεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς σπυρίδας διαπλέ κοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους.
 [01447]  ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν ἐθελήσαντας.
 [01476]  ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας καὶ φρίκην παυομένην καὶ δαίμονας δραπετεύοντας καὶ τὰ παντοδαπὰ καὶ ποικίλα παθήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα.
 [01624]  [20.4] Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν.
 [02139]  Οὕτω δὲ πάντων πανταχόθεν ἀφικνουμένων καὶ πάσης ὁδοῦ ποταμὸν μιμουμένης πέλαγος ἀνθρώπων ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ τοὺς πανταχόθεν δεχόμενον ποτά μους.
 [02162]  Καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας.
 [02244]  οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν, ἐπιτεθῆναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναι δὲ ἐκεῖνον ἐκέλευσε καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα εἴσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος.
 [02252]  [26.26] Ἔστι δὲ αὐτὸν ἰδεῖν καὶ δικάζοντα καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους ἐκφέροντα.
 [02466]  Καθάπερ γάρ τινα κάρον ὑπὸ τῆς τοῦ ἔρωτος ἐκείνου δεξάμενος μέθης, καὶ τῷ φίλτρῳ λίαν ἐκβακχευθείς, τὴν μὲν οἰκείαν ἠγνόησε φύσιν, ἐπεθύμησε δὲ ἰδεῖν ἃ μὴ θέμις ἰδεῖν·
000-00-00 Serial Number=0137441456
Interpretatio in Danielem Ante [Go Back]  
 [00177]  Ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος·
 [00443]  οὐ μὴν τῶν πάντων ἢ τῶν πλειόνων [81.1297] ἔστιν αὐτὰς κρατούσας ἰδεῖν, ἀλλ' ἢ ἑνὸς, ἢ δύο μόνον ἐθνῶν.
 [00783]  Ἔστι δὲ ἰδεῖν ἐοικότα τοῖς νέοις τὰ πα λαιά·
 [01734]  Καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τῶν κατὰ τὸν μακάριον ∆ανιὴλ, ὃς δοῦ λος καὶ δορυάλωτος γεγονὼς, καὶ ξένην οἰκῶν, καὶ μεταξὺ βαρβάρων στρεφόμενος, διέλαμψε·
 [01879]  Ἔστι δὲ ἰδεῖν αὐτοῦ τὰς θαυματουργίας, τάς τε ἐν τῷ οὐρανῷ γινομένας, καὶ τὰς ἐπὶ τῆς γῆς, δι' ὧν τὴν ἑαυτοῦ δείκνυσι δύ ναμιν.
 [01922]  Ἐπειδὴ γὰρ τὴν ξέ νην ἰδεῖν ἠναγκάζετο δορυάλωτος γενόμενος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδά σκεται.
 [02048]  Καὶ ἔστιν ἰδεῖν ἑτέ ρως μὲν αὐτὸν ἐπιφαινόμενον τῷ Ἀβραὰμ, ἑτέρως δὲ τῷ Μωσῇ, καὶ ἄλλως τῷ Ἡσαΐᾳ, καὶ τῷ Ἰεζεκιὴλ δὲ ὡσαύτως ἑτέραν ὄψιν ἐπέδειξεν.
 [02264]  Καὶ εἶδον, φησὶν, ἐν τῇ ὁράσει, καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ.
 [02392]  Καὶ ἐγένετο, φησὶν, ἐν τῷ ἰδεῖν με, ἐγὼ ∆ανιὴλ, τὴν ὅρασιν, ἐζήτουν σύνεσιν.
 [02459]  ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις, τοὺς εὐσεβεῖς ἐξ απατῆσαι πειρώμενος, καὶ βασιλικὰς δωρεὰς ὑπ ισχνεῖτο, παρανομοῦντας ἅπαντας ἰδεῖν ἐφιέμενος.
 [02978]  ἰδεῖν δὲ μὴ δυνάμενος τὴν φρικώδη θεωρίαν, εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα.
000-00-00 Serial Number=0842844725
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00308]  Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός;
 [00515]  τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτή σαντι τὸν Θεὸν, ἔφη, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.
 [01385]  Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιω θῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ.
 [02319]  ἔστι δὲ ἰδεῖν τοῖς προλεχθεῖσι τὰ εἰρημένα συμβαί νοντα.
 [02948]  καὶ τοῦτο οὐ μόνον ἀπὸ τῶν πραγμάτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ τῆς θείας διδαχθῆναι Γραφῆς.
 [03045]  τοῦτο καὶ ἐπὶ τοῦ Νῶε γεγενημένον ἔστιν ἰδεῖν·
 [04140]  Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν.
 [04229]  Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν.
 [04769]  τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν.
 [04812]  ἀγνωμονούμενος γὰρ, καὶ λίαν ἀχαριστούμενος, κή δεται τῶν ἀχαρίστων, καὶ πᾶσαν αὐτῶν ποιεῖται [81.1145] πρόνοιαν, ἰδεῖν αὐτῶν βουλόμενος τὴν μεταβολήν.
 [05172]  Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πί στεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρημα τίζουσι·
 [05881]  Λέγει τοίνυν, Ἐν ὁράσει Θεοῦ, τουτέστι πνευματικῇ, οὐ σωματικῇ ὄψει, ἀπαχθῆναι μὲν αὐτοῦ τὴν διάνοιαν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, ἰδεῖν δὲ ἐπ' ὄρους τινὸς ὑψηλοῦ οἰκοδομίαν, καί τινα ἑστηκότα, τὸ μὲν εἶδος ἀνθρώπειον ἔχοντα, τὴν δὲ χρόαν λαμπροτάτου καὶ περικαλλεστάτου χαλ κοῦ, κάλαμον δὲ καὶ σπαρτίον οἰκοδομικὸν ἐπιφερό μενον, καὶ παρακελευόμενόν μοι, καὶ τὰ ὑποδεικνύ [81.1221] μενα θεωρεῖν, καὶ τῶν λεγομένων ἀκούειν.
 [05897]  Λέγει τοίνυν ἰδεῖν ἐν τῇ ἐν δοτέρᾳ αὐλῇ παστοφόρια, καὶ περίστυλα τριάκοντα·
 [05994]  κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ [81.1229] ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν·
000-00-00 Serial Number=0460948884
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00919]  Εἶτα τῷ προφήτῃ παρεγγυᾷ τὰς τούτων παρανομίας ἰδεῖν.
 [01419]  οὐκ ἀποκαλύψεως ἐδεῖτο εἰς τὸ ἰδεῖν τὰ τότε γιγνόμενα·
 [01644]  Κελεύει δὲ καὶ τῇ Ἱερουσαλὴμ τῶν ἐρχομένων ἀπὸ βοῤῥᾶ πολεμίων ἰδεῖν τὸ πλῆθος, καὶ ἐπιλέγει·
 [03409]  Ἔδειξεν, ὡς ἐνῆν ἀνθρώποις ἰδεῖν τὸ τῆς δυνάμεως μέγεθος.
 [04796]  Πάλιν δὲ αὐτῇ παρα κελεύεται ἰδεῖν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν τοὺς αἰχ μαλώτους ἐπανιόντας, καὶ διδάσκει, ὡς ἀπήχθησαν μὲν πεζοὶ δεσμὰ περικείμενοι, ἐπανήξουσι δὲ πάσης τιμῆς ἀξιούμενοι.
 [04881]  Εἶτα τοὺς δι' αὐτὴν παρ ιόντας παρακαλεῖ τὴν ἀσύγκριτον αὐτῆς ὀδύνην ἰδεῖν.
000-00-00 Serial Number=0341194510
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00008]  Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γρα φῶν ἢ οὐδαμῶς, ἢ ὀλίγα, τῶν ἀνθρώπων μεμνημέ νους τοὺς πλείστους·
 [00063]  ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν διαφοράν.
 [01401]  Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.
 [01423]  Ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώ πων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεὸν, ἀνθρωπίνως ἐσχημάτισε, δεικνὺς ὡς οὐ ρανόθεν Ἀσσυρίοις τὴν τιμωρίαν κατέπεμψε.
 [01595]  Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια φθοράν.
 [02043]  Ἔστι δὲ ταύτης τῆς προφητείας τὸ τέλος ἰδεῖν·
 [02107]  Ἔστι δὲ ἰδεῖν καὶ πόλεις παρ' ἡμῖν διπλῆν τὴν ὀνομασίαν ἐχούσας.
 [02728]  Οἱ κατὰ ταύτας, φησὶ, τὰς ὑποθήκας βιοῦν προαιρούμενοι, τῷ ὄντι ποθοῦσι τῆς ἀρετῆς τὸν νομοθέτην ἰδεῖν, ὃς πάλαι ποτὲ καὶ τὸν μέγαν Ἰακὼβ τῆς οἰκείας ἐπι φανείας ἠξίωσεν.
 [02945]  Τούτων μὲν οὖν σφόδρα τὴν δεισιδαιμονίαν βδελύττομαι, ποθῶ δὲ τὸ σὸν ἰδεῖν θυσιαστήριον, ∆έσποτα, καὶ τὰς σὰς ὑμνῳδίας εἰσ δέξασθαι τοῖς ὠσὶ, καὶ τῶν σῶν θαυμάτων τὰς με [80.1048] γαλουργίας τοὺς ἀγνοοῦντας διδάξαι.
 [03100]  [ιγʹ.] Ἐγὼ δὲ πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
 [03856]  Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
 [04756]  Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν·
 [04763]  Ταῦτα καὶ ἡ πρόῤῥησις λέγει, Καὶ εἰσ επορεύετο τοῦ ἰδεῖν μάτην·
 [04930]  Ἱμείρομαι δὲ τῆς ἐπανόδου, φησὶ, τὸ τριπόθητόν σου θυσιαστήριον ἰδεῖν ἐφιέμενος, καὶ δι' ἐκείνου σὲ τὸν ∆εσπότην θεάσασθαι, ὃς εὐφροσύνης παντοδαπῆς, καὶ θυμηδίας ἀφορμάς μοι παρέχεις.
 [05213]  Ἔστι δὲ ἰδεῖν καὶ τήνδε τὴν προφητείαν δεξαμένην τὸ πέρας·
000-00-00 Serial Number=0684283316
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00113]  Ἔστι γὰρ ἰδεῖν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν πεπιστευκότας, τῶν ἀποστολικῶν προκαλινδουμέ νους θηκῶν, καὶ τὴν ὀλίγην κόνιν μετὰ πολλοῦ τοῦ πόθου γεραίροντας, ὥστε κατ' αὐτὸν καὶ βλέ πειν, καὶ ψάλλειν τὸ, Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
 [00857]  τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.
 [01038]  [Καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τὸν αὐτὸν δόλον καὶ φόνον παρά τισι πλεονάζοντα, ὡς ἡ τῶν πραγμάτων ἡμᾶς ἔκβασις πείθει.
 [01172]  [Τὸ αὐτὸ δὲ μέχρι τοῦ παρόν τος ἔστιν ἰδεῖν ὑπομένοντας πολλοὺς παρά τινων ἀνθρώπων καὶ δαιμόνων.] ζʹ.
 [01395]  ὡς τῶν τελευτώντων τὴν ἡλιακὴν οὐ δυναμένων ἰδεῖν ἀκτῖνα.
 [01717]  Οὕτω ταῦτα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς ὁ προφήτης, ἰδεῖν ἐφίεται τοῦ λαοῦ τὴν μετὰ τὴν ἐπάνοδον εὐκληρίαν·
 [01725]  Ἐπειδὴ γὰρ ἀνά στατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ [80.1324] δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους.
 [01958]  Τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου.
 [03044]  καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον·
 [04655]  Ἀντιβολοῦμεν τοίνυν, τού τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν.
 [04792]  Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος.
 [05181]  Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομι ζομένους.
 [05411]  καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν.
000-00-00 Serial Number=0141039848
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00185]  Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν ∆αβὶδ ὑπο σχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην γενεὰν ὑπισχνοῦνται διδάξειν.
 [00230]  Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν τὸ τῶν ὑποσχέσεων ἀψευδές·
 [00277]  Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν.
 [00464]  Μέχρι τί νος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέ ρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμε τέρων ἁμαρτάδων ἐκκαίεις;
 [01371]  ἀλλ' εἰσὶν οἳ τοὺς ὀφθαλ μοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθη σαν.
 [01427]  Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν δι ηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον.
 [01455]  ∆ιαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος.
 [02419]  ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν.
 [02504]  Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
 [02719]  καὶ τοὺς τοιούτους συλλό γους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν.
 [02856]  Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν.
 [02991]  Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας.
 [03592]  Καὶ τοῦτο ὡσαύτως ἔστιν ἰδεῖν καὶ ἐπ' ἀνθρώπων συμβαῖνον.
 [03594]  Κυριώτερον δὲ τοῦτο καὶ ἀληθέστερον ἐπὶ τῆς Ἐκκλησίας ἔστιν ἰδεῖν·
 [03935]  Ἐλπίζω γὰρ, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα.
 [04267]  Θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρε τὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσαι τὸν ἀνθρώπειον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς, μετιέναι τὴν σωφροσύνην.
 [04320]  Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα.
 [05477]  Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν ὁρῶντες.
 [05480]  Εὐλογία μεγάλη νενόμιστο εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ παῖδας ἰδεῖν.
 [05800]  Ἀρκέσθητε, φησὶ, τῇ τοῦ Θεοῦ προσηγορίᾳ, καὶ μὴ ζητήσητε ἰδεῖν, ἃ μὴ θέμις ἰδεῖν.
 [06904]  Ἵνα δὲ προσῇ καὶ ἀμφότερα, χρὴ τῆς φύσεως ἰδεῖν τὸ ἐπίκηρον.
 [07180]  Καὶ τὸ πῦρ δὲ ὡσαύτως οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν ἀέρι φαινόμενον ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0000201404
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01492]  Ἔστι δὲ ἰδεῖν καὶ πετομένην αὐ τὴν, κατ' οὐδὲν τῆς τῶν ἵππων ταχύτητος ἐλαττου μένην, ὄρεσί τε καὶ πεδίοις ῥᾳδίως ἐφιπταμένην·
 [01504]  Ἔστι γὰρ ἰδεῖν καὶ τὴν ἀκρίδα, τῶν πολεμίων δίκην, καὶ τειχῶν ἐπιβαίνουσαν, κἀν ταῖς ὁδοῖς βαδίζουσαν, καὶ οὐδ' ὑπό τινος ἀνάγ κης σκεδασθῆναι ἀνεχομένην, ἀλλ' οἷον μετά τινος [81.1645] συμπνοίας τὴν ἔφοδον ποιουμένην.
 [01810]  Λέγει τοίνυν, ὅτι Πολλὰ πολλάκις τῆς ∆αμασκοῦ πεπλημμεληκυίας ἐπὶ πλεῖστον ἀνασχό μενος, νῦν οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστραφή σομαι, ὥστε αὐτῶν μὴ ἰδεῖν τὰς ἀῤῥήτους παρανο μίας·
 [02120]  Ἐπειδὴ γὰρ ἦσάν τινες θρασύτητι καὶ αὐθαδείᾳ συντεθραμμένοι, οἳ τοῖς προφητικοῖς θεσπίσμασιν ἀντέλεγον, φρυαττόμενοι [81.1692] κατ' αὐτῶν, καὶ ψευδεῖς ἀποκαλοῦντες τοὺς θείους χρησμοὺς, καὶ τὸ τέλος τῶν προῤῥήσεων ἀπαιτοῦν τες, θρήνου τούτους ἀξίους ὁ ∆εσπότης ἀποκαλεῖ, ὡς σκότος ἀντὶ φωτὸς ἐπιθυμοῦντας ἰδεῖν.
 [02121]  Οὐδὲν διαφέρουσι, φησὶν, οἱ τὸ πέρας τῆς προφητείας ἐπιθυμοῦντες ἰδεῖν, ἀνδρὸς φυγόντος μὲν λέοντα ἐπιόντα, μετ' ἐκεῖνον δὲ ἄρκῳ περιπεσόντος, εἶτα τὴν οἰκίαν μετὰ δέους κατειληφότος, καὶ ἀπροόπτως ἀπὸ τοῦ τὴν ψυχὴν κατέχοντος θορύβου, ἐπερείσαν τος τῷ τοίχῳ τὴν χεῖρα, καὶ ὑπὸ ὄφεως πικροτάτου δηχθέντος.
 [02326]  Μετὰ ταῦτα ἰδεῖν ἔφη τὸν Κύριον ἐφεστῶτα τῷ θυσιαστηρίῳ, καὶ κελεύσαντα πατάξαι τὸ ἱλαστήριον οὕτως, ὥστε τῇ πληγῇ καὶ αὐτὰ σεισθῆναι τὰ προ πύλαια.
 [03067]  ἀκριβέστερον δὲ ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος μετὰ τὴν κατὰ τοῦ Σωτῆ ρος ἡμῶν τῶν Ἰουδαίων λύτταν καὶ μανίαν γεγε νημένην.
 [03084]  Ἔστι δὲ ἰδεῖν καὶ τοὺς θείους οἴκους ἐν μέσῳ καὶ πόλεων, καὶ κωμῶν, καὶ ἀγρῶν, καὶ ἐσχατιῶν διακειμένους, καὶ μεγέθει, καὶ κάλλει διαπρέποντας, ὡς καὶ αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπισημοτέρους εἶναι, καὶ περιφανεστέρους.
 [03212]  Καὶ ἔστιν ἰδεῖν, καὶ τὴν ἱερὰν τοῦ Θεοῦ Ἐκκλησίαν ἐπὶ τῷ ∆εσποτικῷ σεμνυνομένην ὀνόματι, καὶ τὸ θεῖον ὄνομα πανταχοῦ γῆς καὶ θαλάττης ὑμνούμενον.
 [03934]  Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβή σομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.
 [03942]  Ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ Κύριος, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.
 [04128]  Οἴ τε γὰρ πεπιστευκότες ὁρῶντές σου προφαινομένην τὴν δύναμιν ἐρῶσι, καὶ οἱονεὶ ὠδίνουσιν, ἰδεῖν σου ποθοῦντες τὴν αἰώνιον βασι λείαν·
 [04380]  Τὸ δὲ ἀκρι βὲς καὶ ἀναντίῤῥητον τέλος τῆς προφητείας ἔστιν ἰδεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα.
 [04846]  Τοῦτο τοίνυν ὁ τοῦ λαοῦ προμηθούμενος ἄγγελος τὸν τῶν ὅλων ἱκετεύει Θεὸν, εἴς τε τὴν πρόῤῥησιν ἀπιδεῖν, καὶ τὸν χρόνον πε πληρωμένον ἰδεῖν, καὶ τὴν ἀφιερωμένην αὐτῷ πόλιν ἐρημίᾳ παντελεῖ παραδεδομένην ἐπιπλεῖστον μὴ [81.1884] παριδεῖν.
 [04963]  Ἔστι δὲ ἰδεῖν καὶ αὐτὴν τὴν αἰσθητὴν Ἱερουσαλὴμ ὑπὸ τῶν εἰς τὸν Κύριον πεπιστευκότων οἰκουμένην ἐθνῶν.
 [05357]  μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν διὰ σαρκὸς ἐπιφάνειαν, πᾶσαν γῆν καὶ θάλατταν ἔστιν ἰδεῖν εἰς ἐκείνην τὴν πόλιν συντρέχουσαν, καὶ τὰ τῶν σωτη ρίων παθημάτων χωρία ποθοῦσαν ἰδεῖν.
 [05730]  Ἔστι γὰρ ἰδεῖν τὸν πάλαι ἅγιον καὶ σεπτὸν κατα πατούμενον τόπον.
 [05911]  Καὶ κατ' αὐτὴν μέντοι τὴν ἱστορίαν ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν·
000-00-00 Serial Number=0671923280
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00713]  ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν·
000-00-00 Serial Number=0096638024
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00482]  Ἔστιν ἰδεῖν καὶ ἄλλους ποταμοὺς ἑτέρωθεν μὲν ἐξιόντας ἔπειτα δὲ εἰς τὴν γῆν διά τινων καταδύσεων χωροῦντας, καὶ πάλιν ἄνωθεν ἀναβλύζοντας·
 [00529]  πῶς γὰρ εἶδεν ἡ γύνη τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆ σαι, εἰ μὴ ἀνεῳγότας εἶχον τοὺς ὀφθαλμούς;
 [01150]  ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν·
 [01716]  ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου .
 [02582]  ἐπειδὴ δὲ καὶ ταύτην ὑπέσχετο δώσειν αὐτῷ τὴν χάριν ὁ ἀγαθὸς Θεός, ἔρωτι μεθύων ἐπαινουμένῳ, τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη, καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν·
 [02583]  ἀλλὰ μεμάθηκεν, ὡς ἐκείνην ἰδεῖν τὴν οὐσίαν ἀδύνατον.
 [03509]  ταῦτα δὲ οὐ φιλοτιμού μενος γέγραφεν, ἀλλὰ διδάσκων ὡς ἐκεῖθεν τοῖς ἀρχιερεῦσιν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιοῦσι τὴν οἰκείαν ἐπιδείξει δόξαν ὁ δεσπότης Θεός, ὅπως ἦν ἰδεῖν οἷά τε τῶν ἀνθρώπων ἡ φύσις.
 [03855]  ἐπειδὴ δὲ δυσχεράνας ὁ Βαλάκ, καὶ τοπάσας ὅτι τῶν ἑβραίων τὸ πλῆθος ἰδών, τὴν εὐλογίαν προσήνεγκεν, εἰς ἕτερον αὐτὸν ἀπήγαγε τόπον, ἐξ οὗ μέρος οἷόν τε ἦν ἰδεῖν τοῦ λαοῦ, εἰκότως πάλιν τὸ πανάγιον πνεῦμα δι' ἐκείνου φησίν·
 [04502]  ΞΛΙΙΙ Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωϋσῆς προσετάχ θη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη;
 [04629]  πολλοὶ προφῆται καὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν .
 [04756]  εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινά, ῥᾴδιον ἦν τὸ σημεῖον ἰδεῖν καὶ τὴν ἀγέλην καταλαβεῖν·
000-00-00 Serial Number=0940352678
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00210]  Ἐν τριόδῳ δὲ ἡνιόχου δίχα τὰς βοῦς ἀπολύσαντες, ἀνέμενον ἰδεῖν, εἴτε πρὸς τὸν τῶν μόσχων μυκηθμὸν ἀποστρέ φονται, εἴτε πρὸς ἄλλην ὁδὸν ἀποκλίνουσι, τὴν πρὸς Ἑβραίους φέρουσαν καταλιποῦσαι·
 [01543]  Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἐπαν ελθεῖν μὲν τὸν Ἀβεσσαλὼμ παρηγγύησεν, ἰδεῖν δὲ αὐτὸν διεκώλυσεν·
 [01579]  Ὅταν ὁ νομοθέτης καθαριεῖ μου τὸν τῆς ψυχῆς ὀφθαλμὸν, τότε ἰδεῖν δυνήσομαι τὴν εὐπρέπειαν αὐτῆς·
 [03204]  ἀποσταλῆναι δὲ αὐτῷ τὸν Νεεμὰν παρηγγύησε, καὶ ἰδεῖν μὲν αὐτὸν, ὡς λεπρὸν, οὐκ ἠνέσχετο τὸν νόμον φυλάττων, ὡς ὑπὸ τῷ νόμῳ πολιτευόμενος·
 [03911]  Τούτους δὲ ἐπὶ σοφίᾳ τεθαύμακεν, ὡς ἱκανοὺς καὶ δεινοὺς ἰδεῖν τὸ πρακτέον, καὶ προ ϊδεῖν, οὐ προφητικῶς, ἀλλὰ συνετῶς, τὰ ἐσόμενα, καὶ τὰ συμφέροντα εἰσηγήσασθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»