Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἡνίκα [156]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἡνίκα


000-00-00 Serial Number=0054138243
Commentaria in Isaiam Ante [Go Back]  
 [00056]  ἡνίκα γὰρ Ἰουδαῖοι προσήλωσαν τῷ σταυρῷ τὸν σωτῆρα, ἐκλονήθη μὲν ἡ γῆ τῆς μαρτυρίας ἀναμιμνῄσκουσα, ὁ δὲ οὐρανός, ἐπειδὴ ταύτην τοῖς ἀνθρώποις παρέχειν τὴν αἴσθησιν οὐκ ἠδύνατο ἄνωθεν ὤν, τὸν ἐν αὐτῷ βαδίζοντα ἥλιον ἔδειξε τῶν ἀκτίνων ἐστερη μένον καὶ τὸ σκότος εἰς τὴν κατὰ τῆς ἀσεβείας μαρτυρίαν ἐπήγαγεν.
 [00120]  Ταῦτα δὲ συνέβη μὲν αὐτοῖς καὶ ἡνίκα Ναβουχοδονόσορ αὐτοῖς ὁ τῶν Βαβυλωνίων ἐπεστράτευσε βασιλεύς·
 [00127]  Αὕτη ἤνθει μὲν πάλαι, ἡνίκα ὁ ἀμπελὼν τὸν ὥριμον εἶχε καρπόν·
 [00136]  Ἐκ δὲ τοῦ Ἰσραὴλ πολλαὶ διεσώθησαν μυριάδες, ἡνίκα οἱ Ῥωμαίων στρατηγοί τε καὶ βασιλεῖς ἐπιστρα τεύσαντες καὶ τὰς πόλεις ἐνέπρησαν καὶ τῶν ἐνοικούντων τοὺς μὲν πλείστους κατηκόντισαν, τοὺς δὲ ὑπολειφθέντας ἐξηνδραπόδισαν.
 [00236]  Πιστὴ μὲν γὰρ ἦν, ἡνίκα ∆αυὶδ μὲν αὐτὴν ὁ βασιλεὺς καὶ Ἰωσαφὰτ καὶ Ἐζεκίας καὶ Ἰωσίας εὐσεβῶς ῳ
 [00237]  κονόμουν, πόρνη δὲ ἐγένετο καὶ ἀντὶ δικαίων φονευτὰς ἔσχεν οἰκήτορας, ἡνίκα τὸν νυμφίον παραγενόμενον οὐκ ἐδέξατο ἀλλὰ θηριωδῶς αὐτὸν ἀνελοῦσα ἐφοινίχθη τῷ αἵματι.
 [00409]  Καὶ ἡνίκα δὲ Ναβουχοδονόσορ αὐτοὺς πολιορκήσας ἐξηνδραπόδισεν, εἶχον μὲν τὸν θαυμασιώτατον Ἱερεμίαν τὸν προφήτην, εἶχον δὲ τὸν μακάριον Ἰεζεκιὴλ καὶ πρὸς τούτοις τὸν θειότατον ∆ανιήλ, καὶ Οὐρίας δὲ ὁ Σαμαίου κατὰ τὸν αὐτὸν ἦν χρόνον.
 [01037]  ὄρος γὰρ ἦν ἀροτριούμενον ὁ Ἰουδαίων λαὸς ὑπὸ νόμου καὶ προφητῶν γεωργούμενος, ἀδεῶς πολι τευόμενος, ἡνίκα τῆς θείας συμμαχίας ἀπέλαυεν.
 [01447]  Ταῦτα δὲ γεγένηται, ἡνίκα δι' ἑνὸς ἀγγέλου αἱ πέντε καὶ ὀγδοήκοντα πρὸς ταῖς ἑκατὸν διεφθάρησαν χιλιάδες.
 [01763]  Ἐπὶ πλεῖον Ἀσσύριοι τῆς οἰκουμένης κρατήσαντες, ἡνίκα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐλύττησαν καὶ τὸν θεῖον νεὼν ἐνέπρησαν, τῆς βασιλείας ἐξέπεσον·
 [02555]  Καὶ ἡνίκα τὰς ἐπάλξεις καὶ τοὺς περιβόλους ἐδέχετο καὶ τὰς ἔνδοθεν οἰκίας, ταύτην εἶχε τὴν ψῆφον.
 [03167]  Ταύτης δὲ ἀπέλαυον τῆς μακροθυμίας Ἰουδαῖοι, ἡνίκα ἦσαν μελάν θιον καὶ κύμινον καὶ «ἄμπελος εὐκληματοῦσα».
 [03435]  ἡνίκα εἶδεν ἐπήκουσέ σου.
 [03879]  ἐκάλεσε διὰ τὴν ἀσέβειαν ἣν εἶχον, ἡνίκα ταύτην ἐπολιόρκουν·
 [04084]  ἢ αὐτομολήσας προσεχώρησεν ἐκείνοις ἢ αἰχμάλωτος ἀπαχθείς, ἡνίκα τὰς δέκα φυλὰς ἠνδραπόδισαν, ἠσπάσατο τὴν ἐκείνων ἀσέβειαν.
 [04960]  Τοῦτο δὲ λέγει ὅτι, ἡνίκα ἐνομοθέτουν, ἀλλότριος οὐ πα ρῆν θεός.
 [05036]  Τοῦτο δὲ καὶ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς τετύχηκε πέρατος, ἡνίκα τῶν ἱερῶν συνειλεγμένων ἀποστόλων ἐπεφοί τησεν ἡ χάρις τοῦ πνεύματος καὶ ἐλάλουν «ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι».
 [05063]  Καὶ οὐκ ἦσαν τότε [9οἱ] πλάσσοντες μάταια καὶ οἱ γλύφοντες ἀνωφελῆ, τουτέστιν ἡνίκα ἐνομοθέτουν·
 [05129]  Συνεχώρησε μὲν αὐτοῖς τὰ πλημμελήματα, ἡνίκα τῆς Βαβυλωνίων δουλείας ἀπήλλαξεν·
 [05136]  Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς ἐχρήσατο λόγος καὶ ὥσπερ, ἡνίκα κατηγόρει τοῦ Ἰσραήλ, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μαρτυρίαν ἐκάλεσεν, οὕτως πά λιν τὰ ἀγαθὰ
 [05630]  ἡνίκα ἐγίνετο, ἐκεῖ ἤμην.
 [05949]  Πεποίηκε μὲν ἡνίκα ἐσταυρώθη·
 [05954]  [4Κύριος] κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωὶ νοεῖν, πρωὶ προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία [5κυρίου] ἀνοίγει μου τὰ ὦτα.
 [06179]  Ὅτι γὰρ διὰ τούτων ἔπιον καὶ τὸ τελευταῖον διὰ Ῥωμαίων, ἡνίκα καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν κηδεμ ονίας , καὶ αἱ ἱστορίαι διδάσκουσι καὶ τὰ πράγματα μαρτυρεῖ.
 [06225]  Τοῦτο τυπικῶς μὲν ἐδέξατο πέρας, ἡνίκα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσιν ἀπηγγέλθη τῶν αἰχμαλώτων ἡ ἄφεσις·
 [06233]  [8Φωνὴ] τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών.
 [06235]  αὐτόπται γὰρ ἐγένοντο τοῦ σωτῆρος, ἡνίκα ἐνανθρωπήσας τῇ Σιὼν ἐπεφάνη.
 [06448]  ∆έρρεις καὶ αὐλαίας τῷ Μωυσῇ προσέταξεν ὁ θεὸς κατασκευάσαι, ἡνίκα αὐτῷ ποιῆσαι παρεκελεύσατο τὴν σκηνήν.
 [07135]  Καὶ γὰρ ἡνίκα ὁ αὐτὸς εἶπε προφήτης·
 [07520]  ∆υσσεβεῖς γὰρ ἦσαν οὐ μόνον Βαβυλώνιοι ἀλλὰ καὶ Μακεδόνες καὶ Ῥωμαῖοι, ἡνίκα τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν.
000-00-00 Serial Number=0028545380
De incarnatione domini Ante [Go Back]  
 [00519]  καὶ ταῦτα πολλάκις ἡνίκα ἠβουλήθη διαφυγών·
000-00-00 Serial Number=0346473873
De providentia orationes decem Ante [Go Back]  
 [00121]  Τοῦ μὲν γὰρ χειμῶνος λήγοντος, καὶ τοῦ ἔαρος ὑπολάμποντος, ἡνίκα πλείους τῶν ἀνθρώπων οἱ περὶ τὴν ἐργασίαν πόνοι, ὁδοιπορίαι τε καὶ ἐκδημίαι, καὶ ἀπὸ λιμένων ἀναγωγαὶ, καὶ θάλαττα ἐστορεσμένη, καὶ τῆς χειμερινῆς ἀπηλλαγ μένη τραχύτητος, καὶ ἡ γῆ τοῖς ληΐοις κομῶσα τὸν γηπόνον εἰς ἐπιμέλειαν καλεῖ, καὶ τὰ φυτὰ τὸν φυ τουργὸν εἰς τομὴν καὶ κάθαρσιν καὶ ἀρδείαν, καὶ
 [00868]  Πῶς μὲν γὰρ οὐκ ἄτοπον, τὸν μὲν γραμματιστὴν ἐπαινεῖν, εἰς καιρὸν μαστιγοῦντα τοὺς παῖδας, καὶ τῇ ῥάβδῳ τὴν ῥᾳθυμίαν ἐξελαύνοντα, καὶ τῷ ἱμάντι παγίαν τῶν στοιχείων ἐντιθέντα τὴν μνήμην, καὶ ἰατρῷ δὲ χάριν ὁμολογεῖν, οὐ μόνον ὅταν σιτία καὶ ποτὰ προσ φέρῃ τῷ κάμνοντι, ἀλλ' ἡνίκα ἂν τέμνῃ καὶ καίῃ, καὶ πολεμῇ τῇ νόσῳ, καὶ τὴν ἐπὶ τὸ πρόσω φορὰν ἐπέχῃ·
 [01093]  καὶ τὰς θυ σίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέρον τες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφε ρον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν [83.668] ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι.
 [01318]  Οὗτος τοίνυν, ἡνίκα γεγηρακὼς ὁ πατριάρχης ὤφθη, τῆς φύσεως τὸν ὅρον εἰδὼς, καὶ τοῦ βίου τὸ τέλος ὁρῶν, γῆρας γὰρ θανάτου προοίμιον, περὶ τοῦ υἱέος ἐνετέλλετο.
 [02163]  ἡνίκα δὲ εἰς ἀσέβειαν ἐξωκεί λαμεν, καὶ τὰ προσενεχθέντα παρ' ἡμῶν ἀπέῤῥιψε δῶρα.
 [02170]  Καὶ οὐ μόνον ἡνίκα ηὐσέβει, τὴν διὰ τούτων διδασκαλίαν πᾶ σιν ἀνθρώποις προσέφερε, ἀλλὰ καὶ ὅτε τῆς παρα νομίας εἰσεπράττετο δίκας.
000-00-00 Serial Number=0606738687
De sancta trinitate Ante [Go Back]  
 [00435]  εἰ μὴ ἄρα κατὰ τὴν τῶν εἰρημένων ἀκο λουθίαν παρὰ τὸν δοξάζοντα μεταβαίνει τὸ μεῖζον, καὶ οὕτως εὑρεθήσεται ὁ Υἱὸς, ἐλάττων μὲν ἡνίκα ἂν δοξάζηται, μείζων δὲ ἡνίκα ἂν δοξάζῃ·
000-00-00 Serial Number=0371293366
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00375]  Καὶ γὰρ ἡνίκα οἱ περὶ τῆς κηραρχίας ἐνειστήκεισαν ἀγῶνες, τῶν [ἐν] αγωνιζομένων ἦσθα καὶ πᾶν ὁτιοῦν πραττόντων ὑπὲρ τοῦ νέου.
 [00480]  ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν.
000-00-00 Serial Number=0879081964
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00533]  Ἤλπισα δὲ καὶ συντεύξεσθαί σου τῇ μεγαλοπρεπείᾳ, ἡνίκα πλείους ἐν Ἱεραπόλει διαγαγεῖν ἠναγ κάσθην ἡμέρας·
 [01224]  Καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγγράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀπο πομπαῖον γραφέντα, τὸν μακάριον ᾔτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχείας ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑῴαν διαπρέπουσι διδασκάλοις, καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακά ριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῷ τῆς μακαρίας μνήμης Κυρίλλῳ.
000-00-00 Serial Number=0638858259
Eranistes Ante [Go Back]  
 [02213]  ∆ιὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυ τοῦ πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός, [162] κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον, Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐ σίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας.
 [02324]  Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα.
000-00-00 Serial Number=0447603106
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00287]  καὶ ἡνίκα εἰς τοὺς οὐρανοὺς ἀνελήφθη, ἄγ γελοι τοῖς ἀποστόλοις ἔλεγον·
 [00325]  καὶ Μωσῆς μὲν ὁ μέγας ᾖσε πρώτην μὲν ᾠδὴν τὴν ἐπινίκιον, ἡνίκα ἡ θάλασσα διαιρεθεῖσα, αὐ τοῖς μὲν τοῖς Ἰσραηλίταις ὁδὸς ἐγένετο, τοῖς δὲ Αἰ γυπτίοις τάφος·
 [00495]  Καὶ τοῦτο ἔστιν ἀκριβέστερον ἐκ τῶν ἱερῶν Εὐαγγελίων μαθεῖν, ἡνίκα ὁ ∆εσπότης Χριστὸς, τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς διελέγετο, τοῖς δὲ ἁγίοις αὐτοῦ μαθηταῖς ἀπεκάλυπτε τῶν παραβολῶν τὴν διάνοιαν, λέγων·
 [00526]  πρὸς δὲ τούτοις καὶ τὴν ἀνθρωπείαν ἀρετὴν, ἣν μετελήλυθεν, ἡνίκα ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·
 [01083]  Καὶ ἡνίκα δὲ πάλιν ἔδεισε τὴν τοῦ ἀδελφοῦ παρουσίαν, φαίνεται καὶ τὸ δέος ἐλαύνει, καὶ θάρσος ἐντίθησι.
000-00-00 Serial Number=0944647372
Graecarum affectionum curatio Ante [Go Back]  
 [00616]  Καὶ ἡνίκα δὲ κατὰ ταὐτὸν ξυλλεγέντες οἱ κατὰ τοῦ πεποιηκότος λυττή σαντες, τὸν πύργον ἐκεῖνον ᾠκοδόμουν τὸν μέγιστον, τῆς τῶν γλωττῶν ξυγχύσεως τὸν ἐπώνυμον, φάναι τὸν Θεὸν εἴρηκεν ὁ νομοθέτης·
 [01106]  Καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ ριος εἰς ἀκολασίαν, ἡνίκα νέος ἦν, ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύπους, τοὺς δὲ τῆς φιλοσο φίας ἐκμάξασθαι.
 [02370]  Καὶ γὰρ δὴ καὶ Ὅμηρος δείκνυσιν ἐν τοῖς ἔπεσι τὸν Ἀχιλλέατὸν Πηλέως, τὸν Αἰακίδην, τὸν ἐκ Θέτιδος, τὸν ἐκ ∆ιὸς καθ' ὑμᾶς, περιπτυσσόμενον νεκρὸν τοῦ Πατρόκλου τὸ σῶμα, καὶ ἡνίκα τοῦτο τῇ πυρᾷ προσέφερον οἱ Μυρμιδόνες, τὴν κεφαλὴν φέροντα, εἶτα τὴν πυρὰν κατασβεννύντα καὶ τὰ ὀστᾶ γε ξυλλέ γοντα καὶ ταῦτα ἐν χρυσῇ φιάλῃ τιθέντα καὶ ἔνδον εἰς τὴν σκη
 [03884]  καὶ ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας ἔφη διερευνωμέ νους τὸ πλοῖον εὑρεῖν <ἐν> αὐτῷ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα·
000-00-00 Serial Number=0121178150
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00861]  ἀφανῆ μὲν ὅταν ἐθέλῃ, φαινόμενον δὲ ἡνίκα ἂν βούληται·
 [00997]  Σάββατον γὰρ ἦν, ἡνίκα ταῦτα ἐῤῥέθη.
 [01054]  Οὗ δὴ χάριν, ἡνίκα μὲν εἰς πύελον ἐβάπτιζον, ἔξω τὸν ἄνδρα ταύτης στήσαντες, τὴν τούτου κεφαλὴν μέχρι τοῦ στήθους ἅπαξ εἰς τὸ ὕδωρ κατῆγον.
000-00-00 Serial Number=0276095092
Historia ecclesiastica Ante [Go Back]  
 [01505]  καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπί σκοποι καὶ οἱ ἐκ τῆς Ῥωμαίων <τοῦ> ἁγιωτάτου ἐπισκόπου ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρ μακα ἀπεώσαντο·
 [01699]  ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν καὶ θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμέ νηκεν Εὐδοξίῳ συμπεφραγμένος·
 [01700]  ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ' ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος.
 [03671]  καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρη στῆρσι βαλὼν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν.
000-00-00 Serial Number=0695316434
Historia religiosa Ante [Go Back]  
 [00195]  Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο.
 [00880]  [8.4] Φασὶ δὲ Ἀνθέμιον ὃς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἐστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον καὶ εἰπεῖν ὅτι·
 [01343]  [13.14] Καὶ ἡνίκα δὲ τὴν ὄρειον πολιτείαν ἠσπάζετο, ποιμήν τις μαστεύων ἁλώμενα πρόβατα εἰς ἐκεῖνο τὸ χωρίον ἀφίκετο ἔνθα ὁ τοῦ θεοῦ ἄνθρωπος ἦν.
 [01614]  Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμή νυσεν ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξεληλύθει μήτρας, καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους·
 [01772]  [21.17] Καὶ ἡνίκα δὲ τῇ μεγίστῃ τούτων αὐτῶν κώμῃ προσβάλλειν ἤμελλον, εἶτα πολλά τινα ἐν μέσῳ γιγνόμενα τὴν ἔξοδον διεκώλυεν, ἔπεμψα παρὰ τὸν ἐμὸν Ἡσαίαν, τῆς θείας συμμαχίας ἀντιβολῶν ἀπολαῦσαι.
 [01812]  [21.21] Καὶ ἄλλοτε δέ, ἡνίκα, ἔφη, εἰς τὴν πρώτην νύκτωρ ἀπῄεις κώμην παιδεύσων ὡς στασιαστάς, καὶ σπουδαιοτέραν τῷ θεῷ προσενεγκεῖν εὐχὴν παρηγγυήσας, ἄγρυπνος διετέλεσα τὸν δεσπότην ἀντιβολῶν·
 [02018]  Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκετείαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος·
 [02048]  Φασὶ δὲ αὐτόν, ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ κόσμιον ἀσπάσασθαι βίον καὶ μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκῦσαι.
 [02265]  Ἰάσεις γοῦν παντοίων παθῶν καὶ θαύματα καὶ θείων δύναμις ἐνεργείων, ὥσπερ ἡνίκα περιῆν, ἐπιτελοῦνται καὶ νῦν οὐ παρὰ τὰς θήκας τῶν ἁγίων λειψάνων μόνον, ἀλλὰ καὶ παρὰ τὸ τῆς ἀριστείας αὐτοῦ καὶ ἀθλήσεως τῆς πολυχρονίου μνημόσυνον, τὸν μέγαν λέγω καὶ ἀοίδιμον κίονα τούτου δὴ τοῦ δικαίου καὶ πολυϋμνήτου Συμεών, οὗ ταῖς ἁγίαις πρεσβείαις εὐχόμεθα αὐτοί τε ἡμεῖς διασῴζεσθαι καὶ τῇ ὀρθῇ ἐπιστηρίζεσθαι πίστει καὶ πᾶσαν πόλιν τε καὶ χώραν ἐφ' ἣν τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται παντοίας ἐπηρείας τε καὶ βλάβης ἀπείραστον ἐξ οὐρανοῦ τε καὶ πολεμίων φυλάττεσθαι·
 [02435]  Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα, ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος;
000-00-00 Serial Number=0973235905
Interpretatio in Danielem Ante [Go Back]  
 [00145]  οἱ δὲ Βαβυλώνιοι, ἡνίκα μὲν ἐτί μησαν, ὡς ἐνόμισαν, τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ' αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν.
 [00356]  Ὅτι γὰρ οὐδέπω τῶν παῤῥησίαν ἐχόντων ἦν πρὸς τὸν βασι λέα, ἡνίκα τοὺς σοφοὺς συνήγαγε Βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ·
 [01125]  τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι ταῦτα θελήσειεν·
 [01229]  οὕτω καὶ ὁ Ναβουχοδονόσορ, ἡνίκα μὲν τοὺς ἁγίους ἐκεί νους τῇ πυρᾷ παρεδίδου, τῆς τοῦ ∆ανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν·
 [01394]  ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν, ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες, ἡνίκα μὲν ἔῤῥωτο, ἐπειρῶντο λανθάνειν, συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξά μενοι.
 [01782]  Πρῶτον μὲν γὰρ ∆ανιὴλ, φησὶν, ἡνίκα ἔγνω, ὅτι ἐνετάγη τὸ δόγμα, Εἰσῆλθεν εἰς τὸν οἶκον αὑτοῦ, τουτέστι, μαθὼν τὸν τεθέντα νόμον, καὶ σφόδρα καταφρονῶν, ἀντικρὺς ἐναντία δρῶν διετέλει·
 [01889]  καὶ ἡνίκα δὲ οἱ δυσμενεῖς νενικηκέναι ᾠήθησαν, τηνικαῦτα πανωλεθρίαν ὑπέμειναν.
 [01927]  οὕ τως, ἡνίκα μὲν Ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπ ηκόους·
 [01953]  ἐπειδὴ γὰρ, ἡνίκα τὰ τῆς βασιλείας κατεῖχον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν·
 [02532]  Πρῶτον μὲν γὰρ ἀφίησιν αὐτοὺς Κῦρος ὁ Πέρσης, εἶτα ∆αρεῖος ὁ υἱὸς Ὑστάσπου, ἔπειτα Ἀρταξέρξης ὁ Ξέρξου, ἡνίκα πρότερον μὲν τὸν Ἔσδραν, μετ' ἐκεῖνον δὲ τὸν Νεεμίαν ἀπέστειλεν, ὥστε τὰ τῆς Ἱερουσαλὴμ ἀνοικοδομῆσαι τείχη.
 [02676]  Εὐθὺς, φησὶν, ἡνίκα ἤρξω προσεύχεσθαι, δεξάμενος ὁ κοινὸς ∆εσπότης τὴν ἱκετείαν, καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέ με διδάξαι σε τὰ ἐσόμενα.
 [02768]  ἀπὸ δὲ τῆς ἀρ χῆς Ἰουλίου Καίσαρος ἕως πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς ἦλθε παρὰ τὸν Ἰορδάνην κηρύσσων βάπτισμα μετα νοίας, καὶ βοῶν·
000-00-00 Serial Number=0970227003
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04183]  Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης·
 [04644]  Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως.
 [05034]  χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ.
 [05265]  Καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε.
 [05662]  Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰου δαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφη τείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προ ειρημένα ἔθνη·
 [05981]  Ἐπειδὴ γὰρ καὶ ἡνίκα τὴν σκηνὴν ὁ μακάριος ἔπηξε Μωσῆς, ἡ δόξα Κυρίου ἐπλήρωσεν αὐτὴν, καὶ ὅτε Σολομὼν τοῦ νεὼ τὴν οἰκοδομίαν συμπληρώσας τὴν τῶν ἐγκαινίων ἐπετέλεσεν ἑορτὴν, πάλιν ὡσαύ τως ἡ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον, ἀναγκαίως καὶ ταύτης τῆς οἰκοδομίας δειχθείσης, καὶ ἐπιφαί νεται ὁ ∆εσπότης, καὶ τῆς οἰκείας δόξης τὸν οἶκον πληροῖ, δεικνὺς, ὅτι οὐ μόνον οἰκοδομηθήσεται, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας πληρωθήσεται.
000-00-00 Serial Number=0174505174
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00911]  Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰου δαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι.
 [02093]  Τοῦτο καὶ ὁ θεῖος ὑπέμεινε Παῦλος ἐν ταῖς Ἀθήναις [81.616] ἡνίκα ἐσιώπα·
 [03268]  Ὅρκους ὁ Σεδεκίας ἐδεδώκει τῷ Ναβουχοδονόσορ, ἡνίκα αὐτὸν προυβάλετο εἰς βασι λέα, ὡς τὸν φόρον τελέσει, καὶ εὔνοιαν περὶ τὸν κεχειροτονηκότα φυλάξει·
 [03953]  οὕτως ἕτεροι κατὰ τοῦ Ἰσραὴλ ἀπεστά λησαν, ἡνίκα τὸν λαὸν ἀπηρίθμησεν ὁ ∆αβίδ.
000-00-00 Serial Number=0913416266
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00842]  Ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις, ὁ ∆εσπότης Χριστὸς δυσχε ραίνουσιν Ἰουδαίοις, ἡνίκα τὰ παιδία μετὰ κλά δων ἡγούμενα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἔλεγον, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀπεκρίνατο·
 [01511]  Ταῦτα τοίνυν ἔφη δεδρακέναι τὸν Κύριον ἐν ταῖς ἡμέραις τῆς σαρκὸς, ἡνίκα θνητὸν εἶχε τὸ σῶμα.
 [02773]  Ἐγὼ δὲ ἡγοῦμαι τοῦτον εἰρῆσθαι τὸν ψαλμὸν ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, ἡνίκα πολλὰς ἔσχε πολεμίων ἐπαναστάσεις.
 [03001]  τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀβιμέλεχ εἰσῆλθε τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ὑπὸ τῶν ἁγίων ἄρτων εὐλογίαν λαβὼν, διέφυγε τοῦ πολεμοῦντος τὰς χεῖρας.
 [03118]  Εἴρηται μὲν ὁ ψαλμὸς ὑπὸ τοῦ ∆αβὶδ, ἡνίκα ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο, καὶ τῶν δοκούντων εἶναι φίλων ἐπεβουλεύετο, καὶ μη νυόντων, καὶ κατάδηλον αὐτὸν τῷ Σαοὺλ πειρωμένων [80.1057] ποιεῖν·
 [03184]  ἐντεῦθέν τινες τῶν συγγραφέων ὁρμώμενοι ᾠήθησαν τὸν μακάριον ∆αβὶδ τοῦτον εἰρηκέναι τὸν ψαλμὸν, ἡνίκα τὴν κιβωτὸν ἐπαν ήγαγεν.
 [03722]  Οὐδὲ γὰρ ἡνίκα τούσδε τοὺς λόγους ἐποιή σατο, ταύτην ἔσχον οἱ ἄνθρωποι, ἀλλὰ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου Χριστοῦ.
 [03792]  Ἔφασαν γὰρ ἠλλοιωκέ ναι τὸ πρόσωπον τὸν ∆αβὶδ, ἡνίκα πρὸς τὸν Ἀγχοὺς εἰσελήλυθεν·
 [04477]  Οὐχ ἥκιστα δὲ, ἡνίκα Σεμεεὶ οὐδὲν ἠδικημένος ἀντέστη·
000-00-00 Serial Number=0828946173
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00568]  Ἐν τῷ [80.1240] εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν τοῦ Οὐρίου.
 [00703]  Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, ∆έσποτα, παῤῥησίαν·
 [00890]  Τηνικαῦτα, φησὶ, θυμηδίαν τελείαν ληψόμεθα, ἡνίκα ἂν τῆς ἐπανόδου καὶ τοὺς ἄλλους αἰχμαλώτους ἀπολαύσαντας ἴδω μεν.
000-00-00 Serial Number=0123066902
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01487]  Καὶ ἡνίκα δὲ τῆς ἐλευθε ρίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασά μενοι.
 [01677]  εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κε χρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γέ νοιτο τούτου καιρός.
 [03323]  ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε·
 [05183]  Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν.
 [05428]  Τουτέστιν, ἡνίκα ἂν πρὸ τῶν πυλῶν τοῖς παρὰ τῶν πολεμίων πεμπομένοις πρέσβεσι διαλεξό μεθα.
 [06363]  Καὶ γὰρ ἡνίκα τὴν πρὸς τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ ῥοπῇ περιέφραξας.
 [07228]  Ταύτης δὲ τῆς εὐκλείας καὶ ὁ Ἰσραὴλ ἀπήλαυσεν, ἡνίκα ἐπέλαζε τῷ Θεῷ·
000-00-00 Serial Number=0806073368
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01777]  Τινὲς δὲ τοῖς χρόνοις οὐκ ἀκριβῶς προσεσχηκότες, τοῦτον ὑπέλαβον γεγενῆσθαι τὸν σεισμὸν, ἡνίκα Ἡσαΐας ὁ μέγας, μετὰ τὴν Ὀζίου τελευτὴν, εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπ ηρμένου, ὅτε τὸ ὑπέρθυρον ἀπὸ τῆς τῶν Σεραφὶμ ἐπήρθη φωνῆς·
 [02406]  Καὶ ἡνίκα μὲν τῆς Αἰγυπτιακῆς ἀπαλλαγέντες δουλείας ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ μεγάλου Μωσέως ἡγουμένου καὶ προστατεύοντος, οὐ μόνον οὐχ ὑπεδέξαντο φιλοφρόνως, ἀλλ' οὐδὲ διελθεῖν διὰ τῆς σφετέρας συνεχώρησαν χώρας·
 [02409]  Καὶ ἡνίκα δὲ Ἀσσύριοι καὶ Βα βυλώνιοι ταῖς κατ' αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ὅσα ἔδρασαν εἰς αὐτοὺς δεινὰ, οὐ συμπαρα ταττόμενοι μόνον τοῖς πολεμίοις, ἀλλὰ καὶ λόχους καθίζοντες, καὶ τοὺς φεύγειν πειρωμένους θηρεύον τες, καὶ τοὺς μὲν αὐτῶν ἀναιροῦντες, τοὺς δὲ τοῖς ἐχθίστοις παραδιδόντες.
 [03004]  Εἶτα προλέγει τὰ ὑπὸ Σεδεκίου γε γενημένα, ἃ καὶ ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης προείρηκεν, ἡνίκα σκεύη αἰχμαλωσίας ὑπὸ τοῦ Θεοῦ λαβεῖν προσετάχθη, καὶ διὰ τῶν πραγμάτων προ αγορεῦσαι τὴν ἐκείνου τοῦ βασιλέως φυγήν.
 [03066]  Ταῦτα δὲ πέρας μὲν ἔλαβε καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἡνίκα [81.1760] τὴν πόλιν ἑλὼν σὺν τῷ βασιλεῖ τοὺς ἐνοικοῦντας αἰχμαλώτους ἀπήγαγεν·
 [03232]  σὺ δὲ τούτων ἀπαλλαγήσῃ, οὐ τότε μόνον, ὅταν αὐτοῖς ἄλλους πολεμίους ἐπαναστήσω, ἀλλὰ καὶ ἐπὶ τοῦ παρόντος, ἡνίκα πολλῇ χρώμενοι στρα τείᾳ κατὰ τῆς σῆς παραγίνονται πόλεως·
 [03684]  Ἀλλ' ἆρα, φησὶ, μὴ κατά τινων στρατείαν κινήσας ἀποδημῶν ἐτύγ χανες, ἡνίκα τῶν ἐναντίων τὸ στίφος προσέβαλεν;
 [04456]  Εἰκὸς δὲ καὶ τοῦτο παραδηλῶσαι, ὅτι Καθάπερ ἡ περιστερὰ ταῖς ἀφωρισμέναις οἰκίαις ἐμ φιλοχωρεῖ, οὕτως ἡνίκα ηὐσεβεῖτε, οἱ ἐν τῇ Ἱερου [81.1853] σαλὴμ, τῷ ἀφιερωμένῳ μοι προσηδρεύετε νεῷ.
 [05887]  Καὶ γὰρ ἡνίκα τὸν ∆εσπότην τῷ σταυρῷ προσήλωσαν, σκότος μὲν ἐξεχύθη κατὰ πᾶσαν τὴν οἰκουμένην, κλονουμένη δὲ ἡ γῆ τάφος αὐτοῖς αὐτοσχέδιος γενέσθαι ἠπείγετο, τὰ δὲ ὄρη κατ' αὐτῶν ἠφίει τὰς πτέρυγας.
000-00-00 Serial Number=0998448014
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00281]  Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν τῶν ὀρθοδόξων λατρείαν τὴν τῶν θαυμάτων χάριν δεδώρηται ὁ Χριστός, διατί αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες, ἡνίκα κτλ;
 [01179]  καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς;
 [01543]  Εἰ μόνοις τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρ' Ἡρώδου τὴν διὰ ξίφους λα βόντες ἀναίρεσιν καὶ τὰ ἐπὶ τοῦ κυρίου νήπια, ἡνίκα ἐπὶ τοῦ κτή νους καθήμενος τὴν Ἱερουσαλὴμ κατελάμβανε, τὸν ὕμνον φθεγξά μενα, ποῖον ἔχουσι δικαίως χρεωστούμενον ἔπαινον;
 [01604]  Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν;
 [01885]  Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν, πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐθηνίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείποντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα παν ταχοῦ ἐθεράπευον;
 [01905]  πῶς δὲ καὶ ὁ Παῦλος, ἡνίκα ὑπὲρ τοῦ ἀρχιερέως ἐκρίνετο, μὴ εἰδέναι φήσας ὅτι ἀρχιε ρεύς ἐστι, τῇ μέμψει τοῦ ψεύδους οὐχ ὑπαχθήσεται;
 [02097]  ἐν μὲν γὰρ τῷ γάμῳ τί ἐμοὶ καὶ σοὶ γύναι τῇ μητρὶ λέγων ἐπέπληξεν, καὶ ἡνίκα αὐτὸν θεάσασθαι ἡ μήτηρ ἠθέλησε, μητέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνόμασε.
 [02195]  τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν [147] πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν;
000-00-00 Serial Number=0884641945
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00330]  καὶ γὰρ ἡνίκα τὰς γλώσσας συνέχεεν οὐχ ἑνικῶς εἶπε καταβήσομαι καὶ συγχεῶ τὰς γλώσσας, ἀλλὰ δεῦτε, καταβάντες συγ χέωμεν αὐτῶν τὰς γλώσσας .
 [01045]  ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας·
 [01090]  γὰρ ἡνίκα τὴν ἐκ τῆς Σάρρας παιδοποιΐαν ὁ Θεὸς ἐπηγγείλατο, αὐτὸς ἔφη·
 [01219]  ταύτην ἐκράτυνε τὴν εὐλογίαν καὶ ἡνίκα αὐτὸν εἰς τὴν Μεσοποταμίαν ἐξέπεμψεν·
 [01362]  ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ Εἶδος τοῦ Θεοῦ .
 [01556]  καὶ γὰρ ἡνίκα ∆αβὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας τοῦ Ἰούδα χιλιάδας εὗρε, τῶν δὲ ἄλλων φυλῶν ἐννακοσίας·
 [01994]  ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγε τοὺς πατέρας ἡμῶν Κύριος ὁ Θεὸς ἐκ γῆς Αἰγύπτου, καὶ ἐρρύσατο τὰ πρωτότοκα ἡμῶν, ἡνίκα ὁ ὀλοθρεύων ἐπά ταξε τὰ πρωτότοκα τῶν αἰγυπτίων .
 [02060]  ἡνίκα δὲ ἐσκλή [121] ρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύ ριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρω τοτόκου ἀνθρώπου, ἕως πρωτοτόκων κτηνῶν.
 [02160]  ΞΞΞVΙ Τί δήποτε οὐ μόνον ἁγνισθῆναι, ἀλλὰ καὶ πλῦναι τὰ ἱμάτια προσετάχ θησαν, ἡνίκα τὸν νόμον ἐδέχοντο;
 [02592]  μέχρι, γάρ φησι, τῆς σή μερον, ἡνίκα ἀναγινώσκηται Μωϋσῆς κάλυμ μα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακα λυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται.
 [02606]  εἰκὸς τοίνυν ταύτας ἐσχηκέναι τοὺς εὐπορω τέρους ἐξ Αἰγύπτου μετενεγκόντας, ἡνίκα ἐκεῖθεν ἐξῆλθον.
 [03158]  εἰώθασι δὲ καὶ τὰ γένεια ξυρᾶσθαι ἡνίκα ἐπένθουν, καὶ τέμνεσθαι τὰς παρειὰς εἰς τὴν τῶν τετελευτηκότων τιμήν.
 [03275]  καὶ σαββατιεῖ ἡ γῆ, ἃ οὐκ ἐσαββάτισεν, ἡνίκα κατῳκεῖτε αὐτήν .
 [03365]  ἡνίκα γάρ, φησίν, ὑμῶν χάριν ἀνῃρέθη τὰ τῶν αἰγυπτίων πρωτότοκα, τὰ ὑμέτερα διεσώθη πρωτότοκα.
 [03626]  Ἰώσηπος μὲν εἶπεν, ὡς ἡνίκα ἐν τοῖς βασιλείοις ἐτρέφετο, στρατηγὸς εἰς τὸν κατὰ αἰθιόπων χειροτονηθεὶς πόλεμον, εἶτα νικήσας, ἠγάγετο τοῦ βασιλέως ἐκείνου τὴν θυγατέρα.
 [03669]  ΞΞV Τί δήποτε τὸν Αὑσήν, ἡνίκα κατάσκοπον ἔπεμπεν, ἐκάλεσεν Ἰησοῦν;
 [03792]  ΞΞΞVΙΙ Τί δήποτε ὠργίσθη τῷ Μωϋσῇ καὶ τῷ Ἀαρὼν ὁ δεσπότης Θεός, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγον;
 [04516]  καί, ἕως σήμερον ἡνίκα ἀνα γινώσκεται Μωϋσῆς .
 [04645]  καί, μέχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσ κεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται .
 [04707]  ἡνίκα γὰρ ἤμελλον διαβαίνειν τὸν Ἰορδάνην, εἶπεν Κύριος πρὸς Ἰησοῦν·
 [04778]  ἡνίκα γὰρ ἐπλημμέλησαν, ὁ τῶν ὅλων ἔφη Θεός·
 [04959]  καὶ ζη λώσας ὑμᾶς οὐκ ἀνήσει ὑμῶν τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματα ὑμῶν, ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις·
000-00-00 Serial Number=0273606539
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00175]  Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτοῦ ἠλάλαξαν οἱ Ἑβραῖοι·
 [00354]  ∆ηλοῖ δὲ τοῦτο τὴν ἁπλότητα τῆς ψυχῆς, ἣν εἶχεν ὁ Σαοὺλ, ἡνίκα τῆς βασιλείας τὴν χειροτονίαν ἐδέξατο.
 [00527]  Τοιγάρτοι τριακοντούτης ἦν, ἡνίκα Σαοὺλ ἀνῃρέθη.
 [00917]  Ἀπελθὼν δὲ πρὸς τὴν ἐγγαστρίμυθον, καὶ θεόθεν δεξάμενος τὴν ἀπόφασιν, ἔπεσε παραυτίκα, οὔτε νύκτωρ φαγὼν, ἡνίκα λάθρα καταλιπὼν τὸ στρατόπεδον, τῆς ἐγγα στριμύθου πευσόμενος παρεγένετο·
 [03319]  Ἔσται γὰρ, φησὶ, καιρὸς, ἡνίκα ἂν καθέλῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»