Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἠξιώθη [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἠξιώθη


000-00-00 Serial Number=0831032395
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02395]  Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ' ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν.
000-00-00 Serial Number=0265795052
Eranistes Ante [Go Back]  
 [02059]  ἀθάνατον δὲ μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ κρεῖτ τον φθορᾶς, καὶ τῆς ἐκ δεξιῶν ἠξιώθη καθέδρας, καὶ παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως, ἅτε δὴ σῶμα χρηματίζον τοῦ δεσπότου τῆς φύσεως.
000-00-00 Serial Number=0493428469
Graecarum affectionum curatio Ante [Go Back]  
 [02342]  Ἀλλ' ὅμως καὶ οὗτος θείας ἠξιώθη τιμῆς, καὶ ταῦτα γύννις ὢν καὶ θηλυδρίας καὶ ἀνδρόγυνος·
 [02484]  Ὅθεν δὴ οὐδὲ τῆς μετὰ τὴν τελευτὴν ἠξιώθη τιμῆς·
 [02490]  Ἀλλ' ὅμως τούτων οὐδεὶς τῆς τῶν μαρτύρων ἠξιώθη τιμῆς·
 [03505]  Εἰ δὲ ὁ τούτων αὐτό πτης οὐκ ἴσχυσεν εἰπεῖν, ἅπερ ἰδεῖν ἠξιώθη, σχολῇ γ' ἂν ἄλλος [11.53] τῶν ἀφράστων κατατολμήσοι.
000-00-00 Serial Number=0902264059
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02994]  ἀλλ' ὅμως τῆς πρώτης ἠξιώθη στολῆς, καὶ διὰ τοῦ δακτυλίου τὴν εἰκόνα τὴν θείαν ἀπέλαβε, καὶ τοῦ σιτευτοῦ ἀπήλαυσε μόσχου, καὶ ἑορτὴν μεγίστην ἐσχεδίασε τῷ πατρί.
000-00-00 Serial Number=0338049769
Historia ecclesiastica Ante [Go Back]  
 [01593]  τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκο πικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερ μαχῶν.
 [01837]  δείσας δὲ τὸν Κωνστάντιον (τοὺς γὰρ γένει προσήκοντας ἀνῄρει δειμαίνων τὰς τυραννίδας) τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ καὶ τὰς ἱερὰς βίβλους ἐν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ.
000-00-00 Serial Number=0231315196
Historia religiosa Ante [Go Back]  
 [00322]  Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν.
 [00823]  [6.12] Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν.
 [02064]  Ἄρξομαι δὲ ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνωθεν κλήσεως ἠξιώθη.
000-00-00 Serial Number=0387151241
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00148]  λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τού των παραδηλῶν·
000-00-00 Serial Number=0100246131
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03252]  Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη·
 [07202]  μετὰ πάντα γὰρ τῆς θείας ἠξιώθη δημιουργίας ὁ ἄνθρωπος.
000-00-00 Serial Number=0356652379
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04589]  Ἐπὶ τούτου τῆς προφητι κῆς ἠξιώθη χάριτος ὁ θεσπέσιος Ἀγγαῖος·
 [05977]  ἐδήλωσε δὲ δι' ὧν προεφήτευσεν, ὡς μετὰ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ, καὶ τοῦ λαοῦ τὴν εἰρήνην, ταύτης ἠξιώθη τῆς χάριτος.
000-00-00 Serial Number=0587860882
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01349]  Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως·
 [02112]  καὶ ἐπειδὴ οὐ τὴν τυ χοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι' ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γε νέσθαι.
000-00-00 Serial Number=0330453634
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00150]  Εἰς ἔλεγχον τοῦ γεγηρακότος ἀρχιερέως τὸ μει ράκιον ἠξιώθη τῆς θείας ἐπιφανείας.
 [01137]  Τίνος χάριν ὁ ∆αβὶδ τρίτον ἐχρίσθη, Τῆς μὲν βασιλικῆς χρίσεως διὰ τοῦ Σαμουὴλ ἠξιώθη·
 [04335]  Ἐπέσκηψε δὲ αὐτῷ καὶ τῆς γαστρὸς τὸ πάθος, κατὰ τὴν πρόῤῥησιν, καὶ οὐδὲ μετὰ θάνατον βασιλικῆς ἠξιώθη ταφῆς.
 [04357]  Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»