Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἠλευθέρωσε [31]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἠλευθέρωσε


000-00-00 Serial Number=0225017130
Commentaria in Isaiam Ante [Go Back]  
 [00527]  Ἡνίκα τὸν Ἰσραὴλ ὁ θεὸς ἠλευθέρωσε τῆς Αἰγυπτίων δουλείας, ἦγεν αὐτὸν νεφέλης ἐπικειμένης καὶ νύκτωρ μὲν δᾳδουχούσης καὶ τοῦ φωτὸς χορηγούσης τὴν χρείαν, μεθ' ἡμέραν δὲ σκηνὴν καὶ ὄροφον μιμουμένης καὶ τῆς ἡλιακῆς ἀκτῖνος τὸ λυποῦν ἀπειργούσης.
 [02988]  Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης.
 [04619]  Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς <ἐπαγγελιῶν> καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν.
 [05908]  οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν οὐραν ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
000-00-00 Serial Number=0019326687
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00124]  Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων.
 [00971]  Οὕτω καὶ τοῖς τῶν εἰδωλοθύτων μεταλαμβάνουσι, καὶ ἐπε τίμησεν δεόντως, καὶ παρῄνεσεν προσηκόντως, καὶ τῆς χαλε πῆς ἠλευθέρωσε πλάνης.
000-00-00 Serial Number=0363876045
Eranistes Ante [Go Back]  
 [01514]  Τοὺς μὲν γὰρ τυφλοὺς τῆς μακροτάτης νυκτὸς ἠλευθέρωσε, καὶ τὴν ὀπτικὴν αὐτοῖς ἐνέργειαν ἐδωρήσατο.
000-00-00 Serial Number=0085293889
Historia ecclesiastica Ante [Go Back]  
 [02454]  ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθών, ἐξανέστησε πάλιν καὶ τὰ ὑπ' αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια.
 [03458]  οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης.
000-00-00 Serial Number=0843342602
Historia religiosa Ante [Go Back]  
 [01021]  [9.4] Ἐπεὶ δέ τις ἀφίκετο κορυβαντιῶν καὶ μεμηνὼς καὶ τῆς τοῦ πονηροῦ δαίμονος ἐνεργείας ἀνάπλεως, ἐκάθηρε μὲν αὐτὸν προσευξάμενος καὶ τῆς διαβολικῆς ἐκείνης ἠλευθέρωσε βακχείας.
000-00-00 Serial Number=0239789724
Interpretatio in Danielem Ante [Go Back]  
 [01492]  καὶ τὰ ἀφιερωμένα τῇ τοῦ Θεοῦ θεραπείᾳ σκεύη, ἃ Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἔλαβε μὲν, τοῦ Θεοῦ προδεδωκότος, ἐτίμησε δὲ ὡς ἐνόμισε, καὶ τῆς τῶν ἀνθρώπων ἠλευθέρωσε χρή σεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι·
000-00-00 Serial Number=0726168573
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01644]  Καὶ ὁ ∆ανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέν των κακῶν·
000-00-00 Serial Number=0177371383
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00135]  αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε·
 [02957]  αὐτὸς τὸν Ἰσραὴλ ἠλευθέρωσε τῆς Αἰγυ πτίων δουλείας.
000-00-00 Serial Number=0280244887
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00447]  Οὐ γὰρ ἁπλῶς με τῶν προσπε [80.892] σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε·
000-00-00 Serial Number=0039678574
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00062]  ὃς τὸν Ἰα κὼβ διωκόμενον ἀμείνω τῶν πολεμούντων ἀπέφηνε, καὶ τῆς Ἡσαῦ καὶ τοῦ Λάβαν ἐπιβουλῆς ἠλευθέρωσε.
 [05233]  Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας.
000-00-00 Serial Number=0244714916
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01854]  Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δου λείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς.
 [02467]  Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χανα ναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε·
 [02762]  Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συν εζευγμένους, καὶ λιμῷ τηκομένους, τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε·
 [02781]  Οἰ κτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν [80.1741] ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤ ῥηξε τὰ δεσμά.
 [02805]  Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθα νάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε.
 [03430]  Οὐ γὰρ μόνον ἡμᾶς τῆς παρ' ἐκείνων ἠλευθέρωσε λώβης, ἀλλὰ καὶ τὴν ἐκείνων περιουσίαν εἰς τὰς ἡμετέρας μετατέθεικεν οἰκίας.
 [03987]  τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης.
000-00-00 Serial Number=0117093682
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04544]  Τῶν τε γὰρ εἰδώλων ὁ Θεός σε καθαρὰν ἀπέφηνε, καὶ τῆς τῶν δηλητηρίων δαιμόνων ἠλευθέρωσε δου λείας.
000-00-00 Serial Number=0224994004
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02157]  ὅθεν τὴν οἰκείαν παραβάντες ὁμολογίαν, ταῖς τῆς νομοθεσίας ἀραῖς ὑπεβλήθησαν, ὧν τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁ δεσ πότης Χριστὸς ἠλευθέρωσε.
 [02618]  διά τοι τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τουτονὶ τὸν καιρὸν ἠλευθέρωσε τῆς αἰγυπτίων δουλείας·
 [04025]  ἔφη δὲ καὶ ὅπως αὐτοὺς ἠλευθέρωσε τῆς πικρᾶς τῶν αἰγυπτίων δουλείας.
000-00-00 Serial Number=0163683176
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03410]  Καὶ τοῦ Βάαλ δὲ τὴν στήλην ἐνέπρησε, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τῶν ἄλλων εἰδώλων πᾶσαν τὴν γῆν τοῦ Ἰσραὴλ ἠλευθέρωσε.
 [03532]  Καὶ τοῦ πατρὸς δὲ τελευτήσαντος, αὐτὸς τῆς βασιλείας ἐγένετο κληρονόμος, καὶ τῆς μὲν ἄλλης ἀσεβείας τὸν λαὸν ἠλευθέρωσε, καὶ τοῦ θείου νεὼ τὴν πύλην τὴν ὑψηλὴν ᾠκοδόμησε.
 [04229]  διὰ δὲ τὴν ἄλλην ἀρετὴν, τῶν προσβαλόντων καὶ κυκλωσάντων ἠλευθέρωσε πολεμίων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»