Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔριν [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔριν


000-00-00 Serial Number=0261290848
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00003]  Ὁρῶν τὴν ἐν τῷ παρόντι καιρῷ τῆς Ἐκκλησίας κατάστασιν καὶ τὴν ἔναγχος ἐπαναστᾶσαν τῇ ἱερᾷ νηῒ ζάλην, καὶ τὰς σφοδρὰς καταιγίδας καὶ τῶν κυμά των τὴν προσβολὴν καὶ τὴν βαθεῖαν σκοτομήνην, καὶ πρὸς τούτοις τῶν πλωτήρων τὴν ἔριν, καὶ τῶν ἐρέτ τειν λαχόντων τὴν μάχην, καὶ τὴν τῶν κυβερνητῶν μέθην, καὶ ἁπαξαπλῶς τὴν τῶν κακῶν ἀωρίαν, τῶν Ἰερεμίου θρήνων ἀναμιμνήσκομαι, καὶ μετ' ἐκείνου βοῶ·» Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται καὶ ἡ καρδία μου,» καὶ πηγὰς δακρύων ἐπιζητῶ, ἵνα ταῖς λιβάσι τῶν ὀφθαλ μῶν, τὸ πολὺ τῆς ἀθυμίας ἀποσκευάσωμαι νέ φος.
000-00-00 Serial Number=0660261393
De sancta trinitate Ante [Go Back]  
 [00176]  Εἰ δὲ φιλονεικεῖεν, οἱ τὴν ἔριν τῆς πειθοῦς προτιμῶν τες, περὶ τοῦ Θεοῦ Λόγου τὸ πρωτότοκος εἰρῆσθαι πάσης κτίσεως, τὴν μὲν ἀμαθίαν αὐτῶν γελασόμεθα·
000-00-00 Serial Number=0941804349
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00243]  Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα.
000-00-00 Serial Number=0599311709
Graecarum affectionum curatio Ante [Go Back]  
 [01058]  ὑμεῖς δὲ τοσαύτην αὐ τῶν ἀκολασίαν τε καὶ ἀκρασίαν κατηγορεῖτε καὶ παντοδαπὴν αἰσχρουργίαν, καὶ μέντοι καὶ ἔριν καὶ πολέμους καὶ τυραννίδα, ὡς μηδὲ τοῖς πονηροτάτοις τῶν ἀνθρώπων ἁρμόττειν τὰ ἐκείνων [3.96] πέρι μυθολογούμενα.
 [01070]  καλεῖ δὲ αὐτὸν καὶ διάβολον, ὡς τὸν Θεὸν παρὰ τοῖς ἀνθρώποις συκοφαντοῦντα καὶ αὐτοῖς γε τοῖς [3.101] ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ διαμάχην ἐμβάλλοντα τού τους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναί φαμεν οὐδὲ τοιάνδε φύσιν λαχεῖν, ἀλλὰ τῇ παρα τροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων εἰς τὰ χείρω μεταπεσεῖν καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχεθεῖσιν οὐκ ἀρκεσθέντας, ἀλλ' ὀρεχθέντας μειζόνων εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ καὶ τῆς ἀρχῆθεν δοθείσης γυμνωθῆναι τιμῆς, εἶτα κατὰ τῶν ἀνθρώπων, ὡς εἰκόνι θείᾳ τετιμημένων, λυττῆσαι καὶ τὸν κατ' αὐτῶν ἀναδέξασθαι πόλεμον·
 [01413]  Ῥητέον δέ γε πρὸ τῶν ἄλλων ἁπάντων, ὅσην περὶ τῆς τοῦδε τοῦ γένους ξυστάσεως ἔριν καὶ διαμάχην ἐσχήκασιν.
 [01437]  ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπι δείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδό ξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον, ἔριδι ξυνέηκε μάχεσθαι.
 [01604]  [5.44] Τοσαύτην καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι καὶ ποιηταὶ καὶ ψυχῆς πέρι καὶ σώματος καὶ αὐτῆς γε τῆς τοῦ ἀνθρώπου ξυστάσεως πρὸς ἀλλήλους ἐσχήκασιν ἔριν καὶ διαμάχην, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα πρεσβεύοντες, οἱ δὲ τούτων τε κἀκείνων ἐναντίαν δόξαν ὠδίνοντες.
000-00-00 Serial Number=0307880938
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02787]  Κἀκεῖναι δὲ, οὐχ ἡδονῇ δουλεύουσαι, ἀλλὰ πλειόνων παίδων ἐπιθυμοῦσαι γενέσθαι μητέρες, τὴν ἔριν πρὸς ἀλλήλας ἐσχήκασιν.
000-00-00 Serial Number=0576399326
Historia ecclesiastica Ante [Go Back]  
 [00348]  Ταῦτα μαθὼν ὁ πάνσοφος βασιλεὺς πρῶτον μὲν αὐτὴν ἐπειράθη τὴν τῶν κακῶν ἐμφράξαι πηγὴν καί τινα τῶν ἐπ' ἀγχινοίᾳ περι βοήτων εἰς τὴν Ἀλεξάνδρειαν μετὰ γραμμάτων ἀπέστειλε, σβέσαι τὴν ἔριν πειρώμενος καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμόνοιαν προσ δοκῶν.
 [00373]  τὴν πολε μοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν.
 [02928]  ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν.
 [02931]  καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς οὐκ εἶναι δογμάτων ἔφη διαφοράν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν.
 [03060]  εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πει ράσομαι.
 [03492]  ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·
000-00-00 Serial Number=0275665939
Historia religiosa Ante [Go Back]  
 [01456]  Ἁρπάζειν δὲ πάντων βουλομένων τὸ σῶμα καὶ εἰς τὴν οἰκείαν ἑκάστου κώμην ἀποκομίζειν προαιρου μένων, μηνύσας τις τοῦ ἁγίου τοὺς ὅρκους τὴν ἔριν διέλυσεν·
000-00-00 Serial Number=0600900769
Interpretatio in Ezechielem Ante [Go Back]  
 [06356]  καὶ ἀνάγκη πάλιν μάχην εἶναι καὶ ἔριν, ἡμῶν μὲν καθ' ἑαυτοὺς πολιτευομένων, ἐκεί νων δὲ τὴν κατὰ τὸν νόμον λατρείαν προαιρουμέ νων.
000-00-00 Serial Number=0543592274
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01145]  ἐπειδὴ γὰρ τούτοις ἐκοσμεῖτο τοῖς πλεονεκτήμασι διαφερόντως ὁ πατριάρχης ἠβουλήθη καὶ τὴν νύμφην συμβαίνειν τῷ τρόπῳ τοῦ κηδεστοῦ, ἵνα μὴ ἔριν τινὰ καὶ φιλονεικίαν ὁ σκοπὸς ὁ ἐναντίος ἐργάσηται.
 [03920]  Ὥστε πᾶσαν ἔριν καὶ φιλονεικίαν σβέσαι, ὡς τοῦ Θεοῦ διὰ τοῦ κλήρου τὴν γῆν διανέμοντος·
000-00-00 Serial Number=0397829771
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01509]  τούτους δὲ εἰς ἄν δρας τελέσαντας εἰς ἔριν χαλεπὴν ἐμπεσεῖν, ἐκ δὲ τῆς ἔριδος τεχθῆναι διαμάχην·
 [01511]  Ἀλλ' οἱ τὴν ἔριν ἐκεί νην διαλῦσαι μὴ βουληθέντες, νῦν ἀθροισθέντες ἐκ δοθῆναι σφίσιν ἀπαιτοῦσι τὸν ἕτερον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»